Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν λζ'

Μέγας Βασίλειος

Το βάρος της αμαρτίας, η αναγκαιότητα της εξομολόγησης και η αληθινή συντριβή

Ανάλυση των συνεπειών της απόκρυψης των ανομιών, διάκριση των προαιρέσεων των αμαρτωλών και ερμηνευτική προσέγγιση του εσωτερικού στεναγμού και της ταπείνωσης ενώπιον του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους σφόδρα.

Ἐπειδὴ τάδε μοι, φησὶ, πέπρακται, διὰ τοῦτο Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους, καὶ ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Διὰ τούτων δὲ παρίστησιν ἃ πέπονθε, καὶ ὅπως ἑαυτὸν ἐτιμωρεῖτο, οὐ μίαν ἑαυτῷ κατηγορῶν ἁμαρτίαν, ἀλλ᾽ ἀθρόως πολλὰς, καὶ τοσαύτας, ὡς μηδὲ ἔνδον κρύπτεσθαι ἐν τῇ ἑαυτοῦ ψυχῇ, μηδὲ εἴσω τοῦ σώματος λανθάνειν, ἀλλ᾽ ὑπερβεβηκέναι αὐτοῦ, ὥστε καὶ πᾶσιν αὐτὰς γνωρίζεσθαι. Αὐτὸς γοῦν ἦν κατήγορος ἑαυτοῦ ἐν πρωτολογίᾳ, καὶ παρὰ τοῖς πᾶσιν, ὡς ἂν πληρωθείη ἐπ᾽ αὐτῷ· Δίκαιος ἑαυτοῦ κατήγορος, φθάνων πάντα ἄνθρωπον κατήγορον. Αὐτὸς μὲν ἑαυτὸν κατέκρινε, πᾶν δὲ ἐχθρῶν ἀπέφραττε στόμα, μὴ ἐχόντων ἕτερόν τι κατ᾽ αὐτοῦ λέγειν.

Διδάσκει δὲ ἡμᾶς ὁ λόγος μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μηδὲ, ὥσπερ τινὰ μελανίαν καὶ σῆψιν, κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα, τὴν συνείδησιν καυτηριαζομένους. Ὥσπερ ἐπὶ τῶν πυρετῶν, εἴσω μὲν καὶ κατὰ βάθους χωρῶν ὁ πυρετὸς, μείζονα τὴν νόσον ἐργάζεται, προκόψας δὲ εἰς τοὐμφανὲς, ἐλπίδα παρακμῆς ὑποφαίνει· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἂν γένοιτο. Καὶ ἄλλο δέ τι διδάσκει περὶ ἑαυτὸν γεγονὸς ὁ Δαβὶδ, λέγων· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ. Ἐβάρει γὰρ αὐτοῦ τὴν συνείδησιν τὰ τετολμημένα αὐτῷ, ὡς μὴ δύνασθαι βαστάζειν αὐτὰ δι᾽ εὐγένειαν καὶ εὐγνωμοσύνην ψυχῆς.

Ὁ μὲν γὰρ ἀτεράμνων καὶ ἀπόσκληρος, κατὰ τὴν σκληρότητα ἑαυτοῦ καὶ ἀμετανόητον καρδίαν, θησαυρίζει ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, ἐπισπώμενος ἁμαρτίαν ἐφ᾽ ἁμαρτίας, αὔξων τὰ ἑαυτοῦ κακά· Ὅταν γὰρ ἔλθῃ ἁμαρτωλὸς εἰς βάθος κακῶν, καταφρονεῖ· ὁ δὲ εὐγνώμων, εἰ καὶ ἅπαξ ποτὲ ὀλισθήσειε κατά τινα τοῦ διαβόλου συναρπαγὴν, δεινῶς βαρεῖται τὴν συνείδησιν, ὡς μὴ δύνασθαι σιγᾷν, μηδὲ κρύπτειν τὸ ἑαυτοῦ κακόν. Ἐκ περισσεύματος γοῦν καρδίας τὸ στόμα λαλεῖ. Ὅθεν μὴ φέρων σιωπᾷν, ἐξέφηνε τὰ συνέχοντα αὐτὸν, λέγων· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ· δῆλον δὲ, ὅτι αἱ ἀνομίαι μου. Καὶ πάλιν· Προσώζεσαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.

Ἀφροσύνην δὲ ὀνομάζει τὴν ἄφρονα πρᾶξιν ἐξ ἀφροσύνης γενομένην. Πᾶν γὰρ ἁμάρτημα κατὰ ἀφροσύνην γίνεται· ἀρετὴ δὲ οὖσα ἡ φρόνησις, πάντα τὰ καθ᾽ ἑαυτὴν πραττόμενα ἐπαίνου καὶ ἀρετῆς ἄξια ἀποφαίνει. Ἀλλὰ καὶ ὑγείας ἐστὶ τῇ ψυχῇ ποιητικὰ τὰ κατὰ φρόνησιν γινόμενα· ἡ δὲ ἀφροσύνη τραύματα καὶ μώλωπας ἀπεργάζεται. Οἱ μὲν οὖν ἐπὶ τοῖς ἁμαρτήμασιν ἐπιμένοντες, χαίροντες ἐπ᾽ αὐτοῖς καὶ ἐνηδόμενοι, χοίροις ἐοίκασιν ἐγκυλιομένοις βορβόρῳ· ὁ δὲ εἰς ἅπαξ ὀλισθήσας, ἔπειτα ἀναλαβὼν ἑαυτὸν, καὶ τὴν μιαρὰν ἐκείνην πρᾶξιν ὡς δυσώδη καὶ ἀκάθαρτον βδελύσσεται. Τοιοῦτόν τι πεπονθὼς ὁ Δαβὶδ, ὑπὸ συναισθήσεως ὑγιοῦς ὁμολογεῖ, λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.

Ἐπεὶ τοίνυν ὑπερήρθησαν αἱ ἀνομίαι μου πληθυνθεῖσαι, καὶ τῆς κεφαλῆς ἀνώτεραι γενόμεναι ἐβαρύνθησαν ἐπ᾽ ἐμὲ, καὶ προσώζεσαν καὶ ἐσάπησαν· τούτου χάριν ἰατρεύων ἐμαυτὸν, Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους· καὶ οὐδὲ πρὸς μίαν ἡμέραν, οὐδὲ πρὸς βραχεῖαν ὥραν, ἀλλὰ Πᾶσαν ἡμέραν σκυθρωπάζων ἐπορευόμην, ἢ, κατὰ τὸν Σύμμαχον, σκυθρωπὸς περιεπάτουν· οὐκ ἀδιαφορῶν ἐπὶ τῶν πεπραγμένων μοι, οὐδ᾽ οἷα βασιλεὺς ἐπαιρόμενος, διὰ τὸ μηδενὶ κριτῇ ὑποκεῖσθαι· διὰ δὲ τὸν σὸν φόβον καὶ τὴν σὴν ἐμβρίμησιν, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.

Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἀντὶ τοῦ, αἱ ψόαι μου ἐνεπλήσθησαν ἐμπαιγμάτων, ὁ Ἀκύλας, ὅτι ἐπληρώθησαν αἱ λαγόνες ἀτιμίας, ὁ δὲ Σύμμαχος, ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἀτιμίας, ἐκδεδώκασιν.

Καὶ διὰ τοῦτο εἰς ὑπόμνησιν ἐλθὼν τῆς αἰσχρᾶς καὶ ἀτίμου πράξεως, τῷ ἐῤῥῶσθαι αὐτῷ τὸ τῆς ψυχῆς αἰσθητήριον, ταῦτα ἔλεγε· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Διὰ τί δὲ προσώζεσαν, ἐπάγει, λέγων· Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, ἢ, αἱ λαγόνες μου ἀτιμίας· ᾐνίξατο δὲ διὰ τούτων τὸ εἶδος τῆς αἰσχρᾶς πράξεως. Εἶτα ἑαυτὸν ἀνακτώμενος ἔλεγεν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.

Ἐπειδὴ γὰρ αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, διὰ τοῦτο, φησὶν, εἰς μετάνοιαν τῶν πεπραγμένων ἐλθὼν, τὴν ἐμαυτοῦ σάρκα κολάζω καὶ τιμωροῦμαι· διό φημι· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ὡς ἂν δυνηθείη ποτὲ κατορθώσας εἰπεῖν· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται.

Καὶ ἀνωτέρω δὲ ἔλεγεν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, καὶ οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου. Εἶτα ἐπάγει· Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. Τοῦτο δὲ ἑτέρως ἐν τοῖς ἔμπροσθεν ἐδήλου, φήσας· Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους. Ἴδιον ἀνδρῶν συνετῶν, τὸ μὴ ἐπαίρεσθαι ἐπὶ τοῖς κατὰ πρόληψιν καὶ συναρπαγὴν ἁμαρτανομένοις, ἀλλ᾽ αἰδεῖσθαι καὶ ἐρυθριᾷν, καὶ τὴν συνείδησιν πλήττεσθαι, καὶ ταπεινοῦσθαι.

Ὁ μὲν γὰρ Δαβὶδ πρὸς τούτοις ἐπιλέγει· Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου, ἢ, κατὰ τὸν Ἀκύλαν, Ἐβρυχόμην ἀπὸ βρυγμοῦ τῆς καρδίας μου. Οὐ γὰρ ἵνα τοῖς πολλοῖς φανερὸς γένωμαι, τοῖς χείλεσιν ἐξομολογοῦμαι· ἔνδον δὲ ἐν αὐτῇ τῇ καρδίᾳ, τὸ ὄμμα μύων, σοὶ μόνῳ τῷ βλέποντι τὰ ἐν κρυπτῷ τοὺς ἐμαυτοῦ στεναγμοὺς ἐπιδεικνύω, ἐν ἐμαυτῷ ὠρυόμενος. Οὐδὲ γὰρ μακρῶν μοι λόγων χρεία ἦν πρὸς τὴν ἐξομολόγησιν· ἀπήρκουν γὰρ οἱ στεναγμοὶ τῆς καρδίας μου πρὸς ἐξομολόγησιν, καὶ οἱ ἀπὸ βάθους ψυχῆς πρὸς σὲ τὸν Θεὸν ἀναπεμπόμενοι ὀδυρμοί. Ἀλλὰ καὶ ἡ ἐπιθυμία καλὴ οὖσα ἐναντίον σου ἦν, Κύριε, καὶ αὕτη δὲ ἦν ἡ περὶ τῆς ἐμαυτοῦ σωτηρίας. Ὅτε μὲν γὰρ κακῶν γέγονα ἐπιθυμητὴς, οὐκ ἐναντίον σου ἦν ἡ ἐπιθυμία μου· νυνὶ δὲ, ὅτε πάντα πράττω ταπεινούμενος καὶ ὠρυόμενος ἀπὸ στεναγμοῦ τῆς καρδίας μου, καὶ σοῦ τοῦ Θεοῦ σωτῆρος καὶ ἰατροῦ τυχεῖν ἐπιθυμῶν, ἐναντίον σου ἐστιν ἡ ἐπιθυμία μου, καὶ τὴν αἰτίαν τῶν ἐμῶν στεναγμῶν οὐκ ἀγνοεῖς. Οἶσθα γὰρ, ὅτι πρέποντα τῇ σου φιλανθρωπίᾳ στεναγμὸν ἀναπέμπω· ἐπεὶ μὴ βούλῃ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ.