Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν λζ'

Μέγας Βασίλειος

Η υπομονή έναντι των εχθρών, η καρτερία στην παιδαγωγία και η τελική ικεσία

Η σιωπηρή αντιμετώπιση των δαιμονικών επιβουλών, η εκούσια αποδοχή των παιδαγωγικών μαστίγων και η τελική δέηση του προφήτη για θεία προστασία έναντι των εχθρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 5

Ὧν μακράν μου γενομένων, ἄλλοι τινὲς οἱ τὴν ἁμαρτίαν ἐνεργοῦντες πλησίον μου γενόμενοι, ἐξεβιάζοντο, καὶ τῆς ἐμῆς ψυχῆς κατέπαιζον. Διὸ ἐπάγει, λέγων· Ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Πάλαι γὰρ οὗτοι διψῶντες τοῦ ἐμοῦ αἵματος, καὶ ἐκ μακρῶν χρόνων εὐχόμενοι θεάσασθαί μου τὴν πτῶσιν, ὡσανεὶ καιροῦ λαβόμενοι, ὅτε εἶδον καταλείψασάν με τὴν ἰσχύν μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου ἀναχωρῆσάν μου, τούς τε φίλους μου καὶ τοὺς πλησίον μου μακράν μου γενομένους· παραχρῆμα ἐπιπηδήσαντες ἐξεβιάζοντο τὴν ψυχήν μου, καὶ ὡς ἂν ἐθελόκακοι, Ἐλάλησαν ματαιότητας, ἔνδον ὑποβάλλοντές μου τῇ ψυχῇ ματαίους λόγους· ἀλλὰ καὶ σὺν δόλῳ θέλγοντες καὶ ἀπατῶντες, ὡς ἐπὶ ἀγαθοῖς ἐδελέαζον, καθέλκοντές με εἰς τὴν ἁμαρτίαν.

Διὸ ἐπάγει· Καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἐπειδὴ οἱ ζητοῦντες τὴν ψυχήν μου, εὗρον αὐτὴν, εἶθ᾽ εὑρόντες κατέπαιζον, ἐπέβησαν δὲ ἐπιτωθάζοντες τοῖς ἐμοῖς κακοῖς· εἶτα ἐλάλουν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν. Ἐπὶ τούτοις ἐγὼ ἔρημος γεγονὼς τῶν ἐμαυτοῦ φίλων, οὐδὲν εἶχον λέγειν, αἰσχύνης πεπληρωμένος· διὸ ὡσεὶ κωφὸς οὐκ ἤκουον· ἀλλ᾽ ὁ πάλαι λογιώτατος, καὶ τῇ παρούσῃ σοφίᾳ σεσοφισμένος γέγονα ὡσεὶ κωφὸς οὐκ ἀκούων, καὶ ὡς ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Οὐδεὶς γάρ μοι λόγος ἦν πρὸς ἀπολογίαν· οὐδ᾽ εἶχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι, ἅπαξ ὑπ᾽ αὐτῶν νενικημένος· ἀλλ᾽ ἤμην Ὡς ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἠλεγχόμην γὰρ αὐτὸς, ἀλλ᾽ οὐκ ἤλεγχον, οὐδὲ εἶχον παῤῥησίαν, αἰσχύνῃ κεκαλυμμένος. Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα, σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον, μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ᾽ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.

Τὰ δὴ συμβεβηκότα μοι ταῦτα. Διὸ γέγονα ὡσεὶ κωφὸς οὐκ ἀκούων, καὶ ὡς ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ, καὶ ὡσεὶ ἄνθρωπος οὐκ ἔχων ἐλεγμούς· διὸ οὐδὲν πρὸς τοὺς ἐχθροὺς ἔλεγον, ὡς ἂν ὑπ᾽ αὐτῶν νενικημένος. Οὐ μὴν διὰ τοῦτο ἀπέγνων ἐμαυτοῦ· συνῆγον δὲ πάλιν ἐμαυτὸν, τῆς μὲν ἁμαρτίας ὡς θανάτου ἀποπηδήσας, τοῖς δὲ τῆς ἐξομολογήσεως φαρμάκοις τὸ ἐμαυτοῦ ἕλκος ἰώμενος. Καὶ τοὺς προσοζέσαντάς μοι μώλωπας ἀπὸ τῆς ἀφροσύνης μου, θεραπείας τυχεῖν ἀξιῶ. Διὸ Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· οὐ γὰρ ἐμαυτῷ θαῤῥῶν, οὐδὲ ἄλλην τινὰ ἐλπίδα θέμενος πρὸ ὀφθαλμῶν ἢ σὲ, τὰ τῆς ἰάσεως ὑπέγραφον ἐμαυτῷ. Ἐπειδὴ οὖν ἤλπισα, Κύριε, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, διὰ τοῦτο εἰσάκουσον, ὅτι θελητὴς ἐλέους εἶ σὺ, καὶ οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Διότι ἤλπισα ἐπὶ σὲ, ἱκετεύω τῆς παρὰ σοῦ βοηθείας ἐπιτυχεῖν, Μή ποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου.

Οὔπω μὲν γὰρ παντελῶς ἐχάρησαν· ἐπιχαροῦνται δὲ, εἰ μὴ τύχοιμι τοῦ σοῦ ἐλέους ἀλλ᾽ ἵνα μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθροί μου, οἱ ἤδη καὶ πρότερον ἐν τῷ σαλευθῆναι πόδας μου μεγαλοῤῥημονήσαντες, ἐπὶ σὲ κατέφυγον, καί φημι· Μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου. Καὶ πάλιν φημί· Πρὸς σὲ, Κύριε, κεκράξομαι, μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, μή ποτε παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Καὶ τὰ λοιπὰ ἐν τοῖς ἑτέροις ψαλμοῖς διαφόρως μοι λελεγμένα, ἐν τῇ πρὸς σὲ ἱκετηρίᾳ συνάγων, τῆς παρούσης βοηθείας τυχεῖν ἀξιῶ. Εἰ γὰρ καὶ τὰ μάλιστα σαλευθῆναί μου συνέβη τοὺς πόδας, καθ᾽ ὃν καιρὸν ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἦν μετ᾽ ἐμοῦ, ἀλλ᾽ οὐ πάντη περιετράπην, οὐδὲ πτῶμα ἔπεσον τοιοῦτον, οἷον οἱ ἀποστάται γενόμενοι. Ἐπειδὴ ἐν αὐτῷ ἐκείνῳ τῷ καιρῷ, ἐν τῷ σαλευθῆναι τοὺς πόδας μου, ἐπ᾽ ἐμὲ ἐμεγαλοῤῥημόνησαν οἱ ἐχθροί μου, ἵνα μὴ μειζόνως ἐπικροτήσωσι κατ᾽ ἐμοῦ, ἐπὶ σὲ κατέφυγον ὡς ἐπὶ λιμένα σωτηρίας, τὸν καὶ τὰ ἀνίατα παρὰ ἀνθρώποις τῆς ψυχῆς πάθη ἰάσασθαι δυνάμενον.

Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Καταρχὰς εἰπὼν, Μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, ἐπὶ τοῦ παρόντος φησίν· Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος. Οὐκοῦν τὴν μὲν ὀργὴν παραιτεῖται καὶ τὸν θυμὸν, ἕτοιμος δὲ μαστίζεσθαι εἶναι λέγει· οἶδε γὰρ, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.

Διὸ καὶ ἔφερε γενναίως τὰς μάστιγας τὰς διὰ τῶν ἐπαλλήλων συμφορῶν μετὰ τὸ ἁμάρτημα συμβεβηκυίας αὐτῷ, ἃς ἡ ἱστορία τῶν Βασιλειῶν περιέχει. Καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Οἱ μὲν γὰρ πολλοὶ λήθην ποιοῦνται τῶν προτέρων ἁμαρτημάτων, ἀδιαφοροῦντες ἐπ᾽ αὐτοῖς, καὶ καταφρονοῦντες, ὡς μηδεμιᾶς ἐκδικήσεως γενησομένης· ὁ δὲ τὸ δικαστήριον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν διαπαντὸς ἔχων, καὶ πεπεισμένος, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ὃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον· ἐν ἀγωνίᾳ καθέστηκε πάντοτε, καὶ τὴν ἀλγηδόνα τὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ταύτην ἰάσασθαι φροντίζων, αὐτὸς ἑαυτοῦ κατηγορεῖ διὰ τῶν πρὸς τὸν Θεὸν ἐξομολογήσεων. Διό φησιν· Ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντὸς, ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Πιστῆς δὲ ψυχῆς καὶ ἀκριβῶς πεπεισμένης περὶ τῆς κρίσεως τοῦ Θεοῦ τυγχάνουσιν αἱ τοιαῦται φωναί. Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμέ· καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν, ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ.

Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Πάντων τῶν ἐχθρῶν αὐτοῦ μέμνηται, τῶν ἐπὶ τὴν ἁμαρτίαν αὐτὸν κατασυράντων, ἱκετεύει τε καὶ παρακαλεῖ μὴ ἀποστῆναι αὐτοῦ τὸν Κύριον. Ἑώρα γὰρ τοὺς ἐχθροὺς ἔτι καὶ νῦν περὶ αὐτὸν ἑστῶτας καὶ ἐπικειμένους, μηδὲ τῇ προτέρᾳ κατ᾽ αὐτοῦ τόλμῃ ἀρκουμένους. Διὸ ἀγωνιῶν μὴ καὶ δεύτερον τοῖς αὐτοῖς περιπέσῃ, σφόδρα ἐγρηγορότως φησίν· Οἱ δὲ ἐχθροί μου ζῶσιν. Οὐ γὰρ τεθνήκασιν, οὐδὲ ἅπαξ ἐνεργήσαντες παρῆλθον· διὸ γέγραπται· Μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ. Ζῶσιν· ἀλλὰ καὶ κεκραταίωνται πλείους ὄντες ὑπὲρ ἐμέ.

Ἐπληθύνθησαν γὰρ οἱ μισοῦντές με, καὶ οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν· οἵτινες οὔπω καὶ νῦν παύονται ἐνδιαβάλλοντές με, ἐπεὶ τὴν ἀγαθὴν καὶ σωτήριον ὁδὸν μεταδιώκω, διαφθονούμενοί μου τῇ σωτηρίᾳ. Τούτου χάριν ἱκετεύω καὶ δέομαι, μὴ ἐγκαταλίπῃς με, Κύριε· μόνος γὰρ πρὸς τοσούτους οὐχ οἷός τ᾽ ἂν εἴην ἀντέχειν. Σὺ οὖν, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ, πάρεσο δέ μοι βοηθὸς, καὶ φύλαξ τῆς ἐμῆς σωτηρίας.