Τίς ἂν ἐφίκοιτο τοῦ κακοῦ; ὅπως οἱ ὀξύῤῥοποι πρὸς θυμὸν ὑπὸ τῆς τυχούσης προφάσεως ἐξαπτόμενον, βοῶντες καὶ ἀγριαίνοντες, καὶ τίνος οὐχὶ ἰοβόλων ἀναιδέστερον ἐφορμῶντες, οὐ πρότερον ἵστανται πρὶν ἢ διὰ μεγάλου καὶ ἀνηκέστου κακοῦ, οἷον πομφόλυγος, αὐτοῖς τῆς ὀργῆς ἐκραγείσης, διαπνευσθῇ τὸ φλεγμαῖνον. Οὔτε γὰρ ξίφους ἀκμὴ, οὔτε πῦρ, οὔτε ἄλλο τι τῶν φοβερῶν, ἱκανὸν τὴν ὑπὸ τῆς ὀργῆς ἐκμανεῖσαν ψυχὴν ἐπισχεῖν· οὐ μᾶλλόν γε ἢ τοὺς ὑπὸ δαιμόνων κατασχεθέντας, ὧν οὐδὲν, οὔτε κατὰ τὸ σχῆμα, οὔτε κατὰ τὴν τῆς ψυχῆς διάθεσιν, οἱ ὀργιζόμενοι διαφέρουσιν. Ὀρεγομένοις γὰρ τῆς ἀντιλυπήσεως περιζεῖ μὲν τῇ καρδίᾳ τὸ αἷμα, ὥσπερ βίᾳ πυρὸς κυκώμενον καὶ παφλάζον· πρὸς δὲ τὴν ἐπιφάνειαν ἐξανθῆσαν, ἐν ἄλλῃ μορφῇ τὸν ὀργιζόμενον ἔδειξε, τὴν συνήθη πᾶσι καὶ γνωρίμην ὥσπερ τι προσωπεῖον ἐπὶ σκηνῆς ὑπαλλάξαν. Ὀφθαλμοὶ μὲν γὰρ ἐκείνοις οἱ οἰκεῖοί τε καὶ συνήθεις ἠγνόηνται· παράφορον δὲ τὸ ὄμμα, καὶ πῦρ ἤδη βλέπει. Καὶ παραθήγει τὸν ὀδόντα, κατὰ τῶν συῶν τοὺς ὁμόσε χωροῦντας. Πρόσωπον πελιδνὸν καὶ ὕφαιμον· ὄγκος τοῦ σώματος ἐξοιδαίνων· φλέβες διαῤῥηγνύμεναι, ὑπὸ τῆς ἔνδοθεν ζάλης κλονουμένου τοῦ πνεύματος. Φωνὴ τραχεῖα, καὶ ὑπερτεινομένη, καὶ ὁ λόγος ἄναρθρος καὶ εἰκῆ προεκπίπτων, οὐ κατὰ μέρος, οὐδὲ εὐτάκτως, οὐδὲ εὐσήμως προϊών.