Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς ὀργιζομένους

Μέγας Βασίλειος

Βιβλικά πρότυπα πραότητας: Η μίμηση του Χριστού και ο Δαβίδ

Προβολή της μιμήσεως του πάθους του Χριστού ως απόλυτου αντίδοτου στις ύβρεις. Παράθεση του παραδείγματος της μακροθυμίας του Δαβίδ για την εσωτερική κατασίγαση της οργής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Ἐὰν πένητά σε προσείπῃ, εἰ μὲν ἀληθῆ λέγει, κατάδεξαι τὴν ἀλήθειαν· εἰ δὲ ψεύδεται, τί πρὸς σὲ τὸ λεγόμενον; Μήτε πρὸς ἐπαίνους χαυνωθῇς τοὺς ὑπὲρ τὴν ἀλήθειαν· μήτε πρὸς ὕβρεις ἀγριανῇς τὰς οὐχ ἁπτομένας σου. Οὐχ ὁρᾷς τὰ τοξεύματα, πῶς τῶν μὲν στεῤῥῶν καὶ ἀντιτύπων πέφυκε διεκπίπτειν, ἐν δὲ τοῖς ἁπαλοῖς καὶ ὑπείκουσι τὴν ὁρμὴν ὑπεκλύειν;

Τοιοῦτον δή τι νόμιζε εἶναι καὶ τὸ τῆς λοιδορίας. Ὁ μὲν ἀντιβαίνων εἰς ἑαυτὸν καταδέχεται· ὁ δὲ ἐνδιδοὺς καὶ ὑπείκων ἐν τῇ ἁπαλότητι τοῦ τρόπου τὴν ἐπ᾽ αὐτὸν φερομένην πονηρίαν διέλυσε. Τί δέ σε ταράσσει ἡ προσηγορία τοῦ πένητος; Μνήσθητι τῆς φύσεως σεαυτοῦ· ὅτι γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, γυμνὸς καὶ ἀπελεύσῃ. Τί δὲ γυμνοῦ πενιχρότερον;

Οὐδὲν ἤκουσας δεινὸν, ἐὰν μὴ σεαυτῷ οἰκειώσῃς τὰ εἰρημένα. Τίς ποτε ἀπήχθη διὰ πενίαν εἰς δεσμωτήριον; Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγενῶς τὴν πενίαν. Μνήσθητι τοῦ Δεσπότου· ὅτι Πλούσιος ὢν, ἐπτώχευσε δι᾽ ἡμᾶς. Ἐὰν ἄφρονά σε καὶ ἀμαθῆ προσαγορεύσῃ, ὑπομνήσθητι τῶν Ἰουδαϊκῶν ὕβρεων, αἷς τὴν ἀληθινὴν σοφίαν ἐλοιδορήσαντο· Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις. Ἐὰν μὲν οὖν ὀργισθῇς, ἐβεβαίωσας τὰ ὀνείδη· τί γὰρ ὀργῆς ἀφρονέστερον; ἐὰν δὲ μείνῃς ἀόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος.

Ἐῤῥαπίσθης; καὶ γὰρ καὶ ὁ Κύριος. Ἐνεπτύσθης; καὶ γὰρ ὁ Δεσπότης ἡμῶν. Οὐ γὰρ ἀπέστρεψε τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ἐσυκοφαντήθης; καὶ γὰρ καὶ ὁ κριτής. Περιέῤῥηξάν σου τὸν χιτωνίσκον; Ἀπέδυσάν μου καὶ τὸν Κύριον, καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς. Οὔπω κατεκρίθης, οὔπω ἐσταυρώθης. Πολλά σοι λείπει, ἵνα φθάσῃς αὐτοῦ πρὸς τὴν μίμησιν.

Τούτων ἕκαστον ὑποτρεχέτω σου τὴν διάνοιαν, καὶ καταστελλέτω τὴν φλεγμονήν. Αἱ γὰρ τοιαῦται προπαρασκευαὶ καὶ διαθέσεις, οἷον πηδήματα τῆς καρδίας καὶ σφυγμοὺς ἀφαιροῦσαι, εἰς εὐστάθειαν καὶ γαλήνην τοὺς λογισμοὺς ἐπανάγουσι.

Καὶ τοῦτό ἐστιν ἄρα τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· ὅτι Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Δεῖ τοίνυν τὸ μανικὸν καὶ ἔκπληκτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων ἀνδρῶν ὑποδειγμάτων· πῶς ὁ μέγας Δαβὶδ πράως ἠνείχετο τῆς παροινίας τοῦ Σεμεεί. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέρων τὴν ἔννοιαν· ὅτι Κύριος εἶπε, φησὶ, τῷ Σεμεεὶ καταρᾶσθαι τὸν Δαβίδ. Διόπερ ἀκούων αἱμάτων ἀνὴρ, καὶ ἀνὴρ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέπαινεν, ἀλλ᾽ ἑαυτὸν ἐταπείνου, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ἀπαντώσης. Δύο δὴ ταῦτα περίελε σεαυτοῦ, μήτε σεαυτὸν μεγάλων ἄξιον κρίνῃς, μήτε ἀνθρώπων τινὰ παρὰ πολὺ ἐλαττοῦσθαί σου κατὰ τὴν ἀξίαν νομίσῃς. Οὕτω γὰρ οὐδέποτε ὁ θυμὸς ἐν ταῖς ἐπαγομέναις ἡμῖν ἀτιμίαις ἐπαναστήσεται. Δεινὸν μὲν τὸν εὐεργετηθέντα, καὶ ταῖς μεγίσταις ὑπόχρεων χάρισι, πρὸς τῷ ἀχαρίστῳ ἔτι καὶ ὕβρεως καὶ ἀτιμίας κατάρξαι. Δεινὸν μὲν, ἀλλὰ τῷ ποιοῦντι μεῖζόν ἐστι κακὸν ἢ τῷ πάσχοντι. Ἐκεῖνος ὑβριζέτω· σὺ δὲ μὴ ὑβρίζου. Γυμνάσιόν σοι πρὸς φιλοσοφίαν ἔστω τὰ ῥήματα. Ἐὰν μὴ δηχθῇς, ἄτρωτος εἶ. Ἐὰν δὲ καὶ πάθῃς τι τὴν ψυχὴν, ἐν σεαυτῷ κάτασχε τὸ λυπηρόν.

Ἐν ἐμοὶ γὰρ, φησὶν, ἐταράχθη ἡ καρδία μου· τουτέστιν, οὐ διεδόθη πρὸς τὸ ἔξω τὸ πάθος, ἀλλ᾽ οἷόν τι κῦμα εἴσω τῶν αἰγιαλῶν κατακλασθὲν ἐστορέσθη. Καθησύχασόν μοι τὴν καρδίαν ὑλακτοῦσαν καὶ ἀγριαίνουσαν.