Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στο 10ο κεφάλαιο: Οι Ασσύριοι ως παιδαγωγικό όργανο και η σωτηρία

Καταδίκη των άδικων νομοθετών, η χρησιμοποίηση της Ασσυρίας ως οργάνου της θείας οργής, η πτώση της υπερηφάνειάς της και η διάσωση του αγίου υπολείμματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 12 από 17

ΚΕΦΑΛΑΙΟΝ ιʹ Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ, πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου· ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ὑμῶν πόῤῥωθεν ἥξει. Καὶ πρὸς τίνα καταφεύξεσθε, τοῦ βοηθηθῆναι; Καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; Καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. —Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργὴ, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή.

Εἰσί τινες, οἱ κατακολουθεῖν τοῖς πατράσι καὶ τοῖς παρ᾽ αὐτῶν παραδεδομένοις δόγμασιν ἀπαξιοῦντες, αὐτοὶ κατάρχειν αἱρέσεων ἐπιθυμοῦσι. Διὸ καινοτομίας τινὰς παρεπινοοῦσι τῷ ὀρθῷ λόγῳ, γράφοντες πονηρίαν καὶ ἀσέβειαν· εἰς οὓς φθάνει τὸ οὐαὶ, εἰς τοὺς πατέρας τῆς ψευδωνύμου γνώσεως, καὶ συγγραφέας τῶν ἀθέων δογμάτων.

Οἱ γὰρ τοιοῦτοι τοὺς πτωχεύοντας τῇ πίστει συναρπάζουσι καὶ καταδυναστεύουσι ψυχὰς χηρευούσας τοῦ ἀληθινοῦ νυμφίου, τοῦ Θεοῦ Λόγου. Ἀλλὰ κἄν τινα ἴδωσιν ἀπορφανισθέντα Θεοῦ διὰ τὴν ἁμαρτίαν, καὶ τοῦτον ὥσπερ λάφυρον ἑαυτῶν ποιοῦνται, κατεπαγγελλόμενοι μὲν αὐτοῖς πᾶσαν ἄδειαν, καὶ τὸν ἐν ἡδονῇ προτείνοντες βίον, εἰ μόνον λάβοιεν αὐτοὺς συντεθειμένους τοῖς δόγμασι τῆς ἀθεότητος.

Ὁποία ἡ νῦν παραβλαστήσασα τῶν Ἀνομοίων αἵρεσις, καὶ πόρνοις καὶ μοιχοῖς καὶ ἀρσενοκοίταις καὶ ἀνδραποδισταῖς καὶ ἐπιόρκοις καὶ ψεύσταις συγχώρησιν ἁμαρτημάτων ὑπισχνούμενοι, ἐὰν μόνον αὐτοὺς λάβωσι τῇ κατὰ τοῦ Μονογενοῦς βλασφημίᾳ συνερχομένους. Πρὸς οὕς φησιν ὁ λόγος· Τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; —Ἡμέραν λέγει τὴν ἐπιφάνειαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξ οὐρανῶν, ἐν ᾗ ἐπιδημήσει τῷ κόσμῳ, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καθ᾽ ἣν ἀπολήψονται τὴν θλίψιν πόῤῥωθεν ἐπ᾽ αὐτοὺς ἐρχομένην, ὡς γράφοντες πονηρίαν. Πρὸς τίνα δὲ καταφεύξεσθε, τοῦ βοηθηθῆναι; Κατὰ γὰρ Θεοῦ ἐγράψατε, τοῦ κρίνοντος ζῶντας καὶ νεκρούς. Κατηγορία ὑμῶν ἔσται τὰ ὑμέτερα γράμματα.

Εἶτά φησι· Ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; Οἱ φανητιῶντες καὶ τῆς ἀνθρωπίνης τιμῆς ἀντεχόμενοι καὶ αἱρεσιαρχεῖν ἐπιθυμήσαντες, ἵνα ὀνόματος τύχητε, καὶ διὰ τοῦτο λαλήσαντες ἀδικίαν εἰς τὸ ὕψος, ποῦ τότε ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταλείψετε τὴν δόξαν ὑμῶν; Ὑποκάτω δὲ (φησὶν) οἱ τοιοῦτοι τῶν ἀνῃρημένων πεσοῦνται. Νῦν προστάτης εἶ τῶν ἐξηπατημένων καὶ θαυμάζῃ παρ᾽ αὐτῶν, ὄνομα διδασκάλου καὶ καθηγητοῦ περιφέρων, σεμνυνόμενος παρ᾽ αὐτῶν καὶ μακαριζόμενος· τότε δὲ τούτων αὐτῶν ἀτιμότερος ἔσῃ, τῶν ὑπὸ σοῦ πεφονευμένων. Φόνος γάρ ἐστι ψυχῆς, ψευδοδοξίας παραδοχή. Ὑποκάτω οὖν τούτων ἔσῃ πεπτωκὼς, καὶ τὸ τῶν ἀνῃρημένων ὑπὸ σοῦ βάρος ἐπικείσεταί σοι.

Ἐπειδὴ δὲ ἕκαστος ἡμῶν διὰ τοῦ βίου οἱονεὶ χειρόγραφα ἡμῶν γράφομεν, τῷ μνημονικῷ ἡμῶν τοὺς τύπους τῶν πραγμάτων ἐναποσφραγιζόμενοι, τάχα καὶ τοὺς τοιούτους ταλανίζει ὁ λόγος, ὡς γράφοντας πονηρίαν. Ἡ μὲν γὰρ καρδία τῶν δικαίων καταγέγραπται οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· ἡ δὲ τῶν ἀδίκων καρδία οὐ Πνεύματι Θεοῦ ζῶντος, ἀλλὰ μέλανι τῷ συγγενεῖ τοῦ σκότους καὶ ἐχθρῷ τοῦ φωτός.

Ὥστε ἕκαστος ἢ ὑπὲρ ἑαυτοῦ συγγράφει, τὰ ἀγαθὰ πράσσων, ἢ καθ᾽ ἑαυτοῦ ποιῶν χειρόγραφα κατατίθεται πονηρά. Ἔστιν οὖν τι χειρόγραφον καθ᾽ ἡμῶν, χειρογραφούμενον ὑπὸ τῶν ἡμετέρων χειρῶν, ὅταν πράξωμεν τὰ χείρονα· καὶ ἔστι τι ὑπὲρ ἡμῶν χειρόγραφον, ὅταν πράσσωμεν τὰ βελτίονα.

Ἤδη δέ τινες καὶ τὰ ἐν συμβολαίοις γράμματα ῥᾳδιουργοῦντες καὶ παραποιοῦντες χαρακτῆρας γραμμάτων ἐν κτήσεσιν ἀγρῶν καὶ διαθήκαις καὶ ὑποθήκαις, καὶ συναλλάγμασι ποικίλοις, ὅσα διὰ τῆς τῶν γραμμάτων ἀποδείξεως τὴν σύστασιν ἔχει, γράφοντες· καὶ οἱ τοιοῦτοι πονηρίαν γράφουσι, διαστρέφοντες τὸ δίκαιον κρίμα ἐπὶ τῶν πτωχῶν καὶ διαρπάζοντες τὰ τῶν πενήτων τοῦ λαοῦ, ὥστε εἶναι αὐτοῖς χήραν εἰς κατάβρωμα, καὶ ὀρφανὸν εἰς κέρδος. Οἷα τὰ ἐν ταῖς τῶν πολέμων προνομαῖς τοῖς κρατοῦσι προσγίνεται, οὓς ὑπομιμνήσκει ὁ λόγος, ὅτι Τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς;

Τὴν τῆς κρίσεως ἡμέραν καὶ τῆς κατ᾽ ἀξίαν τῶν ἑκάστῳ πεπλημμελημένων ἀνταποδόσεως, ἐπισκοπῆς εἶπεν ἡμέραν, ἣν τούτοις ἀπειλεῖ, ὅτι Ἡ θλίψις ὑμῶν πόῤῥωθεν ἥξει. Νοήσωμεν δὲ τί λέγει, Πόῤῥωθεν, οὕτως. Ἡ σωτηρία ἡμῶν οὐ πόῤῥωθεν, ἀλλ᾽ ἐγγὺς ἡμῶν ἐστι· Θεὸς γὰρ (φησὶν) Ἐγγίζων ἐγώ εἰμι· καὶ Ἐγγιῶ αὐτοῖς μᾶλλον ἢ ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν· καὶ πάλιν. Ἡ ἐντολὴ αὕτη (φησὶν) ἣν ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν, οὐδὲ μακράν ἐστιν ἀπὸ σοῦ. Οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ, λέγων· Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν καὶ λήψεται αὐτὴν ἡμῖν; Οὐδὲ πέραν τῆς θαλάσσης, λέγων· Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λάβῃ αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν; Ἐγγύς σού ἐστι τὸ ῥῆμα, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου. Καὶ ὁ Κύριος δὲ ἡμῶν· Ἡ βασιλεία τοῦ Θεοῦ (φησὶν) ἐντὸς ὑμῶν ἐστι. —Τὰ μὲν οὖν κρείττονα καὶ δι᾽ ὧν ἡ σωτηρία, ἐγγὺς ἡμῶν ἐστι καὶ ἐντός· τὰ δὲ ἐναντία, ἡμῶν πόῤῥωθεν ἔρχεται, ἐκτὸς ἡμῶν τυγχάνοντα.

Οὐ γὰρ τῇ κατασκευῇ ἡμῶν ἐνυπάρχει ἡ ἁμαρτία, ἀλλ᾽ ὕστερον ἐπιγεγένηται. Διὰ τοῦτο καὶ ἡ θλίψις, ἡ ἐπὶ τοῖς πλημμελήμασιν ἐπαγομένη, πόῤῥωθεν ἥξειν ἀπειλεῖται παρὰ τοῦ Προφήτου. Οὐαὶ Ἀσσυρίοις. Ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. —Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτω λελόγισται, ἀλλ᾽ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. Καὶ ἐὰν εἴπωσιν αὐτῷ· «Σὺ μόνος εἶ ἄρχων» ἐρεῖ «Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ τὴν Χαλάνην, οὗ ὁ πύργος ᾠκοδομήθη· καὶ ἔλαβον τὴν Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν. Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι».

Διὰ τὸ πλῆθος τῶν ἀνομιῶν τοῦ λαοῦ, Ἀσσύριοι αὐτοῖς ἐπάγονται· οὐ διὰ τὴν ἑαυτῶν δικαιοσύνην, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν τοῦ λαοῦ ἀδικίαν. Ἀλλ᾽ ὅμως καὶ οὗτοι (μὴ νοοῦντες ὅτι ἀντὶ μάστιγος παιδευτικῆς κατὰ τοῦ τὰ θεῖα νόμιμα παραβαίνοντος λαοῦ δέδονται, ἀλλ᾽ ἐφ᾽ ἑαυτοῖς, ὡς δή τινα δύναμιν κεκτημένοις, μεγαλυνόμενοι) ταλανίζονται παρὰ τοῦ λόγου· Οὐαὶ ὑμῖν, Ἀσσύριοι, οἵτινες ῥάβδος ἐστὲ τοῦ θυμοῦ μου, ὄργανον κολαστικόν ἐστε· οὐκ οἰκείᾳ δυνάμει ποιεῖτε, ἀλλὰ τῇ τοῦ Κινοῦντος ἐνεργείᾳ τοῖς ἀξίοις τοῦ συντριβῆναι ἐπάγεσθε.

Καὶ ὀργὴ (φησὶν) ἐστὶν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν παίδευσιν ἐνταῦθα φανερῶς ὀργὴν ὀνομάζει, ὡς καὶ ὁ ψαλμῳδός· Μηδὲ τῇ ὀργῇ σου, παιδεύσῃς με. Παίδευσις οὖν τοῦ Ἰσραὴλ ἐν ταῖς χερσίν ἐστι τῶν Ἀσσυρίων. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ. Τὴν κόλασιν τῷ μὴ κατὰ τὸν νόμον, τὸν διατεταγμένον αὐτῷ βιοῦν ἀνεχομένῳ λαῷ, ἐπάξω. —Καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα. Διὰ τὴν φιλανθρωπίαν ἔτι ἴδιον ὀνομάζει λαὸν τὸν ἀνομήσαντα ὁ ἀγαθὸς Θεός. Ὅτι μὲν γὰρ ἠνόμησε, τὴν ὀργὴν ἀποστέλλει· ἐπεὶ δὲ αὐτὸν ἅπαξ εἵλετο διὰ τὴν ἐκλογὴν τῶν πατέρων, οὐκ ἀπαρνεῖται αὐτοῦ τὴν οἰκείωσιν. Συντάσσω οὖν (φησὶ) ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν· —ἵνα εἰδῶμεν, ὅτι πάντα ὅσα πάσχομεν σκυθρωπὰ, ἐκ τῆς θείας διαταγῆς ὑπομένομεν.

Οὐκ ἐᾷ γὰρ ἡμᾶς ἐκδότους ταῖς πονηραῖς καὶ κολαστικαῖς δυνάμεσιν, ἀλλ᾽ αὐτὸς τὰ μέτρα ὁρίζει τῶν κολάσεων, στοχαζόμενος τῆς δυνάμεως τῶν θεραπευομένων. —Σκῦλα μὲν οὖν ἐστι τὰ τοῖς νεκροῖς, τοῖς πεσοῦσιν ἐν πολέμῳ περικείμενα, εἴτε ὅπλα, εἴτε ἐσθὴς, εἴτε τις ἕτερος κόσμος· προνομὴ δὲ, ἡ διανομὴ τῶν λαφύρων, κατὰ τὴν ἀξίαν τῶν κεκρατηκότων διανεμομένη. Ἐκελεύσθησαν οὖν οἱ Ἀσσύριοι σκυλεῦσαι τὸν Ἰσραὴλ καὶ προνομεῦσαι καὶ καταπατῆσαι αὐτοῦ τὰς πόλεις καὶ θεῖναι εἰς κονιορτόν.

Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτω λελόγισται· ἀλλ᾽ ὑπερήρθη τῇ διανοίᾳ, οὐχ ὡς διὰ τὰ ἁμαρτήματα τοῦ λαοῦ παραδοθέντος αὐτῷ, ἀλλ᾽ ἐπαρθεὶς τῇ διανοίᾳ καὶ ἀπαλλάξας ἀπὸ τῆς ἑαυτοῦ ἐννοίας τὸν ἀληθῆ λόγον, οἴεται δυνατὸς εἶναι τοῦ ἔθνη ἐξολοθρεύειν οὐκ ὀλίγα. Καὶ, ἐπειδὴ κολακεύοντες αὐτὸν καὶ θωπεύοντες, οἱ ὑποχείριοι λέγουσι· Σὺ μόνος εἶ ἄρχων, ὥσπερ εἰρωνευόμενος πρὸς αὐτοὺς λέγει· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνην. Οὔπω (φησὶ) γέγονα πάντων κύριος· ἐκφεύγει μου τὴν βασιλείαν ἡ χώρα ἡ ἐπάνω Βαβυλῶνος καὶ ἡ Χαλάνη, Οὗ ὁ πύργος ᾠκοδομήθη. Πύργον μὲν οὖν ἐκεῖνον λέγει τὸν ἀρχαῖον, ὃν ἐν τῷ πεδίῳ τῷ Σεναὰρ ᾠκοδόμησαν, εἰπόντες· Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, πρὸ τοῦ διαχωρισθῆναι ἡμᾶς ἀπ᾽ ἀλλήλων, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ. —Τὸ δὲ τῆς Χαλάνης ὄνομα οὐκ ἐντέτριπται τῇ χρήσει τῆς Γραφῆς· εἰκάζομεν δὲ περὶ τὴν Βαβυλωνίαν που κεῖσθαι, ἐπειδὴ ἡ Βαβυλῶν ἐστιν ἐπώνυμος τῇ συγχύσει τῶν γλωσσῶν, ἃς συνέχεεν ὁ Κύριος, τὴν πρὸς τὸ κακὸν συμφωνίαν διασπῶν. Φησὶ γὰρ ἡ Γραφὴ, ὅτι ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου σύγχυσις, Ἑβραϊστὶ δὲ Βαβέλ.

Ἔλαβον δὲ (φησὶν) Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν. Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι. Ἐπεὶ οὖν ἑαυτῷ ἔλαβε τὸ πάσας δύνασθαι ὑποχειρίους ποιεῖν τὰς πόλεις, καὶ οὐ συνῆκεν ὅτι ἀνθρώπων ἐκράτησεν οὐ δι᾽ οἰκείαν δύναμιν, ἀλλὰ διὰ τὴν οἰκονομίαν τοῦ παιδεύοντος τοὺς ἡμαρτηκότας Θεοῦ περιεγένετο, τούτου ἕνεκεν θρήνου αὐτὸν ἄξιον ὁ προφητικὸς τίθεται λόγος.

Ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω τῇ Ἱερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. Πῶς ὀλολύξει γλυπτὰ, ἃ ἐκ ξύλου καὶ λίθου, ἤ τινος ἄλλης ὕλης ἐστὶ, μορφούσης αὐτὰ τῆς τέχνης εἰς ἀνθρώπων εἰκόνας, ἢ ζώων ἀλόγων τετραπόδων, ἢ πτηνῶν, ἢ καὶ ἑρπετῶν, οἷα τὰ τῶν Αἰγυπτίων ἐστὶν ἀφιδρύματα;

Ὀλολυγμὸς δέ ἐστι φωνὴ λυπηρὰ, ὀδύνην καρδίας ἀσήμῳ τινὶ φθόγγῳ παριστῶσα. Πῶς οὖν ὀλολύξει γλυπτά; Ὅτι τοῖς ὑπὸ χειρῶν ἀνθρωπίνων μεμορφωμένοις ξύλοις (ἢ λίθοις, ἤπου καὶ χρυσῷ καὶ ἀργύρῳ, ἢ ἐλέφαντι, ἢ ὅσα ἄλλα τιμίας ἢ ἀτιμωτέρας ὕλης ἐστὶ παρὰ τοῖς ἔθνεσιν εἴδωλα προσκυνούμενα) τούτοις ἐκ τοῦ ἀφανοῦς δαίμονές τινες προσπτάντες παρακαθέζονται, τῆς ἀπὸ τῶν μιασμάτων ἡδονῆς ἀπολαύοντες. —Ὥσπερ γὰρ τὰ λίχνα κυνίδια περὶ τοὺς τῶν μακέλλων τόπους, ἐν οἷς αἷμα καὶ ἰχῶρες, διατρίβουσιν, οὕτω καὶ τὰ λίχνα δαιμόνια, θηρώμενα τὴν ἀπὸ τῶν αἱμάτων καὶ τῆς κνίσσης τῶν θυσιῶν ἀπόλαυσιν, περὶ τοὺς βωμοὺς εἱλεῖται, καὶ τὰ ἀγάλματα, τὰ αὐτοῖς ἀνακείμενα.

Τάχα γάρ που καὶ τρέφεται τὰ ἀέρια σώματα αὐτῶν, ἤτοι καὶ πύρινα, ἢ καὶ ἐξ ἀμφοτέρων τῶν στοιχείων μικτά. Δείκνυσι δὲ καὶ ἡ ἱστορία τῶν Βασιλειῶν, ὅτι προσεδρεύει ἡ δαιμονικὴ δύναμις τοῖς ἐπιφημισθεῖσιν αὐτοῖς ἀγάλμασιν.

Ἔλαβον γὰρ (φησὶν) οἱ ἀλλόφυλοι τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ εἰσήγαγον αὐτὴν ἐχόμενα Δαγών. Καὶ ὤρθρωσαν οἱ Ἀζώτιοι τῇ ἐπαύριον, καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς εἰς τὰ ἔμπροσθεν αὐτοῦ, ἐπὶ τὴν γῆν. Οὐκοῦν Δαγὼν μὲν ἦν τὸ ὁρώμενον ἄγαλμα· ὁ δὲ πίπτων ἐπὶ πρόσωπον, ὁ δαίμων, ὁ νικώμενος ὑπὸ τῆς περὶ τὴν κιβωτὸν τοῦ Θεοῦ δόξης· καὶ πίπτων μὲν αὐτὸς ἐπὶ πρόσωπον, συγκαταβάλλων δὲ ἑαυτῷ τὸ χειροποίητον.

Διὰ τοῦτο οἱ τὰ εἰδωλόθυτα ἐσθίοντες, κοινωνοὶ τραπέζης λέγονται δαιμόνων. Ἐπειδὴ τὸ σφάγιον, τὸ προσαγόμενον τῷ εἰδώλῳ, προσεμερίσθη τι καὶ εἰς τὸν παρεδρεύοντα δαίμονα, ἔκ τε τοῦ ἐξαερουμένου αἵματος καὶ ἐκ τῆς ἀναθυμιωμένης πιμελῆς καὶ τῶν λοιπῶν τῶν ὁλοκαυτωμάτων, λαμβάνοντός τινα μερίδα τοῦ δαιμονίου. Καὶ ὁ ἀπὸ τοῦ ποτηρίου πίνων, ἀφ᾽ οὗ ἡ σπονδὴ, ποτήριον πίνει δαιμονίων. —Διὰ τοῦτο ὀλολύξει τὰ γλυπτὰ, τουτέστι τὰ ὁμώνυμα τοῖς γλυπτοῖς δαιμόνια.

Καὶ ὅταν λέγηται, ὅτι ἥξει εἰς Αἴγυπτον Κύριος καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται, τὴν αὐτὴν διάνοιαν ἐξηγούμεθα. Τὰ γὰρ δαιμόνια, τὰ προσδιατρίβοντα τῷ περιγείῳ τόπῳ, σεισθήσεται φυγαδευόμενα, καὶ εἰς τὸν οἰκεῖον τῆς ἀβύσσου ἀπελαθήσεται τόπον, ἐν τῇ ἐπιδημίᾳ τοῦ Κυρίου. Διὰ τοῦτο Ἐπικατάρατος πᾶς ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτὸν, ἔργον χειρῶν τεχνίτου, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ, ὅτι κακὸν ἑαυτῷ θησαύρισμα διὰ τοῦ γλυπτοῦ τὸν ἐπακολουθοῦντα αὐτῷ δαίμονα ἐπηγάγετο καὶ κατάραν σύνοικον διὰ τοῦ δαίμονος ἐπεσπάσατο.

Καὶ ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Μετὰ τὸ προστάξαι τοῖς γλυπτοῖς τοῖς ἐν Ἱερουσαλὴμ καὶ τοῖς ἐν Σαμαρείᾳ ὀλολυγμὸν, καὶ τῇ ἐπ᾽ αὐτοῖς ἀπειλῇ (οἷον καθαρισθείσης λοιπὸν τῆς Ἱερουσαλὴμ καὶ τοῦ ἀπὸ τῶν εἰδώλων μιάσματος ἐλευθερωθείσης καὶ παιδευθείσης ταῖς πληγαῖς ταῖς κολαστικαῖς, ἃς διὰ τοῦ παραδοθῆναι τοῖς Ἀσσυρίοις ὑπέμενεν) τότε λοιπὸν ἀπειλεῖ ὁ λόγος ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων τὴν πληγὴν μεταθήσειν. Ἐπειδὴ γὰρ ὑπερήρθη τῷ φρονήματι καὶ οὐκ ἐνόησεν, ὅτι ἡ ἐκείνων ἁμαρτία αἰτία γέγονε τῶν τοσούτων κακῶν, ἀλλ᾽ ᾠήθη ἰδίᾳ ἐπινοίᾳ καὶ δυνάμει δεδυνῆσθαι κατὰ τῆς Ἱερουσαλήμ, διὰ ταύτην τὴν ἀλαζονείαν καὶ τὸ ἄλογον ὕψος τῆς κατὰ τὸν νοῦν ἐπάρσεως, Ἐπάξει (φησὶν) ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.

Μέγας ὁ μέν τίς ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν· ὁ δὲ κατὰ τὴν οἴησιν, καὶ τὴν ὑπερβολὴν τῶν οὐδὲν αὐτῷ προσηκόντων. Νοῦς δὲ μέγας, ὡς ἀληθῶς, ὁ τὰ μεγάλα θεωρῶν, ὁ δυνάμενος τοῖς λόγοις τοῖς δημιουργικοῖς ἐπιβάλλειν, καὶ ἀπ᾽ αὐτῶν τὸ κάλλος τῆς σοφίας τοῦ τεχνίτου τῶν ὅλων κατανοεῖν. Μέγας ὁ τῇ οἰκονομίᾳ τῶν παρὰ Θεοῦ γινομένων καὶ τῇ μέχρι τῶν λεπτοτάτων διηκούσῃ παρ᾽ αὐτοῦ προνοίᾳ ἐπιβάλλειν δυνάμενος, καὶ ἐντεῦθεν αὐτοῦ τὰ δίκαια κρίματα θεωρεῖν.

Μέγας ὁ νοῦς, ὁ διὰ τῶν Ἀγγέλων καὶ τῶν Δυνάμεων καὶ πάσης τῆς περὶ τὰ ὑπερκόσμια δόξης, τὸν βασιλέα τῆς δόξης καὶ Κύριον τῶν Δυνάμεων ἐννοῶν. Ὁ μέντοι ἑαυτὸν μακαρίζων καὶ ὑπεραίρων, οἰησίσοφός τις καὶ ματαιόφρων μᾶλλον δικαίως, ἢ μέγας, κατὰ νοῦν ὀνομάζοιτο.

Πλὴν ἀλλ᾽ ἐπειδὴ σύνηθες τῇ Γραφῇ τῇ τῶν πολλῶν οἰήσει πρὸς τὰς ὀνομασίας ἀκολουθεῖν, μέγαν εἴρηκε νοῦν, οὐ τὸ τῇ φύσει μεγαλεῖον προσμαρτυρῶν, ἀλλὰ τὸ ἐκ τῆς οἰήσεως ἐπιφημισθὲν αὐτῷ ὀνομάζων. Διὰ τοῦτο κολάζων ὑπερηφανίαν ὁ Κύριος, καὶ ταπεινῶν αὐτοῦ τὴν ὑψηλοφροσύνην, ἐπάγειν λέγεται ἐπὶ τὸν νοῦν τὸν μέγαν τῶν Ἀσσυρίων. Τὴν δὲ ἀσθενῆ ὑπόληψιν ἐξελέγχων, ἐπὶ τὸ ὕψος φησὶ τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ ἐπάξειν τὴν κόλασιν. Καὶ γὰρ τὴν δόξαν, πολύσημον οὖσαν φωνὴν, κατὰ ἓν τῶν σημαινομένων ὡρίσαντό τινες, ἀσθενῆ ὑπόληψιν.

Δύναται δὲ ὁ νοῦς ὁ μέγας καὶ ὁ φρόνιμος, ὁ ἀντὶ τοῦ πανούργου λαμβανόμενος. Ὡς Ὁ ὄφις φρονιμώτερος τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· καὶ ὁ οἰκονόμος τῆς ἀδικίας φρονίμως ἐποίησε· καὶ Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς, εἰς τὴν γενεὰν αὐτῶν.

Ἡρμήνευσε δὲ ἡμῖν ὁ Ἀπόστολος τοῦ φρονίμου τὴν ἔννοιαν, ἐν τῇ πρὸς Κορινθίους, εἰπών· Φοβοῦμαι δὲ, μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ ... Ἔδειξε γὰρ, ὅτι ἡ ἱστορία τὴν ψεκτὴν φρονιμότητα τῷ ὄφει προσμαρτυρεῖ, ἐκ τοῦ αὐτὸν εἰς πανουργίαν μεταβάλλειν τὸ φρόνιμον.

Οὕτως οὖν καὶ νοῦς μέγας, οὐ κατά τινος ἐπαινετοῦ, ὡς οἱ τὰ παρ᾽ Ἕλλησι σημαινόμενα ἀκριβοῦντες ἔταξαν, λέγοντες τὸν νοῦν εἶναι φρόνησιν συνεστραμμένην, ἀλλὰ ψευδωνύμως. Ἢ αὐτὸς ἑαυτὸν ἐκθαυμάζων, ἢ παρὰ τῶν κολάκων οὕτω προσαγορευόμενος, ὠνόμασται νῦν παρὰ τῆς Γραφῆς.

Οὗτος δὲ ὁ νοῦς ὁ μέγας, ἐπειδὴ οἶδεν, ὅτι τοῦ σοφοῦ (τοῦ γε ἀληθινῶς σοφοῦ) οἱ ὀφθαλμοὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, δοξάζει τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὡς οὐ κάτω βλέπων, οὐδὲ τὰ γήϊνα, ἀλλὰ τὰ μετέωρα πολυπραγμονῶν, καὶ τὴν ἄνω διατριβὴν ποιούμενος. Ὁποῖοί εἰσιν οἱ παρὰ τοῖς Ἕλλησι σοφοί, τὸν μὲν βίον ἔχοντες τοῖς αἰσχίστοις τῆς σαρκὸς πάθεσιν ἐγκαλινδούμενον, τὰ δὲ περὶ οὐρανοῦ καὶ ἀστέρων καὶ τῶν αἰθερίων καὶ τῶν περὶ τὸν ἀέρα συμπτωμάτων φυσιολογοῦντες, δόξαν τινὰ ἑαυτῶν τοῖς ὀφθαλμοῖς περιτιθέασιν.

Εἶπε γάρ· Ἐν τῇ ἰσχύϊ ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω. Καὶ σείσω πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, ἢ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.

Νῦν ἑρμηνεύει σαφῶς, διὰ τί μέγαν νοῦν εἴρηκεν αὐτὸν καὶ διὰ τί ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ ἀπειλεῖ τὰς κολάσεις ἐπαγαγεῖν, τὸν κόμπον αὐτοῦ τῶν ῥημάτων, ᾧ κέχρηται κατὰ τῶν ὑποδεεστέρων, μετὰ πάσης πικρίας αὐτοῖς ἀπειλῶν πᾶν εἶδος ἀφανισμοῦ, ἄμαχον ἑαυτοῦ καὶ ἀνανταγώνιστον λέγων εἶναι τὴν δύναμιν. Ὡς γὰρ κύριος τυγχάνων ὧν βούλεται καὶ πάντως ἐπιτελέσων τὰ κατὰ πρόθεσιν, οὕτως ἐκόμπαζεν. Ἐπειδὴ πολλή μοί ἐστιν ἱππικὴ καὶ πεζικὴ δύναμις καὶ οὐδεὶς ὁ ἀνταίρων, καὶ ἐπειδὴ ἀπρόσιτος ἡ ἐν τοῖς στρατηγικοῖς σοφία μοι πάρεστι καὶ ἡ σύνεσις ἀνεπίληπτος, διὰ τοῦτο (φησὶν) Ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω. Πάντα γὰρ τὰ ἔθνη τῇ ἐμαυτοῦ ὑποκύπτειν βασιλείᾳ συναναγκάσας, ἕνα τῶν πάντων ποιοῦμαι ὅρον, τὴν ἐμὴν ἐπικράτειαν. Νῦν γὰρ ἕκαστον ἰδίοις ὁροθεσίοις ἀπὸ τοῦ ἑτέρου διώρισται· ἀφελὼν οὖν αὐτῶν τὰ ὅρια, ὑπὸ ἓν σκῆπτρον τῆς ἐμῆς βασιλείας γενέσθαι τὰ πάντα συναναγκάσω.

Καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω. Προνομὴ λέγεται ἡ ἐν τοῖς πολεμίοις τῶν ἑαλωκότων εἰς τοὺς κρατοῦντας διανομὴ, ὅταν ἢ αἰχμάλωτα σώματα, ἤ τινα τῶν βοσκημάτων, ἢ ἄλλα τινὰ τῶν κατὰ τὸν βίον, οἱ κρατοῦντες ἐν ἀλλήλοις διαλαγχάνουσι.

Καὶ ἕκαστος κατὰ τὴν προσοῦσαν αὐτῷ ὑπεροχὴν τῆς ἐκ τῶν λαφύρων προνομῆς ἀξιούμενος, οὕτω μετέχει τῶν ἐκ τοῦ πολέμου. —Καὶ τὰς νῦν (φησὶ) καθιδρυμένας παγίως πόλεις σείσω καὶ κλονήσω τῇ ἐμαυτοῦ δυνάμει καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιάν. —Ποῖος γὰρ πόνος, νεοσσοὺς ἀπτῆνας ἐπὶ τῆς καλιᾶς θαλπομένους παρὰ τῶν ἐκτρεφόντων αὐτοὺς ὀρνίθων καταλαβεῖν τῇ χειρὶ, μήτε πτερῷ χρῆσθαι, μήτε ποσὶ πρὸς φυγὴν δυναμένων; —Εἶτα ἐπιτείνων καὶ τὴν καταφρόνησιν τὴν εἰς τοὺς ἀνθρώπους καὶ τὴν ἑαυτοῦ ὑπεραίρων δύναμιν, οὐδὲ ὡς νοσσιὰν (φησὶ) τὴν οἰκουμένην, ἀλλ᾽ ὡς ὠὰ (φησὶν) ἐγκαταλελειμμένα, οὕτω λήψομαι. —Καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.

Ὡς μὲν οὖν πρὸς τὴν λέξιν, ὁ τῶν Ἀσσυρίων ἄρχων ταῦτα ἐρεῖ διὰ τὴν κατὰ τῆς Ἰουδαίας καὶ Σαμαρείας εὐημερίαν ὑπερφυσηθεὶς τὴν διάνοιαν, καὶ ἡγούμενος πάντα ἐξ ἐπιδρομῆς αἱρήσειν τὰ ἔθνη, καὶ μηδένα ἕξειν τὸν χεῖρας ἀνταίροντα, ἀλλὰ πάντα μὲν ὅρια ἐθνῶν τῇ δυνάμει αὐτοῦ συγχυθήσεσθαι, δονεῖσθαι δὲ πᾶσαν τὴν οἰκουμένην τῷ φόβῳ τῆς ἐπιδημίας αὐτοῦ· τὸν δὲ εἰς χεῖρας ἐρχόμενον, εὐαλωτότερον εἶναι νεοττῶν ὄρνιθος, ῥᾷον δὲ ἀρθήσεσθαι τῇ δυνάμει αὐτοῦ ἐφοδενούσῃ τὴν ὑφ᾽ ἡλίῳ πᾶσαν οἰκουμένην, ἢ ὡς ἄν τις λάβοι ὠὰ, ἔρημα τῆς θαλπούσης αὐτὰ καὶ ζωογονούσης ὄρνιθος.

Ἐπειδὴ δὲ ἡ ὑπερηφανία ὥσπερ μείζων ἐστὶν ἢ κατὰ ἄνθρωπον, πρέπειν τινὲς ἐνόμισαν τὰ ῥήματα ταῦτα τῷ ἀληθῶς ὑπερηφάνῳ, τῷ τραχηλιάσαντι κατὰ τοῦ Παντοκράτορος, τῷ ἀνυποτάκτῳ καὶ ἀποστάτῃ, καὶ εἰς τὴν ἑαυτοῦ κακίαν συναποστήσαντι αὐτῷ τὰ συνεπακολουθήσαντα αὐτῷ πονηρὰ πνεύματα. Ἐκεῖνος γὰρ ἑαυτὸν καὶ νοῦν οἴεται μέγαν καὶ φαντάζεται τὰ ὑψηλὰ περισκοπεῖν καὶ ἀπειλεῖ πᾶσαν τὴν οἰκουμένην ὑφ᾽ ἑαυτὸν ποιήσασθαι· ὅς γε οὐδὲ τῷ Κυρίῳ ἐρωτήσαντι, πόθεν πάρεστι, παρῃτήσατο εἰπεῖν, ὅτι Περιελθὼν τὴν ὑπὸ τὸν ἥλιον καὶ ἐμπεριπατήσας τὴν ὑπ᾽ οὐρανὸν, πάρειμι. Οὗτος ἐτόλμησε καὶ τῷ Κυρίῳ πάσης τῆς κτίσεως δεῖξαι τὰς βασιλείας τῆς γῆς καὶ εἰπεῖν, ὅτι ταῦτα πάντα ἐμά ἐστι· Νῦν οὖν, ἐὰν πεσὼν προσκυνήσῃς μοι, σοὶ δώσω. — Τάχα οὖν τὸν βασιλέα τῶν Ἀσσυρίων, τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ὁ λόγος αἰνίττεται· καὶ γὰρ ὁ Κύριος ἄρχοντα ὀνομάζει τοῦ αἰῶνος τούτου, λέγων· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται ἔξω. Καὶ μετ᾽ ὀλίγα· Οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν.

Ἐπειδὴ δὲ πολλοὶ ἄρχοντες, οἱ ἐθνάρχαι τινὲς, διατεταγμένοι πρὸς φυλακὴν καὶ διατήρησιν τοῦ ὑφ᾽ ἑαυτῶν ἑκάστου ἔθνους, καθ᾽ ἅ φησιν ὁ Μωϋσῆς ἐν τῇ ᾠδῇ· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν Ἀγγέλων Θεοῦ. Καὶ πάλιν ὁ Ἀπόστολός φησι· Σοφίαν δὲ λαλοῦμεν, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε. Καὶ πάλιν ἐν τῷ Δανιὴλ, ἄρχων τις Περσῶν καὶ ἄρχων Ἑλλήνων ἀναγέγραπται. Λέγει γὰρ πρὸς αὐτὸν ὁ Ἄγγελος· Καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Καὶ ὁ ἄρχων τῆς βασιλείας Περσῶν εἱστήκει ἐξεναντίας μου.

Καὶ ἰδοὺ Μιχαὴλ, εἷς τῶν ἀρχόντων τῶν πρώτων, ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ, μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν. Καὶ μετ᾽ ὀλίγα· Καὶ ἐγὼ ἐξεπορευόμην (φησὶ) καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Μήποτε οὖν ἐὰν ᾖ ταῦτα ἐκ προσώπου διαβόλου λεγόμενα, ἡ ὑπερηφανία αὐτοῦ οὐ κατὰ ἀνθρώπων, ἀλλὰ κατὰ νοητῶν ἤ τινων δυνάμεων γινομένη.

Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἄν τις ἄρῃ ῥάβδον, ἢ ξύλον. Ἐλεγκτικὸς τῆς ὑπερηφανίας τοῦ ἄρχοντος τῶν Ἀσσυρίων ὁ λόγος. Τί φρονεῖς ἐπὶ σεαυτῷ, ὡς κόπτοντι ἔθνη καὶ καθαιροῦντι τὰς δυναστείας τῶν πόλεων; Ἢ οὕτω γὰρ καὶ ἡ ἀξίνη μέγα φρονοίη, ὡς τὰ ὑπέρογκα τῶν δένδρων εἰς γῆν καταβάλλουσα, καὶ ὁ πρίων, ὡς τὰ συνεστῶτα καὶ ἡνωμένα τῶν ξύλων διαιρῶν. Ἀλλ᾽ οὔτε ἡ ἀξίνη ἄνευ τῶν χειρῶν κόπτει, οὔτε ὁ πρίων ἄνευ τοῦ ἕλκοντος αὐτὸν καὶ εἰς χρείαν τινὰ τεχνικῶς καθαιροῦντος τὰ ξύλα, δύναται πρίζειν.

Ἐπαινετὸς δὲ εἴπερ ἄρα ὁ τῇ ἀξίνῃ κεχρημένος, καὶ ὁ τὸν πρίονα ἕλκων ἐπιστημόνως. Οὕτως οὐδὲ τὸ ξύλον, ὃ εἰς σκῆπτρον μετεσχηματίσθη, τὴν τοῦ κρατεῖν, ἀξίαν ὀφείλει καρποῦσθαι, ἀλλ᾽ ὁ ταῦτα μεταχειριζόμενος, εἰς σύμβολον τῆς ὑπαρχούσης αὐτῷ δυναστείας.

Οὕτως οὖν κἀγώ σε παρέλαβον εἰς τὴν τοῦ λαοῦ τοῦ ἡμαρτηκότος κόλασιν· εἰς ἀξίνην καὶ πρίονα τῇ ὠμότητί σου συγχρώμενος, εἰς τὴν δικαίαν τοῦ λαοῦ καὶ ἐπ᾽ ὠφελείᾳ αὐτοῦ ἐνεργουμένην παίδευσιν. —Ὡς οὖν ἐπὶ τῶν δικαστηρίων οἱ δήμιοι ἐπὶ τῷ κολάζειν τεταγμένοι οὐχὶ κύριοι τιμωρίας εἰσὶν, οὐδὲ τῇ ἑαυτῶν ἰσχύϊ ἢ ἐξουσίᾳ τι ποιοῦσιν, ἀλλ᾽ ἅπερ ἂν αὐτοῖς παρὰ τῶν νόμων ἐπιτραπῇ, οὕτω καὶ Ἀσσύριοι, οὐκ ἰσχυρὸν ἔθνος, οὐδὲ ἀφ᾽ ἑαυτοῦ ἐνεργεῖν τι δυνάμενον, ἀλλὰ κατὰ τὸ ἐνδεδομένον αὐτῷ μέτρον παρὰ τοῦ θεραπευτοῦ τῶν ἡμαρτηκότων, ταῖς ἐπὶ τὸ κακοῦν κέχρηται ἐνεργείαις.

Καὶ οὐχ οὕτως, ἀλλ᾽ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται, ὡσεὶ χόρτον τὴν ὕλην.

Αὕτη ἡ ἀντιμισθία τῆς ἀλόγου ὑπερηφανίας. Ἐπειδὴ νοῦν μέγαν ἑαυτὸν ἀποσεμνύνων ἔλεγες καὶ τῷ ὕψει τῆς δόξης τῶν ὀφθαλμῶν ἐπηγάλλου, Ἀποστελεῖ Κύριος ἀτιμίαν εἰς τὴν σὴν τιμὴν, πῦρ δὲ εἰς τὴν δόξαν σου. Ἐπειδὴ γὰρ ἀφαιρεῖσθαι ἠπείλεις ὅρια ἐθνῶν καὶ σείειν πόλεις κατοικουμένας καὶ καταλήψεσθαι τὴν ὅλην οἰκουμένην ὡς νοσσιὰν καὶ ὡς ὠὰ ἐγκαταλελειμμένα αἴρειν, μηδενὸς διαφεύγοντος, μηδὲ τοῦ ἀντιλέγοντος ὄντος, διὰ τοῦτο Πῦρ καιόμενον καυθήσεται καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ. — Περιστραφήσεται (φησὶ) τῶν πραγμάτων ἡ κατάστασις, καὶ ἐν λαμπρότητι (φησὶν) ἔσται ὁ Ἰσραὴλ (ὁ νῦν τεταπεινωμένος καὶ σοὶ παραδεδομένος διὰ τὴν ἁμαρτίαν εἰς κόλασιν).

Ἡ οὖν ἐκείνου περιφάνεια εἰς ἀφανισμόν σοι γενήσεται. —Ἔσται γὰρ (φησὶ) τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ. Καὶ δύο ἐνεργειῶν οὐσῶν περὶ τὸ πῦρ (τῆς τε φωτιστικῆς καὶ τῆς καυστικῆς) τὸ μὲν γλυκὺ καὶ χαρίεν τοῦ πυρὸς τῷ Ἰσραὴλ παραμενεῖ, φωτίζον αὐτὸν καὶ περιλάμπον· τὸ δὲ πικρὸν καὶ κατώδυνον, ἐπὶ τὸν ὑπερήφανον καταμερισθήσεται, καῖον αὐτὸν καὶ ἀπαραμυθήτῳ πόνῳ διὰ τῆς καύσεως παραδιδοῦν.

Καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην. Δείκνυσι τὴν φύσιν τοῦ πυρὸς, ὅτι καθαρτική. Ἁγιάσει γὰρ αὐτὸν, ὡς ἐν πυρὶ καιομένῳ. Πῶς δὲ ἁγιάζει τὸ πῦρ; Ἐπειδὰν φάγῃ τὴν ὕλην, ὡς χόρτον.

Ἐπεὶ οὖν Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστὶ, καταναλώσει (δηλονότι) τὴν ὕλην καὶ τὰ ἀπὸ ὕλης ἐλθόντα πάθη, οὐ τῇ μὲν ἐν πνεύματι, ἀλλ᾽ ἐν σαρκὶ διατριβούσῃ ψυχῇ. — Ἰστέον δὲ, ὅτι οἱ ἀκριβολογούμενοι περὶ τὰ σημαινόμενα τὴν δόξαν ἀπὸ τοῦ κλέους διώρισαν· καὶ φασὶ τὴν μὲν δόξαν εἶναι τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, τὸ δὲ κλέος, τὸν ἀπὸ τῶν ἀγαθῶν ἔπαινον. Ὁμοίως καὶ τὴν τιμὴν διαιροῦσι, φάσκοντες τὴν μὲν ἀστείαν τινὰ εἶναι καὶ ἐπὶ τὸν σπουδαῖον πίπτειν, γέρως οὖσαν ἀξίωσιν· τὸ δὲ γέρας ἆθλον ἀρετῆς τίθενται· τὴν δέ τινα τιμὴν παρὰ τῶν τυχόντων, τοῖς οὐ πάνυ ἀποδεκτῶς γεγενημένοις ἀντίδοσιν.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Μετὰ τὸ ἀποστεῖλαι Κύριον Σαβαὼθ εἰς τὴν τιμὴν τοῦ ἄρχοντος τῶν Ἀσσυρίων ἀτιμίαν καὶ εἰς τὴν δόξαν αὐτοῦ πῦρ καιόμενον, καὶ μετὰ τὸ γενέσθαι τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ τῷ Ἀσσυρίῳ (ἵνα ὁ μὴ ἁγιασθεὶς ἐν τῇ λαμπρότητι τοῦ φωτὸς, καθαρθῇ διὰ τῆς καύσεως τοῦ πυρὸς, τῆς ἐνεργουμένης ἐπὶ καθάρσει, καὶ κατεσθιούσης ὡς χόρτον τὴν ἐνυπάρχουσαν ὕλην τῶν ἁμαρτημάτων) τότε λοιπὸν, ἀναλωθείσης τῆς ὕλης τῆς ἐξαπτούσης τὴν κολαστικὴν φλόγα, παυθήσεται (φησὶ) τὰ ὄρη καιόμενα καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοὶ, καὶ λήξει τὸ πῦρ τοῦ ἐμπρησμοῦ κατεσθίον τὰ πάντα καὶ ἐπιβοσκόμενον, τὴν μὲν ἀρχὴν ἀπὸ ψυχῆς ποιούμενον, φθάνον δὲ ἕως τῶν σαρκῶν. —Οὐδενὶ δὲ ἄγνωστον ἡ συνήθεια τῆς Γραφῆς, ὅτι τοὺς ἐν προτερήμασί τισι γενομένους καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ πλεῖόν τι τῶν πολλῶν ἔχοντας, ὄρη εἴωθε προσαγορεύειν καὶ βουνούς· τοὺς δὲ ἀκάρπους καὶ εἰκῆ ἀλλήλοις συμπεφυρμένους, οἱονεὶ αὐτόματόν τινα καὶ ἀτελῆ ζωὴν ἔχοντας, ἀλλ᾽ οὐχὶ ἐκ τῆς φυτείας τοῦ ἀληθινοῦ γεωργοῦ πεφυτευμένους, δρυμοὺς ὀνομάζει.

Πάντων μέντοι τὸ πῦρ ἅπτεται, ἀρξάμενον ἀπὸ ψυχῆς, λῆγον δὲ ἐπὶ τὰς σάρκας. Τὰ μὲν γὰρ μέχρι ἐνθυμήσεων στάντα ἁμαρτήματα (ὁποῖόν ἐστι τὸ μοιχεῦσαι ἐν τῇ καρδίᾳ ἑαυτοῦ) ἐν ψυχῇ ἐστιν ὕλη, ἀξία τοῦ ὑπὸ πυρὸς καταβρωθῆναι· τὰ δὲ καὶ μέχρι τῶν ἔργων φθάσαντα, νεμηθέντων τῶν ἁμαρτημάτων ἐπὶ τὰς διὰ σαρκὸς καὶ πράξεως ἐνεργείας, ταῦτα ὑπολαμβάνω ἁμαρτήματα εἶναι. Ἀρξάμενοι μὲν γὰρ ἀπὸ ψυχῆς, λήγοντες δὲ ἐν τῇ καρδίᾳ, οὐδὲ μέχρις αὐτῆς περιορίζονται οἱ πονηροὶ διαλογισμοί· ἀλλ᾽ ἐξέρχονται καὶ οἱονεὶ διακύπτουσι, περῶντες τὴν σάρκα καὶ ἐκφαινόμενοι πρὸς τὰ ἔξω. —Εἰ γὰρ φόνον ἐνεθυμήθη μέν τις ποιῆσαι, οὐκ ἔπραξε δὲ, οὐκ ἐξῆλθεν ὁ φόνος ἀπὸ τῆς καρδίας. Καὶ ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, μὴ φθείρας δὲ τὸν ναὸν τοῦ Θεοῦ, μηδὲ ποιήσας τὰ μέλη τοῦ Χριστοῦ πόρνης μέλη, οἱονεὶ ὅριον τῆς ἁμαρτίας ἑαυτοῦ τὴν καρδίαν ἐποίησεν· ὥστε οὐκ ἐξῆλθεν ἀπὸ τῆς καρδίας τοῦ τοιούτου ὁ πονηρὸς διαλογισμός. Οὕτω καὶ περὶ κλοπῆς ἔστιν εἰπεῖν καὶ περὶ εἰδωλολατρείας καὶ φαρμακείας καὶ ὅσα ἄλλα εἴδη ἁμαρτημάτων, ὅταν μὴ στέγηται ὑπὸ τοῦ σώματος, ἀλλ᾽ ὥσπερ ὑπὸ ἀγγείου ἀραιοῦ ῥέοντα, φέρηται πρὸς τὰ ἔξω.

Καὶ ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης. Καὶ οἱ καταλειφθέντες ἀπ᾽ αὐτῶν, ἔσονται ἀριθμὸς, καὶ παιδίον γράψει αὐτούς. Μετὰ τὸν ἐμπρησμὸν, τὸν ἀπὸ τοῦ πυρὸς, τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ τοῖς δρυμοῖς ἐγγινόμενον, τὸ εὐαρίθμητον λέγει τῶν διασωζομένων. Καὶ οὕτω δὲ (φησὶν) εἰς ἀριθμὸν εὐσημείωτον περιστήσεται αὐτῶν τὸ πλῆθος, ὥστε καὶ ὑπὸ παιδίου, μὴ πάνυ τι μηδὲ πρὸς τὸ ἀριθμεῖν, μηδὲ γράφειν ἐμπείρως ἔχοντος, δύνασθαι αὐτοὺς ἀπογραφῆναι. —Τάχα δὲ ὁ φεύγων ἀπὸ τοῦ ἐμπρησμοῦ, τῇ μετανοίᾳ φεύγει τὸν πονηρὸν βίον, καὶ τῇ ἐπιστροφῇ τὴν κολάζουσαν σάρκα ἀποδιδράσκει. Πᾶς γὰρ ὁ μετὰ τὸ καταληφθῆναι ἐν ἁμαρτήμασι, συναισθόμενος ἑαυτοῦ ἀξίου ὄντος τῆς ἐν ῥάβδῳ καὶ μάστιγι ἐπιστροφῆς (φεύγων τὴν ἁμαρτίαν, ὡς ὕλην κολάσεως) φεύγει ὡς ἀπὸ φλογὸς καιομένης.

Καὶ τότε οἱ καταλειφθέντες ἔσονται ἀριθμὸς, οὐ μόνον διὰ τὸ εὐαρίθμητον (ὡς ἀποδεδώκαμεν) ἀλλὰ καὶ διὰ τὸ λοιπὸν ἄξιοι εἶναι εἰς ἀριθμὸν ἀναλαμβάνεσθαι Ὡς ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν εὑρήκαμεν, παιδία καὶ γυναῖκας καὶ γέροντας, ὅσοι τὴν ἄχρηστον ἐν πολέμοις ἔχουσιν ἡλικίαν, καὶ τὸν ἐπίμικτον (ὡς ἀλλότριον τοῦ Ἰσραὴλ) ἔξω ἀφιεμένους τοῦ ἀριθμεῖσθαι, ἀριθμουμένους δὲ τοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δυνατοὺς ἐν πολέμῳ. Καὶ οἱ πρωτότοκοι τοῦ Ἰσραὴλ πάντες ἀριθμοῦνται, ἀπὸ μηνιαίου καὶ ἐπάνω.

Ὁμοίως καὶ οἱ Λευῖται, ἀπὸ μηνιαίου καὶ ἐπάνω· καὶ οἱ λειτουργοῦντες ἱερεῖς ἕως πεντήκοντα ἐτῶν ἀριθμοῦνται. Ποῖον δὲ παιδίον γράψει τοὺς τοιούτους (οὐχ ὁ ἀνὴρ, οὐδὲ ὁ πρεσβύτης); Οὐδεὶς ἀντερεῖ, τοὺς προεστῶτας ἐν τῇ Ἐκκλησίᾳ, διὰ τὸ ἐν ἀκακίᾳ διάγειν καὶ διὰ τὸ πιστεύεσθαι παρὰ τῶν ἡμαρτηκότων τὰ ἀπόῤῥητα, ὧν οὐδεὶς μάρτυς, εἰ μὴ ὁ τὰ κρυπτὰ ἑκάστου διερευνώμενος. Οὗτος γράψει τοὺς τοιούτους, οἱονεὶ ἐξαλειφθέντας διὰ τῆς ἁμαρτίας, πάλιν ἐγγράψει τοὺς τὸν ἐμπρησμὸν φυγόντας καὶ τὴν διὰ τῆς μετανοίας κάθαρσιν, οἱονεὶ πῦρ ἀναλωτικὸν τῆς ἐνυπαρχούσης ὕλης τῶν κακῶν, δεξαμένους· γράφει τοὺς τοιούτους.

Ἢ τάχα (ἐπειδὴ ἐν βίβλῳ ζωῆς γράφονται, καὶ τοῖς δικαίοις συνεγγράφονται, οἱ ἄξιοι τοῦ ἀριθμεῖσθαι παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου) ἄξιόν ἐστι νοῆσαι γραφέα τῶν σωζομένων, συναναλαμβάνοντα τοῖς δικαίοις, καὶ ἐγκατατάσσοντα τὰ ὀνόματα τῶν ἐπιστρεφόντων ἀπὸ τῶν πονηρῶν ἔργων ἐν τῇ βίβλῳ τῶν οὐρανῶν. Χαίρετε γὰρ (φησὶν) ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. Ποῖον οὖν παιδίον ἐν τοῖς οὐρανοῖς γράφειν τὰ ὀνόματα δύναται τῶν εὐδοκίμων, ἢ περὶ οὗ ἐλέχθη, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν; Ἐκεῖνο, τὸ Παιδίον, ὃ οἱ Μάγοι προσεκύνησαν· ἐκεῖνο, ὃ κατῆλθεν εἰς Αἴγυπτον καὶ ἐπανῆλθε πάλιν εἰς τὴν γῆν Ἰσραήλ. Πολλῶν οὖν ἐπινοιῶν οὐσῶν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, ἕν ἐστι τῶν κατ᾽ αὐτὸν νοουμένων, καὶ τὸ Παιδίον, ὃ γράψει τοὺς προσερχομένους διὰ τῆς μετανοίας τῇ τοῦ Θεοῦ ἐπιγνώσει.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ᾽ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν, τὸν Ἅγιον τοῦ Ἰσραὴλ, τῇ ἀληθείᾳ. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα.

Σαφῶς ταῦτα ἐπὶ τοὺς ἀφισταμένους τῆς πονηρᾶς ἐργασίας καὶ μετατιθέντας ἐπὶ Θεὸν ζῶντα τὴν ἑαυτῶν ἐλπίδα, τὴν ἀναφορὰν ἔχει. Προστιθέμεθα δὲ οἱ ἁμαρτάνοντες τοῖς πολεμίοις καὶ πεποίθαμεν ἐπὶ τοῖς ἀδικοῦσιν ἡμᾶς. Πονηρός τις περιέρχεται δαιμόνων στρατὸς, διὰ τῶν τῆς ἡδονῆς δελεασμάτων τὰς ψυχὰς ἡμῶν καταστρεφόμενος.

Τούτοις προστιθέντες, ὥσπερ παῖδες ἀνόητοι τοῖς ἀνδραποδισταῖς, οἳ πολλάκις παίγνιά τινα παιδικὰ προδείξαντες ἐξηπάτησαν τοὺς παῖδας, καὶ πόῤῥω ποιήσαντες τῶν ὀφθαλμῶν τῶν πατρικῶν, διὰ τῆς ἐν ὀλίγῳ τέρψεως πικρὰν αὐτοῖς κατεσκεύασαν δουλείαν. Προστιθέντες οὖν κἀκεῖνοι τοῖς ἀδικοῦσι· καὶ ἡμεῖς, τῷ δελεάσματι τῆς ἡδονῆς προσέχοντες, μακρύνομεν ἑαυτοὺς ἀπὸ Θεοῦ καὶ τῇ βαρείᾳ τυραννίδι τοῦ ἀπαραιτήτου δαίμονος ἑαυτοὺς ὑποβάλλομεν· ὃς, ἐπειδὴ κατάκριτός ἐστι τῷ αἰωνίῳ πυρὶ, πολλοὺς φιλονεικεῖ ἔχειν τοὺς συγκαταδικαζομένους αὐτῷ.

Περὶ οὖν τῶν μετανοούντων φησὶν, ὅτι οὐκέτι προστεθήσονται οἱ καταλειφθέντες καὶ οἱ σωθέντες, οὐδὲ μὴ ἐπελπίσωσιν ἐπὶ τοὺς ἀδικήσαντας, ἀλλ᾽ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν Ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. —Μακάριος, ὁ πάσης ἐλπίδος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν· Ὡς γὰρ Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον, οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ Κυρίῳ. —Μὴ μέντοι ἀργῶς παραδράμῃς τὴν προσθήκην· Ἔσονται γὰρ (φησὶ) πεποιθότες ἐπὶ τὸν Θεὸν, τὸν Ἅγιον τοῦ Ἰσραὴλ, τῇ ἀληθείᾳ.

Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπὶς, οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ᾽ ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπικότι καὶ δόξῃ ἀνθρωπίνῃ καὶ δυνάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυτοῦ προβαλλομένῳ· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύεσθαι τῇ παρὰ τοῦ Θεοῦ βοηθείᾳ. —Καὶ ἔσται (φησὶ) τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Σαφῶς ταῦτα ἐπὶ τὸ παρὰ τοῦ Ἀποστόλου ὠνομασμένον Λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος τὴν ἀναφορὰν ἔχει, ὡς δηλοῖ τὰ ἐφεξῆς.

Καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει Κύριος, ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ὀλίγας λέξεις μετατιθεὶς, τούτῳ τῷ ῥητῷ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ὁ Ἀπόστολος συνεχρήσατο. Ἐὰν δέ τις ἐπιζητῇ τὴν αἰτίαν, δι᾽ ἣν τὰ μὲν παρῆκε, τὰ δὲ ἐνήλλαξεν ὁ Ἀπόστολος, ἐκεῖνο γινωσκέτω, ὅτι, Ἑβραῖος ὤν, οὐκ ἐδούλευσε ταῖς ἐκδόσεσιν, αἷς ἡμεῖς συγκεχρήμεθα· ἀλλ᾽ ἑρμηνεύσας τὸ ῥητὸν, ὡς αὐτῷ παρέστη, οὕτως ἐκδέδωκε. Καὶ γὰρ φαίνονται καὶ οἱ ἄλλοι μᾶλλον συνδραμόντες τῇ ἀποστολικῇ διηγήσει. Ἡ μέντοι διάνοια τοῦ ῥητοῦ τοιαύτη ἐστίν· Ἄνω εἴρηται, ὅτι καὶ παιδίον γράψει τοὺς διασωζομένους ἀπὸ τῆς ἁμαρτίας. Ἐνταῦθα μηδεὶς θαυμαζέτω (φησὶν) εἰ εἰς ὀλίγους περιστήσεται ὁ τοσοῦτος ἀριθμὸς τοῦ Ἰσραήλ. Μὴ πρόσεχε τῷ πλήθει τῶν ὀνομαζομένων θεοσεβῶν· ἐπεὶ πολλοῖς τὸ ὄνομα τοῦ Χριστοῦ, ὀλίγοις δὲ ἡ τῶν ἔργων μαρτυρία βεβαιοῖ τὴν προσηγορίαν. Ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται.

Εἴρηται μὲν περὶ τοῦ προτέρου λαοῦ, ὅτι οὐκ ἐν τῷ πλήθει ἐστὶν ἡ σωτηρία, ἀλλ᾽ ἐν τῷ λείμματι, τῷ κατ᾽ ἐκλογὴν χάριτος σωζομένῳ. Τίς δὲ ὁ τρόπος τῆς σωτηρίας; Ὅτι Λόγον (φησὶ) συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. Ὁ γὰρ ὅλον τὸ χάραγμα τὸ νομικὸν καὶ τὴν προφητικὴν διάταξιν ἐν τῇ βραχυλογίᾳ τοῦ Εὐαγγελίου περιλαβὼν καὶ ἐργαζόμενος τὸ παρὰ τοῦ Κυρίου αὐτῷ ὑποδειχθὲν, οὗτος σωθήσεται. Ἀγαπήσεις γὰρ Κύριον τὸν Θεόν σου καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ Προφῆται. Ὁ οὖν συντελῶν τὸν λόγον, ὁ εἰς ἔργον ἄγων καὶ συντέμνων αὐτὸν καὶ οἱονεὶ συγκεφαλαιούμενος αὐτοῦ τὸ πλάτος ἐν ταῖς βραχυτάταις ἐντολαῖς, οὗτός ἐστι τὸ κατάλειμμα τὸ σωζόμενον. Πάντα (φησὶν) ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, κατὰ τὰ αὐτὰ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ Προφῆται. —Ὁρᾷς ἐν τῇ φυσικῇ ἐννοίᾳ ὅλον τὸν λόγον συντελούμενον καὶ συντεμνόμενον ἐν δικαιοσύνῃ· Ὅτι λόγον συντετμημένον ποιήσει Κύριος, τῇ οἰκουμένῃ ὅλῃ. Ὁ μέντοι Ἀπόστολος εἶπε· Ποιήσει Κύριος ἐπὶ τῆς γῆς. Συμφώνως δὲ αὐτῷ Σύμμαχος καὶ Θεοδοτίων· Ἐν μέσῳ πάσης τῆς γῆς.

Τὸ γὰρ δυσπαρατήρητον τοῦ νόμου μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς· αἱ περὶ ἑορτῶν διατάξεις, αἱ περὶ ἡμερῶν, αἱ περὶ ὁλοκαυτωμάτων, αἱ περὶ καθάρσεως, αἱ περὶ ἱλασμοῦ, πάντα συνετμήθη εἰς ἓν κεφάλαιον βραχὺ καὶ εὐπαρατήρητον, ὡς μηδεμίαν πρόφασιν ὑπολείπεσθαι τοῖς μὴ πολιτευομένοις κατὰ τὸ Εὐαγγέλιον.