Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς τεσσαράκοντα μάρτυρας

Μέγας Βασίλειος

Προοίμιον: Η τιμή προς τους μάρτυρες και ο σκοπός του εγκωμίου

Εισαγωγικές σκέψεις του συγγραφέα για την αξία της μνήμης των τεσσαράκοντα μαρτύρων. Παραλληλισμός του εγκωμιαστικού λόγου με ζωγραφική απεικόνιση που προτρέπει στη μίμηση της αρετής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΟΜΙΛΙΑ ΙΘʹ. Εἰς τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας. Μαρτύρων μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι; διότι ἡ πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν Δεσπότην εὐνοίας. Δῆλον γὰρ, ὅτι ὁ τοὺς γενναίους ἄνδρας ἀποδεχόμενος ἐν τοῖς ὁμοίοις καιροῖς οὐκ ἀπολειφθήσεται τῆς μιμήσεως. Μακάρισον γνησίως τὸν μαρτυρήσαντα, ἵνα γένῃ μάρτυς τῇ προαιρέσει, καὶ ἐκβῇς χωρὶς διωγμοῦ, χωρὶς πυρὸς, χωρὶς μαστίγων, τῶν αὐτῶν ἐκείνοις μισθῶν ἠξιωμένος. Ἡμῖν δὲ οὐχ ἕνα πρόκειται θαυμάζειν, οὐδὲ δύο μόνους, οὐδὲ μέχρι δεκάδος ὁ ἀριθμὸς πρόεισι τῶν μακαριζομένων· ἀλλὰ τεσσαράκοντα ἄνδρες, ὡς μίαν ψυχὴν ἐν διῃρημένοις σώμασιν ἔχοντες, ἐν μιᾷ συμπνοίᾳ καὶ ὁμονοίᾳ τῆς πίστεως, μίαν καὶ τὴν πρὸς τὰ δεινὰ καρτερίαν, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας ἔνστασιν ἐπεδείξαντο. Πάντες παραπλήσιοι ἀλλήλοις, ἴσοι τὴν γνώμην, ἴσοι τὴν ἄθλησιν. Διὸ καὶ ὁμοτίμων τῶν στεφάνων τῆς δόξης κατηξιώθησαν. Τίς ἂν οὖν ἐφίκοιτο λόγος τῆς τούτων ἀξίας; Οὐδὲ τεσσαράκοντα γλῶσσαι ἐξήρκεσαν ἂν τοσούτων ἀνδρῶν ἀρετὴν ἀνυμνῆσαι. Καίτοι, εἰ καὶ εἷς ἦν ὁ θαυμαζόμενος, τήν γε τῶν ἡμετέρων λόγων δύναμιν ἐξήρκει καταπαλαῖσαι, μὴ ὅτι πλῆθος τοσοῦτον, φάλαγξ στρατιωτικὴ, σύστημα δυσκαταγώνιστον, ὁμοίως ἔν τε πολέμοις ἀήττητον καὶ ἐν ἐπαίνοις ἀπρόσιτον.

Δεῦρο δὴ οὖν, εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως, κοινὴν τὴν ἀπ᾽ αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα, προδείξαντες πᾶσιν, ὥσπερ ἐν γραφῇ, τὰς τῶν ἀνδρῶν ἀριστείας. Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις, καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ διακοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγειραν πρὸς ἀνδρίαν ἑκάτεροι.

Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν. Οὕτω δὴ καὶ ἡμεῖς ἀναμνήσωμεν τῆς ἀρετῆς τῶν ἀνδρῶν τοὺς παρόντας, καὶ οἱονεὶ ὑπ᾽ ὄψιν αὐτῶν ἀγαγόντες τὰς πράξεις, κινήσωμεν πρὸς τὴν μίμησιν τοὺς γενναιοτέρους καὶ οἰκειοτέρους αὐτοῖς τὴν προαίρεσιν. Τοῦτο γάρ ἐστι μαρτύρων ἐγκώμιον, ἡ πρὸς ἀρετὴν παράκλησις τῶν συνειλεγμένων.