Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς μεθύοντας

Μέγας Βασίλειος

Η φύση της μέθης και η σωματική και πνευματική φθορά του ανθρώπου

Αναλύεται η μέθη ως εκούσιος δαίμονας και μητέρα της κακίας. Περιγράφονται οι ολέθριες συνέπειες της αμετρίας στον λογισμό, τις αισθήσεις και το σώμα, με τη χρήση της εικόνας του ναυαγίου και με αναφορές σε χωρία της Αγίας Γραφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Μέθη, ὁ αὐθαίρετος δαίμων, ἐξ ἡδονῆς ταῖς ψυχαῖς ἐμβαλλόμενος, μέθη, κακίας μήτηρ, ἀρετῆς ἐναντίωσις, τὸν ἀνδρεῖον δειλὸν ἀποδείκνυσι, τὸν σώφρονα ἀσελγῆ· δικαιοσύνην οὐκ οἶδε, φρόνησιν ἀναιρεῖ. Ὥσπερ γὰρ ὕδωρ πολέμιόν ἐστι πυρὶ, οὕτως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσι. Διόπερ ὤκνουν τι λέγειν κατὰ μέθης, οὐχ ὡς περὶ μικροῦ τινος κακοῦ ἢ παροφθῆναι ἀξίου, ἀλλ᾽ ὡς οὐδὲν ὄφελος παρεχομένου τοῦ λόγου. Εἰ γὰρ ὁ μεθύων παραφρονεῖ καὶ ἐσκότωται, εἰκῆ ῥαψῳδεῖ ὁ ἐπιπλήττων τῷ μὴ ἀκούοντι. Τίσιν οὖν διαλεχθῶμεν; εἴπερ ὁ μὲν χρῄζων τῆς παραινέσεως οὐκ ἀκούει τῶν λεγομένων· ὁ δὲ σωφρονῶν καὶ νήφων οὐ δεῖται τῆς ἐκ τοῦ λόγου βοηθείας, καθαρεύων τοῦ πάθους. Τί οὖν χρήσομαι τοῖς παροῦσιν, εἰ καὶ ὁ λόγος ἄχρηστος, καὶ ἡ σιωπὴ ἄπορος; Παρίδωμεν τὴν ἐπιμέλειαν;

Ἀλλ᾽ ἐπικίνδυνος ἡ ἀμέλεια. Ἀλλὰ φθέγξομαί τι κατὰ τῶν μεθυόντων; Ἀλλ᾽ εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν. Μήποτε οὖν, ὡς ἐπὶ τῶν λοιμικῶν νοσημάτων οἱ τῶν σωμάτων θεραπευταὶ τοὺς μὲν ὑγιαίνοντας τοῖς προφυλακτικοῖς βοηθήμασιν ἀσφαλίζονται, τοῖς δὲ κεκρατημένοις ὑπὸ τοῦ πάθους οὐκ ἐγχειροῦσιν· οὕτω καὶ ὑμῖν ἐξ ἡμισείας ἔχει ὁ λόγος τὸ χρήσιμον· φυλακὴν ὑποδεικνὺς τοῖς ἀπαθέσιν, οὐκ ἀπαλλαγὴν καὶ ἴασιν τοῖς ὑπὸ τοῦ πάθους κεκρατημένοις.

Τίνι διενήνοχας τῶν ἀλόγων, ὦ ἄνθρωπε; Οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε, ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτίσεως; Ὁ τοίνυν ἀφελόμενος ἑαυτοῦ τὴν φρόνησιν διὰ τῆς μέθης, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὲ καὶ τῶν βοσκημάτων φαίην ἂν ἔγωγε ἀλογωτέρους εἶναι τοὺς ἐν τῇ μέθῃ· εἴπερ τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς πρὸς τὴν μίξιν ὁρμὰς, οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυχὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερμότητος ἀναπλήσαντες, πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλοκὰς καὶ ἡδονὰς συνελαύνονται.

Καὶ οὐ τοῦτο μόνον τὴν ἀλογίαν αὐτοῖς ἐμποιεῖ, ἀλλὰ καὶ ἡ τῶν αἰσθήσεων παρατροπὴ χείρονα παντὸς κτήνους ἀποδείκνυσι τὸν μεθύοντα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει καὶ οὕτω παρακούει ὡς ὁ μεθύων; Οὐκ ἀγνοοῦσι μὲν τοὺς οἰκειοτάτους, προστρέχουσι δὲ πολλάκις τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν; Οὐ τὰς σκιὰς διαπηδῶσι πολλάκις ὡς ὀχετοὺς ἢ φάραγγας; Ἤχων δὲ αὐτοῖς καὶ ψόφων, οἱονεὶ θαλάσσης κυμαινούσης, τὰ ὦτα πεπλήρωται· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ, καὶ τὰ ὄρη περιτρέχειν ἐν κύκλῳ. Οὗτοι ποτὲ μὲν γελῶσιν ἄπαυστα, ποτὲ δὲ ὀδυνῶνται καὶ κλαίουσιν ἀπαρηγόρητα. Καὶ νῦν μὲν θρασεῖς εἰσι καὶ ἀπτόητοι, νῦν δὲ κατάφοβοι καὶ δειλοί. Τούτοις ὕπνοι μὲν βαρεῖς καὶ δυσανάφοροι καὶ πνιγώδεις, καὶ τῷ ὄντι θανάτου γείτονες, αἱ δὲ γρηγορήσεις τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον γὰρ αὐτοῖς ἐστιν ὁ βίος, οἵ γε, ἱμάτιον οὐκ ἔχοντες, οὐδὲ τί φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι καὶ στρατοπέδων ἄρχουσιν ἐν τῇ μέθῃ, καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρήματα διανέμουσι. Τοιούτων φαντασιῶν καὶ ἀπάτης τοσαύτης περιζέων ὁ οἶνος τὰς καρδίας αὐτῶν πληροῖ.

Ἕτεροι δὲ εἰς τὰ ἐναντία περιάγονται πάθη. Δυσέλπιδές εἰσι, καὶ κατηφεῖς, καὶ ὀδυνηροὶ, καὶ δακρυώδεις, καὶ ψοφοδεεῖς, καὶ εὐπτόητοι. Ὁ αὐτὸς οἶνος ἐν διαφόροις σωμάτων ἕξεσι διάφορα τὰ πάθη ταῖς ψυχαῖς ἐργαζόμενος. Οἷς μὲν γὰρ ἂν διάχυσιν τοῦ αἵματος ἐμποιήσας πρὸς τὴν ἐπιφάνειαν ἐξανθήσῃ, φαιδροὺς καὶ ἡδεῖς καὶ γεγανωμένους αὐτοὺς ἀποδείκνυσιν· ὧν δ᾽ ἂν ὑπὸ τοῦ βάρους καταπιλήσῃ τὴν ἕξιν, συστέλλων αὐτῶν καὶ καταπιέζων τὸ αἷμα, πρὸς τὴν ἐναντίαν αὐτοὺς περιάγει διάθεσιν. Καὶ τί δεῖ λέγειν τῶν λοιπῶν παθῶν τὸν ὄχλον; τὰς δυσκολίας τοῦ ἤθους; τὸ εὐπαρόξυντον; τὸ μεμψίμοιρον; τὸ ὀξύῤῥοπον τῆς ψυχῆς; τὴν κραυγήν; τὸν θόρυβον; τὸ πρὸς πᾶσαν ἀπάτην εὐπαράγωγον; τὸ πρὸς τὰς ὀργὰς ἀταμίευτον;

Ἡ δὲ πρὸς τὰς ἡδονὰς ἀκρασία ἄντικρυς ὥσπερ ἐκ πηγῆς τοῦ οἴνου φέρεται, καὶ συνεισπίπτει τῷ ἀκράτῳ τῆς ἀσελγείας ἡ νόσος, πᾶσαν βοσκημάτων μανίαν ἐπὶ τὸ θῆλυ δευτέραν τῆς τῶν μεθυόντων ὕβρεως ἀποφαίνουσα· εἴπερ τὰ μὲν ἄλογα γνωρίζει τοὺς ὅρους τῆς φύσεως, οἱ δὲ μεθύοντες ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητοῦσιν.

Οὐδὲ ἐπεξελθεῖν τῷ λόγῳ ῥᾴδιον πᾶσι τοῖς ἐκ τῆς μέθης δεινοῖς. Αἱ μὲν οὖν ἐκ τοῦ λοιμοῦ βλάβαι χρόνῳ ἐγγίνονται τοῖς ἀνθρώποις, κατὰ μικρὸν τοῦ ἀέρος τὴν παρ᾽ ἑαυτοῦ φθορὰν ἐντιθέντος τοῖς σώμασιν· αἱ δὲ παρὰ τοῦ οἴνου εὐθὺς συνεισπίπτουσιν.

Οὕτω γὰρ τὴν ψυχὴν ἀπολωλότες, ὡς ὑπὸ πάσης κηλῖδος εἶναι κατεστιγμένοι, ἔτι καὶ αὐτὴν τοῦ σώματος τὴν ἕξιν προσδιαφθείρονται· οὐ μόνον τῇ ὑπερβολῇ τῶν ἡδονῶν ἐξοιστρουσῶν ἐπὶ λαγνείας ἐκτετηκότες καὶ διαῤῥέοντες, ἀλλὰ καὶ αὐτῷ τῷ ὄγκῳ πεπλαδηκὸς καὶ βρυῶδες καὶ τοῦ ζωτικοῦ τόνου λελυμένον τὸ σῶμα φέροντες. Τούτων πελιδνοὶ οἱ ὀφθαλμοί· ὕπωχρος δὲ ἡ ἐπιφάνεια· πνεῦμα προσεστηκός· γλῶσσα παρειμένη, καὶ κραυγὴ ἄσημος· ἀκροσφαλεῖς οἱ πόδες καθάπερ οἱ τῶν παίδων· ἐκκρίσεις δὲ τῶν περιττωμάτων αὐτόματοι ὥσπερ ἀπὸ ἀψύχων ῥέουσαι. Ἐλεεινοὶ τῆς τρυφῆς, ἐλεεινότεροι τῶν ἐν πελάγει χειμαζομένων, οὓς ἄλλα ἐξ ἄλλων διαδεχόμενα καὶ ἐπιβαπτίζοντα κύματα ἀναφέρειν οὐκ ἐπιτρέπει τοῦ κλύδωνος. Οὕτω δὴ καὶ τούτων αἱ ψυχαὶ ὑποβρύχιοι φέρονται βεβαπτισμέναι τῷ οἴνῳ. Διόπερ ὡς τὰ χειμαζόμενα πλοῖα, ἐπειδὰν ὑπέραντλα γένηται, ἀναγκαίως τῇ ἐκβολῇ τοῦ φόρτου κουφίζεται· οὕτω καὶ τούτοις ἀναγκαῖαι τῶν βαρυνόντων αἱ ἀποθέσεις. Ἐμοῦντες γὰρ καὶ ἀποβλύζοντες, μόλις ἐλευθεροῦνται τοῦ βάρους· τοσοῦτον τῶν δυσπλοούντων ἐλεεινότεροι, ὅσον οἱ μὲν ἀνέμους καὶ θάλασσαν καὶ τὰς ἔξωθεν ἀνάγκας ἐπαιτιῶνται· οἱ δὲ αὐθαίρετον ἐπισπῶνται τὸν ἐκ τῆς μέθης χειμῶνα.

Ὁ δαιμονῶν ἐλεεινός· ὁ δὲ μεθύων, τὰ αὐτὰ πάσχων, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιος, αὐθαιρέτῳ δαίμονι προσπαλαίων. Οἳ καὶ μέθης συντιθέασι φάρμακα, οὐχὶ τὸ μὴ παθεῖν τι δεινὸν ἀπὸ τοῦ οἴνου, ἀλλὰ τὸ μὴ διαλείπειν μεθύοντες μηχανώμενοι. Ὀλίγη μὲν γὰρ αὐτοῖς ἡ ἡμέρα· μικρὰ δὲ ἡ νὺξ καὶ ἡ χειμέριος, πρός γε τὸν τοῦ πότου χρόνον. Τέλος δὲ οὐκ ἔστι τοῦ κακοῦ. Αὐτὸς γὰρ ἑαυτὸν ὁ οἶνος ἐπὶ τὸ πλεῖον προάγει. Οὐ γὰρ τὴν χρείαν παραμυθεῖται, ἀλλ᾽ ἑτέρου πότου χρείαν ἀπαραίτητον ἐμποιεῖ, ἐκκαίων τοὺς μεθύοντας, καὶ ἀεὶ πρὸς τὴν τοῦ πλείονος ἔφεσιν προκαλούμενος. Ἀπλήρωτον δὲ τοῦ πίνειν τὴν ὄρεξιν ἔχειν ἐπινοοῦντες, τὸ ἐναντίον πάσχουσιν ἢ προῄρηνται. Τῷ γὰρ συνεχεῖ τῆς τρυφῆς τὰς αἰσθήσεις ἀπομαραίνουσιν. Ὡς γὰρ τὸ ἄγαν λαμπρὸν ἀμαυροῖ τὰς ὄψεις, καὶ ὥσπερ οἱ τοῖς μεγάλοις ψόφοις κατακρουόμενοι τῇ ἀμετρίᾳ τῆς πληγῆς εἰς τὸ μηδὲ ἀκούειν παντελῶς περιάγονται· οὕτω καὶ οὗτοι λελήθασιν ἑαυτοὺς ὑπὸ τῆς ἄγαν φιληδονίας τὴν ἡδονὴν ἀπολέσαντες. Ἄποιος μὲν γὰρ αὐτοῖς καὶ ὑδατώδης ὁ οἶνος, κἂν ἄκρατος ᾖ· χλιαρὰ δὲ τοῦ νεαροῦ ἡ ἀντίληψις, κἂν τὸ ἀκραιφνέστατον ᾖ, κἂν αὐτὴ χιὼν, κατασβέσαι τὴν ἔνδον ἐν αὐτοῖς ἐκ τῆς ἀμετρίας τοῦ οἴνου καιομένην φλόγα μὴ δυναμένη.

Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνῳ, καὶ κατασκοπούντων ποῦ πότοι γίνονται; Τὸ οὐαὶ θρηνῶδές ἐστι ἐπίφθεγμα. Θρήνου δὲ ἄξιοι οἱ μεθύοντες, διότι Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Θόρυβος δὲ διὰ τὴν ἐκ τοῦ οἴνου ταραχὴν ἐγγινομένην τοῖς λογισμοῖς. Καὶ ἀηδίαι διὰ τὰς πικρὰς ἐκ τῆς τοῦ πίνειν ἡδονῆς ἀναδόσεις.

Τούτων γὰρ δεσμοῦνται μὲν οἱ πόδες, δεσμοῦνται δὲ χεῖρες ἐκ τῶν ἐπιπεμπομένων αὐτοῖς παρὰ τῆς μέθης ῥευμάτων. Καίτοι καὶ πρὸ τούτων τῶν παθῶν, παρ᾽ αὐτὸν τὸν καιρὸν τοῦ πίνειν, τὰ τῶν φρενιτικῶν αὐτοῖς συμπίπτει πάθη. Ὅταν γὰρ πλήρεις αἱ μήνιγγες γένωνται τῆς αἰθάλης, ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύναις ἀφορήτοις ἡ κεφαλή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν ὤμων μὴ δυναμένη, ἄλλοτε ἐπ᾽ ἄλλα καταπίπτει, τοῖς σπονδύλοις ἐνολισθαίνουσα. Λέσχην δὲ λέγει τὴν ἄμετρον ἐν τοῖς συμποσίοις καὶ ἐμφιλόνεικον ὁμιλίαν.

Καὶ συντρίμματα διακενῆς γίνεται τοῖς οἰνόφλυξιν, οὐ δυναμένοις ὀρθοῦσθαι ὑπὸ τῆς μέθης. Ἀνατρέπονται γὰρ εἰς παντοῖα πτωμάτων σχήματα, ὥστε ἀναγκαῖον αὐτοὺς ἐπὶ τοῦ σώματος συντρίμματα ἔχειν διακενῆς.

Ἀλλὰ τίς εἴπῃ ταῦτα τοῖς οἰνοπλήκτοις; Καρηβαροῦσι γὰρ ἐκ τῆς κραιπάλης, νυστάζουσι, χασμῶνται, ἀχλὺν βλέπουσι, ναυτιῶσι. Διὰ τοῦτο οὐκ ἀκούουσι τῶν διδασκάλων πολλαχόθεν αὐτοῖς ἐμβοώντων· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· καὶ πάλιν· Ἀκόλαστον οἶνος, καὶ ὑβριστικὸν μέθη.

Ὧν παρακούοντες, αὐτόθεν ἔχουσι τὰς ἐπικαρπίας τῆς μέθης. Οἰδαίνει μὲν γὰρ ὁ ὄγκος, ὀφθαλμοὶ δίυγροι, στόμα ξηρὸν καὶ διακαές. Ὥσπερ γὰρ αἱ χαράδραι, ἕως μὲν ἂν αὐταῖς ἐπιῤῥέωσιν οἱ χείμαῤῥοι, πλήρεις εἶναι δοκοῦσι, παρελθούσης δὲ τῆς πλημμύρας, ξηραὶ καταλιμπάνονται· οὕτω καὶ τοῖς οἰνόφλυξι τὸ στόμα, ἐλλιμνάζοντος μὲν τοῦ οἴνου, πλῆρές ἐστί πως καὶ δίυγρον, μικρὸν δὲ παραδραμόντος, ξηρὸν καὶ ἄνικμον ἀπελέγχεται. Παρασυρόμενον δὲ ἀεὶ καὶ κατακλυζόμενον τῇ ἀμετρίᾳ τοῦ οἴνου, καὶ τὴν ζωτικὴν ἰκμάδα προσαποβάλλει. Ποία· γὰρ κατασκευὴ ἀνθρώπου οὕτως ἰσχυρὰ, ὥστε τοῖς ἐκ τῆς μέθης κακοῖς ἀντισχεῖν; Τίς γὰρ μηχανὴ τὸ ἀεὶ θερμαινόμενον καὶ ἀεὶ διάβροχον τῷ οἴνῳ γινόμενον σῶμα μὴ οὐχὶ ἔκπλυτον καὶ ἐξίτηλον καὶ διεῤῥυηκὸς γενέσθαι; Ἐντεῦθεν οἱ τρόμοι καὶ αἱ ἀσθένειαι· κοπτομένου γὰρ αὐτοῖς τοῦ πνεύματος ὑπὸ τῆς ἀμετρίας τοῦ οἴνου, καὶ τῶν νεύρων λυομένων τῆς συντονίας, ὁ κλόνος τῷ σύμπαντι ὄγκῳ τοῦ σώματος ἐπιγίνεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐφ᾽ ἑαυτὸν ἐπισπᾶσαι, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; Οὐ γὰρ ἔχον τὸ σῶμα τὸν ἐκ τῆς φύσεως στηριγμὸν, ἀναγκαίως πεοιδονεῖται καὶ κατασείεται.