Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν ρλβ΄

Μέγας Βασίλειος

Η αδελφική ομόνοια και το πνευματικό μύρο

Ερμηνεία του πρώτου μέρους του ψαλμού για τη συγκατοίκηση των αδελφών και την κάθοδο της χάριτος ως μύρου στην κεφαλή του Ααρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 3

ΕΙΣ ΤΟΝ ΡΛΒ ΨΑΛΜΟΝ. Ἄκουε τοῦ μακαρίου Δαβὶδ λέγοντος διὰ τοῦ ψαλμοῦ· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Οὐ μόνον γὰρ ἐπὶ τοῖς οἰκείοις κατορθώμασιν ἔχαιρεν, ἀλλὰ καὶ τῇ τῶν ἄλλων ἐπευφραίνετο εὐνομίᾳ· ὥς που αὐτὸς, τὴν σπουδὴν τῶν ἐπὶ τὴν λατρείαν σπευδόντων θεασάμενος, διὰ τοῦ Ψαλμῳδοῦ ἔλεγεν· Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Πάντως οὖν ἐπὶ τὸ αὐτὸ τὴν παρουσίαν ἰδὼν, καὶ τῇ ἀδελφικῇ διαθέσει τερφθεὶς, ἐβόα, λέγων· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ἡ μὲν ὑπόθεσις τῶν ἀδελφῶν συγκροτήσεως ἐκ θείου προστάγματος ἀνυπέρβλητον εἶχε τὸ καλόν· τούτου δὲ τοῦ καλοῦ οὐδὲ τὸ τερπνὸν κεχώρισται. Ἕκαστοι γὰρ τῶν παρόντων ἀπολαύοντες τῆς ἐκ τοῦ πλησίον ἀγάπης ἐν πολλῇ καθεστήκειμεν τῇ θυμηδίᾳ. Ὥστε καὶ ἀκολούθως ἔλεγεν· Τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών. Τῆς χάριτος ἄνωθεν ἐξ οὐρανοῦ παρὰ τοῦ Σωτῆρος ἐπὶ τὴν Ἐκκλησίαν ἐκχεομένης, εἰκότως μεταλαμβάνουσι τῆς ἀσωμάτου καὶ πνευματικῆς χωρηγίας αἱ τῶν ἁγίων ψυχαί. Ὡς δρόσος ἡ Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών.