Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν ριεʹ

Μέγας Βασίλειος

Το μαρτύριο ως ανταπόδοση των θείων δωρεών και η τιμή των αγίων λειψάνων

Ανάλυση της θυσιαστικής προσφοράς του μαρτυρίου ως αντίδωρο προς τον Θεό, ο τίμιος θάνατος των οσίων και η αγιαστική χάρη που φέρουν τα λείψανα των μαρτύρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Ἐγὼ οὖν εἶπον, φησὶν, ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ἀκουέτωσαν οἱ τῇ μὲν σαρκὶ διὰ τῶν παθημάτων συμπεφυρμένοι, τὸν δὲ νοῦν ἑαυτῶν ὑπεραίροντες τῶν ὑπερκοσμίων· ὧν τοὺς λογισμοὺς καθαιρεῖν, καὶ τὸ ὕψωμα τῆς καρδίας αὐτῶν τῆς κατεπαιρομένης τοῦ Θεοῦ, κοινὸς ἔστω σκοπὸς πᾶσι τοῖς ἀντιποιουμένοις τῆς εὐσεβείας. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέν μοι; Ποτήριον σωτηρίου λήψομαι. Εἰς αἴσθησιν ἐλθὼν τῶν μυρίων παρὰ τοῦ Θεοῦ δωρεῶν, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη· ὅτι ἀπὸ τῆς γῆς διαπλασθεὶς, λόγῳ τετίμηται, ἐν ᾧ καὶ τὴν εἰκόνα φορεῖν δύναται τοῦ ἐπουρανίου· ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ Κύριος ἔδωκε λύτρον ἀντὶ πάντων ἡμῶν, ἐπαπορεῖ, καὶ ζητεῖ ἐν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, τί ἄξιον ἐξεύρῃ δῶρον τῷ Δεσπότῃ.

Τί οὖν, φησὶν, ἀνταποδώσω τῷ Κυρίῳ; Οὐ θυσίας, οὐδὲ ὁλοκαυτώσεις, οὐδὲ τὴν ἐκ τῆς νομικῆς λατρείας θεραπείαν, ἀλλ᾽ αὐτὴν πᾶσαν τὴν ἐμαυτοῦ ζωήν· καὶ διὰ τοῦτο, φησὶ, Ποτήριον σωτηρίου λήψομαι, τὸ ἐν τοῖς ἀγῶσι τοῖς ὑπὲρ τῆς εὐσεβείας πάθος, τὸ μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστῆναι, ποτήριον λέγων. Τοῦτο δ᾽ ἂν εἴη ὅπερ αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο· καὶ πάλιν τοῖς μαθηταῖς· Δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν; ἐδήλου δὲ τὸν θάνατον, ὃν κατεδέχετο ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Διὰ τοῦτο, φησὶ, Ποτήριον σωτηρίου λήψομαι· τουτέστι, διψῶν ἐπὶ τὴν διὰ τοῦ μαρτυρίου τελείωσιν ἔρχομαι, ἀνάπαυσιν ψυχῆς καὶ σώματος, οὐκ ἀλγηδόνας τιθέμενος τὰ ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι προσαγόμενα κολαστήρια.

Ἐμαυτὸν οὖν, φησὶ, θυσίαν προσοίσω καὶ προσφορὰν τῷ Κυρίῳ, ἐπειδὴ πάντα μικρότερα τίθεμαι τῆς ἀξίας τοῦ εὐεργετήσαντος. Καὶ ταύτας τὰς ἐπαγγελίας ἑτοίμως ἔχω ὑπὸ μάρτυρι παντὶ τῷ λαῷ ἀποτῖσαι. Τὰς γὰρ εὐχάς μου ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Εἶτα προτροπὴ πρὸς τοὺς ἀκροατὰς ὑπὲρ τοῦ μὴ καταπλαγῆναι τὸν θάνατον.

Τίμιος, φησὶν, ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Μὴ ὀκνήσητε, φησὶ, πρὸς ἀγῶνα τὸν καλὸν, οἱ ἄνθρωποι, μηδὲ ἀποδειλιάσητε πρὸς τὸν θάνατον· οὐ γὰρ φθορά ἐστιν, ἀλλὰ ζωῆς ἀφορμή· οὐκ ἀφανισμός ἐστι παντελὴς, ἀλλὰ μετάβασις πρὸς τιμήν. Παρὰ μὲν οὖν τοῖς ἀνθρώποις τοῖς φιλοπλούτοις λιθίδιά τινα, ἀνθηροῖς χρώμασιν ὑπολάμποντα, τίμια πέφυκεν ὀνομάζεσθαι· Τίμιον δὲ ἀληθῶς ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ὅταν ψυχὴ κεκαθαρμένη τῷ βίῳ, ἐλευθέρα τῶν τῆς σαρκὸς μολυσμάτων, μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα, ἐκ τῶν ὑπὲρ τῆς εὐσεβείας ἀγώνων δεδοξασμένη, καὶ τὸν τῆς δικαιοσύνης ἀναδησαμένη στέφανον, ἐκ πάντων τούτων ὑπερλάμπουσα τῷ κάλλει τῆς ἀρετῆς, παραστῇ τῷ Δεσπότῃ καὶ κριτῇ τῶν ὅλων, παντὸς λίθου πολυτελοῦς διαυγεστέραν τὴν ἐκ τῆς χάριτος φαιδρότητα κεκτημένη, πῶς οὐχὶ τίμιος τοῦ τοιούτου ἀνθρώπου ἐναντίον Κυρίου ὁ θάνατος; Μὴ τοίνυν ὀδυρώμεθα τὰς ἐντεῦθεν ἐξόδους τῶν ὁσίων ἀνδρῶν, ἀλλὰ μᾶλλον τὰς γενέσεις καὶ τὰς εἰς τὴν ζωὴν ταύτην παρόδους.

Ἡ μὲν γὰρ εἰς τὸν κόσμον τοῦτον εἴσοδος, δι᾽ ἀτιμίας ἐστὶ ῥύπου καὶ δυσωδίας, καὶ ὧν οὐδ᾽ ἂν τὴν θέαν εὐκόλως ἀνάσχοιτό τις τῆς ζωῆς ἡμῶν καθηγουμένων· διὰ γὰρ τῶν τοιούτων ἡ πάροδος τῆς σαρκίνης γενέσεως τῷ τῆς φύσεως ἀναγκαίῳ νενομοθέτηται.

Ἢ δὲ ἔξοδος καὶ ἡ ἀπαλλαγὴ ἡ ἐντεῦθεν, τιμία καὶ περιφανής· οὐ πάντων ἀνθρώπων, ἀλλὰ τῶν ὁσίως καὶ δικαίως τὸν ἐνταῦθα βίον διενεγκόντων. Τίμιος οὖν ὁ θάνατος, οὐχὶ τιμία τῶν ἀνθρώπων ἡ γένεσις. Σπείρεται γὰρ, φησὶν, ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Σύγκρινον τοίνυν τῇ γενέσει τὸν θάνατον, καὶ παῦσαι ὀδυρόμενος τὸν τῆς ἀτιμίας ἀπαλλασσόμενον.

Ὅτε Ἰουδαϊκῶς ἀπέθνησκον, βδελυκτὰ ἦν τὰ θνησιμαῖα· ὅτε ὑπὲρ Χριστοῦ ὁ θάνατος, τίμια τὰ λείψανα τῶν ὁσίων αὐτοῦ. Πρὸ τούτου ἐλέγετο τοῖς ἱερεῦσι καὶ τοῖς Ναζωραίοις τὸ, Οὐ μιανθήσεσθε ἐπ᾽ οὐδενὶ τεθνηκότι· καὶ τὸ, Ἐάν τις ἅψηται νεκροῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ τὸ, Πλυνεῖ ἑαυτοῦ τὰ ἱμάτια. Νυνὶ δὲ ὁ ἁψάμενος ὀστέων μάρτυρος, λαμβάνει τινὰ μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τῷ σώματι παρεδρευούσης χάριτος.

Τίμιος οὖν ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Μὴ προτιμᾶτε τῶν πολυτιμήτων τὰ ἀτιμότατα, μηδὲ κακοὶ συναλλάκται γίνεσθε, τὴν φθειρομένην ζωὴν τῆς ἀφθάρτου καὶ μακαρίας καταστάσεως προτιμῶντες. Ἄνευ γὰρ τῶν παθημάτων τῆς ἀτιμίας, οἷς οἱ πλεῖστοι τῶν φιληδόνων ὑπόκεινται, ἔτι καὶ αἱ κατὰ τὸν βίον χρεῖαι, τῆς ψυχῆς τὸ μεγαλοφυὲς κατακάμπτουσαι, οἱονεὶ δουλοῦνται αὐτὴν, πρὸς τὴν ὑπηρεσίαν τῆς σαρκὸς κατασύρουσαι.