Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς Ψαλμούς

Μέγας Βασίλειος

Ερμηνεία εις τον ΛΓ΄ Ψαλμό

Ερμηνεία του τριακοστού τρίτου Ψαλμού. Προβάλλεται η αδιάλειπτη ευχαριστία, η αληθινή καύχηση εν Κυρίω, η αρετή της πραότητας, ο παιδαγωγικός ρόλος του θείου φόβου και η λύτρωση των ελπιζόντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 8 από 14

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΛΓʹ ΨΑΛΜΟΝ. Τῷ Δαβὶδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν. Ἐπὶ δύο ὑποθέσεις ἕλκει ἡ ἔννοια τοῦ ψαλμοῦ. Τά τε ἐν τῇ Νομβᾷ τῇ πόλει τῶν ἱερέων γενόμενα παρὰ τοῦ Δαβὶδ δοκεῖ οἰκείως ἔχειν τῇ ἐπιγραφῇ, τά τε ἐν τῇ Γὲθ παρὰ τῷ Ἀγχοὺς τῷ βασιλεῖ τῶν ἀλλοφύλων.

Ἠλλοίωσε μὲν γὰρ αὐτοῦ τὸ πρόσωπον καὶ ὅτε τῷ Ἀβιμέλεχ διελέγετο τῷ ἱερεῖ, κρύπτων μὲν τὴν φυγὴν, σπουδάζειν δὲ δὴ προστάγματι ὑπουργεῖν βασιλικῷ προσποιούμενος, ὅτε καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε, καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ. Ἠλλοίωσε δὲ αὐτοῦ τὸ πρόσωπον καὶ ὅτε ἐν μέσοις τοῖς πολεμίοις ἀποληφθεὶς, ἐπειδὴ ᾔσθετο αὐτῶν διαλεγομένων πρὸς ἀλλήλους, καὶ παρασκευαζομένων εἰς ἄμυναν. Εἶπον γὰρ, φησὶν, οἱ παῖδες Ἀγχοὺς πρὸς ἑαυτούς· Οὐχ οὗτος Δαβὶδ ὁ βασιλεὺς τῆς γῆς; Οὐχὶ τούτῳ ἐξῆρχον ἐν χορῷ λέγουσαι, Ἐπάταξε Δαβὶδ ἐν μυριάσιν αὐτοῦ, καὶ Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ; Καὶ ἐφοβήθη, φησὶ, Δαβὶδ ἀπὸ προσώπου Ἀγχοὺς, καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ κατ᾽ ὀφθαλμοὺς αὐτῶν. Πῶς οὖν ἡ μὲν ἐπιγραφὴ Ἀβιμέλεχ ὀνομάζει, ἡ δ᾽ ἱστορία Ἀγχοὺς παραδίδωσι τὸν βασιλέα Γετθαίων;

Τοιοῦτον λόγον τινὰ φθάσαντα ἐκ παραδόσεως εἰς ἡμᾶς ἔχομεν, ὅτι οἱ βασιλεῖς τῶν ἀλλοφύλων κοινὸν μὲν εἶχον ὄνομα τὸ Ἀβιμέλεχ, ἴδιον δὲ ἕκαστος ὃ προσηγορεύετο. Ὡς καὶ ἐπὶ τῆς Ῥωμαϊκῆς ἔστι βασιλείας ἰδεῖν, Καίσαρας λεγομένους κοινῶς καὶ Αὐγούστους, ἄλλα δὲ τὰ κύρια ἑαυτῶν κεκτημένους ὀνόματα. Τοιοῦτον καὶ παρ᾽ Αἰγυπτίοις ἐστὶ τὸ Φαραώ.

Φαίνεται γὰρ Φαραὼ λεγόμενος καὶ ὁ ἐπὶ Ἰωσήφ· Φαραὼ καὶ ὁ ἐπὶ Μωϋσέως μετὰ τέσσαρας γενεὰς ἐγερθεὶς βασιλεὺς Αἰγύπτου· Φαραὼ καὶ ὁ κατὰ τοὺς χρόνους Σολομῶντος· Ἔλαβε γὰρ, φησὶ, τὴν θυγατέρα Φαραώ· καὶ ὁ κατὰ τοὺς χρόνους τῆς προφητείας Ἱερεμίου Φαραὼ προσηγορεύετο.

Οὕτω δὲ καὶ Ἀβιμέλεχ κατὰ τοὺς χρόνους ἦν Ἀβραὰμ, καὶ κατὰ τοὺς χρόνους Ἰσαάκ· καὶ ὁ νῦν λεγόμενος ἐπὶ τῶν καιρῶν Δαβίδ. Ἐπὶ μὲν γὰρ Ἀβραὰμ εἴρηται, ὅτι Καὶ εἶπεν Ἀβιμέλεχ, καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ, καὶ Φιλὸχ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Ἀβραὰμ, λέγων. Καὶ πάλιν περὶ τοῦ Ἰσαάκ· Ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ.

Παρακύψας δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Φυλιστεὶμ διὰ τῆς θυρίδος, εἶδε παίζοντα τὸν Ἰσαὰκ μετὰ Ῥεβέκκας. Οὕτως οὖν καὶ νῦν κατὰ τοὺς χρόνους Δαβὶδ Ἀβιμέλεχ εἴρηται ἐν τῇ ἐπιγραφῇ, τὸ κοινὸν τῆς βασιλείας ὄνομα. Ἀγχοὺς δὲ παραδέδοται ὑπὸ τῆς ἱστορίας, ὅπερ ἰδίως ἦν αὐτῷ ἐκ γενετῆς ἐπικείμενον. Ἐπὶ τούτου τοίνυν ἠλλοίωσεν ἑαυτοῦ τὸ πρόσωπον, παραφερόμενος ἐν ταῖς χερσὶ τῶν οἰκετῶν, καὶ ψοφῶν παρὰ τὰς πύλας τῆς πόλεως, καὶ καταῤῥέων, φησὶ, τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα· ὥστε εἰπεῖν τὸν Ἀγχοὺς τοῖς παισί· Τί εἰσεφέρετε αὐτὸν πρὸς μέ; Μὴ ἐπιδέομαι ἐπιλήπτων ἐγὼ, ὅτι εἰσηνέγκατε αὐτὸν ἐπιληπτεύεσθαι ἐπ᾽ ἐμέ;

Καὶ οὕτως ἀπολυθεὶς ἐκεῖθεν, διεσώθη, φησὶν, εἰς τὸ σπήλαιον Ὀδολλάμ. Ὡς οὖν ἐκ μεγάλου κινδύνου διεκφυγὼν, ταύτην ἀναπέμπει τὴν εὐχαριστίαν τῷ ῥυσαμένῳ αὐτὸν Θεῷ. Εὐλογήσω, φησὶ, τὸν Κύριον ἐν παντὶ καιρῷ. Διεκφυγὼν ἐκ τοῦ θανάτου, οἷον ὅρους ἑαυτῷ τίθεται τῆς ζωῆς, τυπῶν ἑαυτοῦ τὴν ψυχὴν πρὸς τὸ τῆς πολιτείας ἀκριβές· ὡς μηδένα καιρὸν διαλιμπάνειν τῆς εὐλογίας, ἀλλὰ καὶ μεγάλων καὶ μικροτέρων πραγμάτων ἐπὶ τὸν Θεὸν ἀναφέρειν τὴν ἀρχήν. Οὐχὶ ἡγήσομαι, φησὶ, κατὰ τὴν ἐμαυτοῦ ἐπιμέλειαν γίνεσθαι, οὐδὲ ἐκ τῆς αὐτομάτου συντυχίας συμβαίνειν, ἀλλ᾽ Ἐν παντὶ καιρῷ εὐλογήσω τὸν Κύριον, οὐκ ἐν ταῖς εὐημερίαις μόνον τοῦ βίου, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς καιροῖς. Ἐντεῦθεν μαθητευθεὶς ὁ Ἀπόστολος, Πάντοτε, φησὶ, χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Ὁρᾷς ἡλίκη τοῦ ἀνδρὸς ἡ ἀγάπη; Οὐκ ἀπεδυσπέτει πρὸς τὴν συνέχειαν τῶν κακῶν, ὅτε οὐ μόνον πατρίδος ἀπελήλατο, καὶ συγγενείας, καὶ οἰκείων, καὶ κτημάτων, ἀλλὰ καὶ τοῖς πολεμίοις παραδοθεὶς ὑπὸ τῆς ἀνάγκης, μικροῦ διασπᾶσθαι παρ᾽ αὐτῶν ἔμελλεν.

Οὐκ εἶπε· Μέχρι τίνος ἡ συνέχεια τῶν κακῶν; οὐκ ἀπεδυσπέτησε πρὸς τὴν παράτασιν τῆς θλίψεως, εἰδὼς, Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα. Τῷ ὄντι γὰρ τοῖς καλῶς παρεσκευασμένοις αἱ θλίψεις οἱονεὶ τροφαί τινές εἰσιν ἀθλητικαὶ καὶ γυμνάσια, ἐπὶ τὴν πατρῴαν δόξαν τὸν ἀγωνιστὴν προβιβάζουσαι· ὅταν λοιδορούμενοι εὐλογῶμεν, βλασφημούμενοι παρακαλῶμεν, καταπονούμενοι εὐχαριστῶμεν, θλιβόμενοι ἐπὶ τῇ θλίψει καυχώμεθα. Αἰσχρὸν γὰρ εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις καὶ ἐπιπόνοις πράγμασιν. Ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.

Διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Δοκεῖ ἀδύνατόν τι ἐπαγγέλλεσθαι ὁ προφήτης. Πῶς γὰρ διαπαντὸς ἡ αἴνεσις τοῦ Θεοῦ ἐν τῷ στόματι ἀνθρώπου εἶναι δύναται; Ὅτε διαλέγεται τὰς συνήθεις καὶ βιωτικὰς ὁμιλίας, οὐκ ἔχει τὸν αἶνον τοῦ Θεοῦ ἐν τῷ στόματι. Ὅτε καθεύδει, σιωπήσεται πάντως. Ἐσθίοντος δὲ καὶ πίνοντος πῶς ἐνεργήσει τὸ στόμα τὴν αἴνεσιν; Πρὸς δὴ τοῦτο λέγομεν, ὅτι ἔστι μέν τι καὶ νοητὸν στόμα τοῦ ἔνδον ἀνθρώπου, ᾧ τρέφεται μεταλαμβάνων τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβάς.

Περὶ ἐκείνου τοῦ στόματος καὶ ὁ Προφήτης φησὶν ὅτι· Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα. Ἐκεῖνο καὶ ὁ Κύριος προκαλεῖται ἡμᾶς εὐρύχωρον ἔχειν εἰς ὑποδοχὴν ἀφθονωτέραν τῶν τροφῶν τῆς ἀληθείας. Πλάτυνον γὰρ, φησὶ, τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Δύναται οὖν ἡ ἐντετυπωμένη ἅπαξ καὶ οἱονεὶ ἐσφραγισμένη τῷ ἡγεμονικῷ τῆς ψυχῆς περὶ Θεοῦ ἔννοια αἴνεσις ὀνομάζεσθαι Θεοῦ, διαπαντὸς ἐνυπάρχουσα τῇ ψυχῇ. Δύναται δὲ καὶ, κατὰ τὴν ἀποστολικὴν ὑποθήκην, ὁ σπουδαῖος πάντα ποιεῖν εἰς δόξαν Θεοῦ, ὥστε πᾶσαν πρᾶξιν, καὶ πᾶν ῥῆμα, καὶ πᾶσαν ἐνέργειαν νοερὰν, αἰνέσεως ἐπέχειν δύναμιν. Εἴτε γὰρ ἐσθίει ὁ δίκαιος, εἴτε πίνει, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ. Τοῦ τοιούτου καθεύδοντος ἡ καρδία ἐγρήγορεν, κατὰ τὸν εἰπόντα ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ. Ὡς γὰρ ἐπὶ πολὺ τὰ καθ᾽ ὕπνον φαντάσματα τῆς μεθημερινῆς ἐννοίας ἐστὶν ἀπηχήματα.

Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Μηδεὶς, φησὶ, τὴν ἐμὴν ἐπίνοιαν, καθ᾽ ἣν διεσώθην ἐκ τῶν κινδύνων, ἐπαινείτω. Οὐ γὰρ ἐν δυνάμει ἀνθρώπου, οὐδὲ ἐν σοφίᾳ, ἀλλ᾽ ἐν τῇ χάριτι τοῦ Θεοῦ ἐστιν ἡ σωτηρία. Μὴ καυχάσθω, φησὶν, ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, μήτε ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μήτε ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ· ἀλλ᾽ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν Κύριον τὸν Θεὸν αὐτοῦ.

Ὁρᾷς τὸν Ἀπόστολον πῶς τοὺς συνεργοὺς τοῦ Εὐαγγελίου ἐπαινεῖ; Ὅς ἐστι σύνδουλος καὶ διάκονος ὑμῶν ἐν Κυρίῳ. Ἐὰν μέντοι τις ἐπὶ σώματος κάλλει, ἢ γονέων περιφανείᾳ ἐπαινεῖται, οὐκ ἐν Κυρίῳ ἐπαινεῖται αὐτοῦ ἡ ψυχὴ, ἀλλ᾽ ἐν τῇ ματαιότητί ἐστι τῶν τοιούτων ἕκαστος. Οὐδὲ γὰρ αἱ μέσαι τέχναι τὸ ἀληθινῶς ἐπαινετὸν ἔχουσι, κυβερνῆται, ἰατροὶ, ῥήτορες, ἢ ἀρχιτέκτονες πόλεις οἰκοδομοῦντες ἢ πυραμίδας, ἢ λαβυρίνθους, ἢ ἄλλας τινὰς δαπανηρὰς ἢ ὑπερόγκους οἰκοδομημάτων κατασκευάς. Οἱ ἐπὶ τούτοις ἐπαινούμενοι, οὐκ ἐν Κυρίῳ ἔχουσι τὴν ἑαυτῶν ψυχήν. Ἀρκεῖ ἡμῖν πρὸς ἅπαν ἀξίωμα τὸ τηλικούτου Δεσπότου δούλους ἡμᾶς ὀνομάζεσθαι.

Οὐ δήπου γὰρ βασιλεῖ μέν τις ὑπηρετῶν μέγα φρονήσει, διὰ τὸ ἐν τῇδε τῇ τάξει τῆς ὑπηρεσίας τετάχθαι· Θεῷ δὲ καταξιωθεὶς λατρεύειν, ἀλλαχόθεν τοὺς ἐπαίνους ἑαυτῷ περινοήσει, ὡς οὐκ ἀρκούσης αὐτῷ τῆς ἐπικλήσεως τοῦ Κυρίου πρὸς πᾶσαν δόξης καὶ περιφανείας ὑπερβολήν; Ἐν τῷ Κυρίῳ οὖν ἐπαινεθήσεται ἡ ψυχή μου. Ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν. Ἐπειδὴ ἄνευ πολέμου, φησὶ, κατωρθώθη μοι ἡ σωτηρία ἐκ μόνης τῆς κατὰ πρόσωπον ἀλλοιώσεως, διὰ τῆς τοῦ Θεοῦ συνεργίας ἀπατηθέντων τῶν πολεμίων· Ἀκουσάτωσαν πραεῖς, ὅτι δυνατὸν καὶ ἡσυχάζοντας ἐγεῖραι τρόπαιον, καὶ μὴ μαχομένους νικητὰς ἀποφανθῆναι· Καὶ εὐφρανθήτωσαν, βεβαιούμενοι εἰς τὴν πραότητα τῷ κατ᾽ ἐμὲ ὑποδείγματι. Ἔλαβον γὰρ ταύτην τὴν χάριν παρὰ Θεοῦ, ἐπειδὴ κατώρθωσα τὴν πραότητα. Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Μεγίστη γὰρ τῶν ἀρετῶν ἡ πραότης· διὸ καὶ τοῖς μακαρισμοῖς ἐγκατείλεκται. Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ἐκείνη γὰρ ἡ γῆ, ἡ ἐπουράνιος Ἱερουσαλὴμ, οὐ γίνεται τῶν μαχομένων λάφυρον, ἀλλὰ μακροθύμων καὶ πραϋπαθῶν ἀνδρῶν πρόκειται κληρονομία. Ἴσον δὲ δύναται τὸ, Ἀκουσάτωσαν πραεῖς, καὶ τὸ, Ἀκουσάτωσαν οἱ Χριστοῦ μαθηταί. Τάχα δὲ προφητικῶς βούλεται μέχρις ἡμῶν διαβῆναι τὸ θαῦμα τῆς τοῦ Θεοῦ εἰς αὐτὸν εὐεργεσίας.

Ἀκουσάτωσαν γὰρ οἱ πολλαῖς ὕστερον γενεαῖς γενήσεσθαι τοῦ Χριστοῦ μαθηταὶ μέλλοντες. Τούτους γὰρ ὠνόμασε πραεῖς, οἷς ὁ Κύριος διαλέγεται· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οἱ κατεσταλμένοι τὰ ἤθη καὶ παντὸς πάθους ἀπηλλαγμένοι, ὡς μηδεμίαν ἔχειν ταραχὴν ἐνοικοῦσαν αὐτῶν ταῖς ψυχαῖς, οὗτοι πραεῖς προσαγορεύονται. Διὸ καὶ Μωϋσῆς μεμαρτύρηται πραῢς εἶναι παρὰ πάντας ἀνθρώπους ἐπὶ τῆς γῆς.

Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. Πρέποντα ἑαυτῷ χορὸν εἰς δοξολογίαν τοῦ Κυρίου παραλαμβάνει. Μηδεὶς ταραχώδης, μηδὲ τεθορυβημένος, μηδὲ ἐκ τῶν παθῶν τῆς σαρκὸς τὴν ψυχὴν παροιστρῶν ἐγκαταμιγήτω μοι· ἀλλ᾽ ὑμεῖς οἱ πραεῖς, οἱ τὸ βεβηκὸς καὶ εὐσταθὲς τῆς ψυχῆς κατωρθωκότες, τὸ δὲ νωθρὸν καὶ ὑπνῶδες πρὸς τὰς τῶν καθηκόντων ἐνεργείας ἀποσειόμενοι, ὑμεῖς μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. Μεγαλύνει δὲ τὸν Κύριον ὁ μεγάλῃ διανοίᾳ καὶ γαύρῳ τῷ φρονήματι καὶ ἐπηρμένῳ τοὺς ὑπὲρ τῆς εὐσεβείας πειρασμοὺς ὑπομένων. Ἔπειτα δὲ καὶ ὁ μεγάλῃ τῇ διανοίᾳ καὶ θεωρήμασι βαθυτάτοις τὰ μεγέθη τῆς κτίσεως καθορῶν, ἵν᾽ ἐκ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τῶν κτισμάτων τὸν γενεσιουργὸν αὐτῶν θεωρήσῃ. Ὅσῳ γάρ τις ἐπὶ πλεῖον ἐμβαθύνει τοῖς λόγοις καθ᾽ οὓς γεγένηται τὰ ὄντα, καὶ καθ᾽ οὓς οἰκονομεῖται, τοσούτῳ μᾶλλον θεωρεῖ τὴν μεγαλοπρέπειαν τοῦ Κυρίου, καὶ τὸ ὅσον ἐφ᾽ ἑαυτῷ, μεγαλύνει τὸν Κύριον. Ἐπεὶ οὖν εἷς νοῦς καὶ ἑνὸς ἀνδρὸς μελέτη, οὐδὲ πρὸς βραχὺ αὐταρκεῖ πρὸς τὴν τῶν μεγαλείων τοῦ Θεοῦ κατάληψιν, πάντας ὁμοῦ τοὺς πραεῖς εἰς τὴν κοινωνίαν ταύτης τῆς ἐνεργείας παραλαμβάνει. Δεῖ γὰρ πᾶσαν σχολὴν ἄγειν ἀπὸ θορύβων τῶν ἔξωθεν, καὶ πᾶσαν ἡσυχίαν ἐν τῷ κρυπτῷ τῆς καρδίας βουλευτηρίῳ ποιήσαντα, οὕτως ἐπιβάλλειν τῇ θεωρίᾳ τῆς ἀληθείας. Ἀκούεις τοῦ ἐξομολογουμένου τὴν ἁμαρτίαν, τί φησιν;

Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. Οὐ μόνον δὲ θυμὸς, ἀλλὰ καὶ ἐπιθυμία, καὶ δειλία, καὶ φθόνος ὀφθαλμὸν ψυχῆς ἐκταράσσει· καὶ ἁπαξαπλῶς πάντα τὰ πάθη συγχυτικὰ καὶ ἐκταρακτικὰ τοῦ διορατικοῦ τῆς ψυχῆς ἐστι. Καὶ ὡς οὐ δυνατὸν τεθολωμένῳ ὀφθαλμῷ ἀκριβῆ λαβεῖν τῶν ὁρατῶν τὴν κατάληψιν, οὕτως οὐδὲ τεθολωμένῃ καρδίᾳ τῇ κατανοήσει τῆς ἀληθείας ἐπιβαλεῖν. Ἀναχωρῆσαι οὖν δεῖ τῶν τοῦ κόσμου πραγμάτων, καὶ μήτε δι᾽ ὀφθαλμῶν, μήτε δι᾽ ὤτων, μήτε δι᾽ ἄλλης τινὸς αἰσθήσεως ἐπεισάγειν ἀλλοτρίους λογισμοὺς τῇ ψυχῇ. Θορύβων γὰρ ἀσιγήτων καὶ στάσεων ἀδιαλλάκτων ἀναπιμπλῶσι τὰ ἔνδον οἱ τοῦ φρονήματος τῆς σαρκὸς ἐπανιστάμενοι πόλεμοι.

Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου. Ταῦτα, φησὶν, ἀκουσάτωσαν οἱ πραεῖς, ὅτι ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ τῷ χαλεπῷ, ὅτε πᾶς μὲν θυμὸς τῶν μνησικακούντων ἐκινεῖτο κατ᾽ ἐμοῦ, πᾶσα δὲ χεὶρ ἐπ᾽ ἐμὲ ὡπλίζετο, γυμνὸς δὲ ἐγὼ καὶ ἄοπλος ἕτοιμος εἰς πᾶσαν αἰκίαν ἐξεκείμην τοῖς πολεμίοις, τότε οὐ συνεχύθην τοὺς διαλογισμοὺς τῷ φόβῳ, οὐκ ἐξεκρούσθην ἐκ τῆς τοῦ Θεοῦ ἐννοίας, οὐκ ἀπέγνων τῆς ἐμαυτοῦ σωτηρίας, ἀλλ᾽ ἐξεζήτησα τὸν Κύριον Οὐχὶ ἐζήτησα μόνον ἁπλῆν τινα καὶ χρονικὴν πρὸς τὸν Κύριον ἐλπίδα, ἀλλ᾽ ἐξεζήτησα. Πλεῖον γάρ τι δηλοῖ παρὰ τὸ ζητῆσαι ἡ ἔμφασις τοῦ ἐκζητῆσαι, ὡς καὶ παρὰ τὴν ἔρευναν ἡ ἐξερεύνησις. Ἐξέλιπον γὰρ ἐξερευνῶντες ἐξερευνήσεις. Πολλὴν οὖν τινα σχολὴν καὶ ἀταραξίαν ὁ λόγος παρίστησι διὰ τῆς ἐκζητήσεως.

Καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. Πᾶσα ἡ τοῦ δικαίου ζωὴ τεθλιμμένη ἐστὶ, καὶ Στενὴ καὶ τεθλιμμένη ἡ ὁδός· καὶ, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. Διὰ τοῦτο καὶ ὁ Ἀπόστολός φησιν, Ἐν παντὶ θλιβόμενοι· καὶ, Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ῥύεται δὲ ἐκ θλίψεως τοὺς ἁγίους αὐτοῦ ὁ Θεὸς, οὐκ ἀδοκιμάστους αὐτοὺς καταλιμπάνων, ἀλλὰ τὴν ὑπομονὴν αὐτοῖς χαριζόμενος. Εἰ γὰρ Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν· ὁ τὴν θλίψιν ἀφαιρούμενος τῆς δοκιμῆς ἑαυτὸν ἀπεστέρησεν. Ὡς οὖν οὐδεὶς στεφανοῦται ἄνευ ἀνταγωνιστοῦ, οὕτως οὐδὲ δόκιμος ἀποφανθῆναι δύναται εἰ μὴ διὰ θλίψεων. Ἐκ πασῶν οὖν τῶν θλίψεων ἐῤῥύσατό με, οὐχὶ μὴ ἐῶν με θλίβεσθαι, ἀλλὰ σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν, χαριζόμενος. Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε· καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου, τούτοις παρακελεύεται προσελθεῖν τῷ Κυρίῳ, καὶ ἐγγίσαι αὐτοῦ ταῖς ἀκτῖσι τῆς θεότητος, ἵν᾽, ἐκ τοῦ προσεγγισμοῦ ἐλλαμφθέντες τῇ ἀληθείᾳ, χάριτι τὸν φωτισμὸν αὐτοῦ εἰς ἑαυτοὺς χωρήσωσιν.

Ὥσπερ γὰρ τὸ αἰσθητὸν τοῦτο φῶς οὐ πᾶσιν ὁμοίως ἀνατέλλει, ἀλλὰ τοῖς ἔχουσιν ὀφθαλμοὺς, καὶ ἐγρηγορόσι, καὶ ὑπ᾽ οὐδενὸς κωλύματος ἀπολαύειν δυναμένοις τῆς τοῦ ἡλίου ἐπιδημίας· οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, Τὸ ἀληθινὸν φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, οὐ πᾶσι τὴν ἑαυτοῦ φαιδρότητα χαρίζεται, ἀλλὰ τοῖς ἀξίως αὐτοῦ πολιτευομένοις. Φῶς γὰρ, φησὶν, ἀνέτειλεν, οὐχὶ τῷ ἁμαρτωλῷ, ἀλλὰ τῷ δικαίῳ. Ὡς γὰρ ἀνέτειλε μὲν ὁ ἥλιος, ἀλλ᾽ οὐχὶ ταῖς νυκτερίσιν, οὐδὲ τοῖς ἄλλοις ζώοις τοῖς νυκτινόμοις· οὕτω καὶ τὸ φῶς τῇ μὲν ἑαυτοῦ φύσει λαμπρόν ἐστι καὶ φαιδρυντικόν· οὐ πάντες δὲ αὐτοῦ τῆς λαμπηδόνος μεταλαμβάνουσιν. Οὕτω καὶ Πᾶς ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ ἔργα. Προσέλθετε οὖν πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Μακάριος ὁ ἐν τῇ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ, ὅταν ἔλθῃ ὁ Κύριος φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶσαι τὰς βουλὰς τῶν καρδιῶν, τολμήσας ὑπὸ τὸ φῶς ἐκεῖνο τῶν ἐλέγχων γενέσθαι, καὶ ἐπανελθὼν ἀνεπαίσχυντος τῷ ἀμόλυντον ἔχειν τὸ συνειδὸς ἀπὸ πονηρῶν ἔργων. Οἱ γὰρ τὰ φαῦλα πράξαντες εἰς ὀνειδισμὸν καὶ αἰσχύνην ἀναστήσονται, ἐνορῶντες ἐν ἑαυτοῖς τὸ αἶσχος καὶ τοὺς τύπους τῶν ἡμαρτημένων.

Καὶ τάχα φοβερωτέρα τοῦ σκότους καὶ τοῦ πυρὸς τοῦ αἰωνίου ἡ αἰσχύνη ἐστὶν, ᾗ μέλλουσι συνδιαιωνίζειν οἱ ἁμαρτωλοὶ, ἀεὶ ἐν ὀφθαλμοῖς ἔχοντες τὰ ἴχνη τῆς ἐν σαρκὶ ἁμαρτίας, οἱονεί τινος βαφῆς ἀνεκπλύτου, τῇ μνήμῃ τῆς ψυχῆς αὐτῶν εἰς τὸ διηνεκὲς παραμένοντα. Ὀλίγων δέ ἐστι τὸ προσελθεῖν τῷ φωτὶ τῷ ἀληθινῷ, καὶ ἀποκαλύψαι, καὶ μετὰ τὴν ἀποκάλυψιν τῶν κρυπτῶν, μὴ ἀπελθεῖν αἰσχυνθέντας τὰ πρόσωπα.

Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ. Οὐκ ἀεὶ ἐπαινετὴ ἡ πτωχεία, ἀλλ᾽ ἡ ἐκ προαιρέσεως κατὰ τὸν εὐαγγελικὸν σκοπὸν κατορθουμένη. Πολλοὶ γὰρ πτωχοὶ μὲν τῇ περιουσίᾳ, πλεονεκτικώτατοι δὲ τῇ προαιρέσει τυγχάνουσιν· οὓς οὐχ ἡ ἔνδεια σώζει, ἀλλ᾽ ἡ προαίρεσις κατακρίνει.

Οὐ τοίνυν ὁ ἐνδεὴς πάντως μακαριστὸς, ἀλλ᾽ ὁ κρείττονα ἡγησάμενος τῶν τοῦ κόσμου θησαυρῶν τὴν ἐντολὴν τοῦ Χριστοῦ. Τούτους καὶ ὁ Κύριος μακαρίζει λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· οὐχ οἱ πένητες κατὰ τὴν περιουσίαν, ἀλλ᾽ οἱ τὴν πτωχείαν ἐκ ψυχῆς προελόμενοι. Οὐδὲν γὰρ τῶν ἀπροαιρέτων μακαριστόν. Διότι πᾶσα ἀρετὴ, μάλιστα δὲ αὕτη πρὸ πάντων, τῷ ἑκουσίῳ χαρακτηρίζεται. Οὗτος οὖν, φησὶν, ὁ πτωχὸς ἐκέκραξε. Τῇ δεικτικῇ φωνῇ ἐπὶ τὸν πτωχεύοντα κατὰ Θεὸν, καὶ πεινῶντα, καὶ διψῶντα, καὶ γυμνητεύοντα, τὴν διάνοιάν σου προκαλεῖται· Οὗτος ὁ πτωχὸς, μονονουχὶ δακτύλῳ δεικνύς· Οὗτος ὁ μαθητὴς Χριστοῦ. Δυνατὸν καὶ εἰς Χριστὸν ἀνάξαι τὸν λόγον, ὃς, πλούσιος ὢν τῇ φύσει, διότι πάντα τὰ τοῦ Πατρὸς αὐτοῦ ἐστι, δι᾽ ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Σχεδὸν γὰρ παντὸς ἔργου τοῦ προάγοντος ἐπὶ τὸν μακαρισμὸν αὐτὸς ἦρξεν ὁ Κύριος, παράδειγμα τοῖς μανθάνουσιν ἑαυτὸν προτιθείς. Ἐπάνηκε ἐπὶ τοὺς μακαρισμοὺς, καὶ ἕκαστον ἐξετάσας εὑρήσεις, ὅτι προέλαβε τὴν ἐκ τοῦ λόγου διδασκαλίαν τοῖς ἔργοις. Μακάριοι οἱ πραεῖς. Πῶς οὖν μάθωμεν τὴν πραότητα; Μάθετε ἀπ᾽ ἐμοῦ, φησὶν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Μακάριοι οἱ εἰρηνοποιοί.

Τίς ἡμᾶς διδάξει τὸ τῆς εἰρήνης καλόν; Αὐτὸς ὁ εἰρηνοποιὸς, ὁ ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον· ὁ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐν τοῖς οὐρανοῖς εἴτε τὰ ἐπὶ τῆς γῆς. Μακάριοι οἱ πτωχοί.

Αὐτός ἐστιν ὁ πτωχεύσας, καὶ κενώσας ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, ἵνα ἡμεῖς πάντες ἐκ τοῦ πληρώματος αὐτοῦ λάβωμεν, καὶ χάριν ἀντὶ χάριτος. Εἴ τις οὖν, ἀπὸ τοῦ ἁγίου καὶ φιλανθρώπου Πνεύματος ἀγόμενος, μὴ φρονῶν ἐφ᾽ ἑαυτῷ, ἀλλὰ ταπεινῶν ἑαυτὸν, ἵνα τοὺς ἄλλους ὑψώσῃ, κράζοι τῷ πνεύματι τὰ μεγάλα εὐχόμενος, καὶ μηδὲν μικροπρεπὲς μηδὲ ταπεινὸν φθέγγοιτο ἐκ τοῦ τὰ ἐπίγεια καὶ κοσμικὰ ζητεῖν, τοῦ τοιούτου ἡ κραυγὴ εἰσακουστὴ τῷ Κυρίῳ. Τί οὖν τὸ τέλος τῆς ἀκοῆς; Τὸ ῥυσθῆναι ἀπὸ πασῶν τῶν θλίψεων ἄτρωτον, μὴ ὑποκατακλιθέντα, μηδὲ δουλεύοντα τῷ φρονήματι τῆς σαρκός. Τίς οὖν καὶ ὁ τρόπος δι᾽ οὗ ῥύεται ὁ πτωχός;

Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἡρμήνευσε τίνα λέγει τὸν πτωχὸν, τὸν φοβούμενον τὸν Κύριον. Διότι ὁ φοβούμενος ἔτι ἐν τῇ τοῦ δούλου τάξει ἐστίν. Ὁ δὲ ὑπὸ τῆς ἀγάπης τετελειωμένος πρὸς τὴν τοῦ υἱοῦ λοιπὸν ἀξίαν ἀνέδραμε. Διόπερ ὁ μὲν δοῦλος καὶ πτωχὸς λέγεται, τῷ μηδὲν ἴδιον ἔχειν· ὁ δὲ υἱὸς ἤδη καὶ πλούσιος, τῷ κληρονόμος εἶναι τῶν πατρικῶν ἀγαθῶν. Παρεμβαλεῖ οὖν ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. Παντὶ πεπιστευκότι εἰς τὸν Κύριον ἄγγελος παρεδρεύει, ἐὰν μήποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς δυσωδία ἐξελαύνει· οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία. Ἐὰν ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἀγγελικῆς ἔργα, καὶ νοῦς πλούσιος ἐν τοῖς τῆς ἀληθείας θεωρήμασιν ἐνοικῇ σοι διὰ τὸν πλοῦτον τῶν τιμίων ἔργων τῆς ἀρετῆς, ἀναγκαίως φρουρούς σοι καὶ φύλακας παρακαθίστησιν ὁ Θεὸς, καὶ περιτειχίζει σε φυλακῇ ἀγγέλων. Σκόπει δὲ ἡλίκη ἐστὶ τῶν ἀγγέλων ἡ φύσις· ὅτι ὅλῳ στρατοπέδῳ καὶ παρεμβολῇ πολυανθρώπῳ παρεικάζεται ὁ εἷς ἄγγελος. Διὰ μὲν οὖν τὸ μέγεθος τοῦ φυλάσσοντός σε παρεμβολήν σοι χαρίζεται ὁ Κύριος· διὰ δὲ τὴν ἰσχὺν τοῦ ἀγγέλου οἱονεὶ περιτειχίζει σε πάντοθεν τῇ ἀπ᾽ αὐτοῦ ἀσφαλείᾳ.

Τοῦτο γὰρ σημαίνει τὸ, Κύκλῳ. Ὥσπερ γὰρ οἱ τῶν πόλεων περίβολοι, κύκλῳ πάσαις περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν· οὕτω καὶ ὁ ἄγγελος, καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν, καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει. Διὰ τοῦτο Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου· πρὸς σὲ δὲ οὐδὲ πληγή τινος τῶν ἐχθρῶν ἐγγιεῖ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ.

Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Πολλαχοῦ τετηρήκαμεν, ὅτι τοῖς ἔξωθεν μέλεσιν ὁμωνύμως αἱ τῆς ψυχῆς προσαγορεύονται δυνάμεις. Ἐπεὶ δὲ ἄρτος ἐστὶν ἀληθινὸς ὁ Κύριος ἡμῶν, καὶ ἡ σὰρξ αὐτοῦ ἀληθής ἐστι βρῶσις· ἀνάγκη τὴν ἡδονὴν τῆς εὐφροσύνης τοῦ ἄρτου διὰ γεύσεως ἡμῖν νοητῆς ἐγγίνεσθαι. Ὡς τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται παραστῆναι τοῖς ἀπείροις, ὅσον ἀπ᾽ αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου λόγου ἐναργῶς παραδοθῆναι διδασκαλίαις δύναται, ἐὰν μὴ, τὰ τῆς ἀληθείας δόγματα ἐπὶ πλέον βασανίσαντες, δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ τὴν χρηστότητα καταλαβεῖν τοῦ Κυρίου. Γεύσασθε δὲ, εἶπε, καὶ οὐχὶ ἐμπλήσθητε· διότι νῦν μὲν ἐκ μέρους γινώσκομεν, καὶ δι᾽ ἐσόπτρου βλέπομεν καὶ αἰνίγματος τὴν ἀλήθειαν· ἥξει δέ ποτε ὅτε ὁ νῦν ἀῤῥαβὼν, καὶ τὸ γεῦμα τοῦτο τῆς χάριτος εἰς τελειότητα ἡμῖν τῆς ἀπολαύσεως καταντήσει.

Ὥσπερ δὲ οἱ στομαχοῦντες καὶ οἱ κακόσιτοι, ἀποστρεφόμενοι τὰ σιτία, ὑπὸ τῶν ἰατρῶν θεραπεύονται τὸ δυσάρεστον, διεγειρόντων τὰς ὀρέξεις διά τινος ἐπιτηδεύσεως τῆς ἐν τοῖς βρώμασιν, ὥστε, ὑπὸ τῆς καρυκείας ἐκείνης ἐρεθιζομένης τῆς αἰσθήσεως, ἀεὶ πρὸς τὸ πλεῖον ἐπιτείνεσθαι τὰς ὀρέξεις· οὕτω καὶ ἐπὶ τοῦ λόγου τῆς ἀληθείας, Αὐτὴ, φησὶν, ὑμᾶς ἡ πεῖρα πρὸς τὸ ἀκόρεστον τῆς ἐπιθυμίας ἀεὶ προσκαλέσεται.

Διὰ τοῦτο, φησὶ, Γεύσασθε, ἵνα μακάριοι γένησθε ἀεὶ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ᾽ αὐτόν. Ὁ ἀεὶ ἐν ἐπιθυμίᾳ ὢν τοῦ λόγου, ἐπ᾽ οὐδὲν ἕτερον θήσεται τὴν ἐλπίδα ἢ ἐπὶ τὸν Κύριον. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ· ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Ἐὰν μὴ φόβος παιδεύῃ ἡμῶν τὴν ζωὴν, ἀμήχανον κατορθωθῆναι τὸν ἁγιασμὸν ἐν τῷ σώματι.

Καθήλωσον γὰρ, φησὶ, ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ὡς γὰρ οἱ ὑπὸ τῶν ἥλων διαπεπαρμένοι τὰ μέλη τοῦ σώματος ἀκίνητα ἔχουσι πρὸς ἐνέργειαν, οὕτως οἱ τῷ θείῳ φόβῳ τὴν ψυχὴν κατειλημμένοι πᾶσαν τὴν ἐκ τῶν παθῶν τῆς ἁμαρτίας ἐνόχλησιν διαφεύγουσι. Τῷ οὖν φοβουμένῳ οὐκ ἔστιν ὑστέρημα· τουτέστι, πρὸς οὐδεμίαν ἀρετήν ἐστιν ἐλλιπὴς ὁ ὑπὸ τοῦ φόβου ἀπὸ πάσης ἀτόπου πράξεως κωλυόμενος, ἀλλὰ τέλειός ἐστι, μηδενὸς τῶν ἐπιβαλλόντων τῇ ἀνθρωπίνῃ φύσει καλῶν ἀπολειπόμενος.

Ὡς γὰρ οὐκ ἔστι τέλειος ἐν τῷ σώματι ὁ ἔν τινι μέρει τῶν ἀναγκαίων ἐλλιμπάνων, ἀλλ᾽ ἀτελής ἐστι καθ᾽ ὃ ἐλλείπει· οὕτω καὶ ὁ περὶ μίαν τῶν ἐντολῶν καταφρονητικῶς διακείμενος, διὰ τὸ ὑστερεῖν αὐτῆς, ἀτελής ἐστι κατὰ τὸ ἐλλεῖπον.

Ὁ δὲ τὸν τέλειον φόβον ἀνειληφὼς, καὶ πάντα καταπτήσσων δι᾽ εὐλάβειαν, οὐδὲν μὲν ἁμαρτήσεται τῷ μηδενὸς ὑπερορᾷν· οὐχ ἕξει δὲ ὑστέρημα, τῷ ἐπὶ πάντα διαρκῶς παρεῖναι αὐτῷ τὸν φόβον. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Οἰκοδομείτω μὲν ἡμᾶς καὶ πρὸς τὴν καταφρόνησιν τοῦ σωματικοῦ πλούτου ὁ λόγος, τὸ ἀβέβαιον τῆς τῶν χρημάτων περιουσίας ἐκδιδάσκων.

Εὐμετάπτωτος γὰρ ὁ πλοῦτος, καὶ οἱονεὶ κῦμα ὑπὸ τῆς βίας τῶν ἀνέμων ἄλλοτε πρὸς ἄλλα μέρη πεφυκὼς μεταῤῥεῖν. Καὶ πλούσιον λέγει τάχα τὸν Ἰσραήλ· ὧν ἡ υἱοθεσία καὶ ἡ λατρεία, ὧν αἱ ἐπαγγελίαι, ἐξ ὧν οἱ πατέρες. Οὗτοι τοίνυν διὰ τὴν εἰς τὸν Κύριον ἁμαρτίαν ἐπτώχευσαν. Οἱ δὲ ἀντ᾽ ἐκείνων ἐκζητήσαντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Ἐπτώχευσαν δέ πως καὶ ἐπείνασαν.

Ἐπειδὴ γὰρ ἀπέκτειναν τὸν ἄρτον τῆς ζωῆς, ἦλθεν ἐπ᾽ αὐτοὺς ὁ λιμὸς τοῦ ἄρτου· καὶ ἐπειδὴ ἐπεβούλευσαν τῇ πηγῇ τοῦ ὕδατος τοῦ ζῶντος, ἦλθεν αὐτοῖς ἡ δίψα, καὶ ἐπετέθη αὐτοῖς ἡ ἐκ τῆς δίψης κόλασις· λιμὸς δὲ οὐχὶ ἄρτου αἰσθητοῦ, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ἐπτώχευσαν μὲν οὖν καὶ ἐπείνασαν. Οἱ μέντοι ἀπὸ τῶν ἐθνῶν μαθόντες ἐκζητεῖν τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Τὸ παντέλειον ἀγαθὸν αὐτός ἐστιν ὁ Θεός· οὗ οὐκ ἐλαττωθήσονται πάντες οἱ ἐκζητοῦντες αὐτόν. Μὴ γάρ μοί τις ἀπαίδευτος, ἀδιάκριτον ἔχων τὸν περὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ τόπον, ἀγαθὸν ὀνομαζέτω τὸν πρόσκαιρον ἔχοντα τὴν ἀπόλαυσιν καὶ τῇ φθορᾷ τοῦ σώματος συναπερχομένην.

Ὁ γὰρ τὸν σωματικὸν πλοῦτον καὶ τὰ σωματικὰ προτερήματα εἰς τὴν τοῦ ἀγαθοῦ τάξιν κατάγων, εἰς πράγματα εὐτελῆ καὶ οὐδενὸς λόγου ἄξια ἄγει τὸ σεμνὸν καὶ μόνῳ Θεῷ πρέπον ὄνομα, καὶ ἅμα ἐναντιώματι χαλεπωτάτῳ περιπεσεῖται. Ἢ γὰρ τοὺς ἀποστόλους ἐρεῖ, παρὰ τὸ μὴ ἐκζητῆσαι τὸν Κύριον, μὴ τετυχηκέναι τῶν σωματικῶν ἀγαθῶν· ἢ εἰ ἐκζητοῦντες ἀπετύγχανον τῶν τοιούτων ἀγαθῶν, τῆς Γραφῆς αὐτῆς κατηγορήσει λεγούσης μηδενὸς ἀγαθοῦ ἐλαττοῦσθαι τοὺς ἐκζητοῦντας τὸν Κύριον. Ἀλλὰ καὶ ἐξεζήτουν οἱ ἅγιοι τὸν Κύριον, καὶ τῆς αὐτοῦ τοῦ ζητουμένου καταλήψεως οὐκ ἠλαττοῦντο, οὐδὲ τῶν ἀποκειμένων ἐν τῇ αἰωνίᾳ ἀναπαύσει ἀγαθῶν ἐστερήθησαν.

Περὶ ἐκείνων γὰρ λέγοιτο ἂν κυρίως τὸ, Παντὸς ἀγαθοῦ. Αἱ γὰρ σωματικαὶ ἀπολαύσεις πλεῖον τὸ ὀδυνηρὸν ἔχουσι τοῦ ἡδέος· οἱ γάμοι τὰς ἀπαιδίας, τὰς χηρείας, τὰς διαφθοράς· αἱ γεωργίαι τὴν ἀκαρπίαν· αἱ ἐμπορίαι τὰ ναυάγια· οἱ πλοῦτοι τὰς ἐπιβουλάς· αἱ τρυφαὶ καὶ οἱ κόροι, καὶ αἱ συνεχεῖς ἀπολαύσεις τὸ ποικίλον τῶν νοσημάτων, καὶ τὸ πολυειδὲς τῶν παθῶν. Παῦλος μέντοι καὶ ἐξεζήτει τὸν Κύριον, καὶ οὐδὲν αὐτῷ ἔλειπε τῶν ἀγαθῶν.

Καίτοι τίς ἂν ἐξαριθμήσαιτο τὰ τοῦ σώματος ὀχληρὰ, οἷς παρὰ πάντα τὸν ἑαυτοῦ βίον συνέζη; Τρὶς ἐῤῥαβδίσθη, ἅπαξ ἐλιθάσθη, τρὶς ἐναυάγησε, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἐν ὁδοιπορίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀνάγκαις πολλάκις. Μέχρι τῆς ἐσχάτης ὥρας καὶ πεινῶν ἄνθρωπος, καὶ διψῶν, καὶ γυμνητεύων, καὶ κολαφιζόμενος, πῶς οὐκ ἠλαττοῦτο τῶν σωματικῶν ἀγαθῶν; Ἀνάγαγε οὖν μοι τὴν διάνοιαν ἐπὶ τὸ ὄντως ἀγαθὸν, ἵνα καὶ τὴν συμφωνίαν τῆς Γραφῆς ἐπιγνῷς, καὶ σεαυτὸν μὴ καταβάλῃς τῇ ἀμφιβολίᾳ τῆς ἐννοίας.

Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Ἐνδιαθέτου διδασκάλου φωνὴ, προσκαλουμένου εἰς μάθησιν διὰ πατρικῆς εὐσπλαγχνίας. Καὶ γὰρ τέκνον ἐστὶ πνευματικὸν τοῦ διδασκάλου ὁ μαθητής. Ὁ γὰρ παρά τινος τὴν μόρφωσιν τῆς εὐσεβείας δεχόμενος, οὗτος οἱονεὶ διαπλάττεται παρ᾽ αὐτοῦ, καὶ εἰς σύστασιν ἄγεται, ὥσπερ καὶ ὑπὸ τῆς κυοφορούσης τὰ ἐν αὐτῇ διαμορφούμενα βρέφη.

Ὅθεν καὶ Παῦλος ὅλην τὴν Ἐκκλησίαν τῶν Γαλατῶν, ἐκ τῶν προτέρων διαπεσοῦσαν μαθημάτων, καὶ οἱονεὶ ἀμβλωθεῖσαν, πάλιν ἀναλαμβάνων, καὶ μορφῶν ἄνωθεν ἐν αὐτοῖς τὸν Χριστὸν, τέκνα ἔλεγε· καὶ ἐπειδὴ μετ᾽ ὀδύνης καὶ θλίψεως ἐποιεῖτο τῶν ἐσφαλμένων τὴν ἐπανόρθωσιν, ὠδίνειν ἔλεγε τῇ ψυχῇ διὰ τὴν ἐπὶ τοῖς ἀποπεσοῦσι λύπην. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.

Δεῦτε οὖν, τέκνα, ἀκούσατέ μου. Τί ποτε ἄρα διδάσκειν μέλλει ὁ πνευματικὸς ἡμῶν πατήρ; Φόβον, φησὶ, Κυρίου διδάξω ὑμᾶς. Ἐπειδὴ ἄνω προσέταξε φοβεῖσθαι τὸν Κύριον, καὶ τὸ ἐκ τοῦ φόβου κέρδος ὑπέδειξεν, εἰπὼν, Ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν· νῦν καὶ διδασκαλίαν τινὰ τοῦ θείου φόβου ἡμῖν παραδίδωσι. Τὸ μὲν γὰρ, ὅτι χρὴ ὑγιαίνειν, παντός ἐστιν εἰπεῖν, καὶ τοῦ ἰδιώτου· τὸ δὲ, πῶς χρὴ κτήσασθαι τὴν ὑγείαν, τοῦτο ἴδιον ἤδη τοῦ τὴν ἰατρικὴν τέχνην ἐπισταμένου. Οὐ πᾶς φόβος ἀγαθόν ἐστι καὶ σωτήριον, ἀλλ᾽ ἔστι τις καὶ ἐχθρὸς φόβος, ὃν ἀπεύχεται ὁ Προφήτης ἐγγενέσθαι αὐτοῦ τῇ ψυχῇ, λέγων· Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Ἐχθρὸς γὰρ φόβος ὁ θανάτου ἡμῖν δειλίαν ἐμποιῶν, ὁ προσώπων ὑπεροχὰς καταπτήσσειν ἡμᾶς ἀναπείθων. Πῶς γὰρ ὁ ταῦτα φοβούμενος δυνήσεται ἐν καιρῷ μαρτυρίου μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστῆναι, καὶ ἀποδοῦναι τῷ Κυρίῳ τὴν ὀφειλὴν, τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι; Καὶ ὁ ὑπὸ δαιμόνων εὐπτόητος τὸν ἐχθρὸν ἔχει φόβον ἐν ἑαυτῷ. Καὶ ὅλως, ὁ τοιοῦτος φόβος ἀπιστίας ἔοικεν ἔγγονον εἶναι πάθος. Οὐδεὶς γὰρ πιστεύων ἰσχυρὸν αὐτῷ παρεῖναι τὸν βοηθὸν φοβεῖται ἀπό τινος τῶν ἐπιχειρούντων αὐτὸν ἐκταράσσειν. Φόβος δὲ ὁ σωτήριος, καὶ φόβος ἁγιασμοῦ ποιητικὸς, φόβος ὁ κατ᾽ ἐπιτήδευσιν, καὶ οὐχὶ κατὰ πάθος ἐγγινόμενος τῇ ψυχῇ, ποῖός ἐστι βούλει διηγήσωμαι;

Ὅταν μέλλῃς ἐπί τινα ὁρμᾷν ἁμαρτίαν, ἐννόησόν μοι ἐκεῖνο τὸ φρικτὸν καὶ ἀνύποιστον τοῦ Χριστοῦ δικαστήριον, ἐν ᾧ προκαθέζεται μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ ἐπηρμένου ὁ κριτὴς, παρέστηκε δὲ πᾶσα ἡ κτίσις ὑποτρέμουσα τὴν ἐπιφάνειαν αὐτοῦ τὴν ἔνδοξον· παράγεσθαι δὲ μέλλομεν καθ᾽ ἕνα εἰς ἐξέτασιν τῶν βεβιωμένων ἡμῖν. Εἶτα τῷ πολλὰ πονηρὰ πεποιηκότι κατὰ τὸν βίον φοβεροί τινες καὶ κατηφεῖς παρίστανται ἄγγελοι, πῦρ βλέποντες, πῦρ ἀναπνέοντες, διὰ τὴν πικρίαν τῆς προαιρέσεως, νυκτὶ ἐοικότες τὰ πρόσωπα, διὰ τὸ κατηφὲς καὶ μισάνθρωπον.

Εἶτα βάραθρον βαθὺ, καὶ σκότος ἀδιεξόδευτον, καὶ πῦρ ἀλαμπές· ἐν τῷ σκότει τὴν μὲν καυστικὴν δύναμιν ἔχον, τὸ δὲ φέγγος ἀφῃρημένον. Εἶτα σκωλήκων γένος ἰοβόλον καὶ σαρκοφάγον, ἀπλήστως ἐσθίον, καὶ μηδέποτε κορεννύμενον, ἀφορήτους ὀδύνας ἐμποιοῦν τῇ καταβρώσει. Εἶτα τὴν πασῶν χαλεπωτάτην κόλασιν, τὸν ὀνειδισμὸν ἐκεῖνον καὶ τὴν αἰσχύνην τὴν αἰώνιον.

Ταῦτα φοβοῦ· καὶ τούτῳ τῷ φόβῳ παιδευόμενος, οἱονεὶ χαλινῷ τινι ἀνάκοπτε τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τὰ φαῦλα ἐπιθυμίας. Τοῦτον τὸν φόβον τοῦ Κυρίου διδάσκειν ἡμᾶς ὁ πατὴρ ἐπηγγείλατο· οὐχ ἁπλῶς διδάσκειν, ἀλλὰ τοὺς ἀκούειν αὐτοῦ προαιρουμένους· οὐ τοὺς μακρὰν ἀποπεσόντας, ἀλλὰ τοὺς δι᾽ ἐπιθυμίαν τοῦ σωθῆναι προστρέχοντας· οὐ τοὺς ξένους τῶν Διαθηκῶν, ἀλλὰ τοὺς ἐκ τοῦ βαπτίσματος τῆς υἱοθεσίας οἰκειουμένους τῷ λόγῳ. Διὰ τοῦτο, φησὶ, δεῦτε· τουτέστι, διὰ τῶν ἀγαθῶν ἔργων ἐγγίσατέ μοι, τέκνα, υἱοὶ φωτὸς γενέσθαι διὰ τῆς παλιγγενεσίας καταξιωθέντες. Ἀκούσατε, οἱ ἔχοντες τὰ ὦτα τῆς καρδίας ἀνεῳγμένα· Φόβον Κυρίου διδάξω ὑμᾶς· τοῦτον, ὃν μικρῷ πρόσθεν ὁ λόγος ὑμῖν ὑπέγραψεν.

Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Εἴ τις θέλει, φησὶ, ζωὴν, οὐ τὴν κοινὴν ταύτην ἣν καὶ τὰ ἄλογα ζῇ, ἀλλὰ τὴν ὄντως ζωὴν τὴν θανάτῳ μὴ διακοπτομένην. Νῦν γὰρ, φησὶν, ἀποθνήσκετε, Καὶ ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Οὐκοῦν καὶ ἡ ὄντως ζωὴ ὁ Χριστὸς, καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ ζωή ἐστιν ἀληθινή. Ὁμοίως δὲ καὶ αἱ ἡμέραι ἄλλαι εἰσὶν ἀγαθαὶ, ἃς ἐν ἐπαγγελίᾳ προτίθησιν ὁ Προφήτης. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Αἱ γὰρ τοῦ αἰῶνος τούτου ἡμέραι πονηραὶ, ἐπειδὴ καὶ ὁ αἰὼν οὗτος, τοῦ κόσμου μέτρον ὑπάρχων, περὶ οὗ εἴρηται, ὅτι Ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται, συναφομοιοῦται τῇ φύσει τοῦ κόσμου ὃν ἐκμετρεῖ. Μέρη δὲ τοῦ χρόνου τούτου αἱ ἡμέραι αὗται. Διὰ τοῦτό φησιν ὁ Ἀπόστολος· Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Καὶ ὁ Ἰακὼβ δὲ, Αἱ ἡμέραι, φησὶ, τῶν ἐτῶν μου μικραὶ καὶ πονηραί. Οὐκοῦν νῦν μὲν οὐκ ἐσμὲν ἐν ζωῇ, ἀλλ᾽ ἐν θανάτῳ.

Διὸ καὶ ηὔχετο ὁ Ἀπόστολος, λέγων· Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἄλλη δέ τίς ἐστι ζωὴ, πρὸς ἣν καλεῖ ἡμᾶς ὁ λόγος· καὶ νῦν μὲν αἱ ἡμέραι ἡμῶν πονηραὶ, ἄλλαι δέ τινές εἰσιν ἀγαθαὶ, ἃς νὺξ οὐ διακόπτει· ἔσται γὰρ ὁ Θεὸς αὐτῶν φῶς αἰώνιον, καταλάμπων αὐτὰς τῷ φωτὶ τῆς ἑαυτοῦ δόξης. Μὴ τοίνυν, ὅταν ἀκούσῃς ἡμερῶν ἀγαθῶν, τὴν ἐνταῦθά σοι νομίσῃς ζωὴν ἐν ἐπαγγελίαις προκεῖσθαι. Φθαρταὶ γάρ εἰσιν αὗται, ἃς ὁ αἰσθητὸς ἥλιος ἀπεργάζεται· οὐδὲν δὲ φθαρτὸν ἁρμοζόντως ἂν δῶρον γένοιτο τῷ ἀφθάρτῳ. Εἰ γὰρ ἄφθαρτος ἡ ψυχὴ, ἄφθαρτα αὐτῆς καὶ τὰ χαρίσματα. Καὶ Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Εἰ δὲ σκιὰν ἔχει ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, νόει μοί τινα Σάββατα τρυφερὰ, ἅγια, ἐκ τῶν αἰωνίων ἡμερῶν, νεομηνίας, ἑορτάς· καὶ νόει μοι ἀξίως τοῦ πνευματικοῦ νόμου. Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Εἰ βούλει ἐν ταῖς ἡμέραις γενέσθαι ταῖς ἀγαθαῖς, εἰ ἀγαπᾷς τὴν ζωὴν, ποίησον τὴν ἐντολὴν τῆς ζωῆς.

Ὁ γὰρ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει. Πρώτη δὲ ἐντολὴ τὸ, παῦσαι τὴν γλῶσσαν ἀπὸ κακοῦ, καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον. Σχεδὸν γὰρ ἡ προχειροτάτη καὶ πολύτροπος ἁμαρτία ἡ διὰ γλώσσης ἐστὶν ἐνεργουμένη. Ὠργίσθης; καὶ ἡ γλῶσσα προτρέχει. Ἐν ἐπιθυμίαις εἶ; καὶ τὴν γλῶσσαν ἔχεις πρὸ πάντων οἱονεί τινα μαστρωπὸν καὶ προαγωγὸν, συγκαταπρασσομένην τῇ ἁμαρτίᾳ, καθυποκρινομένην τοὺς πλησίον. Καὶ ὅπλον σοι πρὸς τὴν ἀδικίαν ἡ γλῶσσα, μὴ τὰ ἀπὸ καρδίας φθεγγομένη, ἀλλὰ τὰ πρὸς ἀπάτην προφέρουσα. Καὶ τί δεῖ πάντα τῷ λόγῳ ἐπεξιέναι τῶν διὰ γλώσσης ἁμαρτανομένων; Πεπλήρωται ἡμῶν ὁ βίος τῶν ἀπὸ γλώσσης πταισμάτων. Αἰσχρολογία, εὐτραπελία, μωρολογία, τὰ οὐκ ἀνήκοντα, καταλαλιαὶ, λόγος ἀργὸς, ἐπιορκίαι, ψευδομαρτυρίαι, πάντα ταῦτα τὰ κακὰ, καὶ ἔτι πλείω τούτων, τῆς γλώσσης ἐστὶ δημιουργήματα. Οἱ δὲ ἀνοίγοντες τὸ στόμα κατὰ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες, ἄλλῳ τινὶ τὴν ἀσέβειαν καὶ οὐχὶ τῷ ὀργάνῳ τῆς γλώσσης ἐργάζονται; Ἐπειδὴ οὖν Ἐκ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ, παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ μὴ ἐνεργήσῃς θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια.

Παῦσον δὲ καὶ τὰ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἀντὶ τοῦ, Ὅλον τὸ ὄργανον τὸ πρὸς τὴν διακονίαν τοῦ λόγου σοι δεδομένον σχολάζειν ἀπὸ τῆς πονηρᾶς ἐνεργείας ποίησον. Ἔστι δὲ ὁ δόλος κακοποιία λαθραία ἐν προσποιήσει τῶν βελτιόνων τῷ πλησίον προσφερομένη.

Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Στοιχειώδεις αἱ παραινέσεις, καὶ εἰσαγωγοὶ εἰς εὐσέβειαν· ἀκριβοῦσαι γλώσσης κρατεῖν, δολερῶν ἐπιβουλευμάτων ἀπέχεσθαι, ἐκκλίνειν ἀπὸ κακοῦ. Οὐ γὰρ τελείῳ πρέπουσα ἡ ἀποχὴ τοῦ κακοῦ, ἀλλὰ τῷ ἄρτι στοιχειουμένῳ ἐκνεῦσαι προσήκει ἀπὸ τῆς ἐπὶ τὸ κακὸν φορᾶς, καὶ οἱονεὶ ὁδοῦ κακῆς τῆς ἐν τῷ πονηρῷ βίῳ συνηθείας ἀπαλλαγέντα, οὕτως ἅψασθαι τῆς τῶν ἀγαθῶν ἐνεργείας. Ἀμήχανον γὰρ ἅψασθαι τοῦ ἀγαθοῦ μὴ ἀποστάντα πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ· ὡς ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα· ἢ ἐν θερμότητι γενέσθαι τὸν μὴ καθαρῶς πεπαυμένον τῆς καταψύξεως· ἀνεπίδεκτα γὰρ ταῦτα ἀλλήλοις. Οὕτω καὶ τὸν μέλλοντα ἐν ἀγαθῷ βίῳ γενέσθαι πάσης προσήκει τῆς ἐπὶ τὸ κακὸν συναφείας ἀπαλλαγῆναι. Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Περὶ ταύτης εἴρηκεν ὁ Κύριος· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην, ἐγὼ δίδωμι ὑμῖν. Ζήτησον οὖν τὴν τοῦ Κυρίου εἰρήνην, καὶ δίωξον αὐτήν. Διώξεις δὲ οὐκ ἄλλως ἢ κατὰ σκοπὸν τρέχων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως.

Ἄνω γάρ ἐστιν ἡ εἰρήνη ἡ ἀληθής. Ἐπεὶ ὅσον γε τῇ σαρκὶ συνδεδέμεθα χρόνον, πολλοῖς καὶ τοῖς ἐκταράσσουσιν ἡμᾶς συνεζεύγμεθα. Ζήτησον οὖν εἰρήνην, λύσιν τῶν τοῦ κόσμου τούτου θορύβων· κτῆσαι γαληνιῶντα νοῦν, ἀκύμονά τινα καὶ ἀτάραχον κατάστασιν τῆς ψυχῆς, μήτε ὑπὸ παθῶν σαλευομένην, μήτε ὑπὸ τῶν ψευδῶν δογμάτων διὰ πιθανότητος προκαλουμένων εἰς συγκατάθεσιν περιελκομένην, ἵνα κτήσῃ τὴν εἰρήνην τοῦ Θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, φρουροῦσαν τὴν καρδίαν σου. Ὁ ζητῶν εἰρήνην Χριστὸν ἐκζητεῖ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη, ὃς ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὑτοῦ, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς εἴτε τὰ ἐπὶ τῆς γῆς.

Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίοις, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ὥσπερ οἱ ἅγιοι σῶμά εἰσι Χριστοῦ καὶ μέλη ἐκ μέρους· καὶ ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ τοὺς μὲν ὀφθαλμοὺς, τοὺς δὲ γλώσσας, ἑτέρους τὸν τῶν χειρῶν, καὶ ἄλλους τὸν τῶν ποδῶν ἐπέχοντας λόγον· οὕτω καὶ αἱ ἅγιαι δυνάμεις αἱ πνευματικαὶ καὶ περὶ τὸν οὐράνιον οὖσαι τόπον, αἱ μὲν ὀφθαλμοὶ λέγονται, τῷ τὴν ἐπισκοπὴν ἡμῶν πιστευθῆναι, αἱ δὲ ὦτα, τῷ παραδέχεσθαι ἡμῶν τὰς δεήσεις. Νῦν οὖν τὴν ἐποπτικὴν ἡμῶν δύναμιν, καὶ τὴν τῶν εὐχῶν ἀντιληπτικὴν, ὀφθαλμοὺς εἶπε καὶ ὦτα. Ὀφθαλμοὶ οὖν Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ἐπειδὴ πᾶσα πρᾶξις τοῦ δικαίου ἀξία τῆς θεωρίας τοῦ Θεοῦ, καὶ πᾶν ῥῆμα, τῷ μηδὲν ἀργῶς λέγεσθαι παρὰ τοῦ δικαίου, ἐνεργόν ἐστι καὶ ἔμπρακτον, διὰ τοῦτο ἀεὶ ἐφορᾶσθαι καὶ ἀεὶ εἰσακούεσθαι τὸν δίκαιον ὁ λόγος φησί. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.

Πρόσωπον οἶμαι τὴν πεπαῤῥησιασμένην καὶ φανερὰν τοῦ Κυρίου ἐπιδημίαν τὴν ἐπὶ τῆς κρίσεως λέγεσθαι. Διὸ καὶ ὀφθαλμοὶ Κυρίου, ὡς ἔτι πόῤῥωθεν ἐπισκοποῦντος ἡμᾶς, ἐπιβλέπειν τὸν δίκαιον εἴρηνται· αὐτὸ δὲ τὸ πρόσωπον ἐπιφανήσεσθαι, ἐπὶ τὸ ἐξολοθρεῦσαι ἐκ γῆς πᾶν τὸ τῆς πονηρίας μνημόσυνον.

Μὴ γάρ μοι σωματικῶς διαπεπλασμένον τὸ πρόσωπον τοῦ Θεοῦ νοήσῃς· ἐπεὶ οὕτω γε καὶ ἄλογον εἶναι δόξει τὸ παρὰ τῆς Γραφῆς εἰρημένον, ἰδίᾳ μὲν ὀφθαλμοὺς ὑπάρχειν ἐπιλάμποντας τῷ δικαίῳ, ἰδίᾳ δὲ τὸ πρόσωπον ἐπιφερόμενον τοῖς πονηροῖς.

Καίτοι οὔτε ὀφθαλμοὶ χωρὶς προσώπου, οὔτε πρόσωπον ὀφθαλμῶν ἐστιν ἄμοιρον. Ἄνθρωπος μὲν οὖν οὐ μὴ ἴδῃ τὸ πρόσωπον Κυρίου, καὶ ζήσεται· οἱ δὲ ἄγγελοι τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Διότι νῦν μὲν χωρῆσαι ἡμᾶς τὴν θέαν τῆς ἐνδόξου ἐπιφανείας διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς τὴν περικειμένην ἡμῖν ἀμήχανον· οἱ μέντοι ἄγγελοι, τῷ μηδὲν ἔχειν προκάλυμμα τοιοῦτον παραπλήσιον τῇ ἡμετέρᾳ σαρκὶ, ὑπ᾽ οὐδενὸς ἐμποδίζονται διηνεκῶς ἐνατενίζειν τῷ προσώπῳ τῆς δόξης τοῦ Θεοῦ. Ὥστε καὶ ἡμεῖς, ἐπειδὰν γενώμεθα υἱοὶ τῆς ἀναστάσεως, τότε καταξιωθησόμεθα τῆς πρόσωπον πρὸς πρόσωπον γνώσεως. Τότε δὲ οἱ μὲν δίκαιοι ἐν ἀγαλλιάσει τῆς θέας τοῦ προσώπου καταξιωθήσονται· οἱ δὲ ἁμαρτωλοὶ ἐν κρίσει, μελλούσης ἐξολοθρεύεσθαι παρὰ τῆς δικαίας κρίσεως τοῦ Θεοῦ πάσης τῆς ἁμαρτίας.

Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Νοητὴ τῶν δικαίων ἡ κραυγὴ, ἐν τῷ κρυπτῷ τῆς καρδίας τὴν μεγαλοφωνίαν ἔχουσα, δυναμένη ἐφικέσθαι καὶ αὐτῶν τῶν ὤτων τοῦ Θεοῦ. Ὁ γὰρ μεγάλα αἰτῶν, καὶ περὶ ἐπουρανίων εὐχόμενος, οὗτος κράζει, καὶ ἀκουστὴν ἀναπέμπει τῷ Θεῷ τὴν εὐχήν. Ἐκέκραξαν οὖν οἱ δίκαιοι· οὐδὲν μικροπρεπὲς, οὐδὲ γήϊνον, οὐδὲ ταπεινὸν ἐπεζήτησαν.

Διὰ τοῦτο αὐτῶν παρεδέξατο τὴν φωνὴν ὁ Κύριος, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς· οὐ τοσοῦτον ἀπολύων αὐτοὺς τῶν ὀχληρῶν, ὅσον κρείττονας τῶν συμβαινόντων κατασκευάζων. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Τῇ ἑαυτοῦ ἀγαθότητι πᾶσιν ἐγγίζει· μακρύνομεν δὲ ἑαυτοὺς ἡμεῖς διὰ τῆς ἁμαρτίας. Ἰδοὺ γὰρ, φησὶν, οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Διὰ τοῦτο Μωϋσῆς ἐγγίζειν λέγεται τῷ Θεῷ· καὶ εἴ τις ἄλλος παραπλήσιος ἐκείνῳ, δι᾽ ἀνδραγαθήματα καὶ πράξεις ἀγαθὰς ἐγγὺς γίνεται τοῦ Θεοῦ. Ἄντικρυς δὲ προφητείαν ἔχει ὁ λόγος τῆς ἐπιδημίας τοῦ Κυρίου, καὶ σύμφωνος τῷ προάγοντι. Ἐκεῖ μὲν γὰρ ἐλέγετο· Πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά· τουτέστιν, ἡ ἐπιφάνεια αὐτοῦ κατὰ τὴν κρίσιν ἐπὶ ἀφανισμῷ πάσης πονηρίας γενήσεται· ἐνταῦθα δὲ, Ἐγγὺς ὁ Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, τὴν ἐπιδημίαν τὴν τοῦ Κυρίου τὴν ἐν σαρκὶ προαγγέλλει, ἐγγίζουσαν ἤδη, καὶ οὐ μακρὰν ἀφεστηκυῖαν. Καὶ τοῦτό σοι πιστὸν ἐκ τῆς Ἡσαΐου προφητείας γενέσθω· Πνεῦμα γὰρ Κυρίου ἐπ᾽ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσαθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.

Ἐπειδὴ γὰρ ἰατρὸς ἀπεστέλλετο τῶν συντετριμμένων τὴν καρδίαν, Ἐγγὺς, φησὶ, Κύριός ἐστιν· ὑμῖν λέγω τοῖς ταπεινοῖς καὶ συντρίψασιν ἑαυτῶν τὸ φρόνημα, εὐθυμοποιῶν ὑμᾶς καὶ εἰς μακροθυμίαν ἐνάγων τῇ χαρᾷ τῶν προσδοκωμένων.

Συντριμμὸς δὲ καρδίας ἐστὶν ὁ ἀφανισμὸς τῶν ἀνθρωπίνων λογισμῶν. Ὁ καταφρονήσας τῶν τῇδε, καὶ ἀποδεδωκὼς ἑαυτὸν τῷ λόγῳ τοῦ Θεοῦ, καὶ ἐμπαρέχων ἑαυτοῦ τὸ ἡγεμονικὸν τοῖς ὑπὲρ ἄνθρωπον καὶ θειοτέροις νοήμασιν, οὗτος ἂν εἴη ὁ συντετριμμένην ἔχων τὴν καρδίαν, καὶ ποιήσας αὐτὴν θυσίαν οὐκ ἐξουδενωμένην ὑπὸ τοῦ Κυρίου. Καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἐγγὺς οὖν Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Ὁ μηδὲν ἔχων ἔπαρμα, μηδὲ φρονῶν ἐπί τινι τῶν ἀνθρωπίνων, οὗτος καὶ συντετριμμένος ἐστὶ τῇ καρδίᾳ, καὶ ταπεινὸς τῷ πνεύματι.

Ἔστι μὲν ταπεινὸς καὶ ὁ κατὰ τὴν ἁμαρτίαν πορευόμενος, διότι ταπεινωτικὴ μάλιστα πάντων ἡ ἁμαρτία. Καθὸ καὶ τὴν ἐφθαρμένην καὶ ἀπολέσασαν τὸν τῆς παρθενίας ἁγιασμὸν λέγομεν ταπεινοῦσθαι. Ὡς ὁ Ἀμνὼν, φησὶν, ἐπαναστὰς τῇ Θάμαρ, Ἐταπείνωσεν αὐτήν. Ὅσοι οὖν τὸ ἀνάστημα καὶ τὸ δίαρμα τῆς ψυχῆς ἀπολωλέκασιν, ὑπὸ τῆς ἁμαρτίας καταβληθέντες εἰς γῆν, καὶ οἱονεὶ ἐδαφισθέντες, ὁμοίως τῷ ὄφει συμπορευόμενοι συγκύπτουσι, μὴ δυνάμενοι ἀνορθωθῆναι εἰς τὸ παντελὲς, οὗτοι τεταπείνωνται μὲν, οὐ μὴν τῷ πνεύματι· οὐ γὰρ ἐπαινετὴ αὐτῶν ἡ ταπείνωσις. Ὅσοι δὲ ἔχοντες τὴν τοῦ Πνεύματος τοῦ ἁγίου χάριν, ἑκόντες ἑαυτοὺς ὑποταπεινοῦσι τοῖς ὑποδεεστέροις, κατὰ τὸν Ἀπόστολον λέγοντες ἑαυτοὺς εἶναι δούλους τινῶν ἐν Χριστῷ, καὶ Πάντων περίψημα ἕως ἄρτι· καὶ πάλιν· Ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν· οἱ πνευματικῶς τῇ ταπεινώσει κεχρημένοι, πάντων ἑαυτοὺς ποιοῦντες ἐσχάτους, ἵνα πάντων πρῶτοι γένωνται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τούτους καὶ μακαρίζει ὁ Κύριος λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι.

Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ἐν παντὶ, φησὶ, θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι. Διὰ τοῦτό φησι καὶ ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ὥστε ἐὰν ἴδῃς ποτὲ ἐν νόσοις, ἐν πηρώσεσι σώματος, ἐν ἀποβολῇ τῶν οἰκείων, ἐν πληγαῖς, ἐν ἀτιμίαις, ἐν πάσῃ ἐνδείᾳ καὶ ὑστερήσει τῶν ἀναγκαίων τοὺς δικαίους ὑπάρχοντας, μνήσθητι, ὅτι Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ὁ δὲ λέγων μὴ πρέπειν τῷ δικαίῳ τὴν θλίψιν, οὐδὲν ἕτερον λέγει ἢ μὴ ἁρμόζειν τῷ ἀθλητῇ τὸν ἀνταγωνιστήν. Μὴ ἀγωνιζόμενος δὲ ὁ ἀθλητὴς τίνας ἕξει τῶν στεφάνων τὰς ὑποθέσεις; Ἤδη δὲ τέταρτον λέγεται ἐν τῷ ψαλμῷ τούτῳ, τίνα τρόπον ἀπὸ θλίψεως ῥύεται ὁ Κύριος, οὓς ἐὰν θέλῃ ῥύσασθαι. Πρῶτον μὲν γάρ· Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με· δεύτερον δὲ πάλιν· Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν· καὶ τρίτον· Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς· καὶ τελευταῖον· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.

Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Πότερον δεῖ ἐπὶ τῆς λέξεως μεῖναι, καὶ ἀρκεσθῆναι τῇ κατὰ τὸ πρόχειρον προσπιπτούσῃ ταῖς ἀκοαῖς ἡμῶν ἐννοίᾳ, ὅτι τὰ ὀστᾶ ταῦτα, τὰ τῆς σαρκὸς ὑποστηρίγματα, οὐ συντριβήσεται τῶν δικαίων διὰ τὴν παρὰ τοῦ Κυρίου δεδομένην αὐτοῖς φυλακήν; Καὶ πότερον ζῶντος μόνον καὶ ἐν τῷ βίῳ τυγχάνοντος ἀσύντριπτα τοῦ δικαίου φυλαχθήσεται τὰ ὀστᾶ; ἢ καὶ ἀπολυθέντος τοῦ δεσμοῦ τοῦ σωματικοῦ, μηδὲν αἴτιον ἐπισυμβήσεσθαι συντριβῆς τῷ δικαίῳ; Καὶ μὴν πολλὰ μεμαθήκαμεν ἐπὶ τῆς πείρας ὀστᾶ δικαίων συντετριμμένα, τῶν ἐν τοῖς ὑπὲρ τῆς εἰς Χριστὸν μαρτυρίας παραδόντων ἑαυτοὺς παντοίοις εἴδεσι παθημάτων. Ἤδη γάρ τινων καὶ σκέλη κατέαξαν οἱ διώκοντες, καὶ χεῖρας καὶ κεφαλὰς διέπειραν τοῖς ἥλοις πολλάκις. Καίτοι τίς ἀντερεῖ μὴ οὐχὶ πάντων εἶναι δικαιοτάτους τοὺς ἐν τῷ μαρτυρίῳ τετελειωμένους; Ἀλλὰ μήποτε, ὥσπερ ἄνθρωπος λέγεται, τουτέστιν, ἡ ψυχὴ, καὶ ὁ νοῦς ὁ ἀνθρώπινος· οὕτω καὶ τὰ μέλη αὐτοῦ ὁμωνύμως ὀνομάζεται πρὸς τὰ τῆς σαρκός· ὡς πολλάκις ὀνομάζει ἡ Γραφὴ τοῦ κρυπτοῦ ἀνθρώπου, ἐν τῷ λέγειν· Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ· τουτέστι προορατικόν ἐστι καὶ περιεσκεμμένον τὸ κρυπτὸν τοῦ σοφοῦ.

Καὶ πάλιν ὀφθαλμοὺς ὁμοίως λέγει τούς τε τῆς ψυχῆς καὶ τῆς σαρκὸς, οὐ μόνον ἐν ᾗ παρεθέμεθα λέξει, ἀλλ᾽ ἐν τῷ φάσκειν τὴν ἐντολὴν Κυρίου τηλαυγῆ εἶναι καὶ φωτίζουσαν ὀφθαλμούς. Τί δὲ δεῖ λέγειν περὶ τοῦ, Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω; Δῆλον γὰρ, ὅτι κέκτηνταί τινες ὦτα κρείττονα δυνάμενα ἀκούειν λόγων Θεοῦ. Πρὸς δὲ τοὺς μὴ ἔχοντας ἐκεῖνα τὰ ὦτα τί φησιν; Οἱ κωφοὶ, ἀκούσατε, καὶ οἱ τυφλοὶ, ἀναβλέψατε· καὶ, Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα· καὶ, Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Ταῦτα γὰρ πάντα εἴρηται πρὸς τὰς ὑπουργούσας δυνάμεις ἐπὶ τὴν νοητὴν τροφὴν καὶ τὸν νοητὸν λόγον. Τοιοῦτον δὲ καὶ τὸ, Τὴν κοιλίαν μου ἀλγῶ· καὶ τὸ, Ὁ ποῦς τοῦ δικαίου οὐ μὴ προσκόψῃ. Πάντα γὰρ ἐπὶ τοῦ ἔσω ἀνθρώπου κατείλεκται τὰ τοιαῦτα. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ὀστᾶ τινα ἂν τοῦ ἐν τῷ κρυπτῷ, ἐν οἷς ὁ σύνδεσμος καὶ ἡ ἁρμονία τῶν ψυχικῶν ἐστι δυνάμεων συγκροτουμένη. Καὶ ὥσπερ τὰ ὀστᾶ τῇ οἰκείᾳ εὐτονίᾳ τῶν σαρκῶν περιστέλλει τὴν ἁπαλότητα, οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ εἰσί τινες, οἳ διὰ τὴν οἰκείαν στεῤῥότητα τὰ ὑστερήματα δύνανται τῶν ἀσθενούντων βαστάζειν. Καὶ ὥσπερ τὰ ὀστᾶ συνάπτεται ἀλλήλοις κατὰ τὰς διαρθρώσεις νεύροις καὶ συνδέσμοις ἐπιπεφυκόσιν, οὕτως ἂν εἴη καὶ ὁ τῆς ἀγάπης καὶ τῆς εἰρήνης σύνδεσμος, συμφυΐαν τινὰ καὶ ἕνωσιν τῶν πνευματικῶν ὀστέων ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ κατεργαζόμενος.

Περὶ τούτων τῶν ὀστέων τῶν λυομένων ἀπὸ τῆς ἁρμονίας, καὶ οἱονεὶ ἐξάρθρων γινομένων, φησὶν ὁ Προφήτης· Διεσκορπίσθησαν τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. Καὶ ἐάν ποτέ γε ταραχὴ αὐτὰ καὶ κραδασμὸς καταλάβῃ, εὐχόμενος λέγει· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ὅταν δὲ σώζῃ τὴν οἰκείαν ἁρμονίαν, φυλαττόμενα ὑπὸ τοῦ Κυρίου, οὐδὲ ἓν αὐτῶν συντριβήσεται, ἀλλ᾽ ἄξιά ἐστι δόξαν ἀναφέρειν τῷ Θεῷ. Πάντα γὰρ, φησὶ, τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι; Εἶδες λογικῶν ὀστέων φύσιν; Τάχα δ᾽ ἂν τοῦτο ἡ Ἐκκλησία λέγοι, τὸ, Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, κατὰ τὸ τῆς ἀναστάσεως μυστήριον. Τάδε γὰρ, φησὶ, λέγει Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ᾽ ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ᾽ ὑμᾶς σάρκας, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Ταῦτα οὖν τὰ ὀστᾶ, ἀπολαβόντα τὴν ζωὴν, εὐχαριστοῦντα τῷ ἀναστήσαντι, ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι;

Ἀκριβῶς πρόσκειται τὸ, Θάνατος ἁμαρτωλῶν πονηρός· διότι ἐστί τις ἐπὶ τῶν δικαίων θάνατος οὐ πονηρὸς τὴν φύσιν, ἀλλ᾽ ἀγαθός. Οἱ γὰρ συναποθανόντες τῷ Χριστῷ ἐν ἀγαθῷ θανάτῳ γεγόνασι· καὶ οἱ ἀποθανόντες τῇ ἁμαρτίᾳ τὸν ἀγαθὸν καὶ σωτήριον ἀποτεθνήκασι θάνατον. Ὁ μέντοι τῶν ἁμαρτωλῶν πονηρός. Διαδέχεται γὰρ αὐτοὺς ἡ κόλασις, ὡς καὶ τὸν πλούσιον τὸν ἐνδεδυμένον πορφύραν καὶ βύσσον, καὶ εὐφραινόμενον καθ᾽ ἡμέραν λαμπρῶς. Καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. Οἳ καὶ διὰ τὸ ἐν πλημμελείαις ζῇν μισοῦσι τὸν δίκαιον· ὡς ὑπὸ τῆς ἐν τῷ κανόνι εὐθύτητος, τῷ τρόπῳ τοῦ δικαίου, οὕτως αὐτοὶ τῇ παραθέσει τοῦ βελτίονος ἐλεγχόμενοι. Καὶ διότι ἐν ἁμαρτίαις ζῶσι, μισητικῶς διάγουσι πρὸς τὸν δίκαιον φόβῳ τῶν ἐλέγχων· καὶ διότι μισοῦσι, πάλιν ἁμαρτίαις ἑαυτοὺς περιβάλλουσι.

Πολλαὶ γὰρ αἱ προφάσεις δι᾽ ἃς ἂν μισηθείη ὁ δίκαιος· ἥ τε παῤῥησία ἡ ἐν τοῖς ἐλέγχοις. Μισοῦσι γὰρ ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον βδελύσσονται. Καὶ ἡ φιλοπρωτία δὲ καὶ ἡ φιλαρχία πολλοὺς ἐκίνησεν εἰς τὸ μισεῖν τοὺς κρείττονας· ἔσθ᾽ ὅτε δὲ καὶ ἄγνοια τοῦ περὶ τοῦ δικαίου λόγου, καὶ τοῦ, τίς ὁ δίκαιος. Θάνατος ἁμαρτωλῶν πονηρός.

Ἢ καὶ τὴν ζωὴν ἅπασαν θάνατον ὀνομάζει· διότι τὴν σάρκα ταύτην θάνατον προσηγόρευσεν ὁ Ἀπόστολος, εἰπών· Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Οἱ δὲ κακῶς κεχρημένοι τῷ σώματι τούτῳ, καὶ πάσης ἁμαρτίας αὐτὸ ὑπηρεσίαν ποιούμενοι, πονηρὸν ἑαυτοῖς τὸν θάνατον κατασκευάζουσι.

Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾽ αὐτῷ. Ἐπειδὴ κατείχοντο ὑπὸ τὴν αἰχμαλωσίαν τοῦ ἐχθροῦ οἱ κτισθέντες ἐπὶ τῷ δουλεύειν τῷ Κυρίῳ, τούτων τὰς ψυχὰς λυτρώσεται τῷ τιμίῳ αὐτοῦ αἵματι. Διὸ οὐδεὶς ἐν πλημμελείαις ἐξετασθήσεται τῶν ἐλπιζόντων ἐπ᾽ αὐτόν.