Ἔργον
Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν
Ερμηνεία στο 12ο κεφάλαιο: Ο ύμνος της λύτρωσης
Η δοξολογία για την απαλλαγή από τη θεία οργή, οι πνευματικές πηγές του σωτηρίου και η διακήρυξη των θαυμασίων του Θεού σε όλα τα έθνη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στο 12ο κεφάλαιο: Ο ύμνος της λύτρωσης
Η δοξολογία για την απαλλαγή από τη θεία οργή, οι πνευματικές πηγές του σωτηρίου και η διακήρυξη των θαυμασίων του Θεού σε όλα τα έθνη.
Ὅπου γὰρ ὄφις δάκνων καὶ σκορπίος, ἔστω τὰ ὑποδήματα ἐν τοῖς ποσὶν, ἀσφαλιζόμενα τοὺς πόδας οἷς περιβέβληται· ἐπειδὰν δέ τις φθάσῃ ἤδη ἐπὶ τὸν ἅγιον τόπον, τότε ὑπολυέσθω ὡς οἱ Ἀπόστολοι τοῦ Χριστοῦ, πρὸς οὓς εἴρηται μηδὲ ὑποδήματα αἵρειν. —Καὶ ἔσται τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα, ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Καὶ γὰρ τότε μετὰ ὑποδημάτων παρῆλθε τὴν θάλασσαν τὴν Ἐρυθρὰν, ἐπειδὴ ἐπετίμησεν αὐτῇ ὁ Δυνατὸς, καὶ ἐξηράνθη. Καὶ τὸν Ἰορδάνην παρῆλθον ποδὶ, ἄβροχον τὸ ἴχνος διαφυλάξαντες, τῷ πᾶσαν ἰκμάδα ὑποφεύγειν αὐτῶν τὴν βάσιν.
ΚΕΦΑΛΑΙΟΝ ιβʹ Τότε οὖν ἐρεῖ ὁ λαός· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. Ἀφίεταί τις πολλάκις καὶ ἐγκαταλείπεται, διὰ τὸ ἅπαξ ὑποσυρῆναι εἰς τὰ Αἰγύπτια κακὰ, καὶ χρόνον τινὰ ἀπολαῦσαι τῆς ἰδίας ἀβουλίας, ἵνα θερίσῃ ἃ ἔσπειρε κακῶς· ὃς, ἐπειδὰν μὴ εἰς τὸ παντελὲς ἐγκαταλειφθῇ, ἀλλὰ τύχῃ τινὸς εὐεργεσίας, ἐρεῖ τὸ Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. Ὅμοιόν ἐστι τούτῳ τὸ Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου. Καὶ μετὰ τοῦτο ἐξάξει εἰς τέλος κρίμα. Οὐ γὰρ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Ὁ δὲ λέγων· Εὐλογήσω σε, Κύριε, ὅτι ὠργίσθης μοι καὶ ἠλέησάς με, αἰσθανόμενος τῆς εὐεργεσίας τοῦ Θεοῦ, καυχήσεται ἐπ᾽ αὐτῇ καί φησιν· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτὸν, καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος.
Ταῦτα οὐκ ἐροῦσιν οἱ ποιοῦντες τὴν ἐλεημοσύνην ἔμπροσθεν τῶν ἀνθρώπων, οὐδὲ οἱ δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες· καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες, καὶ ὅλως οἱ παραβαίνοντες τὴν ἐντολὴν τοῦ λέγοντος· Μὴ γινώμεθα κενόδοξοι. Ἐπειδὴ δὲ ἐπαγγέλλεται ὁ Κύριος, ὅτι Τοὺς δοξάζοντάς με δοξάσω, δηλονότι ὁ καλῶς δοξάζων τὸν Θεὸν, δεδοξασμένος ἐστὶ παρ᾽ αὐτῷ.
Οὕτω καὶ Μωϋσέως ἐδοξάσθη τὸ πρόσωπον, ἐπειδὴ καλῶς ᾔδει δοξάζειν τὸν Θεόν. Συμφωνεῖ δὲ τῇ δόξῃ καὶ ἡ αἴνεσις, ὥστε ὁ καλῶς δοξάζων, καὶ ὑγιῶς αἰνέσει. —Καὶ μηδεὶς οἰέσθω τῶν ἐσφαλμένας περὶ Θεοῦ ἐχόντων ὑπολήψεις, ὅτι δεκταὶ αὐτοῦ εἰσιν αἱ ἐν ψαλμῳδίαις αἰνέσεις. Τῆς γὰρ αὐτῆς καρδίας ἐστὶ δοξάζειν τε ἐπιτετευγμένως καὶ αἰνεῖν ὑγιῶς. —Ἐπεὶ οὖν ἔλεγε τὸ καταλειφθὲν τοῦ λαοῦ ἐν Αἰγύπτῳ τὸ Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με, οὗτοι, διαβάντες τὴν Αἴγυπτον, ἐροῦσι τὸ Οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
Μνήσθητι δὲ καὶ τῆς ᾠδῆς, ἣν ἐν τῇ ἐξόδῳ ᾖσεν ὁ λαὸς τοῦ Ἰσραὴλ, ἐξαρχούσης τῆς Μαριὰμ καὶ λεγούσης· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. Ὥστε τὴν παλαιὰν αἴνεσιν ἀνανεοῦνται νῦν οἱ λέγοντες· Ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
Ἀκολούθως δὲ τῇ αἰνέσει Κυρίου ἀντλεῖ ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν τοῦ σωτηρίου πηγῶν ὁ καλῶς αὐτὸν προσκυνῶν. Εἰ ἐγκαλεῖται ὁ λαὸς ὁ εἰδωλολατρήσας (τὸ Ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος) δηλονότι ὁ πιστεύων εἰς Θεὸν καὶ ἐκ τῆς εἰς αὐτὸν πίστεως τοῖς σωτηρίοις δόγμασι τὴν ψυχὴν ποτιζόμενος, οὗτος ἀντλεῖ ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. Τὴν δὲ εὐφροσύνην, ἡλίκη ἐγγίνεται τοῖς καταξιουμένοις ἐκεῖθεν ἀρύεσθαι, νοήσεις ἐκ τῆς εἰκόνος τῆς ὑπὸ τοῦ Δαβὶδ παρειλημμένης, ὅτι Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν, τὸν ἰσχυρὸν, τὸν ζῶντα.
Τὸ γὰρ ὑπερβάλλον τῆς ἐπιθυμίας ἀμήχανόν τινα τὴν εὐφροσύνην ἐμποιεῖ τοῖς ἐπιτυγχάνουσι τῶν περισπουδάστων. Καὶ ὁ μελετῶν τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς (περὶ οὗ εἴρηται, ὅτι Στόμα δικαίου μελετήσει σοφίαν) ἐρευνῶν τὰς Γραφὰς καὶ διὰ τοῦ ὀρθῶς ζητεῖν εὑρίσκων τὸν Κύριον, διὰ τὴν ἐπὶ τῇ εὑρέσει εὐφροσύνην συνιεὶς τὸ πνευματικὸν βούλημα τῶν Γραφῶν, ἀντλήσει ὕδωρ μετ᾽ εὐφροσύνης.
Ὅταν οὖν αὐτοὶ ἐμπλησθῶμεν τοῦ πόματος τῶν ἐκ τοῦ σωτηρίου πηγῶν, τότε καὶ ἑτέρους προσλαμβάνομεν, ἐγκελευόμενοι αὐτοῖς καὶ λέγοντες· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. —Ἡ δὲ βοὴ φωνή ἐστι μέγεθος ἔχουσα, δυνάμενον διικνεῖσθαι καὶ πρὸς τοὺς πόῤῥω. Βοᾶτε οὖν· ἀντὶ τοῦ μὴ μικρὰ περὶ Θεοῦ φρονεῖτε, ἀλλὰ μεγάλῃ τῇ διανοίᾳ τὰ περὶ αὐτοῦ ἐννοοῦντες, οὕτω θεολογεῖτε, ὥστε καὶ τοῖς μακρὰν οὖσι τῆς σωτηρίας δυνηθῆναι ἐξάκουστον ὑμῶν τὸν λόγον, διὰ τὸ τρανὸν τῆς διδασκαλίας γενέσθαι.
Δηλοῖ δὲ τὸν νοῦν τοῦτον τὰ ἐφεξῆς· Ἀναγγείλατε γὰρ (φησὶν) ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, εἴπατε αὐτοῦ τὰ θαυμάσια. Δείξατε τοῖς ἀνοήτοις τὴν περὶ τὸν κόσμον διάταξιν, ἵνα προσαχθῶσι τῇ ἀγάπῃ τοῦ Κτίσαντος τὰ ὅλα, Θεοῦ. Ὑμνήσατε τὸ ὄνομα αὐτοῦ, ὅτι ὑψηλὰ ἐποίησεν. Ἢ περὶ τῶν ἐν τῷ κόσμῳ θαυμάτων διηγήσασθε, ὅτι ὑψηλὰ καὶ ἀπρόσιτα, ἢ περὶ τῶν ἐν τοῖς οὐρανοῖς δυνάμεων, ὅτι αὐτὸς ἐποίησε τὰ ἐκεῖ ὑψηλά· ἢ περὶ τῆς ἐν ἡμῖν χρηστότητος, ὅτι ὑψοῖ τοὺς τεταπεινωμένους καὶ συντεριμμένους τὴν καρδίαν. Κύριος γὰρ ὑψοῖ δικαίους. Ὑψηλὸν οὖν ἐποίησε καὶ, ταπεινωθέντα τῇ ἁμαρτίᾳ, τῇ ἰδίᾳ δόξῃ ὑπερύψωσεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.