Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν ρλβ΄

Μέγας Βασίλειος

Η νοητή δρόσος του Αγίου Πνεύματος και η ενότητα της Εκκλησίας

Ανάλυση του συμβολισμού της δρόσου του Αερμών ως πνευματικής ευλογίας και αναφορά στην ενότητα της πίστεως και τον πνευματικό οίκο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 3

Ὥσπερ γὰρ ἡ δρόσος ἡ ἐπὶ τὸν Ἀερμὼν κατιοῦσα ὄρος, πολλὴν αὐτὸ ποιεῖται τὴν λαμπρότητα· οὕτως καὶ ἡ νοητὴ δρόσος, ἀοράτως κατιοῦσα ἐπὶ τὰ ὄρη Σιὼν, ἔνθα ἡ συνέλευσις τῶν πανταχόθεν ἀδελφῶν ἐγίγνετο, τὴν ἀνάλογον ταῖς ψυχαῖς αὐτῶν περιεποίει ὠφέλειαν. Περὶ ταύτης οἶμαι τῆς θείας δρόσου, τῆς ἀπεικασμένης ταῖς ἐνεργείαις τοῦ ἁγίου Πνεύματος, ὁ Ἡσαΐας διαλεγόμενος φάσκει· Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ, ἴαμα αὐτοῖς ἐστιν. Ἡ δρόσος οὖν Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωήν. Πολλαχοῦ ἐπηγγείλατο ὁ Θεὸς, ὡς εἶπε Μωϋσῆς· Καὶ διαφυλάξει Κύριος τὴν διαθήκην καὶ τὸ ἔλεος, ὡς ὤμωσε τοῖς πατράσι σου, καὶ ἀγαπήσει σε, καὶ εὐλογήσει σε, καὶ πληθυνεῖ τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὸν καρπὸν τῆς γῆς σου. Καὶ ἐπήνεγκε λέγων· Ζωὴν ἕως τοῦ αἰῶνος. Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; καθὼς καὶ ἐκλήθητε. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς καὶ Πατὴρ, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; οὐκ ἐν οἴκῳ μόνον σωματικῷ, ἀλλὰ καὶ ἐν τούτῳ τῷ ἁγίῳ καὶ πνευματικῷ. Ὁ γὰρ οἶκός μου, φησὶν, οἶκος προσευχῆς κληθήσεται. Ἀλλὰ καὶ ἡμεῖς τοῦ αὐτοῦ μύρου κατηξιώθημεν οἱ φωτισθέντες.