Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς Ψαλμούς

Μέγας Βασίλειος

Ερμηνεία εις τον ΚΗ΄ Ψαλμό

Ερμηνεία του εικοστού ογδόου Ψαλμού. Εξετάζεται η προσφορά δόξας στον Θεό, ο πνευματικός αγώνας, η φωνή του Κυρίου επί των υδάτων και ο αλληγορικός συμβολισμός των κέδρων και της ελάφου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 14

ΕΙΣ ΤΟΝ ΚΗʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ Δαβὶδ ἐξοδίου σκηνῆς. Ὁ εἰκοστὸς ὄγδοος ψαλμὸς ἔχει μὲν καὶ τὸ κοινὸν τῆς ἐπιγραφῆς· Ψαλμὸς γὰρ, φησὶ, τῷ Δαβίδ· ἔχει δέ τι καὶ ἰδιάζον· πρόσκειται γὰρ, Ἐξοδίου σκηνῆς. Τί δὲ τοῦτό ἐστι; Νοήσωμεν τί τὸ ἐξόδιον, καὶ τίς ἡ σκηνὴ, ἵνα ἐν τῷ βουλήματι τοῦ ψαλμοῦ δυνηθῶμεν γενέσθαι. Πρὸς μὲν οὖν τὴν ἱστορίαν δόξει τοῖς ἱερεῦσι καὶ τοῖς Λευΐταις ἀφεμένοις τοῦ ἔργου τὸ παράγγελμα δίδοσθαι τοῦτο, ὥστε μεμνῆσθαι τῶν ὀφειλόντων αὐτοῖς παρασκευασθῆναι πρὸς τὴν λατρείαν. Ἐξοδεύουσι γὰρ ἀπὸ τῆς σκηνῆς καὶ ἐξιοῦσι λοιπὸν ὁ λόγος διαμαρτύρεται ἅτινα αὐτοὺς ἑτοιμάσαντας προσῆκε, τίνα ἔχοντας πρὸς τὴν ἑξῆς ἀπαντῆσαι· ὅτι, υἱοὺς κριῶν· ὅτι, δόξαν καὶ τιμήν· ὅτι, δόξαν ὀνόματι αὐτοῦ· ὅτι, οὐδαμοῦ ἀλλαχοῦ λατρεύειν ἢ ἐν τῇ αὐλῇ τοῦ Κυρίου καὶ ἐν τῷ τόπῳ τοῦ ἁγιάσματος προσῆκε. Πρὸς δὲ τὸν ἡμέτερον νοῦν τὸν τὰ ὑψηλὰ θεωροῦντα, καὶ διὰ τῆς μεγαλοφυοῦς καὶ πρεπούσης τῇ θείᾳ Γραφῇ διανοίας οἰκειοῦντα ἡμῖν τὸν νόμον, ἐκεῖνα ἡμῖν ὑποπίπτει· οὔτε κριὸς τὸ ἄῤῥεν ἐν τοῖς προβάτοις νοεῖται, οὔτε σκηνὴ τὸ ἐκ τῆς ἀψύχου ταύτης ὕλης συμπηγνύμενον οἴκημα, οὔτε ἔξοδος σκηνῆς ἡ ἀπὸ τοῦ ναοῦ ἀναχώρησις, ἀλλὰ σκηνὴ μὲν ἡμῖν τὸ σῶμα τοῦτο, ὡς ὁ Ἀπόστολος ἡμᾶς ἐδίδαξε λέγων, ὅτι Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν· καὶ πάλιν ὁ ψαλμός· Καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.

Ἐξόδιον δὲ σκηνῆς ἡ ἀπὸ τοῦ βίου τούτου ἀναχώρησις, πρὸς ἣν παρασκευάζεσθαι ἡμᾶς ὁ λόγος παρεγγυᾷ, τάδε τινὰ καὶ τάδε κομίζοντας τῷ Κυρίῳ· ἐπείπερ ἡ ἐνταῦθα ἐργασία ἐφόδιόν ἐστι πρὸς τὸ μέλλον. Καὶ ὁ ἐνταῦθα διὰ τῶν ἀγαθῶν ἔργων δόξαν φέρων καὶ τιμὴν τῷ Κυρίῳ, οὗτος δόξαν ἑαυτῷ καὶ τιμὴν κατὰ τὴν δικαίαν τοῦ κριτοῦ ἀνταπόδοσιν θησαυρίζει. Ἐν πολλοῖς μέντοι τῶν ἀντιγράφων προσκείμενον εὕρομεν τὸ, Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Καὶ ἐπείπερ οὐ παντὸς δῶρον εὐπρόσδεκτον τῷ Θεῷ, ἀλλὰ τοῦ ἀπὸ καρδίας προσάγοντος καθαρᾶς· Οὐ γὰρ ἁγναὶ, φησὶν, εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας· καὶ πάλιν Ἱερεμίας, Μὴ εὐχαὶ, φησὶ, καὶ κρέα ἅγια ἀφελοῦσί σου τὰς κακίας, ἢ τούτοις ἔσῃ καθαρός; διόπερ ὁ ψαλμὸς πρότερον ἡμᾶς βούλεται υἱοὺς εἶναι Θεοῦ, εἶτα τότε ἀπαντᾷν ἐπὶ τὸ προσκομίζειν τὰ δῶρα τῷ Θεῷ, καὶ ταῦτα οὐ τὰ τυχόντα, ἀλλ᾽ οἷα αὐτὸς διετάξατο. Πρότερον εἰπὲ, Πάτερ, εἶτα αἴτησον τὰ ἐφεξῆς. Δοκίμασον δὲ σεαυτὸν ἐκ ποταποῦ βίου ἀπήντηκας· εἰ ἄξιος εἶ Θεὸν τὸν ἅγιον πατέρα σεαυτοῦ ὀνομάζειν. Δι᾽ ἁγιασμοῦ ἐστιν ἡμῖν ἡ πρὸς τὸν ἅγιον οἰκείωσις. Εἰ βούλει ἀεὶ υἱὸς τοῦ ἁγίου εἶναι, ἁγιασμός σε υἱοθετείτω. Ἐνέγκατε οὖν τῷ Κυρίῳ οὐχ οἱ τυχόντες, οὐδὲ οἱ ἐκ τῶν τυχόντων, ἀλλ᾽ υἱοὶ τοῦ Θεοῦ. Μεγάλα μέλλει ἐπιζητεῖν τὰ δῶρα· διὰ τοῦτο μεγάλους ἐκλέγεται τοὺς προσφέροντας.

Ἵνα γάρ σου μὴ ῥίψῃ χαμαὶ τοὺς λογισμοὺς, μηδέ σε ποιήσῃ κριὸν τὸ ἄλογον τοῦτο τετράπουν καὶ βληχητικὸν ζῶον ἐπιζητεῖν, ὡς ἐκ τῆς τούτου θυσίας προσδοκᾷν ἱλεοῦσθαι τὸν Θεὸν, Ἐνέγκατε, φησὶ,τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Οὐ γὰρ υἱοῦ χρεία, ἵνα υἱὸν αὐτὸν προσφέρῃ, ἀλλ᾽ εἰ μέγα τι ὁ υἱὸς, μέγα τι καὶ ἐπάξιον τῆς τε υἱοῦ διαθέσεως καὶ τῆς πατρικῆς ἀξίας τὸ προσφερόμενον εἶναι προσῆκεν. Υἱοὺς οὖν, φησὶν, ἐνέγκατε κριῶν· ἵνα καὶ αὐτοὶ οἱ προσφερόμενοι παρ᾽ ὑμῶν ἀπὸ τοῦ εἶναι υἱοὶ κριῶν εἰς τὸ γενέσθαι υἱοὶ Θεοῦ μεταβάλωνται.

Ὁ κριὸς τοίνυν ἡγεμονικόν ἐστι ζῶον, καθηγούμενον τῶν προβάτων ἐπί τε νομὰς τροφίμους καὶ ἀναπαύσεις ὑδάτων, καὶ πάλιν ἐπὶ σηκοὺς καὶ ἐπαύλεις. Τοιοῦτοι δέ τινες καὶ οἱ τῆς ποίμνης τοῦ Χριστοῦ προεστῶτες· προάγοντες μὲν ἐπὶ τὰς εὐανθεῖς καὶ εὐώδεις τῆς πνευματικῆς διδασκαλίας τροφὰς, καὶ ὕδατι ζῶντι τῇ ἐπιχορηγίᾳ τοῦ Πνεύματος ἄρδοντες καὶ ὑψοῦντες καὶ πρὸς καρποφορίαν ἐκτρέφοντες· ὁδηγοῦντες δὲ πρὸς ἀνάπαυσιν, καὶ τὴν ἀπὸ τῶν ἐπιβουλευόντων ἀσφάλειαν. Τούτων οὖν τοὺς υἱοὺς παρὰ τῶν υἱῶν τοῦ Θεοῦ προσάγεσθαι βούλεται τῷ Κυρίῳ ὁ λόγος. Εἰ δὲ κριοὶ οἱ προηγούμενοι τῶν λοιπῶν, υἱοὶ ἂν τούτων εἶεν οἱ πρὸς τὸν κατ᾽ ἀρετὴν βίον διὰ τῆς τῶν ἀγαθῶν ἔργων σπουδῆς ἐκ τῆς διδασκαλίας τῶν προεστώτων μεμορφωμένοι.

Ἐνέγκατε οὖν τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. Ἔμαθες τίνι διαλέγεται; ἔμαθες περὶ τίνων; Ἐνέγκατε τῷ Κυρίῳ, φησὶ, δόξαν καὶ τιμήν. Πῶς οὖν ἡμεῖς, ἡ γῆ καὶ σποδὸς, τῷ μεγάλῳ Κυρίῳ δόξαν προσφέρομεν; πῶς δὲ καὶ τιμήν; Δόξαν μὲν διὰ τῶν ἀγαθῶν ἔργων, ὅταν λάμπῃ τὰ ἔργα ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὥστε ἰδόντας τοὺς ἀνθρώπους τὰ ἔργα ἡμῶν δοξάσαι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ διὰ σωφροσύνης καὶ τοῦ ἐπιβάλλοντος τοῖς τὴν εὐσέβειαν ἐπαγγελλομένοις ἁγιασμοῦ δοξάσαι δυνατόν ἐστι τὸν Θεὸν κατὰ τὴν τοῦ Παύλου παραίνεσιν, λέγοντος· Δοξάσατε δὴ τὸν Θεὸν ἐν τοῖς μέλεσιν ὑμῶν.

Ταύτην καὶ ἀπαιτεῖ παρὰ τῶν εἰς αὐτὸν πιστευόντων καὶ τῷ χαρίσματι τῆς υἱοθεσίας τετιμημένων τὴν δόξαν ὁ Κύριος. Υἱὸς γὰρ, φησὶν, δοξάζει πατέρα· καὶ, Εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἔστιν ἡ δόξα μου; Τιμὴν δὲ φέρει τῷ Θεῷ ὁ κατὰ τὴν Παροιμίαν τιμῶν τὸν Θεὸν ἀπὸ τῶν δικαίων ἑαυτοῦ πόνων, καὶ ἀπαρχόμενος αὐτῷ ἀπὸ καρπῶν αὐτοῦ δικαιοσύνης. Καὶ πᾶς δὲ ὁ ἐπιτεταγμένως θεολογῶν, ὡς μὴ ἀποπίπτειν τῆς ὀρθῆς περὶ Πατρὸς ἐννοίας, καὶ περὶ τῆς τοῦ Μονογενοῦς θεότητος, καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος δόξης, οὗτος φέρει τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Ἐπιτείνει δὲ τὴν δόξαν ὁ δυνάμενος τοὺς λόγους ἀποδιδόναι καθ᾽ οὓς ἔκτισται τὰ σύμπαντα, καὶ καθ᾽ οὓς συγκρατεῖται, τῆς ἀπ᾽ αὐτοῦ προνοίας μέχρι τῶν μικροτάτων διικνουμένης, καὶ καθ᾽ οὓς μετὰ τὴν ὧδε οἰκονομίαν ὑπὸ τὴν κρίσιν ἀχθήσεται. Ὁ τρανοῖς καὶ ἀσυγχύτοις λογισμοῖς αὐτός τε θεωρῆσαι τὰ καθ᾽ ἕκαστον δυνηθεὶς, καὶ μετὰ τὸ αὐτὸς τεθεωρηκέναι, δυνάμενος καὶ ἑτέροις τὰ περὶ τῆς ἀγαθότητος τοῦ Θεοῦ καὶ τῆς δικαίας κρίσεως αὐτοῦ παραστῆσαι, οὗτός ἐστιν ὁ φέρων τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, καὶ ὁ τῷ ἁρμόζοντι τῇ τοιαύτῃ θεωρίᾳ κεχρημένος βίῳ. Τοῦ γὰρ τοιούτου λάμπει τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ λόγῳ καὶ ἔργῳ καὶ διὰ παντοδαπῶν ἀνδραγαθημάτων δοξαζομένου τοῦ ἐν οὐρανοῖς Πατρός.

Οὐ φέρει δὲ τῷ Κυρίῳ δόξαν καὶ τιμὴν ὁ περὶ τὴν ἀνθρωπίνην ἐπτοημένος δόξαν· οὐδὲ ὁ τιμῶν ἀργύριον· οὐδὲ ὁ τὰς ἡδονὰς τιμῶν τοῦ σώματος· οὐδὲ ὁ θαυμάζων τὰ ἀλλότρια τῆς θεοσεβείας δόγματα. Ὥσπερ γὰρ διὰ τῶν ἀγαθῶν ἔργων δόξαν φέρομεν τῷ Κυρίῳ, οὕτω διὰ τῶν πονηρῶν ἔργων τὸ ἐναντίον. Τοῖς γὰρ ἁμαρτάνουσι τί λέγει; Τὸ ὄνομά μου δι᾽ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι.

Καὶ πάλιν ὁ Ἀπόστολος· Διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Ὕβρις γάρ ἐστι τῷ νομοθέτῃ ἡ τῶν νόμων ὑπεροψία καὶ καταφρόνησις. Καὶ οἰκίας κακῶς οἰκουμένης ἐν ᾗ θυμὸς καὶ κραυγὴ, ὕβρις καὶ γέλως, τρυφὴ καὶ ἀσωτία, ἀκαθαρσία καὶ ἀσέλγεια, ἐπὶ τὸν κρατοῦντα αὐτῆς ἡ ἀτιμία καὶ ἡ αἰσχύνη τῶν γινομένων ἐπάνεισιν. Ἀκόλουθον δὲ νοεῖν ἡμᾶς, ὅτι, ὥσπερ ἐν τοῖς ἀγαθοῖς ἔργοις δοξάζεται ὁ Θεὸς, οὕτως ἐν τοῖς πονηροῖς δοξάζεται ὁ ἐχθρός. Ὅταν γὰρ, ἄρας τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω μέλη πόρνης, μετήνεγκα τὴν δόξαν ἐπὶ τὸν ἀπολλύντα με ἀπὸ τοῦ σώζοντός με. Καὶ ὁ ἄπιστος μεταλλάσσει τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν εἰκόνι φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων καὶ ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς. Καὶ ὁ σεβόμενος καὶ ὁ λατρεύων τῇ κτίσει παρὰ τὸν κτίσαντα, οὐ τῷ Θεῷ φέρει δόξαν, ἀλλὰ τοῖς κτίσμασιν. Ὥστε ὁ κτίσμα λέγων τι, εἶτα προσκυνῶν, γνωριζέτω ἑαυτοῦ τὴν μερίδα μεθ᾽ ἧς τετάξεται. Φοβηθῶμεν οὖν μὴ, δόξαν καὶ καύχημα διὰ τῆς ἁμαρτίας ἡμῶν τῷ διαβόλῳ προσφέροντες, μετ᾽ αὐτοῦ τῇ αἰωνίᾳ αἰσχύνῃ παραδοθῶμεν. Ὅτι γὰρ ἡ ἁμαρτία ἡμῶν δόξα τῷ ἐνεργοῦντι αὐτὴν ἐν ἡμῖν γίνεται, νόησον δι᾽ εἰκόνος τὸ λεγόμενον. Δύο στρατηγῶν ἀντεπιόντων ἀλλήλοις, ὅταν μὲν τοῦτο νικᾷ τὸ τάγμα, ὁ στρατοπεδάρχης αὐτοῦ τὴν δόξαν φέρεται· ὅταν δὲ τὸ ἐναντίον ἐπικρατῇ, ἐπ᾽ ἐκεῖνον πάλιν ἡ τιμὴ μεταπίπτει.

Οὕτως ἐν μὲν τοῖς ἀγαθοῖς σου ἔργοις Κύριός ἐστιν ὁ δοξαζόμενος, ἐν δὲ τοῖς ἐναντίοις ὁ ἐναντίος. Καὶ μὴ μακράν μοι περινόει τοὺς πολεμίους, μηδὲ πόῤῥωθεν ἀποσκόπει τοὺς στρατηγούς· ἀλλὰ σεαυτὸν ἐπίσκεψαι, καὶ πᾶσαν τὴν ἀλήθειαν τῆς εἰκόνος εὑρήσεις.

Ὅταν γὰρ νοῦς παλαίῃ τῷ πάθει, ἐὰν μὲν δι᾽ εὐτονίας καὶ προσεχείας ἐπικρατῇ, φέρεται κατὰ τοῦ πάθους τὰ νικητήρια, καὶ οἱονεὶ στεφανοῖ δι᾽ ἑαυτοῦ τὸν Θεόν. Ὅταν δὲ καταμαλακισθεὶς ὑποκύψῃ τῇ ἡδονῇ, δοῦλος καὶ αἰχμάλωτος ταῖς ἁμαρτίαις γενόμενος, καύχημα καὶ ἔπαρσιν καὶ ὑπερηφανίας προστίθησι τῷ ἐχθρῷ.

Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Μετὰ τὴν καρποφορίαν τῶν ἐπιζητουμένων, ἀναγκαία ἡ προσκύνησις. Προσκύνησις δὲ ἡ οὐκ ἔξω τῆς Ἐκκλησίας, ἀλλ᾽ ἐν αὐτῇ τῇ αὐλῇ τοῦ Θεοῦ τελουμένη. Μή μοι, φησὶν, ἰδίας αὐλὰς καὶ συναγωγὰς ἐπινοεῖτε. Μία ἐστὶν αὐλὴ ἁγία τοῦ Θεοῦ. Ἦν αὐλὴ πρότερον ἡ τῶν Ἰουδαίων συναγωγή· ἀλλὰ μετὰ τὴν εἰς Χριστὸν ἁμαρτίαν ἐγένετο ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη.

Διὰ τοῦτο καὶ ὁ Κύριος· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. Τοὺς ἀπὸ τῶν ἐθνῶν προωρισμένους εἰς σωτηρίαν λέγων, δείκνυσιν ἰδίαν αὐλὴν παρὰ τὴν τῶν Ἰουδαίων. Οὐ τοίνυν ἔξω τῆς ἁγίας ταύτης αὐλῆς προσκυνεῖν προσῆκε τῷ Θεῷ, ἀλλ᾽ ἔνδον αὐτῆς γενόμενον· ἵνα μὴ ἔξω τις αὐτῆς ὢν, μηδὲ ἑλκόμενος ὑπὸ τῶν ἔξω, ἀπολέσῃ τὸ εἶναι ἐν αὐλῇ Κυρίου. Πολλοὶ γὰρ ἑστᾶσιν ἐν σχήματι μὲν προσευχῆς, οὔκ εἰσι δὲ ἐν τῇ αὐλῇ, διὰ τὴν τοῦ νοῦ περιφορὰν καὶ τὸν ἀφελκυσμὸν τῆς διανοίας αὐτῶν ὑπὸ τῆς ἐν τῇ ματαιότητι μερίμνης.

Δυνατὸν δὲ αὐλὴν ἔτι ἐπαναβεβηκότως νοῆσαι τὴν ἐπουράνιον διαγωγήν. Διὰ τοῦτο οἱ Πεφυτευμένοι ἐνταῦθα ἐν τῷ οἴκῳ Κυρίου, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, ἐκεῖ Ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ὁ δὲ θεοποιῶν κοιλίαν, ἢ δόξαν, ἢ ἀργύριον, ἢ ἄλλο τι, ὃ πάντων μᾶλλον τετίμηκεν, οὔτε προσκυνεῖ τῷ Κυρίῳ, οὔτε ἐν τῇ αὐλῇ ἐστι τῇ ἁγίᾳ, κἂν ἄξιος τῶν αἰσθητῶν συνάξεων εἶναι δοκῇ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Πολλαχοῦ ἂν εὕροις τὸ τῆς φωνῆς ὄνομα κείμενον. Ὥστε ὑπὲρ τοῦ νοῆσαι, τίς ἐστι τοῦ Κυρίου ἡ φωνὴ, ἄξιόν ἐστι συναγαγεῖν ἡμᾶς κατὰ τὸ δυνατὸν ἐκ τῆς θείας Γραφῆς τὰ γεγραμμένα περὶ φωνῆς· ὡς ἐν τῷ πρὸς Ἀβραὰμ χρηματισμῷ· Καὶ εὐθέως φωνὴ ἐγένετο λέγουσα· Οὐ κληρονομήσει σε οὗτος· καὶ ἐπὶ Μωϋσεῖ· Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας· καὶ παρὰ τῷ Ἡσαΐᾳ πάλιν· Φωνὴ λέγοντος· Βόησον.

Ἡ μὲν οὖν παρ᾽ ἡμῖν φωνὴ ἢ ἀήρ ἐστι πεπληγμένος, ἢ τὸ γινόμενον εἶδος περὶ τὸν ἀέρα, πρὸς ὃ βούλεται τυποῦν ὁ ἐκφωνῶν. Τί οὖν ἡ φωνὴ τοῦ Κυρίου; πότερον πληγὴ περὶ τὸν ἀέρα νοοῖτο; ἢ ἀὴρ πεπληγμένος φθάνων μέχρι τῆς ἀκοῆς τοῦ πρὸς ὃν γίνεται ἡ φωνή; Ἢ οὐδέτερον τούτων, ἀλλ᾽ ἑτερογενής τίς ἐστιν αὕτη, φαντασιουμένου τοῦ ἡγεμονικοῦ τῶν ἀνθρώπων οὓς ἂν ἀκούειν βούληται τῆς ἰδίας φωνῆς ὁ Θεός· ὥστε ἀναλογίαν ἔχειν τὴν φαντασίαν ταύτην πρὸς τὴν ἐν τοῖς ὀνείροις γινομένην πολλάκις.

Ὥσπερ γὰρ, οὐ πληττομένου τοῦ ἀέρος, λαμβάνομέν τινα ἐν ταῖς καθ᾽ ὕπνον φαντασίαις ῥημάτων τινῶν καὶ φθόγγων μνήμην, οὐ διὰ τῆς ἀκοῆς δεξάμενοι τὴν φωνὴν, ἀλλ᾽ αὐτῆς τῆς καρδίας ἡμῶν τυπωθείσης· τοιαύτην τινὰ χρὴ νομίζειν καὶ τὴν παρὰ τοῦ Θεοῦ φωνὴν ἐγγίνεσθαι τοῖς προφήταις. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ὡς μὲν πρὸς τὸ αἰσθητὸν, ἐπειδὴ αἱ νεφέλαι, ἐπειδὰν ὕδατος ὦσι πλήρεις, ἦχον καὶ ψόφον ἀποτελοῦσι συγκρουόμεναι πρὸς ἀλλήλας, Φωνὴ, φησὶ, Κυρίου ἐπὶ τῶν ὑδάτων. Ἀλλὰ καὶ εἴ που ψόφος ὑδάτων περιῤῥηγνυμένων τισὶ τῶν ἀντιτύπων γίγνοιτο, καὶ εἰ ἡ θάλασσα πνεύμασι ταρασσομένη κυμαίνοιτο, καὶ βίαιον ἦχον ἐκπέμποι, τὰ ἄψυχα ταῦτα τὴν παρὰ τοῦ Κυρίου ἔχει φωνὴν, δεικνύντος τοῦ λόγου, ὅτι πᾶσα ἡ κτίσις μονονουχὶ βοᾷ τὸν ἑαυτῆς δημιουργὸν ἀναγγέλλουσα. Κἂν βροντὴ δὲ ἀπὸ νεφῶν ἐκραγῇ, οὐκ ἄλλο τι χρὴ νομίζειν, ἢ ὅτι ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, καὶ ὅτι Κύριός ἐστιν ὁ τὴν ὑγρὰν φύσιν συνέχων δι᾽ ἑαυτοῦ. Κύριος ἐπὶ ὑδάτων πολλῶν. Μεμαθήκαμεν γὰρ ἐν τῇ κοσμογενείᾳ ὕδωρ ἐπάνω τῶν οὐρανῶν, ὕδωρ πάλιν τὸ τῆς ἀβύσσου, ἕτερον τὰ συστήματα τῶν θαλασσῶν. Τίς οὖν ἐστιν ὁ συγκρατῶν ταῦτα, καὶ μὴ ἐῶν αὐτὰ τῇ φυσικῇ ῥοπῇ φέρεσθαι πρὸς τὰ κάτω, ἢ ὁ Κύριος ὁ τοῖς πᾶσιν ἐμβεβηκὼς, ὃς καὶ τῶν ὑδάτων ἔχει τὸ κράτος;

Τάχα δὲ καὶ μυστικώτερον, Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὅτε βαπτισθέντι τῷ Ἰησοῦ ἐγένετο ἄνωθεν φωνὴ, ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Τότε γὰρ ὁ Κύριος μὲν ἦν ἐπὶ ὑδάτων πολλῶν, ἁγιάζων τὰ ὕδατα διὰ τοῦ βαπτίσματος· ὁ δὲ Θεὸς τῆς δόξης τῇ μεγαλοφωνίᾳ τῆς μαρτυρίας ἄνωθεν ἐπεβρόντησε. Καὶ τοῖς βαπτιζομένοις δὲ ἡ παρὰ τοῦ Κυρίου καταλειφθεῖσα φωνὴ ἐπιλέγεται· Πορευθέντες γὰρ, φησὶ, βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.

Φωνὴ οὖν Κυρίου ἐπὶ τῶν ὑδάτων. Συνίσταται δὲ ἡ βροντὴ, ὅταν πνεῦμα ξηρὸν καὶ βίαιον κοιλότησι νεφέλης ἐναποληφθὲν, καὶ ὑπὸ εὐτονίας τοῖς κοιλώμασι τῶν νεφῶν ἐνστρεφόμενον, ζητῇ διέξοδον πρὸς τὰ ἔξω. Ἀντέχουσαι μὲν οὖν ὑπὸ τῆς ἄγαν πιλήσεως αἱ νεφέλαι, τὸν τραχὺν ἐκεῖνον ἐκ τῆς τοῦ πνεύματος παρατρίψεως ἀποτελοῦσιν ἦχον· ἐπειδὰν δὲ ὥσπερ πομφόλυγες περιταθεῖσαι τῷ πνεύματι ἐπιπλέον ἀντέχειν καὶ στέγειν ἀδυνατήσωσι, βιαίως ἀποῤῥηγνύμεναι καὶ πρὸς τὴν ἔξω ἀναπνοὴν διεῖσαι τὸ πνεῦμα, τοὺς κατὰ τὰς βροντὰς ἀποτελοῦσι ψόφους. Τοῦτο δὲ καὶ ἀστραπὴν ἐργάζεσθαι πέφυκε. Κύριος οὖν ἐστιν ὁ καὶ ἐπὶ τῶν ὑδάτων ὢν, καὶ ὁ τοὺς μεγάλους ψόφους τῆς βροντῆς ἐνεργῶν, ἐν ἀπαλῇ τοῦ ἀέρος φύσει τοσαύτην ψόφου ὑπερβολὴν ἐργαζόμενος. Δυνατὸν δέ σοι καὶ κατὰ τὸν ἐκκλησιαστικὸν λόγον τὴν μετὰ τὸ βάπτισμα γινομένην ἐκ τῆς μεγαλοφωνίας τοῦ Εὐαγγελίου ἐν ταῖς ψυχαῖς τῶν ἤδη τελειουμένων παράδοσιν βροντὴν ὀνομάζειν.

Ὅτι γὰρ βροντὴ τὸ Εὐαγγέλιον, δηλοῦσιν οἱ παρὰ τοῦ Κυρίου μετονομασθέντες μαθηταὶ καὶ υἱοὶ βροντῆς χρηματίζοντες. Διὰ τοῦτο οὐκ ἐν τῷ τυχόντι τῆς τοιαύτης βροντῆς ἡ φωνὴ, ἀλλ᾽ ἐάν τις ἄξιος ᾖ ὀνομάζεσθαι τροχός. Φωνὴ γὰρ τῆς βροντῆς σου, φησὶν, ἐν τῷ τροχῷ. Ἐάν τις ᾖ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, ὥσπερ ὁ τροχὸς, ὀλίγῳ μέρει τῆς γῆς ἐφαπτόμενος, καὶ ὅλως τοιοῦτος, ὁποῖος ἦν περὶ οὗ ἔλεγεν Ἰεζεκιήλ· Καὶ εἶδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ γῆς ἐχόμενος τῶν ζώων τοῖς τέσσαρσι, καὶ τὸ εἶδος αὐτῶν καὶ ἡ ποίησις αὐτῶν ὡς εἶδος Θαρσεῖς.

Ὁ Θεὸς οὖν τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν. Ὕδατά εἰσι καὶ οἱ ἅγιοι, διότι ποταμοὶ ῥέουσιν ἐκ τῆς κοιλίας αὐτῶν, τουτέστι, πνευματικὴ διδασκαλία ἄρδουσα τὰς ψυχὰς τῶν ἀκουόντων. Καὶ πάλιν, λαμβάνουσιν ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον, ὅπερ γίνεται ἐν τοῖς καλῶς λαβοῦσι πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἐπὶ τῶν τοιούτων οὖν ὑδάτων ὁ Κύριος. Μνήσθητι δὲ καὶ τῆς ἱστορίας Ἠλίου, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἔτη τρία καὶ μῆνας ἕξ· ὅτε, αἰθρίας οὔσης ἐπὶ τὴν κορυφὴν τοῦ Καρμήλου, ἤκουσε φωνῆς ὑδάτων πολλῶν· εἶτα ἐπηκολούθησε τὸ καὶ βροντὴν γενέσθαι ἐκ νεφελῶν καὶ ὕδωρ ῥυῆναι. Κύριος οὖν ἐπὶ ὑδάτων πολλῶν. Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ὥσπερ ἐν τῷ τροχῷ ἡ φωνὴ γίνεται, οὕτως ἐν ἰσχύϊ ἡ φωνὴ συνίσταται τοῦ Κυρίου. Ὁ γὰρ πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ, οὗτος ἀκούει τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ποιεῖ. Φωνὴ οὖν Κυρίου, οὐκ ἐν τῇ ἀσθενεῖ καὶ ἐκλελυμένῃ ψυχῇ, ἀλλ᾽ ἐν τῇ εὐτόνως καὶ ἰσχυρῶς κατεργαζομένῃ τὸ ἀγαθόν. Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Ἡ μεγαλοπρέπεια ἀρετή ἐστιν ἐκπρεπῶς μεγάλη. Ὁ οὖν πρεπόντως ἀποδιδοὺς τὰς περὶ τῶν μεγάλων πράξεων ἐνεργείας, ὁ τοιοῦτος ἀκούει μεγαλοπρεπής.

Ὅταν οὖν ψυχὴ ἀδούλωτος ᾖ τῷ φρονήματι τῆς σαρκὸς, μέγεθος δὲ καὶ ἀξίωμα πρέπον ἑαυτῇ ἐκ τῆς συναισθήσεως τῶν προσόντων αὐτῇ ἀπὸ Θεοῦ ἀναλάβῃ, ἐν ταύτῃ γίνεται ἡ φωνὴ τοῦ Κυρίου. Οἱ οὖν μεγαλοφυεῖς μὲν ἔχοντες τὰς περὶ Θεοῦ ἐννοίας, ὑψηλῶς δὲ τεθεωρηκότες τοὺς περὶ κτίσεως λόγους, καὶ δυνηθέντες ἐπὶ ποσὸν γοῦν ἐπιβαλεῖν τῷ ἀγαθῷ τῆς τοῦ Θεοῦ προνοίας, καὶ προσέτι ἐν ταῖς δαπάναις ἀφειδεῖς, καὶ μεγαλόδωροι ἐν τῷ τὰς τῶν ἀδελφῶν χρείας ἐπανορθοῦσθαι, οὗτοί εἰσιν οἱ μεγαλοπρεπεῖς, ἐν οἷς ἡ φωνὴ τοῦ Κυρίου ἐμπολιτεύεται. Τῷ ὄντι γὰρ ὁ μεγαλοπρεπὴς ὑπερορᾷ πάντα τὰ σωματικὰ, οὐδενὸς εἶναι ἄξια κρίνων λόγου τῇ παραθέσει τῶν ἀοράτων. Τὸν μεγαλοπρεπῆ οὐδεμία λυπήσει περίστασις· οὐδὲ ὅλως πάθος τι αὐτὸν ἐκταράξει, οὐδὲ ἀνθρωπαρίων φαύλων καὶ εὐκαταφρονήτων ἁμαρτήματα κινήσει· οὐδὲ ἀκαθαρσία τῆς σαρκὸς αὐτὸν ταπεινώσει. Δυσπρόσιτος γάρ ἐστι τοῖς ταπεινωτικοῖς πάθεσιν, οὐδὲ προσβλέπειν αὐτῷ δυναμένοις διὰ τὸ ὕψος τῆς γνώμης. Λέγεται δέ τις καὶ Θεοῦ μεγαλοπρέπεια· ὡς τὸ, Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Οἱ οὖν τὰ μεγάλα περὶ Θεοῦ δοξάζοντες, οὗτοι ὑπεραίρουσιν αὐτοῦ τὴν μεγαλοπρέπειαν.

Φωνὴ Κυρίου συντρίβοντος κέδρους. Ἡ κέδρος ποτὲ μὲν ὡς μόνιμον, καὶ σήψεως βέλτιον, καὶ εὐῶδες, καὶ σκέπην ἱκανὸν παρέχεσθαι παρὰ τῆς Γραφῆς ἐπαινεῖται· ποτὲ δὲ ὡς ἄκαρπον καὶ δυσκαμπὲς διαβάλλεται, ὡς καὶ εἰκόνα πληροῦν τοῦ ἀσεβοῦς.

Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Καθ᾽ ὃ τὸ σημαινόμενον καὶ νῦν παρελήφθη. Ἡ γὰρ φωνὴ τοῦ Κυρίου συντρίβει κέδρους. Ὥσπερ γὰρ ἐν τῇ μεγαλοπρεπεῖ ψυχῇ γίνεται, οὕτω τοὺς εἰκῆ φυσιουμένους, τοὺς ἐπαίροντας ἑαυτοὺς ἐν τοῖς νομιζομένοις ὑψώμασι τοῦ κόσμου τούτου, πλούτου, ἢ δόξης, ἢ δυναστείας, ἢ κάλλους σώματος, ἢ δυνάμεως, ἢ ἰσχύος. συντρίβειν λέγεται. Καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Οἱ τοῖς ἀλλοτρίοις πράγμασιν ἐπιβαίνοντες, καὶ ἀπ᾽ ἐκείνων ἑαυτοῖς τὴν ἀλαζονείαν συνάγοντες, οὗτοί εἰσι κέδροι τοῦ Λιβάνου. Ὥσπερ γὰρ αἱ κέδροι, καθ᾽ ἑαυτὰς οὖσαι ὑψηλαὶ, τῷ ἐπ᾽ ὄρους ὑψηλοῦ πεφυκέναι, ἐκ τῆς προσθήκης τοῦ ὄρους περιφανέστεραι γίνονται· οὕτω καὶ οἱ τοῖς φθαρτοῖς τοῦ κόσμου πράγμασιν ἐπερειδόμενοι κέδροι μέν εἰσι διὰ τὴν ἀλαζονείαν καὶ τὸ τῆς διανοίας ἔπαρμα, Λιβάνου δὲ κέδροι προσαγορεύονται, διὰ τὸ τῷ ἀλλοτρίῳ ὑψώματι ἐπαγάλλεσθαι, καὶ ὑπὸ γῆς καὶ τῶν γηίνων πραγμάτων, οἷον ὑπὸ τῆς κορυφῆς τοῦ Λιβάνου, πρὸς ἀλαζονείαν ἐπαίρεσθαι.

Οὐ πάσας δὲ τὰς κέδρους συντρίβει ὁ Κύριος, ἀλλὰ τὰς τοῦ Λιβάνου. Ἐπειδὴ γὰρ εἰδωλολατρείας τόπος ὁ Λίβανος, ὅσαι ψυχαὶ ἐπαίρονται κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, αὗται τοῦ Λιβάνου ὀνομάζονται, καὶ συντριβῆς ἀξιοῦνται. Εἰσὶ γάρ τινες κέδροι τοῦ Θεοῦ, ἃς αἱ ἀναδενδράδες τῆς ἀπ᾽ Αἰγύπτου μετατεθείσης ἀμπέλου καλύπτουσιν, ὡς ἐν Ψαλμοῖς μεμαθήκαμεν· Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἐπεὶ οὖν μετὰ τῶν ἄλλων τῶν περὶ Χριστοῦ ἐννοιῶν καὶ ἄμπελος ὁ Κύριος ἡμῶν λέγεται· Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· κέδροι εἰσὶ τοῦ Θεοῦ οἱ τέως μὲν ἄκαρποι καὶ πρὸς καῦσιν ἐπιτήδειοι, ὑπελθόντες δὲ τὴν σκέπην τοῦ Χριστοῦ, καὶ οἱονεὶ ἐνδυσάμενοι αὐτὸν, ἐκ τῆς παρ᾽ αὐτοῦ χάριτος τὸ ἄκαρπον τῆς ἑαυτῶν ζωῆς συγκαλύπτουσι. Τὰς μὲν οὖν κέδρους τοῦ Θεοῦ ἀναδενδράδες εὔκαρποι περιπλακεῖσαι φυλάττουσι· τὰς δὲ κέδρους τοῦ Λιβάνου συντρίβει ὁ Κύριος. Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον. Μνήσθητι τοῦ μόσχου τοῦ ἐν τῇ Ἐξόδῳ, ὃν κατὰ τὴν εἰδωλολατρείαν ἀνέπλασαν, ὃν ἐλέπτυνε Μωϋσῆς καὶ ἐπότισε τὸν λαόν. Ἐκείνῳ τοίνυν τῷ μόσχῳ παραπλησίως ὅλον τὸν Λίβανον καὶ τὴν ἐν αὐτῷ κρατοῦσαν συνήθειαν τῆς εἰδωλολατρείας ἐξαφανίσει. Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.

Ὁ μονογενὴς Υἱὸς, ὁ διδοὺς ζωὴν τῷ κόσμῳ, ὅταν μὲν προσφέρῃ θυσίαν καὶ προσφορὰν ἑαυτὸν τῷ Θεῷ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀμνὸς ὀνομάζεται τοῦ Θεοῦ καὶ πρόβατον. Ἴδε γὰρ, φησὶν, ὁ ἀμνὸς τοῦ Θεοῦ· καὶ πάλιν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Ὅταν δὲ ἀμύνασθαι δέῃ καὶ καθελεῖν τὴν δυναστείαν τὴν ἐπιφυομένην τῷ γένει τῶν ἀνθρώπων, ἐκτεθηριωμένην τινὰ καὶ ἀπηγριωμένην δύναμιν, τότε υἱὸς μονοκερώτων ὀνομάζεται. Ζῶον γὰρ, ὡς ἐν τῷ Ἰὼβ μεμαθήκαμεν, ὁ μονόκερώς ἐστιν ἄμαχον τὴν δύναμιν, ἀνυπότακτον τοῖς ἀνθρώποις.

Οὐ γὰρ δήσεις αὐτὸν, φησὶν, ἱμάντι, οὐδὲ κοιμηθήσεται ἐπὶ φάτνης. Καὶ πολλὰ περὶ τοῦ ἐλευθεριάζειν τὸ ζῶον καὶ μὴ ὑπείκειν τοῖς ἀνθρώποις ἐν ἐκείνῳ τῷ μέρει τῆς προφητείας εἴρηται. Καὶ παρατετήρηται, ὅτι ἐπ᾽ ἀμφότερα κέχρηται τῇ εἰκόνι τοῦ μονοκέρωτος ἡ Γραφή· ποτὲ μὲν ἐπαινετῶς, ἄλλοτε δὲ διαβεβλημένως. Ῥῦσαι γὰρ, φησὶν, ἐκ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Τὸν πολεμοποιὸν λαὸν διαβάλλων ταῦτά φησι παρὰ τὸν καιρὸν τοῦ πάθους ἐπαναστάντα αὐτῷ. Πάλιν δὲ, Ὑψωθήσεται, φησὶν, ὡς μονοκέρωτος τὸ κέρας μου.

Ἔοικεν οὖν διὰ μὲν τὸ ἀμυντικὸν τοῦ ζώου ἐπὶ τὴν τῶν χειρόνων εἰκασίαν πολλάκις παραλαμβάνεσθαι, διὰ δὲ τὸ ὑψίκερων καὶ ἐλευθέριον πρὸς τὴν τοῦ βελτίονος ἄγεσθαι εἰκασίαν. Καὶ ὅλως, ἐπειδὴ τὸ κέρας ὑπὸ τῆς Γραφῆς ἀντὶ τῆς δόξης πολλαχοῦ παρειλημμένον ἔστιν εὑρεῖν, ὡς τὸ, Ὑψώσει κέρας λαοῦ αὐτοῦ· καὶ, Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ· ἢ καὶ ἐπειδὴ τὸ κέρας ἀντὶ δυνάμεως πολλάκις παραλαμβάνεται· ὡς τὸ, Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου· Χριστὸς δὲ Θεοῦ δύναμις· διὰ τοῦτο ὡς ἓν ἔχων κέρας, τουτέστι μίαν δύναμιν ἔχων τὴν τοῦ Πατρὸς, μονόκερως προσηγόρευται.

Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Διεκόπη μὲν καὶ κατὰ τὴν ἱστορίαν τῶν παίδων τῶν τριῶν ἐν τῇ Βαβυλωνίᾳ ἡ φλὸξ τοῦ πυρὸς, ὅτε ὑπερεξεχύθη μὲν τεσσαρακονταεννέα πήχεις ἡ κάμινος, ἐνεπύριζε δὲ τοὺς κύκλῳ πάντας· διακοπεῖσα δὲ τῷ προστάγματι τοῦ Θεοῦ, πνεῦμα ἐδέξατο ἐν ἑαυτῇ, ἡδίστην ἀναπνοὴν καὶ ἀνάψυξιν, ὥσπερ ἐν σκιᾷ τινι φυτῶν, ἐν εἰρηνικῇ καταστάσει παρεχομένη τοῖς παισίν. Ἐγένετο γὰρ, φησὶν, ὡσεὶ πνεῦμα δρόσου διασυρίζον. Καὶ θαυμαστότερόν γε πολλῷ πυρὸς φύσιν διακοπῆναι, ἢ καταδιαιρεθῆναι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Ἀλλ᾽ ὅμως ἡ φωνὴ τοῦ Κυρίου καὶ τὸ συνεχὲς τῇ φύσει καὶ ἡνωμένον τοῦ πυρὸς διακόπτει. Καίτοι ἄτμητον καὶ ἀδιαίρετον ἐπινοίαις ἀνθρωπίναις τὸ πῦρ εἶναι δοκεῖ, ἀλλ᾽ ὅμως προστάγματι Κυρίου διακόπτεται καὶ διίσταται.

Οἶμαι δὲ, ὅτι τὸ πῦρ τὸ ἡτοιμασμένον εἰς κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ διακόπτεται τῇ φωνῇ τοῦ Κυρίου· ἵνα, ἐπειδὴ δύο εἰσὶν ἐν τῷ πυρὶ δυνάμεις, ἥ τε καυστικὴ καὶ ἡ φωτιστικὴ, τὸ μὲν δριμὺ καὶ κολαστικὸν τοῦ πυρὸς τοῖς ἀξίοις τῆς καύσεως προσαπομείνῃ, τὸ δὲ φωτιστικὸν αὐτοῦ καὶ λαμπρὸν τῇ φαιδρότητι τῶν εὐφραινομένων ἀποκληρωθῇ.

Φωνὴ οὖν Κυρίου διακόπτοντος φλόγα πυρὸς καὶ μερίζοντος, ὡς ἀλαμπὲς μὲν εἶναι τὸ πῦρ τῆς κολάσεως, ἄκαυστον δὲ τὸ φῶς τῆς ἀναπαύσεως ἀπομεῖναι. Φωνὴ Κυρίου συσσείοντος ἔρημον. Ἐπ᾽ εὐεργεσίᾳ τῆς ἐρήμου ὁ συσσεισμὸς αὐτῇ παρὰ τοῦ Κυρίου οἰκονομεῖται, ἵνα, μεταβαλοῦσα ἀπὸ τοῦ ἔρημος εἶναι, γένηται γῆ κατοικουμένη, καὶ ἀποθεμένη τὸ τῆς ἀτεκνίας ὄνειδος, τῆς πολυπαιδίας λάβῃ τὸν ἔπαινον (Πολλὰ γὰρ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα), καὶ τῶν ὑδάτων τοῦ πνεύματος πληρωθεῖσα, γένηται ἡ πρὸ τούτου ἔρημος εἰς λίμνας ὑδάτων. Καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Οὐ πᾶσαν οὖν ἔρημον ὁ Κύριος συσσείσει, ἀλλὰ τὴν Κάδης, τουτέστι, τὸν ἁγιασμόν· Κάδης γὰρ ἁγιασμὸς ἑρμηνεύεται. Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους. Ὁμότιμα χρὴ τοῖς προάγουσιν ἀποδοθῆναι καὶ τὰ περὶ τοῦ καταρτισμοῦ τῶν ἐλάφων, ὃν ἡ φωνὴ τοῦ Κυρίου ἐνεργεῖ.

Ἐπεὶ τοίνυν ἡ ἔλαφος τοιαύτης ἔτυχε τῆς κατασκευῆς ὡς κρείττων εἶναι τῆς ἐκ τῶν ἑρπετῶν βλάβης, ἀλλὰ καὶ καθαρτήριον αὐτῇ ἐστιν, ὥς φασιν οἱ τὰ τοιαῦτα τετηρηκότες, τὸ τῆς ἐχίδνης βρῶμα, πάντα δὲ τὰ ἰοβόλα πρὸς τὴν τῶν πονηρῶν καὶ ἀντικειμένων δυνάμεων εἰκόνα λαμβάνεται (τοῦ Κυρίου λέγοντος· Δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ τοῦ ψαλμοῦ πάλιν ἐπαγγελλομένου τῷ προφήτῃ, ὅτι Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ)· ἀνάγκη, ὅταν ἐλάφου ὄνομα ἀκούωμεν ἐν τῇ Γραφῇ, πρὸς τὴν βελτίονα εἰκόνα τὸν λόγον ἕλκειν. Ὄρη γὰρ τὰ ὑψηλὰ ταῖς ἐλάφοις· καὶ, Ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.

Ἐπεὶ οὖν καὶ πᾶς δίκαιος ἐν ὑψηλοῖς ἔχει τὴν διατριβὴν, Κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ πρὸς τὰς ποτίμους πηγὰς ἀνατρέχει, τὰς πρώτας ἀρχὰς τῆς θεολογίας ἀναζητῶν. Ἕλκει δὲ ἡ ἔλαφος τῇ ἀναπνοῇ τοῦ στόματος τὰ φωλεύοντα τῶν ἰοβόλων, καὶ ἀπὸ τῶν καταδύσεων ἐξάγει τῇ βίᾳ τοῦ πνεύματος. Ὥσπερ οὖν ἀετὸς λέγεται ὁ ἅγιος διὰ τὸ μετεωροπόρον, καὶ διὰ τὸ διηρμένον ἀπὸ γῆς ἐπὶ πλεῖον· καὶ ὡς πρόβατον διὰ τὸ ἥμερον καὶ μεταδοτικὸν ὧν ἔχει· καὶ κριὸς διὰ τὸ ἡγεμονικόν· καὶ περιστερὰ διὰ τὸ ἄκακον· οὕτω καὶ ἔλαφος διὰ τὴν πρὸς τὰ πονηρὰ ἐναντίωσιν. Διὸ καὶ ὁ Σολομών φησιν· Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· διδάσκων ἡμᾶς τοὺς προειρημένους ἐλάφους ἐπιτηδείους εἶναι πρὸς θεολογίας διδασκαλίαν.

Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους. Ὅταν οὖν ἴδωμέν τινα ἅνθρωπον Θεοῦ τέλειον καὶ κατηρτισμένον, τὴν ἀπὸ τῆς ὁμιλίας αὐτοῦ ὠφέλειαν μεταδιώκωμεν. Ὅπου γὰρ ἐλάφου παρουσία, φυγαδεύεται πᾶσα τῶν ἑρπετῶν ἡ κακία. Οὐ γὰρ φέρει τὴν ὀσμὴν τοῦ ζώου τὰ ἰοβόλα, ὅπου γε καὶ τοῖς κέρασιν αὐτῶν ὑποθυμιωμένοις ὑποχωρεῖ. Καὶ ἀποκαλύψει δρυμούς.

Πρῶτον ἡ φωνὴ τοῦ Κυρίου καταρτίζεται τὰς ἐλάφους· ἔπειτα ἀποκαλύπτει δρυμοὺς, τοὺς συμφύτους καὶ ἀπὸ ἀγρίας καὶ ἀκάρπου ὕλης πεπυκνωμένους τόπους, οἷς μάλιστα προσφεύγειν τὰ ἰοβόλα πέφυκεν. Ἐπεὶ οὖν ἤδη τετελείωται διὰ τὸν παρὰ τοῦ Κυρίου γενόμενον καταρτισμὸν ἡ ἔλαφος, ὁ ταύτῃ ὁμοιούμενος δίκαιος ἀποκαλύπτει τοὺς δρυμοὺς, ἵνα γυμνοὶ καὶ ἕτοιμοι παραδοθῶσιν οἱ φθαρτικοὶ τῆς ζωῆς ἡμῶν. Καὶ ἐπειδὴ Πᾶν ξύλον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται ὑπὸ τῆς ἀξίνης, καὶ εἰς πῦρ βάλλεται, ἀναγκαίως οἱ δρυμοὶ ἀνακαθαίρονται, αἱ ὑλώδεις ψυχαὶ, ἐν αἷς, ὥσπερ τινὰ θηρία, τὰ ποικίλα πάθη τῶν ἁμαρτιῶν ἐμφωλεύει, ὑπὸ τοῦ λόγου, ὅς ἐστι τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον.

Ἐπεὶ δὲ πολλοὶ τῶν ἀνθρώπων, πεφορτισμένοι ταῖς βιωτικαῖς μερίμναις, οἷόν τινα γῆν ἀκανθοφόρον τὰς ἑαυτῶν ψυχὰς ἔχουσι, καὶ οὐκ ἐῶσιν αὐτὰς εἰς τὴν τοῦ λόγου καρποφορίαν ἐντρέφεσθαι, ἀποκαλύπτει ὁ Κύριος τοὺς δρυμοὺς, τουτέστι, τὸ ἄσχημον καὶ ἀπρεπὲς καὶ βλαβερὸν τῶν ἐν τῷ βίῳ τούτῳ φροντίδων, ἵνα, τρανωθέντος τοῦ περὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ τόπου, μὴ ἔχωσιν οἱ ἄνθρωποι ὑπὸ ἀμαθίας τὰς περὶ τῶν πραγμάτων κρίσεις ἐνηλλαγμένας.

Πολλοὶ γὰρ τὰ μὲν ἀγαθὰ, ὅταν ἐπίπονα ᾖ, κακὰ νομίζουσι· τὰ δὲ κακὰ διὰ τὴν προσοῦσαν αὐτοῖς ἡδονὴν ὡς ἀγαθὰ μεταδιώκουσι· καὶ ἀμύθητος ἐν ἀνθρώποις ἡ περὶ τὰ τοιαῦτα πλάνη. Ἔστι μὲν οὖν τῆς τῶν ἀγαθῶν φύσεως ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι, ἃ καὶ πρὸς τὸν αἶνον παραλαμβάνεται· τῶν δὲ κακῶν οἱ δρυμοὶ, οὓς, ὑπὲρ τοῦ μὴ ἀπατηθῆναι τοὺς νομίζοντας εὑρήσειν τινὰ καρπὸν χρήσιμον ἐν αὐτοῖς, ἀποκαλύπτει καὶ φανεροῖ ἡ τοῦ Θεοῦ φωνή. Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἀκουέτωσαν τῶν ῥημάτων τοῦ ψαλμοῦ, καὶ ἐντραπήτωσαν οἱ τοῖς μακροῖς λόγοις ἑαυτοὺς ἐπιδιδόντες. Τί φησιν ὁ ψαλμός; Ὁ ἐν τῷ ναῷ τοῦ Θεοῦ γενόμενος οὐ κακολογίαν, οὐ ματαιότητα, οὐκ αἰσχρῶν πραγμάτων γέμοντα ῥήματα ἀπαγγέλλει, ἀλλ᾽ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἑστήκασιν οἱ ἀπογραφόμενοι τὰ ῥήματα ἅγιοι ἄγγελοι· πάρεστιν ὁ Κύριος τὰς διαθέσεις τῶν εἰσιόντων ἐπισκοπῶν. Ἡ προσευχὴ ἑκάστου πεφανέρωται Θεῷ· τίς ἐκ διαθέσεως, τίς ἐπιστημόνως ἐπιζητεῖ τὰ ἐπουράνια· τίς ἀφωσιωμένως ἄκροις τοῖς χείλεσι τὰ ῥήματα φθέγγεται, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπὸ Θεοῦ. Κἂν εὔχηται, ὑγίειαν σαρκὸς, καὶ σωματικὸν πλοῦτον, καὶ δόξαν ἀνθρωπίνην ἐπιζητεῖ. Δεῖ δὲ οὐδὲν τούτων, ὡς ὁ λόγος διδάσκει, ἀλλ᾽ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἀγγέλοις ἔργον δοξολογεῖν Θεόν.

Πάσῃ τῇ στρατιᾷ τῶν ἐπουρανίων ἓν τοῦτο ἔργον, δόξαν ἀναπέμπειν τῷ κτίσαντι. Ἡ κτίσις πᾶσα, ἥ τε σιωπῶσα, καὶ ἡ φθεγγομένη, ἥ τε ὑπερκόσμιος, ἥ τε περίγειος δοξάζει τὸν κτίσαντα. Ἄνθρωποι δὲ ἐλεεινοὶ, καταλιπόντες τοὺς οἴκους καὶ ἐπὶ τὸν ναὸν συνδραμόντες, ὡς δή τι ἑαυτοὺς ὠφελήσοντες, οὐχ ὑπέχουσι τὰς ἀκοὰς λόγοις Θεοῦ, οὐ λαμβάνουσιν αἴσθησιν τῆς ἑαυτῶν φύσεως, οὐ λυποῦνται προληφθέντες ὑπὸ τῆς ἁμαρτίας· οὐ λυποῦνται εἰς μνήμην τῶν ἁμαρτιῶν ἀφικνούμενοι, οὐ τρέμουσι τὴν κρίσιν· ἀλλὰ μειδιῶντες, καὶ τὰς δεξιὰς ἀλλήλοις ἐμβάλλοντες, τόπον μακρολογίας τὸν οἶκον ποιοῦνται τῆς προσευχῆς, παρακούοντες τοῦ ψαλμοῦ τοῦ διαμαρτυρομένου καὶ λέγοντος, ὅτι Ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Σὺ δὲ οὐ μόνον οὐ λέγεις, ἀλλὰ καὶ ἑτέρῳ ἐμπόδιον γίνῃ ἐπιστρέφων πρὸς ἑαυτὸν, καὶ τῷ ἰδίῳ θορύβῳ ὑπερηχῶν τὴν διδασκαλίαν τοῦ Πνεύματος. Ὅρα μή ποτε ἀπέλθῃς, ἀντὶ τοῦ μισθὸν λαβεῖν ἐπὶ δοξολογίᾳ, τοῖς τὸ ὄνομα τοῦ Θεοῦ βλασφημοῦσι συγκαταδικασθείς. Ψαλμὸν ἔχεις, προφητείαν ἔχεις, εὐαγγελικὰ παραγγέλματα, τὰ τῶν ἀποστόλων κηρύγματα. Ἡ γλῶσσα ψαλλέτω, ὁ νοῦς ἐρευνάτω τὴν διάνοιαν τῶν εἰρημένων, ἵνα ψάλλῃς τῷ πνεύματι, ψάλλῃς δὲ καὶ τῷ νοΐ. Μὴ γὰρ δόξης ἐπιδέεται ὁ Θεὸς, ἀλλά σε βούλεται ἄξιον εἶναι τοῦ δοξασθῆναι. Διότι Ὃ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει.

Σπεῖρον δοξολογίαν, ἵνα θερίσῃς στεφάνους καὶ τιμὰς καὶ ἐπαίνους ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ταῦτα οὐκ ἀχρήστως ἐν παρεκβάσει εἴρηται εἰς τὸ, Ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν, διὰ τὸ τοὺς ἐν τῷ ναῷ τοῦ Θεοῦ ἄπαυστα γλωσσαλγοῦντας καὶ ἀνωφελῶς εἰσιόντας· εἴθε δὲ ἀνωφελῶς καὶ μὴ ἐπιβλαβῶς.

Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ. Κατακλυσμὸς ὕδατός ἐστιν ἐπίκλυσις ἐξαφανίζοντος πᾶν τὸ ὑποκείμενον, καὶ καθαρίζοντος ἅπαν τὸ προεῤῥυπωμένον. Τὴν οὖν τοῦ βαπτίσματος χάριν κατακλυσμὸν ὀνομάζει, ὥστε τὴν ἀποπλυναμένην τὰ ἁμαρτήματα ψυχὴν, καὶ ἀποκαθηραμένην τὸν παλαιὸν ἄνθρωπον, ἐπιτηδείαν εἶναι λοιπὸν πρὸς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Συνᾴδει δὲ τούτῳ καὶ τὰ ἐν τῷ τριακοστῷ πρώτῳ ψαλμῷ εἰρημένα. Μετὰ γὰρ τὸ εἰπεῖν, ὅτι Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα· καὶ τὸ, ὅτι Ὑπὲρ αὐτῆς προσεύξεται πρὸς σὲ πᾶς ὅσιος· ἐπήγαγε· Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. Οὐ γὰρ ἐγγιοῦσιν αἱ ἁμαρτίαι τῷ λαβόντι τὸ βάπτισμα τῆς ἀφέσεως τῶν παραπτωμάτων διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος.

Συγγενὲς δὲ τούτῳ καὶ ἐν τῇ προφητείᾳ Μιχαίου εὕρηται· Ὅτι θελητὴς ἐλέους ἐστὶν, ἐπιστρέψει καὶ ἐλεήσει ἡμᾶς· καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης. Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. Τῇ λαμπούσῃ ψυχῇ ἀπὸ τοῦ κατακλυσμοῦ ἐνιδρυθεὶς ὁ Θεὸς, οἱονεὶ θρόνον αὐτὴν ἑαυτῷ ἀπεργάζεται. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει· Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήγῃ.

Ἀπὸ μὲν τοῦ ἁμαρτωλοῦ λαοῦ ἀφελεῖ Κύριος ἰσχύοντα καὶ ἰσχύουσαν, τῷ δὲ δικαιοπραγοῦντι δίδωσιν ἰσχύν. Διότι Τῷ ἔχοντι παντὶ δοθήσεται. Ἐνδυναμωθεὶς δὲ πρὸς τὴν τῶν ἀγαθῶν ἔργων ἐνέργειαν, ἄξιος γίνεται τῆς ἀπὸ τοῦ Θεοῦ εὐλογίας. Ἔοικε δὲ τελειοτάτη τῶν εὐλογιῶν εἶναι ἡ εἰρήνη, εὐστάθειά τις οὖσα τοῦ ἡγεμονικοῦ· ὥστε τὸν εἰρηνικὸν ἄνδρα ἐν τῷ κατεστάλθαι τὰ ἤθη χαρακτηρίζεσθαι· τὸν δὲ πολεμούμενον ὑπὸ τῶν παθῶν μήπω τῆς ἀπὸ Θεοῦ εἰρήνης μετεσχηκέναι, ἣν ὁ Κύριος ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς, ἥτις, ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς ψυχὰς τῶν ἀξίων. Ταύτην καὶ ὁ Ἀπόστολος ἐπεύχεται ταῖς Ἐκκλησίαις, λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Γένοιτο οὖν ἡμῖν καλῶς ἀγωνισαμένοις, καὶ τὸ φρόνημα τῆς σαρκὸς καταστρεψαμένοις, ὅ ἐστιν ἔχθρα εἰς Θεὸν, ἐν γαληνιώσει καὶ ἀκύμονι καταστάσει τῆς ψυχῆς γενομένης, εἰρήνης ἡμᾶς υἱοὺς χρηματίζειν, καὶ τῆς εὐλογίας τοῦ Θεοῦ μετασχεῖν ἐν εἰρήνῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.