Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς ὀργιζομένους

Μέγας Βασίλειος

Η ταπεινοφροσύνη ως μέσο θεραπείας και καταληκτική προτροπή

Ο καθοριστικός ρόλος της ταπεινοφροσύνης και της αποβολής της υπερηφανείας για την εκκοπή της οργής. Σύνοψη των πνευματικών συνεπειών του πάθους, προτροπή προς καλλιέργεια της πραότητας και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 5

Πῶς ἂν οὖν μὴ κινοῖτο πρὸς ἃ μὴ δεῖ τὸ πάθος; Πῶς; Εἰ προπαιδευθείης τὴν ταπεινοφροσύνην, ἣν ὁ Κύριος καὶ λόγῳ διετάξατο, καὶ ἔργῳ ὑπέδειξε· νῦν μὲν λέγων· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω πάντων ἔσχατος· νῦν δὲ πράως καὶ ἀκινήτως τοῦ τύπτοντος ἀνεχόμενος. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς ποιητὴς καὶ δεσπότης, ὁ παρὰ πάσης τῆς νοητῆς καὶ αἰσθητῆς κτίσεως προσκυνούμενος, ὁ Φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχὶ ζῶντα ἔπεμψεν αὐτὸν εἰς τὸν ᾅδην, τῆς γῆς ὑποῤῥαγείσης τῷ δυσσεβεῖ, ἀλλὰ νουθετεῖ καὶ διδάσκει· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἐὰν γὰρ ἐθισθῇς πάντων ἔσχατος εἶναι κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, πότε ἀγανακτήσεις ὡς παρὰ τὴν ἀξίαν καθυβρισμένος;

Ὅταν σε παιδίον νήπιον λοιδορήσῃ, γέλωτος ἀφορμὴν ποιῇ τὰ λοιδορήματα· καὶ ὅταν ὑπὸ φρενίτιδος ἐξεστηκὼς τὴν διάνοιαν φθέγγηται ῥήματα ἀτιμίας, ἐλεεινὸν ἡγῇ μᾶλλον ἢ μίσους ἄξιον. Οὐ τοίνυν τὰ ῥήματα πέφυκε τὰς λύπας κινεῖν, ἀλλ᾽ ἡ κατὰ τοῦ λοιδορήσαντος ἡμᾶς ὑπεροψία, καὶ ἡ ἑκάστου περὶ ἑαυτὸν φαντασία. Ὥστε ἂν ἀφέλῃς τῆς ἑαυτοῦ διανοίας τούτων ἑκάτερον, ψόφος ἐστὶν ἄλλως διακενῆς ἠχῶν τὰ φερόμενα. Παῦσαι οὖν ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμὸν, ἵνα φύγῃς τῆς ὀργῆς τὴν πεῖραν, τῆς Ἀποκαλυπτομένης ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ἐὰν γὰρ λογισμῷ σώφρονι ἐκτεμεῖν δυνηθῇς τὴν πικρὰν ῥίζαν τοῦ θυμοῦ, πολλὰ τῶν παθῶν τῇ ἀρχῇ ταύτῃ συναναιρήσεις. Καὶ γὰρ τὸ δολερὸν καὶ ὕποπτον, καὶ ἄπιστον καὶ κακόηθες, καὶ ἐπίβουλον καὶ θρασὺ, καὶ πᾶν τὸ τῶν τοιούτων πονηρῶν σμῆνος, ταύτης τῆς κακίας ἐστὶν ἀποβλαστήματα.

Μὴ δὴ οὖν ἐπεισάγωμεν ἑαυτοῖς κακὸν τοσοῦτον· ἀῤῥωστίαν ψυχῆς, σκότωσιν λογισμῶν, ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, οἰκειότητος ἄγνοιαν, ἀρχὴν πολέμου, συμφορῶν πλήρωμα, δαίμονα πονηρὸν αὐταῖς ἡμῶν ταῖς ψυχαῖς ἐντικτόμενον, καὶ ὥσπερ τινὰ ἔνοικον ἀναιδῆ προκατέχοντα ἡμῶν τὰ ἔνδον, καὶ τῷ ἁγίῳ Πνεύματι τὴν πάροδον ἀποκλείοντα. Ὅπου γὰρ ἔχθραι, ἔρεις, θυμοὶ, ἐριθεῖαι, φιλονεικίαι, θορύβους ἀσιγήτους ταῖς ψυχαῖς ἐμποιοῦντα· ἐκεῖ τὸ πνεῦμα τῆς πραΰτητος οὐκ ἀναπαύεται. Πεισθέντες δὲ τῇ παραινέσει τοῦ μακαρίου Παύλου, πᾶσαν ὀργὴν καὶ θυμὸν καὶ κραυγὴν ἄρωμεν ἀφ᾽ ἡμῶν σὺν πάσῃ κακίᾳ, καὶ γενώμεθα εἰς ἀλλήλους χρηστοὶ καὶ εὔσπλαγχνοι, ἀναμένοντες τὴν μακαρίαν ἐλπίδα τὴν τοῖς πραέσιν ἐπηγγελμένην (Μακάριοι γὰρ οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν), ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.