Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς Ψαλμούς

Μέγας Βασίλειος

Ερμηνεία εις τον Α΄ Ψαλμό

Ερμηνεία του πρώτου Ψαλμού. Εξετάζεται ο σκοπός της ψαλμωδίας ως μέσου θεραπείας της ψυχής, η έννοια της μακαριότητας, η αποχή από το κακό, η επιλογή μεταξύ αρετής και κακίας και η αλληγορία του βίου ως οδού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 14

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΠΡΩΤΟΝ ΨΑΛΜΟΝ. Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, διὰ τοῦτο συγγραφεῖσα παρὰ τοῦ Πνεύματος, ἵν᾽, ὥσπερ ἐν κοινῷ τῶν ψυχῶν ἰατρείῳ, πάντες ἄνθρωποι τὸ ἴαμα τοῦ οἰκείου πάθους ἕκαστος ἐκλεγώμεθα. Ἴαμα γὰρ, φησὶ, καταπαύσει ἁμαρτίας μεγάλας. Ἄλλα μὲν οὖν προφῆται παιδεύουσι, καὶ ἄλλα ἱστορικοὶ, καὶ ὁ νόμος ἕτερα, καὶ ἄλλα τὸ εἶδος τῆς παροιμιακῆς παραινέσεως. Ἡ δὲ τῶν Ψαλμῶν βίβλος τὸ ἐκ πάντων ὠφέλιμον περιείληφε. Προφητεύει τὰ μέλλοντα· ἱστορίας ὑπομιμνήσκει· νομοθετεῖ τῷ βίῳ· ὑποτίθεται τὰ πρακτέα· καὶ ἁπαξαπλῶς κοινὸν ταμιεῖόν ἐστιν ἀγαθῶν διδαγμάτων, τὸ ἑκάστῳ πρόσφορον κατὰ τὴν ἐπιμέλειαν ἐξευρίσκουσα. Τά τε γὰρ παλαιὰ τραύματα τῶν ψυχῶν ἐξιᾶται, καὶ τῷ νεοτρώτῳ ταχεῖαν ἐπάγει τὴν ἐπανόρθωσιν, καὶ τὸ νενοσηκὸς περιποιεῖται, καὶ τὸ ἀκέραιον διασώζει· καὶ ὅλως ἐξαιρεῖ τὰ πάθη, καθ᾽ ὅσον οἷόν τε, τὰ ποικίλως ταῖς ψυχαῖς ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐνδυναστεύοντα· καὶ τοῦτο μετά τινος ψυχαγωγίας ἐμμελοῦς καὶ ἡδονῆς σώφρονα λογισμὸν ἐμποιούσης.

Ἐπειδὴ γὰρ εἶδε τὸ Πνεῦμα τὸ ἅγιον δυσάγωγον πρὸς ἀρετὴν τὸ γένος τῶν ἀνθρώπων, καὶ διὰ τὸ πρὸς ἡδονὴν ἐπιῤῥεπὲς τοῦ ὀρθοῦ βίου καταμελοῦντας ἡμᾶς· τί ποιεῖ; Τὸ ἐκ τῆς μελῳδίας τερπνὸν τοῖς δόγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καὶ λείῳ τῆς ἀκοῆς τὸ ἐκ τῶν λόγων ὠφέλιμον λανθανόντως ὑποδεξώμεθα· κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, οἳ, τῶν φαρμάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσίτοις, μέλιτι πολλάκις τὴν κύλικα περιχρίουσι. Διὰ τοῦτο τὰ ἐναρμόνια ταῦτα μέλη τῶν ψαλμῶν ἡμῖν ἐπινενόηται, ἵνα οἱ παῖδες τὴν ἡλικίαν, ἢ καὶ ὅλως οἱ νεαροὶ τὸ ἦθος, τῷ μὲν δοκεῖν μελῳδῶσι, τῇ δὲ ἀληθείᾳ τὰς ψυχὰς ἐκπαιδεύωνται. Οὔτε γὰρ ἀποστολικόν τις οὔτε προφητικὸν παράγγελμα τῶν πολλῶν καὶ ῥᾳθύμων ῥᾳδίως ποτὲ τῇ μνήμῃ κατασχὼν ἀπῆλθε· τὰ δὲ τῶν ψαλμῶν λόγια καὶ κατ᾽ οἶκον μελῳδοῦσι, καὶ ἐπὶ τῆς ἀγορᾶς περιφέρουσι· καί πού τις τῶν σφόδρα ἐκτεθηριωμένων ὑπὸ θυμοῦ, ἐπειδὰν ἄρξηται τῷ ψαλμῷ κατεπᾴδεσθαι, ἀπῆλθεν εὐθὺς, τὸ ἀγριαῖον τῆς ψυχῆς τῇ μελῳδίᾳ κατακοιμίσας.

Ψαλμὸς γαλήνη ψυχῶν, βραβευτὴς εἰρήνης, τὸ θορυβοῦν καὶ κυμαῖνον τῶν λογισμῶν καταστέλλων. Μαλάσσει μὲν γὰρ τῆς ψυχῆς τὸ θυμούμενον, τὸ δὲ ἀκόλαστον σωφρονίζει. Ψαλμὸς φιλίας συναγωγὸς, ἕνωσις διεστώτων, ἐχθραινόντων διαλλακτήριον. Τίς γὰρ ἔτι ἐχθρὸν ἡγεῖσθαι δύναται μεθ᾽ οὗ μίαν ἀφῆκε πρὸς Θεὸν τὴν φωνήν; Ὥστε καὶ τὸ μέγιστον τῶν ἀγαθῶν τὴν ἀγάπην ἡ ψαλμῳδία παρέχεται, οἱονεὶ σύνδεσμόν τινα πρὸς τὴν ἕνωσιν τὴν συνῳδίαν ἐπινοήσασα, καὶ εἰς ἑνὸς χοροῦ συμφωνίαν τὸν λαὸν συναρμόζουσα. Ψαλμὸς δαιμόνων φυγαδευτήριον, τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγή· ὅπλον ἐν φόβοις νυκτερινοῖς, ἀνάπαυσις κόπων ἡμερινῶν· νηπίοις ἀσφάλεια, ἀκμάζουσιν ἐγκαλλώπισμα, πρεσβυτέροις παρηγορία, γυναιξὶ κόσμος ἁρμοδιώτατος. Τὰς ἐρημίας οἰκίζει, τὰς ἀγορὰς σωφρονίζει· εἰσαγομένοις στοιχείωσις, προκοπτόντων αὔξησις, τελειουμένων στήριγμα, Ἐκκλησίας φωνή. Οὗτος τὰς ἑορτὰς φαιδρύνει, οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ.

Ψαλμὸς γὰρ καὶ ἐκ λιθίνης καρδίας δάκρυον ἐκκαλεῖται· ψαλμὸς τὸ τῶν ἀγγέλων ἔργον, τὸ οὐράνιον πολίτευμα, τὸ πνευματικὸν θυμίαμα. Ὢ τῆς σοφῆς ἐπινοίας τοῦ διδασκάλου, ὁμοῦ τε ᾄδειν ἡμᾶς καὶ τὰ λυσιτελῆ μανθάνειν μηχανωμένου! ὅθεν καὶ μᾶλλόν πως ἐντυποῦται ταῖς ψυχαῖς τὰ διδάγματα.

Βίαιον μὲν γὰρ μάθημα οὐ πέφυκε παραμένειν, τὰ δὲ μετὰ τέρψεως καὶ χάριτος εἰσδυόμενα μονιμώτερόν πως ταῖς ψυχαῖς ἡμῶν ἐνιζάνει. Τί γὰρ οὐκ ἂν μάθοις ἐντεῦθεν; οὐ τῆς ἀνδρίας τὸ μεγαλοπρεπές; οὐ τῆς δικαιοσύνης τὸ ἀκριβές; οὐ σωφροσύνης τὸ σεμνόν; οὐ τὸ τῆς φρονήσεως τέλειον; οὐ μετανοίας τρόπον; οὐχ ὑπομονῆς μέτρα; οὐχ ὅ τι ἂν εἴποις τῶν ἀγαθῶν; Ἐνταῦθα ἔνι θεολογία τελεία, πρόῤῥησις τῆς διὰ σαρκὸς ἐπιδημίας Χριστοῦ, ἀπειλὴ κρίσεως, ἀναστάσεως ἐλπὶς, φόβος κολάσεως, ἐπαγγελίαι δόξης, μυστηρίων ἀποκαλύψεις· πάντα, ὥσπερ ἐν μεγάλῳ τινὶ καὶ κοινῷ ταμιείῳ, τῇ βίβλῳ τῶν Ψαλμῶν τεθησαύρισται, ἣν, πολλῶν ὄντων ὀργάνων μουσικῶν, πρὸς τὸ λεγόμενον ψαλτήριον ἥρμοσεν ὁ προφήτης, τὴν ἄνωθεν, ἐμοὶ δοκεῖν, ἐνηχοῦσαν αὐτῷ χάριν παρὰ τοῦ Πνεύματος ἐνδεικνύμενος, διότι τοῦτο μόνον τῶν μουσικῶν ὀργάνων τὴν αἰτίαν τῶν φθόγγων ἐκ τῶν ἄνωθεν ἔχει. Τῇ κιθάρᾳ μὲν γὰρ καὶ τῇ λύρᾳ κάτωθεν ὁ χαλκὸς ὑπηχεῖ πρὸς τὸ πλῆκτρον· τὸ ψαλτήριον δὲ τοῦτο τῶν ἁρμονικῶν ῥυθμῶν ἄνωθεν ἔχει τὰς ἀφορμάς· ἵνα καὶ ἡμεῖς τὰ ἄνω ζητεῖν μελετῶμεν, καὶ μὴ τῇ ἡδονῇ τοῦ μέλους ἐπὶ τὰ τῆς σαρκὸς πάθη καταφερώμεθα. Κἀκεῖνο δὲ οἶμαι τὸν προφητικὸν λόγον βαθέως ἡμῖν καὶ σοφῶς διὰ τῆς τοῦ ὀργάνου κατασκευῆς ἐνδεδεῖχθαι, ὅτι οἱ ἐμμελεῖς καὶ εὐάρμοστοι τὰς ψυχὰς ῥᾳδίαν ἔχουσι τὴν εἰς τὰ ἄνω πορείαν.

Ἴδωμεν δὲ λοιπὸν καὶ τὴν ἀρχὴν τῶν Ψαλμῶν.

Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Οἰκοδόμοι μὲν οὖν μεγέθη κατασκευασμάτων εἰς ὕψος αἴροντες, ἀναλογοῦντας τῷ ὕψει τοὺς θεμελίους ὑποβάλλονται· καὶ ναυπηγοὶ, μυριοφόρον συμπηγνύντες ὁλκάδα, συμβαίνουσαν τῷ βάρει τῶν ἀγωγίμων τὴν τρόπιν πήγνυνται. Καὶ ἐν τῇ γενέσει τῶν ζώων ἡ καρδία πρώτη καταβληθεῖσα παρὰ τῆς φύσεως, ἀναλογοῦσαν τῷ μέλλοντι συνίστασθαι ζώῳ τὴν παρὰ τῆς φύσεως λαμβάνει καταβολήν· διότι συμμέτρως ταῖς οἰκείαις ἀρχαῖς περιυφαινομένου τοῦ σώματος, αἱ κατὰ τὰ μεγέθη διαφοραὶ τῶν ζώων ἀποτελοῦνται. Ὅπερ οὖν θεμέλιος ἐν οἴκῳ, καὶ ἐν πλοίῳ τρόπις, καὶ ἐν σώματι ζώου καρδία, ταύτην μοι δοκεῖ τὴν δύναμιν ἔχειν πρὸς τὴν ὅλην τῶν Ψαλμῶν κατασκευὴν [καὶ] τὸ βραχὺ τοῦτο προοίμιον.

Ἐπειδὴ γὰρ πολλὰ καὶ ἐπίπονα καὶ μυρίων ἱδρώτων καὶ πόνων γέμοντα παραινεῖν μέλλει, προϊόντος τοῦ λόγου, τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς προλαβὼν ὑπέδειξε τὸ μακάριον τέλος, ἵνα τῇ ἐλπίδι τῶν ἀποκειμένων ἀγαθῶν ἀλύπως τοῦ βίου τὰ ἀλγεινὰ διαφέρωμεν. Οὕτως καὶ ὁδοιπόροις τραχεῖαν ὁδὸν πορευομένοις καὶ δύσβατον κουφίζει τὸν μόχθον ἐπιτήδειον αὐτοῖς προσδοκηθὲν καταγώγιον· καὶ ἐμπόρους ποιεῖ τῆς θαλάσσης κατατολμᾷν ἡ ἐπιθυμία τῶν ἀγωγίμων· καὶ γεωργῶν ὑποκλέπτει τοὺς πόνους ἡ τῆς ἐπικαρπίας ἐλπίς. Διὸ καὶ ὁ κοινὸς τοῦ βίου διορθωτὴς, ὁ μέγας διδάσκαλος, τὸ πνεῦμα τῆς ἀληθείας, σοφῶς καὶ ἐντέχνως τοὺς μισθοὺς προεβάλετο, ἵνα, ὑπερκύπτοντες τοὺς ἐν χερσὶ πόνους, τῇ διανοίᾳ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν ἐπειγώμεθα. Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Ἔστι μὲν οὖν τὸ κυρίως καὶ πρώτως μακαριστὸν, τὸ ἀληθινῶς ἀγαθόν. Τοῦτο δέ ἐστιν ὁ Θεός. Ὅθεν καὶ Παῦλος, ὑπόμνησιν μέλλων ποιεῖσθαι Χριστοῦ, Κατὰ τὴν ἐπιφάνειαν, φησὶ, τοῦ μακαρίου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μακάριον γὰρ τῷ ὄντι τὸ αὐτόκαλον, πρὸς ὃ πάντα ἀποβλέπει, οὗ πάντα ἐφίεται, ἡ ἄτρεπτος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ ἀόχλητος ζωὴ, ἡ ἄλυπος διεξαγωγὴ, περὶ ἣν οὐκ ἔστιν ἀλλοίωσις, ἧς οὐχ ἅπτεται μεταβολή· ἡ βρύουσα πηγὴ, ἡ ἄφθονος χάρις, ὁ ἀδαπάνητος θησαυρός.

Ἀμαθεῖς δὲ ἄνθρωποι καὶ φιλόκοσμοι, ἀγνοοῦντες αὐτοῦ τοῦ ἀγαθοῦ τὴν φύσιν, μακαρίζουσι πολλάκις τὰ μηδενὸς ἄξια, πλοῦτον, ὑγίειαν, περιφάνειαν βίου· ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει· οὐ μόνον καθότι ῥᾳδίαν ἔχει τὴν πρὸς τὰ ἐναντία περιτροπὴν, ἀλλ᾽ ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κεκτημένους ἀποτελεῖν.

Τίς γὰρ δίκαιος διὰ χρήματα; τίς σώφρων διὰ ὑγίειαν; Τοὐναντίον μὲν οὖν, καὶ ὑπηρεσία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κακῶς χρωμένοις τούτων ἕκαστον γίνεται. Μακάριος οὖν ὁ τὰ πλείστου ἄξια κεκτημένος, ὁ τῶν ἀναφαιρέτων ἀγαθῶν μέτοχος. Τοῦτον δὲ πῶς ἐπιγνωσόμεθα; Ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Καὶ πρίν γε εἰπεῖν, τί τὸ μὴ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, βούλομαι ὑμῖν τὸ ἐν τῷ τόπῳ ζητούμενον διαλῦσαι. Διὰ τί, φησὶν, ὁ προφήτης τὸν ἄνδρα μόνον ἐκλεξάμενος μακαρίζει; ἆρα μὴ τοῦ μακαρισμοῦ τὰς γυναῖκας ἀπέκλεισε; Μὴ γένοιτο!

Μία γὰρ ἀρετὴ ἀνδρὸς καὶ γυναικὸς, ἐπειδὴ καὶ ἡ κτίσις ἀμφοτέροις ὁμότιμος, ὥστε καὶ ὁ μισθὸς ὁ αὐτὸς ἀμφοτέροις. Ἄκουε τῆς Γενέσεως· Ἐποίησε, φησὶ, ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.

Ὧν δὲ ἡ φύσις μία, τούτων καὶ ἐνέργειαι αἱ αὐταί· ὧν δὲ τὸ ἔργον ἴσον, τούτων καὶ ὁ μισθὸς ὁ αὐτός. Διὰ τί οὖν, ἀνδρὸς μνησθεὶς, τὴν γυναῖκα ἀπεσιώπησεν; Ὅτι ἀρκεῖν ἡγήσατο, μιᾶς οὔσης τῆς φύσεως, ἐκ τοῦ ἡγεμονικωτέρου τὸ ὅλον ἐνδείξασθαι.

Μακάριος οὖν ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Σκόπει τῶν ῥημάτων τὸ ἀκριβὲς, πῶς ἑκάστη λέξις δογμάτων πεπλήρωται. Οὐκ εἶπεν, Ὃς οὐ πορεύεται ἐν βουλῇ ἀσεβῶν, ἀλλ᾽, Ὃς οὐκ ἐπορεύθη. Ὁ μὲν γὰρ ἐν τῷ βίῳ τυγχάνων οὔπω μακαριστὸς, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως· ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατακλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Διὰ τί οὖν μακάριοι οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου; οὐ γὰρ τοὺς πορευθέντας ἐκεῖ, ἀλλὰ τοὺς ἔτι πορευομένους μακαριστοὺς ὁ λόγος τίθεται· ὅτι οἱ τὸ ἀγαθὸν ἐργαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ ἀπόδεκτον ἔχουσιν· οἱ δὲ τὸ κακὸν φεύγοντες οὐκ, ἐὰν ἅπαξ που ἢ δεύτερον ἐκκλίνωσι τὴν ἁμαρτίαν, ἐπαινετοὶ, ἀλλ᾽ ἐὰν δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς διαδρᾶναι.

Ἐκ δὲ τῆς τοῦ λόγου ἀκολουθίας καὶ ἕτερον ἡμῖν ἄπορον ἀνεφάνη. Διὰ τί οὐχὶ τὸν κατορθοῦντα τὴν ἀρετὴν μακαρίζει, ἀλλὰ τὸν μὴ πεποιηκότα τὴν ἁμαρτίαν; Οὕτως γὰρ καὶ ἵππος, καὶ βοῦς, καὶ λίθος μακαρισθήσεται. Ποῖον γὰρ ἄψυχον ἔστη ἐν ὁδῷ ἁμαρτωλῶν, ἢ ποῖον ἄλογον ἐπὶ καθέδρᾳ λοιμῶν ἐκάθισε;

Μικρὸν μὲν οὖν ἀναμείνας, εὑρήσεις τὸ ἴαμα. Ἐπάγει γάρ· Ἀλλ᾽ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ. Θείου δὲ νόμου μελέτη ἐπὶ τὸν λογικὸν μόνον πίπτει. Ἡμεῖς δὲ κἀκεῖνο λέγομεν, ὅτι ἀρχὴ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν.

Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Σοφῶς οὖν καὶ ἐντέχνως προσάγων ἡμᾶς εἰς ἀρετὴν, τὴν ἀναχώρησιν τῆς κακίας ἀρχὴν ἐποιήσατο τῶν καλῶν. Εἰ γὰρ εὐθὺς προέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν· νῦν δὲ τοῖς εὐληπτοτέροις σε προσεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς. Κλίμακι γὰρ προσεοικέναι φαίην ἂν ἔγωγε τῆς εὐσεβείας τὴν ἄσκησιν· κλίμακι ἐκείνῃ, ἢν εἶδέ ποτε ὁ μακάριος Ἰακὼβ, ἧς τὰ μὲν ἦν πρόσγειά τε καὶ χαμαίζηλα, τὰ δὲ ὑπὲρ αὐτὸν ἤδη τὸν οὐρανὸν ἀνετείνετο. Ὥστε δεῖ τοὺς εἰσαγομένους πρὸς τὸν κατ᾽ ἀρετὴν βίον τοῖς πρώτοις βαθμοῖς ἐπιβάλλειν τὸ ἴχνος, κἀκεῖθεν ἀεὶ τῶν ἐφεξῆς ἐπιβαίνειν, ἕως ἂν πρὸς τὸ ἐφικτὸν ὕψος τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς κατ᾽ ὀλίγον προκοπῆς ἀναβῶσιν. Ὥσπερ οὖν ἐπὶ τῆς κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας, ἀρχὴ προκοπῆς ὁ χωρισμὸς τοῦ κακοῦ. Ὅλως δὲ πᾶσα ἀργία καὶ τῆς τυχούσης πράξεώς ἐστιν εὐμαρεστέρα· οἷον, Οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις. Ἀργίας τούτων ἕκαστον καὶ ἀκινησίας δεῖται. Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· καὶ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ, Ἐάν τίς σε ἀγγαριεύσῃ μίλιον ἓν, ὕπαγε μετ᾽ αὐτοῦ δύο, ἐνεργήματά ἐστιν ἀθληταῖς πρέποντα, καὶ ψυχῆς ἤδη νεανικῆς δεόμενα πρὸς κατόρθωσιν.

Ὥστε θαύμασον τὴν σοφίαν τοῦ διὰ τῶν εὐμαρεστέρων καὶ εὐληπτοτέρων ἐνάγοντος ἡμᾶς πρὸς τὴν τελείωσιν. Τρία δὲ προέβαλεν ἡμῖν τὰ φυλακῆς ἄξια, μὴ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, μὴ στῆναι ἐν ὁδῷ ἁμαρτωλῶν, μὴ καθεσθῆναι ἐπὶ καθέδρας λοιμῶν. Τῇ φύσει τῶν πραγμάτων ἑπόμενος, τὴν τάξιν ταύτην τοῖς εἰρημένοις ἐπέθηκεν. Βουλευόμεθα γὰρ πρότερον, εἶτα ἱστῶμεν τὸ βούλευμα, εἶτα τοῖς βουλευθεῖσιν ἐναπομένομεν.

Πρώτως οὖν μακαριστὸν τὸ ἐν τῇ διανοίᾳ ἡμῶν καθαρὸν, ἐπειδὴ ῥίζα τῶν διὰ τοῦ σώματος ἐνεργειῶν τὸ ἐν καρδίᾳ βούλευμα. Ἡ γὰρ μοιχεία, ἐν τῇ ψυχῇ τοῦ φιληδόνου πρῶτον ἀναφλεχθεῖσα, οὕτω τὴν διὰ τοῦ σώματος φθορὰν ἀπεργάζεται. Ὅθεν καὶ ὁ Κύριός φησιν ἔνδοθεν εἶναι τὰ κοινοῦντα τὸν ἄνθρωπον.

Ἐπειδὴ δὲ ἀσέβεια κυρίως λέγεται ἡ εἰς Θεὸν ἁμαρτία, μὴ γένοιτο δέξασθαι ἡμᾶς ἐξ ἀπιστίας ποτὲ ἀμφιβολίαν περὶ Θεοῦ! Τοῦτο γάρ ἐστι τὸ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· Ἆρα ἔστι Θεὸς κυβερνῶν τὰ σύμπαντα; ἆρα ἔστι Θεὸς ἐν οὐρανῷ, οἰκονομῶν τὰ καθ᾽ ἕκαστον; ἆρα κρίσις; ἆρα ἀνταπόδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ; Διὰ τί οὖν δίκαιοι πένονται, καὶ ἁμαρτωλοὶ πλουτοῦσιν; οὗτοι ἀσθενοῦσι, κἀκεῖνοι ἔῤῥωνται; οὗτοι ἄτιμοι, κἀκεῖνοι ἔνδοξοι; Μήποτε αὐτομάτως ὁ κόσμος φέρεται, καὶ συντυχίαι τινὲς ἄλογοι ἀτάκτως ἑκάστῳ ἀποκληροῦσι τοὺς βίους; Ἐὰν ταῦτα διανοηθῇς, ἐπορεύθης ἐν βουλῇ ἀσεβῶν. Μακάριος οὖν ὃς οὐκ ἔλαβε περὶ Θεοῦ δισταγμὸν, ὁ μὴ μικροψυχήσας περὶ τὰ παρόντα, ἀλλ᾽ ἀναμένων τὰ προσδοκώμενα· ὃς οὐκ ἔσχε περὶ τοῦ κτίσαντος ἡμᾶς ὑπόληψιν ἄπιστον.

Μακάριος δὲ κἀκεῖνος, ὃς ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη. Ὁδὸς μὲν οὖν ὁ βίος εἴρηται διὰ τὴν πρὸς τὸ τέλος ἑκάστου τῶν γεννηθέντων ἔπειξιν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πλοίοις καθεύδοντες αὐτομάτως ὑπὸ τοῦ πνεύματος ἐπὶ λιμένας ἄγονται, κἂν αὐτοὶ μὴ αἰσθάνωνται, ἀλλ᾽ ὁ δρόμος αὐτοὺς πρὸς τὸ τέλος ἐπείγει· οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου τῆς ζωῆς ἡμῶν παραῤῥέοντος, οἷόν τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς τὸ οἰκεῖον ἕκαστος πέρας τῷ λανθάνοντι δρόμῳ τῆς ζωῆς ἡμῶν κατεπειγόμεθα. Οἷον, καθεύδεις, καὶ ὁ χρόνος σε παρατρέχει· ἐγρήγορας, καὶ ἄσχολος εἶ τὴν διάνοιαν· ἀλλ᾽ ὅμως ἡ ζωὴ δαπανᾶται, κἂν τὴν αἴσθησιν ἡμῶν διαφεύγῃ. Δρόμον οὖν τινα τρέχομεν πάντες ἄνθρωποι, πρὸς τὸ οἰκεῖον τέλος ἕκαστος ἐπειγόμενοι· διὰ τοῦτο πάντες ἐσμὲν ἐν ὁδῷ.

Καὶ οὕτω δ᾽ ἂν λάβοις τῆς ὁδοῦ τὴν ἔννοιαν. Ὁδοιπόρος ἐφέστηκας τῷ βίῳ τούτῳ· πάντα παρέρχῃ, πάντα κατόπιν σου γίνεται. Εἶδες ἐπὶ τῆς ὁδοῦ φυτὸν, ἢ πόαν ἢ ὕδωρ, ἢ ὅτι ἂν τύχῃ τῶν ἀξίων θεάματος· μικρὸν ἐτέρφθης, εἶτα παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις, καὶ φάραγξι, καὶ κρημνοῖς, καὶ σκοπέλοις, καὶ σκόλοψιν, ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἀκάνθαις, καί τισιν ἄλλοις τῶν ὀχληρῶν· μικρὸν ἠνιάθης, εἶτα κατέλιπες.

Τοιοῦτος ὁ βίος, οὔτε τὰ τερπνὰ μόνιμα, οὔτε τὰ λυπηρὰ διαρκῆ κεκτημένος. Ἡ ὁδὸς οὐκ ἔστι σὴ, ἀλλ᾽ οὐδὲ τὰ παρόντα σά. Ἐπὶ τῶν ὁδευόντων, ὁμοῦ τε ὁ πρῶτος τὸ ἴχνος ἐκίνησε, καὶ εὐθὺς ὁ μετ᾽ αὐτὸν τὴν βάσιν ἤνεγκε, καὶ μετ᾽ ἐκεῖνον ὁ ἐφεπόμενος.

Σκόπει δὲ καὶ τὰ τοῦ βίου εἰ μὴ παραπλήσια. Σήμερον τὴν γῆν σὺ ἐγεώργησας, καὶ αὔριον ἄλλος, καὶ μετ᾽ ἐκεῖνον ἕτερος. Ὁρᾷς τοὺς ἀγροὺς τούτους καὶ τὰς πολυτελεῖς οἰκίας; Πόσα ἤδη ὀνόματα ἀφ᾽ οὗ γέγονε τούτων ἕκαστον ἤμειψε! Τοῦ δεῖνος ἐλέγετο, εἶτα μετωνομάσθη πρὸς ἕτερον· πρὸς τὸν δεῖνα μετῆλθεν, εἶτα νῦν ἄλλου λέγεται. Ἆρ᾽ οὖν οὐχ ὁδὸς ἡμῶν ὁ βίος, ἄλλοτε ἄλλον μεταλαμβάνων, καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; Μακάριος οὖν ὃς ἐπὶ τῆς ὁδοῦ τῶν ἁμαρτωλῶν οὐκ ἔστη.

Τὸ δὲ, Οὐκ ἔστη, τί ἐστιν; Ἔτι ἐπὶ τῆς πρώτης ἡλικίας ὄντες οἱ ἄνθρωποι, οὔτε ἐν κακίᾳ ἐσμὲν, οὔτε ἐν ἀρετῇ (ἀνεπίδεκτος γὰρ ἡ ἡλικία τῆς ἕξεως ἑκατέρας)· ἐπειδὰν δὲ ὁ λόγος ἡμῶν συμπληρωθῇ, τότε γίνεται τὸ γεγραμμένον· Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον.

Ἐπανατέλλουσι γὰρ λογισμοὶ πονηροὶ, ἐκ τῶν παθῶν τῆς σαρκὸς ταῖς ψυχαῖς ἡμῶν ἐντικτόμενοι. Τῷ ὄντι γὰρ ἐλθοῦσα ἡ ἐντολὴ, τουτέστιν ἡ διάγνωσις τῶν καλῶν, ἐὰν μὴ κατακρατήσῃ τοῦ χείρονος λογισμοῦ, ἀλλὰ συγχωρήσῃ ὑπὸ τῶν παθῶν ἐξανδραποδισθῆναι τὸν λογισμόν· ἀνέζησε μὲν ἡ ἁμαρτία, ἀπέθανε δὲ ὁ νοῦς, νεκρὸς γενόμενος τοῖς παραπτώμασι. Μακάριος οὖν ὁ μὴ ἐγχρονίσας τῇ ὁδῷ τῶν ἁμαρτανόντων, ἀλλὰ λογισμῷ βελτίονι πρὸς τὴν εὐσεβῆ πολιτείαν μεταπηδήσας. Δύο γάρ εἰσιν ὁδοὶ ἐναντίαι ἀλλήλαις· ἡ μὲν πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη.

Καὶ δύο ὁδηγοὶ, ἑκάτερος πρὸς ἑαυτὸν ἐπιστρέφειν ἐπιχειρῶν. Ἔχει οὖν ἡ μὲν λεία ὁδὸς καὶ πρανὴς ὁδηγὸν ἀπατηλὸν, δαίμονα πονηρὸν, δι᾽ ἡδονῆς πρὸς τὴν ἀπώλειαν τοὺς ἑπομένους ἐπισυρόμενον· ἡ δὲ τραχεῖα καὶ ἀνάντης ἄγγελον ἀγαθὸν, διὰ τῶν ἐπιπόνων τῆς ἀρετῆς πρὸς τὸ μακάριον τέλος τοὺς ἑπομένους ἄγοντα. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκαστος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται· ἀνὴρ δὲ ἤδη γενόμενος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν, οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχιζόμενον πρὸς ἀρετὴν καὶ κακίαν, καὶ πυκνὰ πρὸς ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσόντα. Καὶ ὁ μὲν τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ τῶν δικαίων, μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά.

Καὶ ἡ μὲν τῶν σωζομένων ὁδὸς ὅσον καλὰ ὑπισχνεῖται τὰ μέλλοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ ἡδὺς καὶ ἀκόλαστος βίος οὐχὶ προσδοκωμένην εἰς ὕστερον, ἀλλ᾽ ἤδη παροῦσαν προτείνεται τὴν ἀπόλαυσιν. Ἰλιγγιᾷ οὖν πᾶσα ψυχὴ, καὶ μετοκλάζει τοῖς λογισμοῖς, ὅταν μὲν ἐνθυμηθῇ τὰ αἰώνια, τὴν ἀρετὴν αἱρουμένη, ὅταν δὲ ἀποβλέψῃ πρὸς τὰ παρόντα, τὴν ἡδονὴν προτιμῶσα. Ὧδε βλέπει σαρκὸς εὐπάθειαν, ἐκεῖ δουλαγωγίαν σαρκός· ὧδε μέθην, ἐκεῖ νηστείαν· ὧδε γέλωτας ἀκρατεῖς, ἐκεῖ δάκρυον δαψιλές· ἐνταῦθα ὄρχησιν, κἀκεῖ προσευχήν· αὐλοὺς ὧδε, κἀκεῖ στεναγμούς· ὧδε πορνείαν, κἀκεῖ παρθενίαν. Ἐπεὶ οὖν τὸ μὲν ἀληθινῶς ἀγαθὸν λογισμῷ ληπτόν ἐστι διὰ πίστεως (μακρὰν γὰρ ἀπῴκισται, καὶ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε), τὸ δὲ τῆς ἁμαρτίας ἡδὺ πρόχειρον ἔχει καὶ διὰ πάσης αἰσθήσεως ῥέουσαν τὴν ἀπόλαυσιν· μακάριος ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δελεασμάτων πρὸς τὴν ἀπώλειαν, ἀλλὰ δι᾽ ὑπομονῆς τὴν ἐλπίδα τῆς σωτηρίας ἀπεκδεχόμενος, καὶ ἐν τῇ ἐκλογῇ τῶν ὁδῶν ἑκατέρων μὴ ἐπιβὰς τῆς ὁδοῦ ἀγούσης ἐπὶ τὰ χείρονα.

Καὶ ἐπὶ καθέδρας λοιμῶν οὐκ ἐκάθισεν. Ἆρα ταύτας λέγει τὰς καθέδρας, ἐφ᾽ ὧν ἀναπαύομεν ἡμῶν τὰ σώματα; Καὶ τίς ἡ ἀπὸ τοῦ ξύλου πρὸς ἁμαρτίαν μετάδοσις, ὥστε με τὴν ὑπὸ τοῦ ἁμαρτωλοῦ προκαταληφθεῖσαν καθέδραν ὡς βλαβερὰν ἀποφεύγειν;

Ἢ νομίζειν ἡμᾶς χρὴ καθέδραν λέγεσθαι τὴν ἑδραίαν καὶ μόνιμον ἐν τῇ κρίσει τῆς κακίας διατριβήν; Ὃ φυλακτέον ἡμῖν, διότι τὸ φιλοπόνως προσδιατρίβειν ταῖς ἁμαρτίαις ἕξιν τινὰ δυσκίνητον ταῖς ψυχαῖς ἐμποιεῖ. Παλαιωθὲν γὰρ πάθος ψυχῆς, καὶ κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα δυσίατός ἐστιν, ἢ καὶ ἀνίατος παντελῶς, εἰς φύσιν, ὡς τὰ πολλὰ, τοῦ ἔθους μεθισταμένου. Εὐχῆς μὲν οὖν ἄξιον μὴ προσάψασθαι τοῦ κακοῦ. Δεύτερος δὲ πλοῦς, εὐθὺς μετὰ τὴν πεῖραν ὥσπερ ἰοβόλου πληγὴν ἀποφεύγειν, κατὰ τὸ γεγραμμένον παρὰ τοῦ Σολομῶντος περὶ τῆς γυναικὸς τῆς φαύλης, ὅτι Μὴ ἐπιστήσῃς σὸν ὄμμα πρὸς αὐτὴν, ἀλλ᾽ ἀποπήδησον· μὴ ἐγχρονίσῃς.

Νῦν δὲ οἶδά τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς πάθη κατολισθήσαντας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συνήθειαν τοῦ κακοῦ ταῖς ἁμαρτίαις παραμένοντας. Ὡς γὰρ οἱ ἐν βορβόρῳ καλινδούμενοι χοῖροι ἀεὶ προσπλάττουσιν ἑαυτοῖς τὸν πηλόν· οὕτως οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ᾽ ἑκάστην ἡμέραν προσαναμάσσονται. Μακάριον μὲν οὖν τὸ μὴ διανοηθῆναι τὸ πονηρόν· εἰ δὲ κατὰ συναρπαγὴν τοῦ ἐχθροῦ ἐδέξω τῇ ψυχῇ βουλεύματα ἀσεβείας, μὴ στῇς ἐπὶ τῆς ἁμαρτίας. Εἰ δὲ καὶ τοῦτο πέπονθας, μὴ ἐνιδρυνθῇς τῷ κακῷ. Μὴ τοίνυν καθεσθῇς ἐπὶ καθέδρας τῆς τῶν λοιμῶν. Εἰ ἐνόησας καθέδραν τίνα φησὶν ὁ λόγος, ὅτι τὴν διαρκῆ λέγει τοῦ κακοῦ προσεδρίαν, ἐξέτασον λοιπὸν τίνας ὠνόμασε τοὺς λοιμούς.

Φασὶ δὴ τὸν λοιμὸν οἱ περὶ ταῦτα δεινοὶ, ἐπειδὰν ἑνὸς ἀνθρώπου ἢ κτήνους ἅψηται, κατὰ διάδοσιν ἐπὶ πάντας τοὺς ἐγγίζοντας διανέμεσθαι· φύσιν γὰρ εἶναι τῆς νόσου τοιαύτην, τὸ ἐξ ἀλλήλων πάντας ἀναπιμπλάναι τῆς ἀῤῥωστίας. Τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ ἐργάται τῆς ἀνομίας. Ἄλλος γὰρ ἄλλῳ τῆς νόσου μεταδιδόντες συννοσοῦσιν ἀλλήλοις, καὶ συναπόλλυνται.

Ἢ οὐχ ὁρᾷς τοὺς πόρνους τοὺς ἐπὶ τῆς ἀγορᾶς καθημένους, καὶ καταγελῶντας τῶν σωφρονούντων, καὶ διηγουμένους ἑαυτῶν τὰ τῆς αἰσχύνης ἔργα, τὰ τοῦ σκότους ἐπιτηδεύματα, καὶ τὰ πάθη τῆς ἀτιμίας ἀπαριθμουμένους ὡς ἀριστείας, ἤ τινας ἄλλας ἀνδραγαθίας;

Οὗτοί εἰσιν οἱ λοιμοὶ οἱ τὸ ἴδιον κακὸν ἐπὶ πάντας ἄγειν φιλονεικοῦντες, καὶ πολλοὺς ἑαυτοῖς παραπλησίους γενέσθαι φιλοτιμούμενοι, ἵνα ἐν τῇ κοινωνίᾳ τῶν κακῶν διαφύγωσι τὰ ὀνείδη. Οὔτε γὰρ πῦρ εὐκαταπρήστου ὕλης ἁψάμενον δυνατὸν μὴ οὐχὶ ἐπὶ πᾶσαν αὐτὴν διαβῆναι, ἄλλως τε κἂν ἐπιτύχῃ πνεύματος ἐπιφόρου τὴν φλόγα διακομίζοντος· οὔτε τὴν ἁμαρτίαν, ἑνὸς ἁψαμένην, μὴ οὐχὶ ἐπὶ πάντας τοὺς ἐγγίζοντας διελθεῖν, ἐξαπτόντων αὐτὴν τῶν πνευμάτων τῆς πονηρίας. Τὸ γὰρ τῆς πορνείας πνεῦμα οὐκ ἀνέχεται ἐν τῷ ἑνὶ στῆναι τὴν ἀτιμίαν, ἀλλ᾽ εὐθὺς ἡλικιῶται συμπαρελήφθησαν· κῶμοι, καὶ μέθαι, καὶ αἰσχρὰ διηγήματα ἑταίρα συμπίνουσα, τούτῳ προσμειδιῶσα, κἀκεῖνον διερεθίζουσα, καὶ πάντας πρὸς τὴν αὐτὴν ἁμαρτίαν συμφλέγουσα.

Ἆρα μικρὸς ὁ λοιμὸς οὗτος, ἢ μικρὰ ἡ διάδοσις τοῦ κακοῦ; Τί δὲ, ὁ τὸν πλεονέκτην ζηλῶν, ἢ ὁ τὸν ἐξ ἄλλης τινὸς πονηρίας περιφανῆ τινα πολιτικὴν δυναστείαν περιβεβλημένον, ἢ ἐθνῶν ἡγεμονίαν ἔχοντα, ἢ στρατοπέδων ἄρχοντα, εἶτα τοῖς αἰσχίστοις πάθεσιν ἐμφυρόμενον, οὐχὶ αὐτῇ τῇ ψυχῇ τὸν λοιμὸν παρεδέξατο, τὸ τοῦ ζηλουμένου κακὸν οἰκεῖον ποιούμενος; Αἱ γὰρ κατὰ τὸν βίον λαμπρότητες συναναφαίνουσιν ἑαυταῖς καὶ τοὺς βίους τῶν περιβλέπτων· καὶ στρατιῶται μὲν ὡς τὰ πολλὰ τοῖς στρατοπεδάρχαις ἐξομοιοῦνται· οἱ δὲ ἐν ταῖς πόλεσι δῆμοι ζηλοῦσι τοὺς ἐν δυνάμει. Καὶ ὅλως, ἐπειδὰν τὸ τοῦ ἑνὸς κακὸν μιμήσεως ἄξιον τοῖς πολλοῖς νομισθῇ, οἰκείως καὶ προσηκόντως λεχθήσεται λοιμός τις ψυχῶν ἐπιπολάζειν τῷ βίῳ. Τὸ γὰρ ἐν κακίᾳ περίβλεπτον πολλοὺς τῶν εὐολισθήτων εἰς τὸν ὅμοιον ζῆλον ἐφέλκεται. Ἐπεὶ οὖν ἄλλος ἐξ ἄλλου τῆς φθορᾶς ἀναπίμπλαται, λοιμώσσειν τὰς ψυχὰς οἱ τοιοῦτοι λεγέσθωσαν. Μὴ τοίνυν καθίσῃς ἐπὶ καθέδρας λοιμῶν, ἢ μὴ μετάσχῃς συνεδρίου ἀνθρώπων φθορέων καὶ λυμεώνων, ἢ μὴ ἐναπομείνῃς τοῖς κακῶς βουλευθεῖσιν. Ἀλλ᾽ ὁ μὲν λόγος ἔτι ἐν προοιμίοις, τὸ δὲ πλῆθος ὁρῶ τὴν συμμετρίαν ἐκβαῖνον· ὡς μήτε ὑμῖν ῥᾳδίαν εἶναι τῶν πλειόνων τὴν φυλακὴν, μήτε ἐμοὶ τὴν διακονίαν τοῦ λόγου, διὰ τὴν σύντροφον ἀσθένειαν τῆς φωνῆς ἡμᾶς ἐπιλειπούσης.

Εἰ δὲ καὶ ἀτελῶς εἴρηται τὰ εἰρημένα, τοῦ μὲν κακοῦ τῆς φυγῆς ὑποδειχθείσης, τῆς δὲ διὰ τῶν ἀγαθῶν ἔργων τελειώσεως παρεθείσης, ὅμως εὐγνώμοσιν ἀκοαῖς παραθέμενοι τὰ παρόντα, ἐπαγγελλόμεθα, Θεοῦ διδόντος, ἀναπληρώσειν καὶ τὰ λειπόμενα, ἐάν γε μὴ τὴν παντελῆ λοιπὸν ὑπέλθωμεν σιωπήν. Παράσχοι δὲ ὁ Κύριος καὶ ἡμῖν τῶν εἰρημένων μισθὸν, καὶ ὑμῖν καρπὸν ὧν ἠκούσατε, χάριτι τοῦ Χριστοῦ αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.