Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς ὀργιζομένους

Μέγας Βασίλειος

Η αντιμετώπιση των λοιδοριών και η αποφυγή της ανταπόδοσης

Προτροπή σε μακροθυμία και σιωπή απέναντι στις ύβρεις για την αποτροπή της φιλονικίας. Αναδεικνύεται η αξία της υπομονής και απορρίπτεται η δικαιολογία ότι η ανταπόδοση προκαλείται από τη συμπεριφορά του άλλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Μὴ δὴ κακῷ τὸ κακὸν ἰᾶσθε, μηδὲ ἐπιχειρεῖτε ἀλλήλους ὑπερβαίνειν ταῖς συμφοραῖς. Ἐν γὰρ ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλεῖον ἔχων τῆς ἁμαρτίας. Μὴ τοίνυν γένῃ κακοῦ πληρωτὴς ἐράνου, μηδὲ πονηροῦ δανείου πονηρότερος ἐκτιστής. Ὕβρισεν ὀργισθείς; στῆσον τῇ σιωπῇ τὸ κακόν. Σὺ δὲ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὀργὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ, διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ ἐνεχθέν. Μὴ διδασκάλῳ χρήσῃ τῷ ἐχθρῷ, μηδὲ ὃ μισεῖς, τοῦτο ζηλώσῃς. Μηδὲ γένῃ ὥσπερ κάτοπτρον τοῦ ὀργίλου, τὴν ἐκείνου μορφὴν ἐν σεαυτῷ δεικνύς.

Ἐρυθρὸς ἐκεῖνος· σὺ δὲ οὐκ ἐφοινίχθης; Ὀφθαλμοὶ ὕφαιμοι· οἱ δὲ σοὶ, εἰπέ μοι, γαλήνην βλέπουσι; Φωνὴ τραχεῖα· ἡ δὲ σὴ ἠπία; Οὐδὲ ἡ ἐν ταῖς ἐρημίαις ἠχὼ οὕτως ἀνεκλάσθη ἀκεραία πρὸς τὸν φθεγξάμενον, ὡς ἐπὶ τὸν λοίδορον αἱ ὕβρεις ἐπαναστρέφουσι.

Μᾶλλον δὲ ὁ μὲν ἦχος ὁ αὐτὸς ἀπεδόθη· ἡ δὲ λοιδορία μετὰ προσθήκης ἐπάνεισιν. Οἷα γὰρ ἀλλήλους ἐφυβρίζοντες ἀντιφθέγγονται; Ὁ μὲν εἶπεν ἀφανῆ, καὶ ἐξ ἀφανῶν ὁ δὲ ἀπεκάλεσεν οἰκοτρίβων οἰκότριβα· οὗτος πένητα, ἐκεῖνος ἀλήτην· οὗτος ἀμαθῆ, ἐκεῖνος παραπλῆγα· ἕως ἂν αὐτοῖς αἱ ὕβρεις, ὥσπερ τοξεύματα, ἐπιλείπωσιν. Εἶτα, ἐπειδὰν πᾶσαν λοιδορίαν διὰ τῆς γλώττης ἐκσφενδονήσωσιν, οὕτω λοιπὸν πρὸς τὴν διὰ τῶν ἔργων χωροῦσιν ἄμυναν. Θυμὸς μὲν γὰρ ἐγείρει μάχην, μάχη δὲ γεννᾷ λοιδορίας, αἱ δὲ λοιδορίαι πληγὰς, αἱ δὲ πληγαὶ τραύματα, ἐκ δὲ τραυμάτων πολλάκις θάνατοι. Ἀπὸ τῆς πρώτης ἀρχῆς τὸ κακὸν ἐπίσχωμεν, τὴν ὀργὴν πάσῃ μηχανῇ τῶν ψυχῶν ἐξελόντες.

Οὕτω γὰρ ἂν δυνηθείημεν τὰ πλεῖστα τῶν κακῶν, ὥσπερ ῥίζῃ τινὶ καὶ ἀρχῇ, τῷ πάθει τούτῳ συνεκτεμεῖν. Ἐλοιδόρησε; σὺ δὲ εὐλόγησον. Ἐτύπτησε; σὺ δὲ ὑπόμεινον. Διαπτύει καὶ τὸ μηδὲν ἡγεῖταί σε; σὺ δὲ ἔννοιαν λάβε σεαυτοῦ, ὅτι ἐκ γῆς ὑφέστηκας, καὶ εἰς γῆν πάλιν ἀναλυθήσῃ. Ὁ γὰρ τούτοις τοῖς λόγοις ἑαυτὸν προκατασχὼν πᾶσαν ἀτιμίαν ἐλάττονα εὑρήσει τῆς ἀληθείας. Οὕτω γὰρ καὶ τῷ ἐχθρῷ ἀμήχανον κατασκευάσεις τὴν ἄμυναν, ἄτρωτον σεαυτὸν ταῖς λοιδορίαις δεικνύς· καὶ σεαυτῷ μέγαν τῆς ὑπομονῆς προξενήσεις τὸν στέφανον, τὴν ἑτέρου μανίαν ἀφορμὴν οἰκείας φιλοσοφίας ποιούμενος. Ὥστε, ἂν ἐμοὶ πείθῃ, καὶ ἐπιδαψιλεύσῃ τῶν ὕβρεων. Ἀφανῆ σε εἶπε, καὶ ἄδοξον, καὶ μηδένα μηδαμόθεν; σὺ δὲ γῆν εἰπὲ καὶ σποδὸν σεαυτόν. Οὐκ εἶ σεμνότερος τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ, ὃς ἑαυτὸν ταῦτα ἀπεκάλει.

Ἀμαθῆ καὶ πτωχὸν καὶ τοῦ μηδενὸς ἄξιον; σὺ δὲ σκώληκα σεαυτὸν εἰπὲ, καὶ ἀπὸ κοπρίας ἔχειν τὴν γένεσιν, τὰ τοῦ Δαβὶδ λέγων ῥήματα. Τούτοις πρόσθες καὶ τὸ τοῦ Μωϋσέως καλόν. Ἐκεῖνος, ὑπὸ Ἀαρὼν καὶ Μαρίας λοιδορηθεὶς, οὐ κατενέτυχε τῷ Θεῷ, ἀλλὰ προσηύχετο ὑπὲρ αὐτῶν. Τίνων βούλει μαθητὴς εἶναι μᾶλλον, τῶν θεοφιλῶν καὶ μακαρίων ἀνδρῶν, ἢ τῶν ὑπὸ τοῦ πνεύματος τῆς πονηρίας πεπληρωμένων;

Ὅταν σοι κινηθῇ τῆς λοιδορίας πειρασμὸς, νόμιζε κρίνεσθαι σεαυτὸν, πότερον διὰ τῆς μακροθυμίας προσχωρεῖς τῷ Θεῷ, ἢ διὰ τῆς ὀργῆς ἀποτρέχεις πρὸς τὸν ἀντίδικον. Δὸς καιρὸν τοῖς λογισμοῖς σεαυτοῦ τὴν ἀγαθὴν ἐκλέξασθαι μερίδα. Ἢ γὰρ ὠφέλησάς τι κἀκεῖνον τῷ ὑποδείγματι τῆς πραότητος, ἢ χαλεπώτερον ἠμύνω διὰ τῆς ὑπεροψίας. Τί γὰρ ἂν γένοιτο ὀδυνηρότερον τῷ ἐχθρῷ, ἢ τὸν ἐχθρὸν ἑαυτοῦ ὁρᾷν ὕβρεων ὑψηλότερον; Μὴ καταβάλῃς σεαυτοῦ τὴν γνώμην, μηδὲ ἀνάσχῃ γενέσθαι ἐφικτὸς τοῖς ὑβρίζουσιν. Ἔασον αὐτὸν ἄπρακτά σου καθυλακτεῖν· ἐφ᾽ ἑαυτῷ διαῤῥηγνύσθω. Ὥσπερ γὰρ ὁ τύπτων τὸν μὴ ἀλγοῦντα ἑαυτὸν τιμωρεῖται (οὔτε γὰρ τὸν ἐχθρὸν ἠμύνατο, καὶ τὸν θυμὸν οὐκ ἀνέπαυσεν)· οὕτως ὁ τὸν ἀλοιδόρητον ὀνειδίζων παραμυθίαν εὑρεῖν τοῦ πάθους οὐ δύναται. Τοὐναντίον μὲν οὖν, ὅπερ ἔφην, καὶ διαπρίεται. Εὐθὺς γὰρ ἐκ τῶν παρόντων οἷα ἑκάτερος ὑμῶν προσαγορεύεται;

Ὁ μὲν λοίδορος, σὺ δὲ μεγαλόψυχος· ὁ μὲν ὀργίλος καὶ χαλεπὸς, σὺ δὲ μακρόθυμος καὶ πρᾶος· ὁ μὲν μεταγνώσεται ἐφ᾽ οἷς ἐφθέγξατο, σὺ δὲ οὐδέποτε μεταμελήσῃ τῆς ἀρετῆς. Τί δεῖ τὰ πολλὰ λέγειν; Τῷ μὲν ἀπέκλεισε τὴν τῶν οὐρανῶν βασιλείαν ἡ λοιδορία· Λοίδοροι γὰρ βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· σοὶ δὲ ἡτοίμασε τὴν βασιλείαν ἡ σιωπή. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ἀμυνόμενος δὲ καὶ εἰς ἴσον ἀντικαθιστάμενος τῷ λοιδόρῳ, τί καὶ ἀπολογήσῃ;

Ὅτι παρώξυνε κατάρξας; Καὶ ποίας τοῦτο συγγνώμης ἄξιον; Οὐδὲ γὰρ ὁ πόρνος, ἐπὶ τὴν ἑταίραν τὴν αἰτίαν μετατιθεὶς ὡς πρὸς τὴν ἁμαρτίαν διερεθίσασαν, ἧττον τῆς κατακρίσεως ἀξιοῦται. Οὔτε στέφανοι χωρὶς ἀνταγωνιστῶν, οὔτε πτώματα χωρὶς ἀντιπάλων. Ἄκουε τοῦ Δαβὶδ λέγοντος· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, οὐχὶ παρωξύνθην, οὐδὲ ἠμυνάμην, ἀλλ᾽ Ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Σὺ δὲ παροξύνῃ μὲν ὡς ἐπὶ φαύλῃ τῇ λοιδορίᾳ· μιμῇ δὲ πάλιν ὡς ἀγαθόν. Ἰδοὺ γὰρ ἔπαθες ἃ ἐγκαλεῖς. Ἢ τὸ μὲν ἀλλότριον κακὸν ἐπιμελῶς καταβλέπεις; τὸ δὲ σεαυτοῦ αἰσχρὸν οὐδαμοῦ τιθεῖς; Πονηρὸν ἡ ὕβρις; φεῦγε τὴν μίμησιν. Οὐ γὰρ δὴ τὸ ἕτερον κατάρξαι ἱκανὸν εἰς παραίτησιν. Δικαιότερον μὲν οὖν, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπιτεῖναι τὴν ἀγανάκτησιν, διότι ὁ μὲν οὐκ εἶχε τὸ σωφρονίζον ὑπόδειγμα· σὺ δὲ, βλέπων ἀσχημονοῦντα τὸν ὀργιζόμενον, οὐκ ἐφυλάξω αὐτοῦ τὴν ὁμοίωσιν, ἀλλ᾽ ἀγανακτεῖς καὶ χαλεπαίνεις καὶ ἀντοργίζῃ· καὶ γίνεταί σου τὸ πάθος ἀπολογία τοῦ προλαβόντος. Αὐτοῖς γὰρ οἷς ποιεῖς, κἀκεῖνον αἰτίας ἀφίης, καὶ σεαυτὸν κατακρίνεις. Εἰ μὲν γὰρ πονηρὸν ὁ θυμὸς, τί οὐκ ἐξέκλινας τὸ κακόν; εἰ δὲ συγγνώμης ἄξιον, τί χαλεπαίνεις τῷ θυμουμένῳ;

Ὥστε, εἰ δεύτερος ἦλθες πρὸς τὴν ἀντίδοσιν, οὐδέν σε τοῦτο ὀνήσει. Οὐδὲ γὰρ ἐν τοῖς στεφανίταις ἀγῶσιν ὁ κατάρξας τῶν παλαισμάτων, ἀλλ᾽ ὁ ὑπερβαλλόμενος στεφανοῦται. Καὶ κατακρίνεται τοίνυν οὐχὶ μόνον ὁ καθηγησάμενος τοῦ δεινοῦ, ἀλλ᾽ ὁ καὶ πονηρῷ ἡγεμόνι πρὸς τὴν ἁμαρτίαν ἐξακολουθήσας.