Ἅπασαν γὰρ ἐπ᾽ αὐτοὺς κινήσας τὴν κτίσιν, πάντα εὗρεν ἡττώμενα τῆς τῶν ἀνδρῶν ἀρετῆς, νύκτα δυσήνεμον, πατρίδα χειμέριον, τὴν ὥραν τοῦ ἔτους, τῶν σωμάτων τὴν γύμνωσιν. Ὢ χορὸς ἅγιος! ὢ σύνταγμα ἱερόν! ὢ συνασπισμὸς ἀῤῥαγής! ὢ κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώπων! ἀγαθοὶ κοινωνοὶ φροντίδων, δεήσεως συνεργοὶ, πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμένης, ἄνθη τῶν Ἐκκλησιῶν. Ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ᾽ οὐρανὸς ὑπεδέξατο· ἠνοίγησαν ὑμῖν παραδείσου πύλαι. Ἄξιον θέαμα τῇ στρατιᾷ τῶν ἀγγέλων, ἄξιον πατριάρχαις, προφήταις, δικαίοις, ἄνδρες ἐν αὐτῷ τῷ ἄνθει τῆς νεότητος, τοῦ βίου καταφρονήσαντες, ὑπὲρ γονεῖς, ὑπὲρ τέκνα τὸν Κύριον ἀγαπήσαντες. Αὐτὸ τῆς ἡλικίας ἄγοντες τὸ βιώσιμον, ὑπερεῖδον τῆς προσκαίρου ζωῆς, ἵνα δοξάσωσι τὸν Θεὸν ἐν τοῖς μέλεσιν ἑαυτῶν· θέατρον γενόμενοι τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις, τοὺς πεπτωκότας ἤγειραν, τοὺς ἀμφιβόλους ἐβεβαιώσαντο, τοῖς εὐσεβέσι τὴν ἐπιθυμίαν ἐδιπλασίασαν.