Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς Ψαλμούς

Μέγας Βασίλειος

Ερμηνεία εις τον ΜΔ΄ Ψαλμό

Ερμηνεία του τεσσαρακοστού τετάρτου Ψαλμού. Χριστολογική και εκκλησιολογική ανάλυση, με έμφαση στην πνευματική ωραιότητα του Νυμφίου, τη ρομφαία του Λόγου, τον πεποικιλμένο ιματισμό της Εκκλησίας και την κλήση των εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 9 από 14

ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Φαίνεται μὲν καὶ οὗτος ὁ ψαλμὸς τελειωτικός τις ὢν τῆς ἀνθρωπίνης φύσεως, καὶ εἰς τὸ προκείμενον τέλος τοῖς κατ᾽ ἀρετὴν βιοῦν προῃρημένοις τὴν ὠφέλειαν παρεχόμενος. Τοῖς γὰρ προκόπτουσι χρεία τῆς εἰς τὸ τελειωθῆναι διδασκαλίας, ἢν ὁ ψαλμὸς οὗτος παρέχεται, ἐπιγραφὴν ἔχων, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων. Κεκρυμμένως δὲ εἶπεν, ὑπὲρ τῶν ἀνθρώπων. Ἡμεῖς γάρ ἐσμεν οἱ μάλιστα πάντων τῶν λογικῶν ἀλλοιώσεσί τε καὶ τροπαῖς ταῖς ἐφ᾽ ἑκάστης ἡμέρας καὶ ὥρας σχεδὸν ὑποκείμενοι.

Οὔτε γὰρ σώματι οὔτε γνώμῃ οἱ αὐτοί ἐσμεν ἑαυτοῖς, ἀλλὰ τὸ μὲν σῶμα ἡμῶν, ἀεὶ ῥέον καὶ σκεδαννύμενον, ἐν κινήσει ἐστὶ καὶ μεταβολῇ, ἢ ἀπὸ μικροῦ εἰς τὸ μεῖζον αὐξόμενον, ἢ ἀπὸ τοῦ τελείου πρὸς τὸ ἔλαττον συστελλόμενον. Οὐ γὰρ ὁ αὐτός ἐστι τῷ ἀρτιγενεῖ παιδίῳ ὁ εἰς διδασκαλεῖον φοιτῶν ἤδη παῖς, καὶ πρὸς τὰς τῶν τεχνῶν καὶ μαθημάτων ἀναλήψεις ἐπιτηδείως ἔχων· ἕτερος δὲ πάλιν παρὰ τοῦτον ὁμολογουμένως ἐστὶν ὁ ἔφηβος, ἤδη τῶν νεανικῶν ἅπτεσθαι δυνάμενος. Καὶ παρὰ τὸν ἔφηβον ὁ ἀνὴρ ἄλλος τίς ἐστι καὶ στεῤῥότητι καὶ μεγέθει σώματος, καὶ τῇ τοῦ λόγου συμπληρώσει. Εἰς ἀκμὴν δὲ ἐλθὼν, καὶ τὸ στάσιμον τῆς ἡλικίας ἀπολαβὼν, πάλιν ἄρχεται κατὰ μικρὸν ὑφαιρεῖν πρὸς τὸ ἔλαττον, ὑποῤῥεούσης αὐτῷ λεληθότως τῆς τοῦ σώματος ἕξεως, καὶ τῶν σωματικῶν τόνων ἐλαττουμένων, ἕως ἂν, ὑπὸ γήρως κατακαμφθεὶς, τὴν εἰς ἔσχατον δυνάμεως ὑφαίρεσιν ὑπομείνῃ. Ἡμεῖς τοίνυν ἐσμὲν οἱ ἀλλοιούμενοι, καὶ σοφῶς ἡμᾶς τοὺς ἀνθρώπους διὰ τῆς φωνῆς ταύτης ὁ ψαλμὸς παρῃνίξατο. Οὐ γὰρ ἄγγελοι ἐπιδέχονται τὴν ἀλλοίωσιν. Οὐδεὶς γὰρ παρ᾽ ἐκείνοις παῖς, οὐδὲ νεανίσκος, οὐδὲ πρεσβύτης, ἀλλ᾽ ἐν ᾗπερ ἐξ ἀρχῆς ἐκτίσθησαν καταστάσει, ἐν ταύτῃ διαμένουσιν, ἀκεραίας αὐτοῖς καὶ ἀτρέπτου τῆς συστάσεως σωζομένης.

Ἡμεῖς δὲ ἀλλοιούμεθα, κατὰ μὲν τὸ σῶμα, ὡς δέδεικται, κατὰ δὲ τὴν ψυχὴν καὶ τὸν ἔσω ἄνθρωπον, τοῖς ἀεὶ προσπίπτουσι πράγμασι συμμετατιθέντες τὰς διανοίας. Ἄλλοι μὲν γάρ ἐσμεν εὐθυμούμενοι, καὶ πάντων ἡμῖν τῶν κατὰ τὸν βίον κατὰ ῥοῦν προϊόντων· ἄλλοι δὲ ἐν τοῖς περιστατικοῖς καιροῖς, ἐπειδάν τινι τῶν ἀβουλήτων προσπταίσωμεν. Ἀλλοιούμεθα δὲ καὶ κατὰ τὰς ὀργὰς, θηριώδη τινὰ κατάστασιν ἀναλαμβάνοντες. Ἀλλοιούμεθα καὶ κατὰ τὰς ἐπιθυμίας, κτηνώδεις γινόμενοι διὰ τοῦ καθ᾽ ἡδονὴν βίου. Ἵπποι θηλυμανεῖς ἐγενήθησαν οἱ ταῖς γυναιξὶ τῶν πλησίον ἐπιμαινόμενοι. Καὶ ὁ μὲν δολερὸς ἀλώπεκι παρεικάζεται, ὡς Ἡρώδης· ὁ δὲ ἀναιδὴς κύων προσαγορεύεται, ὡς Νάβαλ ὁ Καρμήλιος.

Ὁρᾷς τὸ ποικίλον καὶ πολυειδὲς τῆς ἀλλοιώσεως ἡμῶν; Θαύμασον οὖν τὸν προσφόρως τὴν προσηγορίαν ταύτην ἡμῖν ἐφαρμόσαντα. Διόπερ δοκεῖ μοί τις τῶν ἑρμηνευτῶν καλῶς καὶ εὐθυβόλως τὴν αὐτὴν διάνοιαν δι᾽ ἑτέρας προσηγορίας ἐκδεδωκέναι, ἀντὶ τοῦ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων, εἰπὼν αὐτὸς, Ὑπὲρ τῶν κρίνων.

Τὸ ὠκύμορον τῶν ἀνθέων ἄξιον ἐνόμισε συγκρίνεσθαι τῷ ἐπικήρῳ τῆς ἀνθρωπίνης φύσεως. Ἐπειδὴ δὲ εἰς τὸν μέλλοντα χρόνον ἐγκέκλιται ἡ φωνὴ (εἴρηται γὰρ Ὑπὲρ τῶν ἀλλοιωθησομένων, ὡς ὕστερόν ποτε τῆς ἀλλοιώσεως ταύτης ἀναφαινομένης ἡμῖν), ἐπισκεψώμεθα μήποτε τὸν τῆς ἀναστάσεως ἡμῖν παραινίσσεται λόγον, ἐν ᾗ ἡ ἀλλοίωσις ἡμῖν δοθήσεται· ἀλλοίωσις δὲ ἐπὶ τὸ βέλτιον καὶ πνευματικόν. Σπείρεται γὰρ, φησὶν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ.

Ὁρᾷς τὴν ἀλλοίωσιν; Σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει. Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν· ὅτε καὶ πᾶσα ἡμῖν ἡ σωματικὴ κτίσις συναλλοιοῦται. Καὶ γὰρ καὶ Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξει αὐτοὺς ὁ Θεὸς, καὶ ἀλλαγήσονται.

Τότε καὶ ὁ ἥλιος ἔσται ἑπταπλασίων ἑαυτοῦ, κατὰ τὸν Ἡσαΐαν, καὶ ἡ σελήνη κατὰ τὸ νῦν ὑπάρχον μέγεθος τοῦ ἡλίου. Ἐπειδὴ δὲ οὐ πᾶσι γέγραπται τὰ λόγια τοῦ Θεοῦ, ἀλλὰ τοῖς ἔχουσιν ὦτα κατὰ τὸν ἔσω ἄνθρωπον, Τοῖς ἀλλοιωθησομένοις ἐπέγραψεν· ὡς οἶμαι, τοῖς ἑαυτῶν ἐπιμελομένοις, καὶ ἀεὶ διὰ τῶν γυμνασίων τῆς εὐσεβείας ἐπὶ τὸ μεῖζον προκόπτουσιν. Αὕτη γάρ ἐστιν ἡ καλλίστη ἀλλοίωσις, ἢν ἡ δεξιὰ χαρίζεται τοῦ Ὑψίστου· ἧς καὶ ὁ μακάριος Δαβὶδ ἐπῄσθετο, ὅτε, γευσάμενος τῶν καλῶν τῆς ἀρετῆς, τοῖς ἔμπροσθεν ἐπεξέτεινε. Τί γάρ φησι; Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ὥστε ὁ προκόπτων εἰς ἀρετὴν οὐκ ἔστιν ὅτε οὐκ ἀλλοιοῦται. Ὅτε γὰρ ἤμην, φησὶ, νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος. Ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Καὶ πάλιν γενόμενος ἀνὴρ, οὐχ ἵστατο τῆς ἐνεργείας, ἀλλὰ Τῶν ὄπισθεν ἐπιλανθανόμενος, καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν ἐδίωκεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ἀλλοίωσις οὖν ἐστι τοῦ ἔσω ἀνθρώπου ἀνακαινουμένου ἡμέρᾳ καὶ ἡμέρᾳ.

Ἐπεὶ οὖν ἀπαγγέλλειν ἡμῖν μέλλει τὰ περὶ τοῦ ἀγαπητοῦ, ὃς τὴν οἰκονομίαν τῆς σαρκώσεως ὑπὲρ ἡμῶν ἀνεδέξατο, ὑπὲρ τῶν ἀξίων τῆς χάριτος ταύτης τὴν ᾠδὴν ταύτην ἐκδεδωκέναι τοῖς υἱοῖς Κορέ φησιν ὁ Προφήτης. ᾨδὴ γάρ ἐστι, καὶ οὐχὶ ψαλμός· διότι γυμνῇ φωνῇ, μὴ συνηχοῦντος αὐτῇ τοῦ ὀργάνου, μετ᾽ ἐμμελοῦς τῆς ἐκφωνήσεως παρεδίδοτο. ᾨδὴ δὲ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἆρά σοι διηγήσομαι τὸν ἀγαπητὸν, ὅντινα ὁ λόγος εἶναί φησιν; ἢ καὶ πρὸ τῶν ἡμῶν λόγων ἐπίστασαι, μεμνημένος τῆς ἐν τῷ Εὐαγγελίῳ φωνῆς; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Ἀγαπητὸς γὰρ τῷ Πατρὶ μὲν ὡς Μονογενὴς, τῇ κτίσει δὲ πάσῃ ὡς πατὴρ φιλάνθρωπος καὶ ἀγαθὸς προστάτης. Τὸ αὐτὸ δέ ἐστι τῇ φύσει καὶ ἀγαπητὸν καὶ ἀγαθόν. Διότι καλῶς ὡρίσαντο ἤδη τινὲς, ἀγαθὸν εἶναι οὗ πάντα ἐφίεται. Οὐ τοῦ τυχόντος δέ ἐστιν εἰς τὸ τέλειον χωρῆσαι τῆς ἀγάπης, καὶ τὸν ὄντως ἀγαπητὸν ἐπιγνῶναι· ἀλλὰ τοῦ ἐκδυσαμένου ἤδη τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσαμένου τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος. Ἐπεὶ ὅ γε χρήματα ἀγαπῶν, καὶ περὶ τὸ φθαρτὸν τῶν σωμάτων κάλλος ἐπτοημένος, καὶ τὸ δοξάριον τοῦτο ὑπερτιμῶν, τὴν τοῦ ἀγαπᾷν δύναμιν ἐφ᾽ ἃ μὴ προσῆκεν ἀναλώσας, πρὸς τὴν τοῦ ἀληθινῶς ἀγαπητοῦ θέαν ἀπετυφλώθη.

Διὰ τοῦτό φησιν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Τὸ δὲ, Ἐξ ὅλης, μερισμὸν εἰς ἕτερα οὐκ ἐπιδέχεται. Ὅσον γὰρ ἂν τῆς ἀγάπης παραναλώσῃς ἐπὶ τὰ κάτω, τοσοῦτόν σοι λείψει ἐξ ἀνάγκης ἀπὸ τοῦ ὅλου. Διὰ τοῦτο ὀλίγοι ἐκ πάντων φίλοι Θεοῦ προσηγορεύθησαν· ὡς Μωϋσῆς ἀναγέγραπται εἶναι φίλος· ὡς Ἰωάννης· Ὁ γὰρ φίλος, φησὶ, τοῦ νυμφίου, ἑστὼς, χαρᾷ χαίρει· τουτέστιν, ὁ τὸ στάσιμον ἔχων καὶ ἀμετακίνητον τῆς εἰς Χριστὸν φιλίας, οὗτος ἄξιος τῆς αὐτοῦ φιλίας. Διὸ καὶ τοῖς μαθηταῖς ἤδη τελειουμένοις ὁ Κύριος, Οὐκέτι, φησὶν, ὑμᾶς λέγω δούλους, ἀλλὰ φίλους· ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ. Τελείου τοίνυν ἐστὶ τὸ τὸν ὄντως ἀγαπητὸν ἐπιγνῶναι. Καὶ τῷ ὄντι μόνοι φίλοι Θεοῦ καὶ ἀλλήλοις οἱ ἅγιοι· οὐδεὶς δὲ τῶν πονηρῶν καὶ ἀμαθῶν φίλος. Οὐδὲ γὰρ πίπτει τὸ τῆς φιλίας καλὸν εἰς μοχθηρὰν διάθεσιν· διότι οὐδὲν αἰσχρὸν καὶ ἀνάρμοστον εἰς συμφωνίαν δύναται χωρῆσαι φιλίας. Τὸ γὰρ κακὸν οὐ τῷ ἀγαθῷ ἐναντίον ἐστὶ μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. Ἤδη δὲ καὶ ἐπὶ τὴν ἐξέτασιν τῶν ῥημάτων προΐωμεν.

Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἤδη μέν τινες ᾠήθησαν ἐκ προσώπου τοῦ Πατρὸς λέγεσθαι ταῦτα περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας καὶ αὐτῶν τῶν σπλάγχνων, φασὶ, προήγαγε· καὶ ἀπὸ ἀγαθῆς καρδίας ἀγαθὸς λόγος προῆλθεν· ἐμοὶ δὲ δοκεῖ ταῦτα ἐπὶ τὸ προφητικὸν ἀναφέρεσθαι πρόσωπον. Τὰ γὰρ ἐφεξῆς τοῦ ῥητοῦ οὐκέτι ὁμοίως ἐξομαλίζει ἡμῖν τὴν περὶ τοῦ Πατρὸς ἐξήγησιν. Οὔτε γὰρ ἂν περὶ τῆς ἑαυτοῦ γλώσσης ὁ Πατὴρ εἶπεν, ὅτι Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐ γὰρ ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συγκρίσεως τὴν ὑπεροχὴν τοῦ κάλλους ἔχει. Καὶ προϊών φησι· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως. Οὐ γὰρ εἶπεν· Ἔχρισά σε ἐγὼ ὁ Θεὸς, ἀλλ᾽, Ἔχρισέ σε· ὥστε ἐκ τούτου παρίστασθαι ἕτερον εἶναι τὸ διαλεγόμενον πρόσωπον. Ποῖον οὖν ἐστι τοῦτο ἢ ὁ Προφήτης ὁ χωρήσας τὴν τοῦ ἁγίου Πνεύματος εἰς αὐτὸν γενομένην ἐνέργειαν; Ἐξηρεύξατο, φησὶν, ἡ καρδία μου λόγον ἀγαθόν.

Ἐπειδὴ γὰρ ἡ ἐρυγή ἐστι πνεῦμα κρύφιον κατὰ τὴν ζέσιν τῆς τροφῆς ἀποῤῥηγνυμένων τῶν πομφολύγων ἐπὶ τὸ ἄνω διαπνεόμενον, ὁ τραφεὶς τῷ ζῶντι ἄρτῳ τῷ ἐκ τοῦ οὐρανοῦ καταβάντι καὶ διδόντι ζωὴν τῷ κόσμῳ, καὶ ὁ ἐμπλησθεὶς παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ, κατὰ τὴν τῆς Γραφῆς συνήθη τροπολογίαν, ἡ τραφεῖσα τοῖς ἱεροῖς μαθήμασι ψυχὴ, πρόσφορον τοῖς βρώμασι προΐεται τὴν ἐρυγήν. Διὰ τοῦτο, ἐπειδὴ λογικὴ ἦν καὶ ἀγαθὴ ἡ τροφὴ, λόγον ἀγαθὸν ἐξερεύγεται ὁ Προφήτης.

Ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν. Ζητήσωμεν οὖν καὶ ἡμεῖς τὴν ἀπὸ τοῦ λόγου τροφὴν εἰς πλήρωσιν τῶν ψυχῶν ἡμῶν (Δίκαιος γὰρ, φησὶν, ἐσθίων, ἐμπίπλησι τὴν ψυχὴν αὐτοῦ), ἵνα κατὰ τὴν ἀναλογίαν ὧν τρεφόμεθα, οὐ τὸν τυχόντα λόγον, ἀλλὰ ἀγαθὸν ἀναπέμπωμεν. Ὁ γὰρ πονηρὸς ἄνθρωπος, ὑπὸ μοχθηρῶν δογμάτων ἀνατραφεὶς, ἐξερεύγεται τῇ καρδίᾳ λόγον πονηρόν. Οὐχ ὁρᾷς ὁποῖα τὰ στόματα τῶν αἱρετικῶν ἀπερεύγεται; ὡς χαλεπὰ καὶ δυσώδη, πολλήν τινα τὴν ἐν τῷ βάθει νόσον τῶν ἀθλίων κατηγοροῦντα; Ὁ γὰρ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν. Μὴ δὴ οὖν, κνηθόμενος τὴν ἀκοὴν, ἐπισωρεύσῃς σεαυτῷ διδασκάλους, νόσον ἐνεργάσασθαι τοῖς σπλάγχνοις σου δυναμένους, καὶ πονηρῶν σοι ῥημάτων ἐρυγὴν προξενῆσαι, δι᾽ ὧν μέλλεις ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταδικάζεσθαι. Ἐκ γὰρ τῶν λόγων σου, φησὶ, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Πάνυ προσάγει ἡμᾶς τῇ διανοίᾳ τοῦ προφητικοῦ προσώπου καὶ τοῦτο τὸ ῥῆμα· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἀντὶ τοῦ, Ἐξομολογήσομαι τῷ κριτῇ, καὶ προλαμβάνω τὸν κατήγορον, διὰ τῆς περὶ τῶν ἰδίων ἔργων ἀπαγγελίας. Ἐντολὴν γὰρ εἰλήφαμεν τὴν λέγουσαν· Λέγε σὺ πρῶτος ἀνομίας σου, ἵνα δικαιωθῇς. Ἡ γλῶσσά μου κάλαμος γραμματέως, ὀξυγράφου.

Ὥσπερ ὁ κάλμος ὄργανόν ἐστι γραφικὸν, τῆς χειρὸς τοῦ ἐπιστήμονος κινούσης αὐτὸν εἰς τὴν περὶ τῶν γραφομένων ἀποσημείωσιν· οὕτω καὶ ἡ τοῦ δικαίου γλῶσσα, κινοῦντος αὐτὴν τοῦ ἁγίου Πνεύματος, ἐγγράφει τὰ ῥήματα τῆς αἰωνίου ζωῆς ταῖς καρδίαις τῶν πιστευόντων· βαπτομένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος. Γραμματεὺς οὖν τὸ ἅγιον Πνεῦμα, διότι σοφόν ἐστι καὶ διδακτικὸν ἁπάντων· ὀξυγράφον δὲ, διότι ὀξεῖα τῆς διανοίας ἡ κίνησις. Νοήματα δὲ ἡμῖν ἐγγράφει τὸ Πνεῦμα, Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ᾽ ἐν πλαξὶ καρδίας σαρκίναις. Κατὰ δὲ τὴν ἀναλογίαν τοῦ πλάτους τῆς καρδίας, πλείονα ἢ ἐλάττονα ἐγγράφει ταῖς καρδίαις τὸ Πνεῦμα, ἢ ἐκφανῆ πᾶσιν, ἢ ἀμυδρότερα, κατὰ τὴν προπαρασκευὴν τῆς καθαρότητος. Διὰ δὲ τὸ τάχος τῶν γραφομένων πλήρης πᾶσα λοιπὸν ἡ οἰκουμένη τοῦ Εὐαγγελίου γεγένηται. Τὸ δὲ ἐφεξῆς τοῦ ῥητοῦ ἀπὸ ἰδίας ἀρχῆς ἔδοξεν ἡμῖν λαμβάνειν, καὶ μὴ συνάπτειν τοῖς προλαβοῦσιν, ἀλλὰ προστιθέναι τῷ ἐφεξῆς. Τὸ γὰρ, Ὡραῖος κάλλει, πρὸς τὸν Κύριον ἡγούμεθα λέγεσθαι, κατὰ τὴν ἀποστροφὴν τοῦ προσώπου.

Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου. Προσάγεται δὲ ἡμᾶς τῇ διανοίᾳ ταύτῃ ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος· ὁ μὲν εἰπών· Κάλλει ἐκαλλωπίσθης παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὁ δὲ Σύμμαχος· Κάλλει καλὸς εἶ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Ὡραῖον οὖν κάλλει προσαγορεύει τὸν Κύριον ὁ ἐνατενίσας αὐτοῦ τῇ θεότητι. Οὐ γὰρ τὸ τῆς σαρκὸς ἀνυμνεῖ κάλλος. Εἴδομεν γὰρ αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Δῆλον οὖν, ὅτι ἐνιδὼν αὐτοῦ τῇ λαμπρότητι καὶ τῶν ἐκεῖθεν μαρμαρυγῶν ἀναπλησθεὶς ὁ Προφήτης, πληγεὶς τὴν ψυχὴν τούτῳ τῷ κάλλει, πρὸς τὸν ἔνθεον ἔρωτα τῆς νοητῆς ὡραιότητος ἐκινήθη· ἧς ἐπιφανείσης τῇ ἀνθρωπίνῃ ψυχῇ, πάντα αἰσχρὰ καὶ ἀπόβλητα τὰ τέως ἀγαπώμενα καταφαίνεται. Διὰ τοῦτο καὶ ὁ Παῦλος, ὅτε εἶδε τὸν ὡραῖον κάλλει, πάντα ἡγήσατο σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ. Οἱ μὲν ἔξω τοῦ λόγου τῆς ἀληθείας μωρίαν ὀνομάζουσι τοῦ Εὐαγγελίου τὸ κήρυγμα, τὴν εὐτέλειαν τῆς φράσεως τῶν Γραφῶν ἐξουθενοῦντες· ἡμεῖς δὲ οἱ καυχώμενοι ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, οἷς ἐφανερώθη διὰ τοῦ Πνεύματος τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, οἴδαμεν, ὅτι πλουσία χάρις ἐστὶν ἐκκεχυμένη παρὰ Θεοῦ ἐπὶ τοῖς περὶ Χριστοῦ λόγοις. Διὰ τοῦτο ἐν ὀλίγῳ τῷ χρόνῳ πᾶσαν σχεδὸν τὴν οἰκουμένην διῆλθε τὸ κήρυγμα, ἐπειδὴ πλουσία καὶ ἄφθονος ἡ χάρις ἐκκέχυται ἐπὶ τοὺς κήρυκας τοῦ Εὐαγγελίου, οὓς καὶ χείλη Χριστοῦ ὠνόμασεν ἡ Γραφή. Διὰ τοῦτο ἐν εὐκαταφρονήτοις λεξειδίοις πολὺ τὸ ἀγωγὸν καὶ πρὸς σωτηρίαν ὁλκὸν ἔχει τοῦ Εὐαγγελίου τὸ κήρυγμα.

Καὶ πᾶσα ψυχὴ κεκράτηται δόγμασιν ἀκινήτοις, διὰ τῆς χάριτος πρὸς τὴν ἀσάλευτον εἰς Χριστὸν πίστιν βεβαιουμένη.

Ὅθεν φησὶν ὁ Ἀπόστολος· Δι᾽ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως· καὶ πάλιν· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· οὐκ ἐγὼ δὲ, ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ, ἡ σὺν ἐμοί. Ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Γέγραπται ἐν τῷ Εὐαγγελίῳ, ὅτι Ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις διὰ στόματος αὐτοῦ.

Διόπερ ἐμφαντικῶς ὁ ψαλμὸς, τὸ πλῆθος τῆς χάριτος τῶν παρὰ τοῦ Κυρίου ἡμῶν ῥημάτων παραστῆσαι βουλόμενος, Ἐξεχύθη χάρις ἐν τοῖς χείλεσί σου, εἶπε, διὰ τὸ ἄφθονον τῆς ἐν τῷ λόγῳ χάριτος. Εὐλόγησέ σε, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα, Δῆλον δὲ, ὅτι ἐπὶ τὸ ἀνθρώπινον χρὴ ἀναφέρεσθαι ταῦτα, καθὰ προκόπτει σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι. Κατὰ τοῦτο δῆλον, ὅτι καὶ ἆθλον ἀνδραγαθημάτων αὐτῷ νοοῦμεν δεδόσθαι τὴν χάριν. Ὅμοιον δὲ τούτῳ τό· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. ᾯ παραπλήσιόν ἐστι καὶ τὸ Φιλιππησίοις παρὰ Παύλου γραφὲν, ὅτι Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν. Ὥστε δῆλον, ὅτι ταῦτα περὶ τοῦ κατὰ τὸν Σωτῆρα ἀνθρώπου λέγεται· ἢ ἐπειδὴ ἡ Ἐκκλησία σῶμά ἐστι τοῦ Κυρίου, καὶ αὐτὸς κεφαλὴ τῆς Ἐκκλησίας· ὥσπερ ἀποδεδώκαμεν χείλη εἶναι τοῦ Χριστοῦ τοὺς ὑπηρετουμένους τῷ οὐρανίῳ λόγῳ (ὥσπερ Παῦλος ἐν ἑαυτῷ ἔχων τὸν Χριστὸν λαλοῦντα, καὶ εἴ τις ἐκείνῳ τὴν ἀρετὴν παραπλήσιος)· οὕτω καὶ τὰ λοιπὰ μέλη τοῦ σώματος τοῦ Χριστοῦ, οἱ καθεῖς τῶν πεπιστευκότων ἐσμέν. Τὴν οὖν τῇ Ἐκκλησίᾳ διδομένην εὐλογίαν ἐπὶ τὸν Κύριον ὁ ἀναφέρων οὐχ ἁμαρτήσει.

Τὸ οὖν, Εὐλόγησέ σε ὁ Θεὸς, τουτέστι, Τὰ μέλη τὰ σὰ καὶ τὸ σῶμα τὸ σὸν ἐπλήρωσε τῶν παρ᾽ ἑαυτοῦ ἀγαθῶν εἰς τὸν αἰῶνα, τουτέστιν, εἰς τὸ ἀπέραντον.

Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ἡγούμεθα τοίνυν τροπικῶς ἀναφέρεσθαι εἰς τὸν ζῶντα τοῦ Θεοῦ λόγον, ὥστε συνάπτεσθαι τῇ σαρκὶ, ὅς ἐστιν Ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.

Διότι ὁ μηρὸς σύμβολόν ἐστι τῆς κατὰ τὴν γένεσιν ἐνεργείας. Αὗται γὰρ, φησὶν, αἱ ψυχαὶ αἱ ἐξελθοῦσαι ἐκ τῶν μηρῶν Ἰακώβ. Ὡς οὖν ζωή ἐστι, καὶ ὁδὸς, καὶ ἄρτος, καὶ ἄμπελος, καὶ ἀληθινὸν φῶς, καὶ ἄλλα μυρία ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὀνομάζεται· οὕτω καὶ μάχαιρα διατέμνουσα τὸ παθητικὸν μέρος τῆς ψυχῆς, καὶ νεκροῦσα τὰ πρὸς ἐπιθυμίαν κινήματα. Εἶτα, ἐπειδὴ μέλλει τῇ ἀσθενείᾳ συνάπτεσθαι τῆς σαρκὸς ὁ Θεὸς Λόγος, καλῶς πρόσκειται τὸ, Δυνατέ· διότι μεγίστης ἀπόδειξιν δυνάμεως ἔχει τὸ δυνηθῆναι Θεὸν ἐν ἀνθρώπου φύσει γενέσθαι.

Οὐ γὰρ τοσοῦτον οὐρανοῦ καὶ γῆς σύστασις, καὶ θαλάσσης, καὶ ἀέρος, καὶ τῶν μεγίστων στοιχείων ἡ γένεσις, καὶ εἴ τι ὑπερκόσμιον νοεῖται, καὶ εἴ τι καταχθόνιον, τὴν δύναμιν παρίστησι τοῦ Θεοῦ Λόγου, ὅσον ἡ περὶ τὴν ἐνανθρώπησιν οἰκονομία, καὶ ἡ πρὸς τὸ ταπεινὸν καὶ ἀσθενὲς τῆς ἀνθρωπότητος συγκατάβασις.

Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Τὸ ὡραῖον τοῦ κάλλους διαφέρει· ὅτι τὸ μὲν ὡραῖον λέγεται τὸ συμπεπληρωμένον εἰς τὸν ἐπιτήδειον καιρὸν πρὸς τὴν οἰκείαν ἀκμήν· ὡς ὡραῖος ὁ σῖτος, ὁ ὥριμος ἤδη πρὸς θερισμόν· καὶ ὡραῖος ὁ καρπὸς τῆς ἀμπέλου, ὁ τὴν οἰκείαν πέψιν εἰς τελείωσιν ἑαυτοῦ διὰ τῆς τοῦ ἔτους ὥρας ἀπολαβὼν, καὶ ἐπιτήδειος εἰς ἀπόλαυσιν· κάλλος δέ ἐστι τὸ ἐν τῇ συνθέσει τῶν μελῶν εὐάρμοστον ἐπανθοῦσαν αὐτῷ τὴν χάριν ἔχον. Περίζωσαι οὖν τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου, τουτέστιν, ἐν τῷ πληρώματι τῶν καιρῶν· καὶ τῷ κάλλει σου, τῇ θεωρητῇ καὶ νοητῇ θεότητι.

Ἐκεῖνο γὰρ τὸ ὄντως καλὸν, τὸ κατάληψιν πᾶσαν ἀνθρωπίνην καὶ δύναμιν ὑπερβαῖνον, καὶ διανοίᾳ μόνῃ θεωρητόν. Καὶ ἐγνώριζον αὐτοῦ τὸ κάλλος οἱ μαθηταὶ, οἷς ἐπέλυε τὰς παραβολὰς κατ᾽ ἰδίαν. Εἶδον δὲ αὐτοῦ τὸ κάλλος Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐν τῷ ὄρει, ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα, καὶ τὰ προοίμια τῆς ἐνδόξου αὐτοῦ παρουσίας ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν. Καὶ Ἔντεινον, φησὶ, καὶ κατευοδοῦ, καὶ βασίλευε, Τουτέστιν, Ἀρξάμενος τῆς τῶν ἀνθρώπων διὰ σαρκὸς ἐπιμελείας, σύντονον καὶ διαρκῆ καὶ μηδέποτε ὑπεκλυομένην ποιοῦ τὴν ἐπιμέλειαν. Τοῦτο γὰρ ὁδὸν καὶ δρόμον παρέξει τῷ κηρύγματι, καὶ πάντας ὑποτάξει τῇ βασιλείᾳ σου. Μὴ ξενιζέτω δὲ ἡμᾶς τὸ προστατικῶς λέγεσθαι τὸ, Κατευοδοῦ, διὰ τὴν συνήθειαν τῆς Γραφῆς οὕτως ἀεὶ σχηματιζούσης τὰ εὐκτικά. Γενηθήτω γὰρ τὸ θέλημά σου, ἀντὶ τοῦ, γενηθείη· καὶ, Ἐλθέτω ἡ βασιλεία σου, ἀντὶ τοῦ, ἔλθοι.

Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Πάλιν ὁ λόγος ὁμοίως ἐσχημάτισται, ὡσπερεὶ μισθὸν ταῦτα λαμβάνοντος τοῦ Κυρίου, τὸ κατευοδοῦσθαι καὶ βασιλεύειν, ὑπὲρ ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης. Δεῖ δὲ οὕτω νοεῖν· ὅτι ἐπειδὴ τῷ ψεύδει προδιέστραπται τὰ ἀνθρώπινα, ἵνα ἐπισπείρῃς τὴν ἀλήθειαν, βασίλευε ἐν τοῖς ἀνθρώποις τοῖς βασιλευομένοις ὑπὸ τῆς ἁμαρτίας· σὺ γὰρ εἶ ἡ ἀλήθεια.

Καὶ, Ἕνεκεν πραότητος, ἵνα τῷ κατὰ σὲ ὑποδείγματι πάντες εἰς ἐπιείκειαν καὶ χρηστότητα προαχθῶσι. Διὸ καὶ ὁ Κύριος ἔλεγε· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ἀπόδειξιν παρείχετο τῆς πραότητος ἐπ᾽ αὐτῶν τῶν ἔργων· λοιδορούμενος, ἐσιώπα· μαστιζόμενος, ἠνείχετο.

Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Οὐχὶ στῦλος νεφέλης, οὐδὲ φωτισμὸς πυρὸς, ἀλλ᾽ αὐτὴ ἡ δεξιά σου. Τὰ βέλῃ σου ἠκονημένα, δυνατέ. Βέλη τοῦ δυνατοῦ ἠκονημένα ἐστὶν οἱ εὔστοχοι λόγοι, οἱ καθικνούμενοι τῆς καρδίας τῶν ἀκροωμένων, βάλλοντες καὶ τιτρώσκοντες τὰς εὐαισθήτους ψυχάς. Λόγοι γὰρ, φησὶ, σοφῶν ὡς τὰ βούκεντρα.

Διὸ καὶ ὁ Ψαλμῳδὸς ῥυσθῆναί ποτε ἀπὸ τῶν δολερῶν τῶν κατὰ τὴν γενεὰν αὐτοῦ εὐχόμενος, εἰς θεραπείαν γλώσσης δολίας τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα ζητεῖ. Ἐπιζητεῖ δὲ καὶ τοὺς ἄνθρακας παρεῖναι τοὺς ἐρημικούς· ὥστε ὅσων ἂν μὴ καθάψηται διὰ τὴν πώρωσιν τῆς καρδίας τὰ λογικὰ βέλη, τούτοις ἑτοίμην εἶναι τὴν κόλασιν, ἣν καὶ ἐρημικοὺς ἄνθρακας προσηγόρευσεν. Ὅσοι γὰρ ἐρήμους τοῦ Θεοῦ κατέστησαν ἑαυτοὺς, τούτοις ἀναγκαῖος ὁ εὐτρεπισμὸς τῶν ἐρημικῶν ἀνθράκων. Νῦν οὖν Τὰ βέλη σου ἠκονημένα. Ἐκ τούτων τῶν βελῶν τιτρώσκονται αἱ παραδεξάμεναι τὴν πίστιν ψυχαὶ, καὶ εἰς τὴν ἄκραν τοῦ Θεοῦ ἀγάπην ἐκκαυθεῖσαι λέγουσι παραπλησίως τῇ νύμφῃ τὸ, Τετρωμένη ἀγάπης ἐγώ εἰμι.

Ἀνεκδιήγητον δὲ καὶ ἄῤῥητον τὸ τοῦ λόγου κάλλος, καὶ ἡ τῆς σοφίας ὡραιότης, καὶ ἡ τοῦ Θεοῦ ἐν τῇ εἰκόνι αὐτοῦ μορφή. Μακάριοι οὖν, οἱ τοῦ ἀληθινοῦ κάλλους φιλοθεάμονες. Οἱονεὶ γὰρ προσδεθέντες αὐτῷ διὰ τῆς ἀγάπης, καὶ τὸν ἐπουράνιον καὶ μακαριστὸν ἐρῶντες ἔρωτα, ἐπιλανθάνονται μὲν οἰκείων καὶ φίλων· ἐπιλανθάνονται δὲ οἴκου καὶ περιουσίας ἁπάσης· ἐκλαθόμενοι δὲ καὶ τῆς σωματικῆς εἰς τὸ ἐσθίειν καὶ πίνειν ἀνάγκης, μόνῳ τῷ θείῳ καὶ καθαρῷ προστετήκασιν ἔρωτι. Νοήσεις δὲ ἠκονημένα βέλη καὶ τοὺς ἀποστελλομένους ἐπὶ τὸ ἐπισπεῖραι πάσῃ τῇ οἰκουμένῃ τὸ Εὐαγγέλιον· οἳ, διὰ τὸ ἠκονῆσθαι, ἔλαμπον τοῖς τῆς δικαιοσύνης ἔργοις, καὶ λεπτῶς ἐπὶ τὰς τῶν διδασκομένων ψυχὰς παρεδύοντο· ταῦτα γὰρ τὰ βέλη, πανταχοῦ προπεμπόμενα, παρεσκεύαζε τοὺς λαοὺς ὑποκάτω πίπτειν τοῦ Χριστοῦ. Δοκεῖ δέ μοι ἀκολουθότερον ἡ λέξις ἀποκαθίστασθαι δι᾽ ὑπερβατοῦ, ὥστε τοιοῦτον εἶναι τὸν νοῦν· Ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου, καὶ λαοὶ ὑποκάτω σου πεσοῦνται· τῷ τὰ βέλη σου ἠκονημένα εἶναι ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Οὐδεὶς θεομάχος καὶ ἀλαζὼν καὶ ὑπερήφανος ὑποκάτω πίπτει τοῦ Θεοῦ, ἀλλ᾽ οἱ τὴν ἐκ πίστεως ὑποταγὴν καταδεξάμενοι.

Τὰ δὲ βέλη, ταῖς καρδίαις ἐμπεσόντα τῶν ποτε ἐχθρῶν τοῦ βασιλέως, ἕλκει αὐτοὺς εἰς τὸν περὶ τῆς ἀληθείας πόθον, ἕλκει αὐτοὺς πρὸς τὸν Κύριον, ὥστε, ἐχθροὺς ὄντας τῷ Θεῷ, καταλλαγῆναι αὐτῷ διὰ τῶν διδαγμάτων.

Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἐπειδὴ πολλὰ πρὸς τὸ ἀνθρώπινον ἀνατεινόμενος διελέχθη, ἐπανάγει νῦν ἐπὶ τὰ ὕψη τῆς περὶ τοῦ Μονογενοῦς δόξης τὸν λόγον. Ὁ θρόνος σου, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τουτέστιν, ἡ βασιλεία σου ἐπέκεινα τῶν αἰώνων, καὶ ἐννοίας πάσης ἐστὶ πρεσβυτέρα. Καὶ καλῶς μετὰ τὴν τῶν λαῶν ὑποταγὴν τὸ μεγαλοπρεπὲς τῆς βασιλείας τοῦ Θεοῦ ἀνυμνεῖ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Διὰ τοῦτο καὶ ἀπέδωκεν αὐτῷ τὴν ἰδίαν προσηγορίαν, σαφῶς αὐτὸν ἀναγορεύσας Θεόν· Ὁ θρόνος σου, ὁ Θεός. Παιδευτική τίς ἐστιν ἡ ῥάβδος τοῦ Θεοῦ· παιδεύουσα δὲ, εὐθείας καὶ οὐ παρατετραμμένας ἐπάγει τὰς κρίσεις. Διὰ τοῦτο ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας αὐτοῦ προσηγόρευται. Ἐὰν γὰρ ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν. Ὁρᾷς τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ;

Οὐκ ἐπὶ τῶν τυχόντων χρῆται, ἀλλ᾽ ἐπὶ τῶν ἁμαρτανόντων. Αὕτη δὲ καὶ παρακλήσεως λέγεται ῥάβδος· Ἡ ῥάβδος γάρ σου, φησὶ, καὶ ἡ βακτηρία σου. αὗταί με παρεκάλεσαν. Αὕτη καὶ συντριμμοῦ ἐστι ῥάβδος. Ποιμανεῖς γὰρ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς.

Συντρίβεται δὲ τὰ χοϊκὰ καὶ πήλινα ἐπ᾽ εὐεργεσίᾳ τῶν ποιμαινομένων· καθὸ καὶ παραδίδοται. Εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Ἐπειδὴ ἕδει σχηματίσαι τὸ τυπικὸν χρίσμα, καὶ τοὺς τυπικοὺς ἀρχιερέας καὶ βασιλέας, ἐχρίσθη τῷ ἀληθινῷ χρίσματι ἡ σὰρξ τοῦ Κυρίου, τῇ τοῦ ἁγίου Πνεύματος εἰς αὐτὴν ἐπιδημίᾳ, ὅπερ ἀγαλλιάσεως ἔλαιον προσηγόρευται. Ἐχρίσθη δὲ παρὰ τοὺς μετόχους αὐτοῦ· τουτέστιν, ὑπὲρ πάντας ἀνθρώπους τοὺς μετέχοντας τοῦ Χριστοῦ. Διότι ἐκείνοις μὲν μερική τις ἐδίδοτο Πνεύματος κοινωνία, ἐπὶ δὲ τὸν Υἱὸν τοῦ Θεοῦ κατελθὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὥς φησιν Ἰωάννης, Ἔμεινεν ἐπ᾽ αὐτόν. Καλῶς δὲ ἀγαλλιάσεως ἔλαιον τὸ Πνεῦμα προσαγορεύεται, ἐπειδὴ καὶ εἷς τῶν ὑπὸ τοῦ Πνεύματος ἁγίου γεωργουμένων καρπῶν ἐστιν ἡ χαρά. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος διά τε τὴν φύσιν τῆς θεότητος, καὶ τὴν οἰκονομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπινον τοῦ Θεοῦ ἀποβλέψας, φησίν· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· ἀντὶ τοῦ, Οἱ μὲν λοιποὶ ἄνθρωποι πόνῳ καὶ ἀσκήσει καὶ προσοχῇ πολλάκις κατορθοῦσι τὴν πρὸς τὸ καλὸν διάθεσιν, καὶ τὴν τῶν φαύλων ἀποστροφήν· σοὶ δὲ φυσική τίς ἐστι πρὸς τὸ ἀγαθὸν ἡ οἰκείωσις, καὶ πρὸς τὴν ἀνομίαν ἡ ἀλλοτρίωσις. Καὶ ἡμῖν δὲ οὐ χαλεπὸν βουληθεῖσιν ἀναλαβεῖν τὴν πρὸς τὴν δικαιοσύνην ἀγάπην, καὶ τὸ πρὸς τὴν ἀνομίαν μῖσος.

Πᾶσαν γὰρ δύναμιν ὁ Θεὸς χρησίμως ἔδωκε τῇ λογικῇ ψυχῇ· ὥσπερ τὴν τοῦ ἀγαπᾷν, οὕτω καὶ τὴν τοῦ μισεῖν· ἵνα λόγῳ εὐθυνόμενοι ἀγαπῶμεν μὲν τὴν ἀρετὴν, μισῶμεν δὲ τὴν κακίαν. Ἔστι γάρ ποτε καὶ ἐπαινετῶς τῷ μίσει χρήσασθαι. Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην;

Τέλειον μῖσος ἐμίσουν αὐτούς. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Ὑποκαταβαίνων ἀκολούθως ὁ προφητικὸς λόγος, καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκονομίαν προεπιβαλὼν, τῷ ἐνατενισμῷ τοῦ Πνεύματος τοῦ ἀποκαλύπτοντος αὐτῷ τὰ κρυπτὰ, ἦλθεν ἐπὶ τὸ πάθος· Σμύρνα γὰρ, φησὶ, καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου. Ἡ μὲν οὖν σμύρνα ὅτι ταφῆς ἐστι σύμβολον, καὶ ὁ εὐαγγελιστὴς ἡμᾶς Ἰωάννης ἐδίδαξεν, εἰπὼν ὑπὸ Ἰωσὴφ τοῦ Ἀριμαθαίου ἐντεταφιάσθαι μετὰ σμύρνης καὶ ἀλόης. Ἡ δὲ στακτὴ καὶ αὐτὴ σμύρνης ἐστὶν εἶδος τὸ λεπτότατον. Ἐκθλιβέντος γὰρ τοῦ ἀρώματος, ὅσον μὲν αὐτοῦ ῥυτὸν, εἰς τὴν στακτὴν ἀπομερίζεται· τὸ δὲ παχύτερον ἀπομένον σμύρνα προσαγορεύεται.

Οὐκοῦν καὶ ἀποπνέει ἡ τοῦ Χριστοῦ εὐωδία, σμύρνης μὲν διὰ τὸ πάθος, στακτῆς δὲ διὰ τὸ μὴ ἀκίνητον μεῖναι μηδὲ ἀνενέργητον ἐν ταῖς τρισὶν ἡμέραις καὶ ταῖς τρισὶ νυξὶν, ἀλλὰ κατελθεῖν εἰς ᾅδου τῆς περὶ τὴν ἀνάστασιν οἰκονομίας ἕνεκεν, ἵνα πληρώσῃ ἑαυτοῦ τὰ σύμπαντα. Κασσίας δὲ ἀποπνέει, διότι ἡ κασσία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώδης, ξυλώδει κάρφει περιτεινόμενος. Μήποτε οὖν τὸ τοῦ σταυροῦ πάθος, ἐπ᾽ εὐεργεσίᾳ τῆς κτίσεως πάσης παραληφθὲν, βαθέως ἡμῖν καὶ σοφῶς ὁ λόγος διὰ τοῦ τῆς κασσίας ὀνόματος παρῃνίξατο. Ἔχεις οὖν σμύρναν μὲν διὰ τὴν ταφὴν, στακτὴν δὲ διὰ τὴν εἰς ᾅδου κάθοδον (ἐπειδὴ πᾶσα σταγὼν ἐπὶ τὰ κάτω φέρεται), κασσίαν δὲ διὰ τὴν τῆς σαρκὸς περὶ τὸ ξύλον οἰκονομίαν.

Ἐκ δὲ ταύτης τῆς αἰτίας Εὔφρανάν σε, φησὶ, θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Θυγατέρες δὲ βασιλέων τίνες ἂν εἶεν ἢ εὐγενεῖς καὶ μεγάλαι καὶ βασιλικαὶ ψυχαί; αἳ, διὰ τὴν πρὸς τὰ ἀνθρώπινα συγκατάβασιν ἐπιγνοῦσαι τὸν Χριστὸν, εὔφραναν αὐτὸν ἐν τῇ τιμῇ, ἐν ἀληθινῇ πίστει καὶ ἀγάπῃ τελείᾳ, δοξάζουσαι αὐτοῦ τὴν θεότητα. Τὰ δὲ ἀρώματα ταῦτα οὐ μικρολόγως φησὶ προσεῖναι τοῖς ἱματίοις τοῦ Χριστοῦ (τουτέστιν, ἡ παραβολὴ τῶν λόγων καὶ ἡ τῶν δογμάτων κατασκευὴ), ἀλλ᾽ ἀπὸ ὅλων τῶν οἰκοδομημάτων φέρεσθαι. Βάρεις γὰρ τοὺς μεγίστους τῶν οἴκων λέγει, καὶ τούτους ἐξ ἐλέφαντος εἶναι κατεσκευασμένους, τὸ πλούσιον, οἶμαι, τῆς τοῦ Χριστοῦ περὶ τὸν κόσμον ἀγάπης τοῦ προφήτου διδάσκοντος.

Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Περὶ τῆς Ἐκκλησίας ἤδη διαλέγεται, περὶ ἧς ἐν τῷ ᾌσματι μεμαθήκαμεν, ὅτι μία ἐστὶ τελεία τοῦ Χριστοῦ περιστερὰ, ἥτις εἰς τὴν δεξιὰν χώραν τοῦ Χριστοῦ λαμβάνει τοὺς ἐπ᾽ ἔργοις ἀγαθοῖς γνωριζομένους, διακρίνουσα ἀπὸ τῶν φαύλων, ὥσπερ ὁ ποιμὴν διακρίνει τοὺς ἄρνας ἀπὸ τῶν ἐρίφων. Παρίσταται οὖν ἡ βασίλισσα, ἡ τῷ νυμφικῷ Λόγῳ καθηρμοσμένη ψυχὴ, ἡ μὴ βασιλευομένη ὑπὸ τῆς ἁμαρτίας, ἀλλὰ τῆς τοῦ Χριστοῦ βασιλείας μετέχουσα, ἐκ δεξιῶν τοῦ Σωτῆρος ἐν ἱματισμῷ διαχρύσῳ· τουτέστιν, ἐν δόγμασι νοεροῖς καθυφασμένοις καὶ πεποικιλμένοις, σοβαρῶς ἑαυτὴν καὶ ἱεροπρεπῶς κατακοσμοῦσα. Ἐπειδὴ δὲ οὐ μονοειδῆ τὰ δόγματα, ἀλλὰ ποικίλα καὶ πολύτροπα, ἠθικούς τε καὶ φυσικοὺς καὶ τοὺς ἐποπτικοὺς λεγομένους περιέχοντα λόγους, διὰ τοῦτο πεποικιλμένον εἶναι τὸν ἱματισμὸν τῆς νύμφης ὁ λόγος φησίν.

Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσουσιν αὐτῷ. Προσκαλεῖται τὴν Ἐκκλησίαν ἐπὶ τὴν ἀκρόασιν καὶ τὴν τήρησιν τῶν προστασσομένων, καὶ προσοικειοῦται αὐτὴν διὰ τῆς προσηγορίας, θυγατέρα αὐτὴν προσαγορεύων· οἱονεὶ τεκνοποιούμενος αὐτὴν διὰ τῆς ἀγάπης. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Διδάσκει αὐτὴν γεγυμνασμένον ἔχειν τὸν νοῦν πρὸς θεωρίαν διὰ τοῦ, Ἴδε. Κατανόησον, φησὶ, τὴν κτίσιν, καὶ ὠφεληθεῖσα ἀπὸ τῆς κατ᾽ αὐτὴν τάξεως, οὕτως ἀνάβαινε πρὸς τὴν τοῦ κτίσαντος θεωρίαν. Εἶτα κάμπτων αὐτῆς τὸν ὑψηλὸν τῆς ἀλαζονείας τράχηλον, Κλῖνον, φησὶ, τὸ οὖς σου. Μὴ ἀποδράμῃς πρὸς τοὺς ἔξω μύθους, ἀλλὰ κατάδεξαι τὸ ταπεινὸν τῆς ἐν τῷ εὐαγγελικῷ λόγῳ φωνῆς· Κλῖνον τὸ οὖς σου πρὸς τὴν ὧδε διδασκαλίαν, ἵνα ἐπιλάθῃ τῶν μοχθηρῶν ἐθῶν ἐκείνων καὶ τῶν πατρικῶν διδαγμάτων. Διὸ Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται.

Ἔκβαλέ μοι, φησὶ, τὰς τῶν δαιμόνων διδασκαλίας, ἐπιλάθου θυσιῶν, χορείας νυκτερινῆς, μύθων εἰς πορνείαν καὶ πᾶσαν ἀσέλγειαν ἐκκαιόντων. Διὰ τοῦτο θυγατέρα σε ἐμαυτοῦ προσηγόρευσα, ἵνα μισήσῃς τὸν πατέρα τὸν πρότερόν σε γεννήσαντα εἰς ἀπώλειαν. Ἐὰν γὰρ διὰ τῆς λήθης ἀπαλείψῃς τοὺς σπίλους τῶν πονηρῶν μαθημάτων, ἀπολαβοῦσα τὸ ἴδιον ἑαυτῆς κάλλος, ἐπιθυμητὴ φανήσῃ τῷ νυμφίῳ καὶ βασιλεῖ. Ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσουσιν αὐτῷ. Τὸ ἀναγκαῖον τῆς ὑποταγῆς παραδηλοῖ διὰ τοῦ, Αὐτός ἐστι Κύριός σου.

Προσκυνήσουσι δὲ αὐτῷ, πᾶσα ἡ κτίσις. Διότι Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Καὶ θυγάτηρ Τύρου ἐν δώροις. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Δοκεῖ ἡ ὑπερβολὴ τῆς εἰδωλολατρείας ἐν τῇ Χανανίτιδι χώρᾳ ἐπιτετηδεῦσθαι.

Μητρόπολις δὲ τῆς Χαναὰν ἡ Τύρος. Προτρεπόμενος οὖν εἰς ὑπακοὴν τὴν Ἐκκλησίαν ὁ λόγος, Καὶ θυγάτηρ, φησὶ, Τύρου ἥξει ποτὲ μετὰ δώρων. Καὶ τὸ σὸν δὲ πρόσωπον οἱ πλούσιοι τοῦ λαοῦ προσκυνήσουσιν ἐν δώροις. Οὐκ εἶπε, Σὲ προσκυνήσουσιν ἐν δώροις, ἀλλὰ, Τὸ πρόσωπον τὸ σόν. Οὐ γὰρ Ἐκκλησία προσκυνεῖται, ἀλλὰ τῆς Ἐκκλησίας ἡ κεφαλὴ ὁ Χριστὸς, ὃν πρόσωπον ὠνόμασεν ἡ Γραφή.

Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς. Ἐπειδὴ ἐκαθάρθη ἀπὸ τῶν παλαιῶν διδαγμάτων τῆς πονηρίας, ὑπακούσασα τῷ διδάγματι, καὶ ἐπιλαθομένη τοῦ λαοῦ αὐτῆς, καὶ τοῦ οἵκου τοῦ πατρὸς αὐτῆς, διηγεῖται τὰ περὶ αὐτῆς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ἐπειδὴ εἶδε τὴν ἐν τῷ κρυπτῷ καθαρότητα, Πᾶσα, φησὶν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως, τουτέστι, τῆς Χριστοῦ νύμφης, τῆς γενομένης λοιπὸν διὰ τῆς υἱοθεσίας θυγατρὸς τοῦ βασιλέως, ἕσωθέν ἐστι. Προτρέπει ὁ λόγος ἐπὶ τὰ ἐνδοτάτω χωρεῖν τῆς ἐκκλησιαστικῆς δόξης μυστήρια, ὡς ἔνδον ὄντος τοῦ κάλλους τῆς νύμφης. Ὁ γὰρ εὐτρεπίζων ἑαυτὸν τῷ Πατρὶ τῷ βλέποντι ἐν τῷ κρυπτῷ, καὶ προσευχόμενος, καὶ πάντα πράσσων οὐ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, ἀλλὰ πρὸς τὸ μόνῳ φανερωθῆναι Θεῷ· οὗτος ἔχει πᾶσαν τὴν δόξαν ἔσωθεν, ὡς καὶ ἡ θυγάτηρ τοῦ βασιλέως. Καὶ τὰ κροσσωτὰ τοίνυν τὰ χρυσᾶ, οἷς περιβέβληται καὶ πεποίκιλται ὅλη, ἔσωθεν. Μηδὲν ζήτει ἐν τῷ ἔξω χρυσῷ καὶ τῇ σωματικῇ ποικιλίᾳ· ἀλλὰ περιβολὴν νόει τινὰ ἀξίαν κοσμῆσαι τὸν κατ᾽ εἰκόνα. τοῦ κτίσαντος, ὥς φησιν ὁ Ἀπόστολος· Ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος.

Καὶ ὁ ἐνδυσάμενος δὲ Σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, μακροθυμίαν, πραότητα, ἔνδοθεν περιβέβληται, καὶ τὸν ἔσω ἄνθρωπον κεκόσμηται. Καὶ ὁ Παῦλος δὲ παραινεῖ ἐνδύσασθαι τὸν Κύριον Ἰησοῦν, οὐ κατὰ τὸν ἔξω ἄνθρωπον, ἀλλ᾽ ἵνα τὸν νοῦν ἡμῶν ἡ τοῦ Θεοῦ μνήμη περισκεπάζῃ. Οἶμαι δὲ τὸ πνευματικὸν ἱμάτιον ἐξυφαίνεσθαι, ὅταν τῷ διδακτικῷ λόγῳ ἡ ἀκόλουθος ἐπιπλέκηται πρᾶξις. Ὥσπερ γὰρ τῷ στήμονι τῆς κρόκης ἐπιπλεκομένης τὸ σωματικὸν ἱμάτιον ἐξυφαίνεται· οὕτω τοῦ λόγου προϋφεστῶτος, εἰ ἀκολούθως αἱ πράξεις ἐπάγοιντο, σεμνοτάτη τις ἂν γένοιτο περιβολὴ τῆς ψυχῆς, λόγῳ καὶ ἔργῳ τὸν κατ᾽ ἀρετὴν βίον συμπεπληρωμένον ἐχούσης. Κροσσοὶ δὲ ἀπαιωροῦνται τοῦ ἱματίου, νοητοὶ καὶ οὗτοι· διὸ καὶ χρυσοῖ εἶναι λέγονται. Ἐπειδήπερ ὁ λόγος πλείων ἐστὶ τοῦ ἔργου, οἱονεὶ κροσσός τίς ἐστιν ἀπὸ τοῦ πρὸς τὴν πρᾶξιν ὑφάσματος περισσεύων. Ἕπονται δὲ τῇ νύμφῃ τοῦ Κυρίου ψυχαί τινες, αἱ μὴ παραδεξάμεναι σπέρματα λόγων ἀλλοτρίων, αἵτινες ἀπενεχθήσονται τῷ βασιλεῖ, ἀκολουθοῦσαι τῇ νύμφῃ.

Ἀκουέτωσαν δὲ καὶ αἱ τὴν παρθενίαν ἐπαγγελλόμεναι τῷ Κυρίῳ, ὅτι παρθένοι ἀπενεχθήσονται τῷ βασιλεῖ· παρθένοι δὲ, αἱ πλησίον οὖσαι τῆς Ἐκκλησίας, αἱ ὀπίσω αὐτῆς ἑπόμεναι, καὶ μὴ ἀποπλανώμεναι τῆς ἐκκλησιαστικῆς εὐταξίας. Ἀπενεχθήσονται δὲ αἱ παρθένοι ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως. Οὐχ αἱ κατηναγκασμένως ὑπελθοῦσαι τὴν παρθενίαν, οὐδὲ αἱ ἐκ λύπης ἢ ἐξ ἀνάγκης καταδεξάμεναι τὸν σεμνὸν βίον, ἀλλ᾽ αἱ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἐπὶ τῷ τοιούτῳ κατορθώματι χαίρουσαι, αὗται ἀπενεχθήσονται τῷ βασιλεῖ, καὶ ἀχθήσονται οὐκ εἰς τὸν τυχόντα τόπον, ἀλλ᾽ εἰς τὸν ναὸν τοῦ βασιλέως. Τὰ γὰρ ἱερατικὰ σκεύη, ἃ οὐκ ἐμόλυνεν ἀνθρωπίνη χρῆσις, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσενεχθήσεται, καὶ ἐξουσίαν ἕξει τῆς εἰς τὰ ἄδυτα παρόδου, ὅπου βέβηλοι πόδες οὐ περιπατήσουσιν. Ἡλίκον δέ ἐστι τὸ ἀχθῆναι εἰς ναὸν βασιλέως, ὁ Προφήτης δείκνυσιν, ὑπὲρ ἑαυτοῦ προσευχόμενος καὶ λέγων· Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.

Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Ἐπειδὴ ἄνω προσετάχθη ἐπιλαθέσθαι τοῦ λαοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς, εἰς ἀντίδοσιν τῆς ὑπακοῆς νῦν ἀντὶ τῶν πατέρων λαμβάνει υἱοὺς, ἐν τηλικούτοις ἀξιώμασι διαπρέποντας, ὥστε καταστῆναι αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Τίνες οὖν οἱ υἱοὶ τῆς Ἐκκλησίας; Ἤτοι οἱ υἱοὶ τοῦ Εὐαγγελίου, οἱ πάσης τῆς γῆς ἄρξαντες.

Εἰς πᾶσαν γὰρ, φησὶ, τὴν οἰκουμένην ἐξῆλθεν ὁ φθόγγος αὐτῶν· καὶ, Καθεσθήσονται ἐπὶ δώδεκα θρόνους, καὶ κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ἐὰν δέ τις πατέρας τῆς νύμφης λάβῃ τοὺς πατριάρχας, καὶ οὕτως ὁ λόγος τῶν ἀποστόλων οὐ διαπίπτει. Ἀντὶ γὰρ ἐκείνων ἐγεννήθησαν αὐτῇ υἱοὶ διὰ τοῦ Χριστοῦ, οἱ ποιοῦντες τὰ ἔργα τοῦ Ἀβραάμ· καὶ διὰ τοῦτο ἰσότιμοι αὐτοῖς χρηματίζοντες, ἐκ τοῦ πεποιηκέναι τὰ αὐτὰ ἐκείνοις, ἀφ᾽ ὧν τῶν μεγάλων τιμῶν ἠξιώθησαν οἱ πατέρες.

Ἄρχοντες μέντοι εἰσὶν ἁπάσης τῆς γῆς οἱ ἅγιοι διὰ τὴν πρὸς τὸ καλὸν οἰκείωσιν, αὐτῆς τῆς τοῦ καλοῦ φύσεως περιτιθείσης αὐτοῖς τὸ πρωτεῖον, ὡς περιέθηκε τῷ Ἰακὼβ τὴν κατὰ τοῦ Ἡσαῦ ἐξουσίαν. Γίνου γὰρ, φησὶ, κύριος τοῦ ἀδελφοῦ σου. Οἱ τοίνυν ἰσότιμοι τοῖς πατράσι γενόμενοι, καὶ τὴν κατὰ πάντων ὑπεροχὴν διὰ τὴν τῆς ἀρετῆς ἄσκησιν προσλαβόντες, καὶ υἱοὶ τῆς Χριστοῦ νύμφης εἰσὶ, καὶ παρὰ τῆς ἰδίας μητρὸς καθίστανται ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν. Σκόπει δέ μοι τὴν ἐξουσίαν τῆς βασιλίδος, ὅση τις ἐπ᾽ αὐτῆς ἐστι· χειροτονεῖν ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐπὶ πᾶσιν ὡς ἐκ προσώπου τῆς Ἐκκλησίας ὁ λόγος εἴρηται, ὅτι Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Τίς δέ ἐστιν ἡ τῆς Ἐκκλησίας μνήμη; Ἡ ἐξομολόγησις τῶν λαῶν.