Ὁ γὰρ τὴν ἄκραν ταπείνωσιν κατορθώσας, ἐν μὲν ταῖς λοιδορίαις πλείονα ἑαυτοῦ προκαταγνοὺς τὴν εὐτέλειαν, οὐ κινηθήσεται τὴν ψυχὴν ὑπὸ τῶν ῥημάτων τῆς ἀτιμίας· ἀλλ᾽ ἐὰν μὲν ἀκούσῃ πένης, οἶδεν ἑαυτὸν πτωχὸν ὄντα, καὶ πάντων ἐνδεῆ, καὶ τῆς καθ᾽ ἡμέραν παρὰ τοῦ Κυρίου χορηγίας ἐπιδεόμενον· ἐὰν δὲ ἀκούσῃ δυσγενὴς καὶ ἐξ ἀφανῶν, προειλημμένον ἔχει ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ἐκ πηλοῦ γεγενῆσθαι. Διὰ τοῦτο ἐκεῖ μέν φησιν, Εἶπα, Φυλάξω τὰς ὁδούς μου, καὶ διηγεῖται τοῦ ἁμαρτωλοῦ τὴν ἐπισύστασιν, καὶ τὴν οἰκείαν μακροθυμίαν· Ἐν τῷ συστῆναι γὰρ, φησὶ, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν· εἶτα προϊὼν λέγει· Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· εἶτα, Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ ἄρχεται διαπορητικῶς, οἱονεὶ τῇ ἑαυτοῦ ψυχῇ διαλεγόμενος, ὡς ἐξ ἀκολουθίας τῶν προειρημένων. Ἵνα γὰρ μὴ τῷ φρονήματι τῆς σαρκὸς ἡ ψυχὴ ὑποταγεῖσα, πρὸς ὀργὰς καὶ λύπας διερεθίζηται, ἵνα τί, φησὶ, δούλην ποιοῦμαι πονηρῶν παθῶν τὴν ψυχὴν, παρὰ τοῦ κτίσαντος αὐτὴν Θεοῦ τὴν ἡγεμονίαν τοῦ σώματος καὶ τῶν ἐν αὐτῷ παθημάτων πεπιστευμένην; Δεῖ τοίνυν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ τοῦ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ Δεσπότῃ δὲ τῶν ὅλων ὑποτετάχθαι.