Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Θεολογικές Επιστολές προς τον Αμφιλόχιο περί της Γνώσεως του Θεού
Δογματική ανάλυση της αδυναμίας κατάληψης της θείας ουσίας, της σημασίας της πίστεως και ερμηνεία διαφόρων βιβλικών χωρίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεολογικές Επιστολές προς τον Αμφιλόχιο περί της Γνώσεως του Θεού
Δογματική ανάλυση της αδυναμίας κατάληψης της θείας ουσίας, της σημασίας της πίστεως και ερμηνεία διαφόρων βιβλικών χωρίων.
ΑΜΦΙΛΟΧΙῼ ΕΠΙΣΚΟΠῼ ΙΚΟΝΙΟΥ Ὀλίγας εὑρίσκω τοῦ γράφειν πρὸς τὴν θεοσέβειάν σου τὰς ἀφορμάς, καὶ λυπεῖ με τοῦτο οὐ μικρῶς. Ὅμοιον γάρ, ὥσπερ ἂν εἰ καὶ ἐξὸν πολλάκις ὁρᾶν σε καὶ ἀπολαύειν σου, ὀλιγάκις ἐποίουν τοῦτο. Ἀλλ᾽ οὐκ ἔξεστί μοι γράφειν, δι᾽ ἀπορίαν τῶν ἐντεῦθεν πρὸς ὑμᾶς ἀφικνουμένων· ἐπεὶ οὐδὲν ἐκώλυεν οἱονεὶ ἐφημερίδα τοῦ ἐμοῦ βίου τὰ γράμματα εἶναι, τὰ καθ᾽ ἑκάστην ἡμέραν συμπίπτοντα διαγγέλλων σου τῇ ἀγάπῃ. Ἐμοί τε γὰρ κουφισμὸν φέρει τὸ ἀνακοινοῦσθαί σοι τὰ καθ᾽ ἡμᾶς· σέ τε οἶδα οὐδὲν οὕτω μεριμνῶντα ὡς τὰ ἡμέτερα. Ἀλλὰ νῦν Ἐλπίδιος πρὸς τὸν ἑαυτοῦ δεσπότην ἐπειγόμενος, τοῦ ἀποδύσασθαι τὰς διαβολὰς τὰς ψευδῶς αὐτῷ παρά τινων ἐχθρῶν κατασκευασθείσας, ᾔτησεν ἡμᾶς τὴν ἐπιστολήν. Δι᾽ ἧς καὶ προσφθεγγόμεθά σου τὴν εὐλάβειαν καὶ συνιστῶμέν σοι τὸν ἄνδρα διά τε τὸ δίκαιον ἄξιον ὄντα τῆς παρὰ σοῦ προστασίας καὶ δι᾽ ἡμᾶς· οἳ εἰ καὶ μηδὲν ἄλλο ἔχομεν αὐτῷ μαρτυρεῖν, ἀλλ᾽ ὅτι περὶ πολλοῦ ἐποιήσατο γραμμάτων ἡμετέρων γενέσθαι διάκονος, τοῦτόν τε ἔχε ἐν τοῖς οἰκείοις καὶ ἡμῶν μέμνησο, καὶ ὑπὲρ τῆς Ἐκκλησίας εὔχου. Γίνωσκε δὲ ὅτι ὁ μὲν θεοφιλέστατος ἀδελφὸς ἡμῶν ὑπερόριός ἐστι τὰς ὀχλήσεις μὴ φέρων τῶν ἀναισχύντων. Δόαρα δὲ χειμάζεται, τοῦ κήτους τοῦ πολυσάρκου τὰ ἐκεῖ συνταράσσοντος.
Ἡμῖν δὲ οἱ ἐχθροὶ τὰς ἐπιβουλὰς ἐπὶ τοῦ Στρατοπέδου τυρεύουσιν, ὡς ὁ τῶν εἰδότων λόγος· ἡ δὲ χεὶρ τοῦ Κυρίου τέως ἐστὶ μεθ᾽ ἡμῶν. Μόνον εὔχου μὴ ἐγκαταλειφθῆναι ἡμᾶς εἰς τέλος. Καὶ γὰρ καὶ ὁ ἀδελφὸς διάγει ἄνετος, καὶ Δόαρα τὸν παλαιὸν ἀπέλαβε μουλίωνα, πλέον δὲ ἔχει οὐδέν· καὶ τὰς βουλὰς τῶν ἐχθρῶν ἡμῶν διασκεδάσει Κύριος. Πάντων μέντοι καὶ τῶν παρόντων καὶ τῶν προσδοκωμένων λυπηρῶν λύσις ἡμῖν τὸ σὲ θεάσασθαι.
Ὥστε ἐὰν γένηταί σοί ποτε δυνατόν, ἕως ἔτι ἐσμὲν ὑπὲρ γῆς, καταξίωσον ἡμᾶς ἰδεῖν. Τὸ περὶ τοῦ Πνεύματος βιβλίον γέγραπται μὲν ἡμῖν καὶ ἐξείργασται, ὡς αὐτὸς οἶδας. Ἀποστεῖλαι δὲ ἐν χάρτῃ γεγραμμένον ἐκώλυσάν με οἱ μετ᾽ ἐμοῦ ἀδελφοὶ εἰπόντες παρὰ τῆς εὐγενείας σου ἐντολὰς ἔχειν ἐν σωματίῳ γράψαι. Ἵν᾽ οὖν μή τι δόξωμεν ὑπεναντίον ποιεῖν τῷ προστάγματί σου, ἐπέσχομεν νῦν, ἀποστελοῦμεν δὲ μικρὸν ὕστερον, μόνον ἐάν τινος ἐπιτηδείου τοῦ διακομίζοντος ἐπιτύχωμεν. Ἐρρωμένος καὶ εὔθυμος ὑπερευχόμενος τῷ Κυρίῳ ὑπὲρ ἡμῶν χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ Ἁγίου φιλανθρωπίᾳ.
ΑΜΦΙΛΟΧΙῼ ΕΠΙΣΚΟΠῼ ΙΚΟΝΙΟΥ Πᾶσα ἡμέρα γράμματα ἔχουσα τῆς θεοσεβείας σου ἑορτὴ ἡμῖν ἐστι καὶ ἑορτῶν ἡ μεγίστη. Ὅταν δὲ καὶ σύμβολα ἐπιφέρηται ἑορτῆς, τί ἄλλο χρὴ ὀνομάζειν ἢ οὐχὶ ἑορτὴν ἑορτῶν, ὥσπερ ὁ παλαιὸς νόμος σάββατα σαββάτων προσαγορεύειν εἰώθει; Εὐχαριστοῦμεν οὖν τῷ Κυρίῳ, μαθόντες ὅτι καὶ ἔρρωσαι τῷ σώματι καὶ εἰρηνευούσῃ τῇ Ἐκκλησίᾳ τῆς σωτηρίου οἰκονομίας τὴν ἀνάμνησιν ἐτέλεσας. Ἡμᾶς δὲ θόρυβοί τινες διετάραξαν· οὐ μὴν ἔξω κατηφείας διηγάγομεν τῷ τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν πεφυγαδευμένον εἶναι. Ἀλλ᾽ ὑπὲρ μὲν ἐκείνου προσεύχου, ἵνα δώῃ αὐτῷ ὁ Θεός ποτε ἐπιδεῖν τὴν ἑαυτοῦ Ἐκκλησίαν τῶν αἱρετικῶν δειμάτων τὰ τραύματα ἰαθεῖσαν, ἡμᾶς δὲ καταξίωσον λίαν ἐπισκέψασθαι, ἕως ἔτι ἐσμὲν ἐπὶ γῆς. Ποίησον ἔργον σαυτῷ μὲν ἀκόλουθον, ἡμῖν δὲ εὐχῆς ἄξιον τῆς μεγίστης. Θαυμάσαι δέ ἐστι καὶ τὴν διάνοιαν τῶν εὐλογιῶν, ὅτι δι᾽ αἰνιγμάτων ηὔξω ἡμῖν γῆρας ἰσχυρόν. Ἔδειξας γὰρ ὅτι διὰ μὲν τῶν λαμπηνῶν πρὸς τοὺς νυκτερινοὺς διεγείρεις καμάτους, διὰ δὲ τῶν τραγημάτων τὸ πᾶσι τοῖς μέρεσι τετονῶσθαι κατεγγυᾷ. Οὐ γὰρ ἔμοιγε καθ᾽ ἡλικίαν τὸ τρώγειν, πάλαι τῶν ὀδόντων ἔκ τε τοῦ χρόνου καὶ ἐκ τῆς ἀρρωστίας ἐκτετριμμένων.
Πρὸς μὲν οὖν τὰ ἐπερωτηθέντα γεγόνασί τινες ἐν τῷ ὑπομνηστικῷ ἀποκρίσεις οἵας ἐμοὶ δυνατὸν ἦν καὶ ὡς ὁ καιρὸς ἐδίδου.
ΑΜΦΙΛΟΧΙῼ ΕΠΙΣΚΟΠῼ ΕΡΩΤΗΣΑΝΤΙ Οἶδα καὶ αὐτὸς ἀκούσας τούτου, καὶ γνωρίζω τῶν ἀνθρώπων τὴν κατασκευήν. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ὅτι καλὸν μὲν ὁ νοῦς καὶ ἐν τούτῳ ἔχομεν τὸ κατ᾽ εἰκόνα τοῦ κτίσαντος, καὶ καλὸν τοῦ νοῦ ἡ ἐνέργεια, καὶ ὅτι, ἀεικίνητος ὢν οὗτος, πολλάκις μὲν φαντασιοῦται περὶ τῶν οὐκ ὄντων ὡς ὄντων, πολλάκις δὲ εὐθυβόλως ἐπὶ τὴν ἀλήθειαν φέρεται. Ἀλλ᾽ ἐπειδὴ τούτῳ διτταὶ δυνάμεις παραπεφύκασι κατά τε τὴν ἡμετέραν τῶν εἰς Θεὸν πεπιστευκότων ὑπόληψιν, ἡ μὲν πονηρὰ ἡ τῶν δαιμόνων πρὸς τὴν ἰδίαν ἀποστασίαν ἡμᾶς συνεφελκομένη, ἡ δὲ θειοτέρα καὶ ἀγαθὴ πρὸς τὴν Θεοῦ ὁμοίωσιν ἡμᾶς ἀνάγουσα, ὅταν μὲν ἐφ᾽ ἑαυτοῦ μένῃ ὁ νοῦς, μικρὰ καθορᾷ καὶ τὰ ἑαυτῷ σύμμετρα, ὅταν δὲ τοῖς ἀπατῶσιν ἑαυτὸν ἐπιδῷ ἀφανίσας τὸ οἰκεῖον κριτήριον, φαντασίαις σύνεστιν ἀλλοκότοις. Τότε καὶ τὸ ξύλον οὐχὶ ξύλον εἶναι νομίζει, ἀλλὰ Θεόν, καὶ χρυσὸν οὐχὶ χρήματα εἶναι κρίνει, ἀλλὰ σεβάσματα. Ἐὰν δὲ πρὸς τὴν θειοτέραν ἀπονεύσῃ μερίδα καὶ τὰς τοῦ Πνεύματος ὑποδέξηται χάριτας, τότε γίνεται τῶν θειοτέρων καταληπτικός, ὅσον αὐτοῦ τῇ φύσει σύμμετρον. Τρεῖς οὖν εἰσιν οἱονεὶ βίων καταστάσεις, καὶ ἰσάριθμοι τούτοις αἱ τοῦ νοῦ ἡμῶν ἐνέργειαι.
Ἢ γὰρ πονηρὰ ἡμῶν τὰ ἐπιτηδεύματα, καὶ πονηρὰ ἡμῶν δηλονότι τὰ τοῦ νοῦ κινήματα· οἷον μοιχεῖαι, κλοπαί, εἰδωλολατρεῖαι, συκοφαντίαι, ἔριδες, θυμοί, ἐριθεῖαι, φυσιώσεις, καὶ ὅσα ἐν τοῖς ἔργοις τῆς σαρκὸς ὁ ἀπόστολος Παῦλος ἀπηριθμήσατο. Ἢ μέση τίς ἐστι τῆς ψυχῆς ἡ ἐνέργεια, οὔτε κατεγνωσμένον τι ἔχουσα οὔτε ἐπαινετόν· ὡς ἡ τῶν βαναύσων τούτων τεχνῶν ἀνάληψις ἃς δὴ καὶ μέσας προσαγορεύομεν, οὐδὲν τῷ ἑαυτῶν λόγῳ πρὸς ἀρετὴν ἢ κακίαν ἀποκλινούσας. Ποία γὰρ κακία κυβερνητικῆς ἢ ἰατρικῆς;
Οὐ μέντοιγε οὐδὲ ἀρεταὶ αὐταὶ καθ᾽ ἑαυτάς, ἀλλ᾽ ἐκ τῆς τῶν κεχρημένων προαιρέσεως πρὸς τὴν τοῦ ἑτέρου τῶν ἀντικειμένων ἀποκλίνουσι μοῖραν. Ὁ μέντοι τῇ θεότητι τοῦ Πνεύματος ἀνακραθεὶς νοῦς, οὗτος ἤδη τῶν μεγάλων ἐστὶ θεωρημάτων ἐποπτικὸς καὶ καθορᾷ τὰ θεῖα κάλλη, τοσοῦτον μέντοι ὅσον ἡ χάρις ἐνδίδωσι καὶ ἡ κατασκευὴ αὐτοῦ ὑποδέχεται.
Ὥστε ἀφέντες ἐκείνας τὰς διαλεκτικὰς ἐρωτήσεις, μὴ κακεντρεχῶς, ἀλλ᾽ εὐλαβῶς ἐξεταζέτωσαν τὴν ἀλήθειαν. Δέδοται ἡμῖν τὸ τοῦ νοῦ κριτήριον εἰς τὴν τῆς ἀληθείας σύνεσιν. Ἔστι δὲ ἡ αὐτοαλήθεια ὁ Θεὸς ἡμῶν. Ὥστε προηγούμενόν ἐστι τῷ νῷ τὸν Θεὸν ἡμῶν ἐπιγινώσκειν· ἐπιγινώσκειν δὲ οὕτως ὡς δυνατὸν γνωρίζεσθαι τὸν ἀπειρομεγέθη ὑπὸ τοῦ μικροτάτου. Οὐδὲ γὰρ ἐπειδὴ ὀφθαλμοὶ εἰς κατανόησιν τῶν ὁρατῶν εἰσι τεταγμένοι, ἤδη πάντα τὰ ὁρατὰ ὑπὸ τὴν ὄψιν ἄγεται. Οὐδὲ γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ ἐν μιᾷ ῥοπῇ καθορᾶται, ἀλλὰ φαντασία μὲν ὄψεως ἡμᾶς περιίσταται, κατὰ δὲ τὴν ἀλήθειαν πολλά, ἵνα μὴ πάντα εἴπω, ἔστιν ἐν αὐτῷ τὰ ἀγνοούμενα· ἀστέρων φύσις, μεγέθη τούτων, διαστήματα, κινήσεις, συνδρομαί, ἀποστάσεις, αἱ λοιπαὶ σχέσεις, αὐτὴ ἡ οὐσία τοῦ στερεώματος, τὸ βάθος τὸ ἀπὸ τῆς κοίλης περιφερείας ἐπὶ τὴν κυρτὴν ἐπιφάνειαν.
Ἀλλ᾽ ὅμως οὐκ ἂν εἴποιμεν ἀόρατον εἶναι τὸν οὐρανὸν διὰ τὰ ἀγνοούμενα, ἀλλ᾽ ὁρατὸν διὰ τὴν μετρίαν αὐτοῦ κατανόησιν. Οὕτω δὴ καὶ περὶ Θεοῦ. Εἰ μὲν βεβλαμμένος ἐστὶν ὑπὸ δαιμόνων ὁ νοῦς, εἰδωλολατρήσει ἢ πρὸς ἄλλο τι εἶδος ἀσεβείας παρατραπήσεται. Εἰ δὲ τῇ τοῦ Πνεύματος ἑαυτὸν ἐπιδέδωκε βοηθείᾳ, τὴν ἀλήθειαν γνωρίσει καὶ Θεὸν ἐπιγνώσεται. Ἐπιγνώσεται δέ, ὡς ὁ Ἀπόστολος εἶπεν, ἐκ μέρους· ἐν δὲ τῇ μετὰ ταῦτα ζωῇ, τελεώτερον· «Ὅταν γὰρ ἔλθῃ τὸ τελειότερον, τὸ ἐκ μέρους καταργηθήσεται».
Ὥστε καὶ καλὸν τοῦ νοῦ τὸ κριτήριον καὶ πρὸς εὔχρηστον τέλος, τὴν Θεοῦ κατανόησιν, δεδομένον, ἐνεργοῦν μέντοι τοσοῦτον ὅσον αὐτῷ χωρητόν.
Τῼ ΑΥΤῼ ΠΡΟΣ ΑΛΛΟ ΕΡΩΤΗΜΑ Ὃ οἶδας σέβεις, ἢ ὃ ἀγνοεῖς; Ἐὰν ἀποκρινώμεθα ὅτι ὃ οἴδαμεν τοῦτο προσκυνοῦμεν, ταχεῖα παρ᾽ αὐτῶν ἡ ἀπάντησις· τί ἡ οὐσία τοῦ προσκυνουμένου; Ἐὰν δὲ ἀγνοεῖν ὁμολογήσωμεν τὴν οὐσίαν, πάλιν ἡμῖν περιτρέψαντες λέγουσιν ὅτι οὐκοῦν ὃ οὐκ οἴδατε προσκυνεῖτε. Ἡμεῖς δὲ λέγομεν ὅτι τὸ εἰδέναι πολύσημον. Καὶ γὰρ τὴν μεγαλειότητα τοῦ Θεοῦ εἰδέναι λέγομεν καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα καὶ τὴν πρόνοιαν ᾗ ἐπιμελεῖται ἡμῶν καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως, οὐκ αὐτὴν τὴν οὐσίαν. Ὥστε ἐπηρεαστικὴ ἡ ἐρώτησις. Οὐ γὰρ ὁ τὴν οὐσίαν μὴ φάσκων εἰδέναι ὡμολόγησε τὸν Θεὸν μὴ ἐπίστασθαι, ἐκ πολλῶν ὧν ἀπηριθμησάμεθα συναγομένης ἡμῖν τῆς περὶ Θεοῦ ἐννοίας.
Ἀλλ᾽ ἁπλοῦς, φησίν, ὁ Θεός, καὶ πᾶν ὅπερ ἂν αὐτοῦ ἀπαριθμήσῃ γνωστὸν τῆς οὐσίας ἐστί. Τοῦτο δὲ σόφισμά ἐστι μυρίας τὰς ἀτοπίας ἔχον. Τοσούτων τῶν ἀπηριθμημένων ὄντων, πότερον ταῦτα πάντα μιᾶς οὐσίας ὀνόματα; Καὶ ἰσοδυναμεῖ ἀλλήλοις τὸ φοβερὸν αὐτοῦ καὶ τὸ φιλάνθρωπον καὶ τὸ δίκαιον καὶ τὸ δημιουργικόν, τὸ προγνωστικὸν καὶ τὸ ἀνταποδοτικόν, τὸ μεγαλεῖον καὶ τὸ προνοητικόν, ἢ καὶ ὅπερ ἂν τούτων εἴπωμεν, τὴν οὐσίαν δηλοῦμεν; Εἴπερ γὰρ τοῦτο λέγουσι, μὴ ἐρωτάτωσαν εἰ τὴν οὐσίαν οἴδαμεν τοῦ Θεοῦ, ἀλλὰ πυνθανέσθωσαν ἡμῶν εἰ φοβερὸν οἴδαμεν τὸν Θεὸν ἢ εἰ δίκαιον ἢ εἰ φιλάνθρωπον; Ταῦτα ὁμολογοῦμεν εἰδέναι. Εἰ δὲ ἄλλο τι λέγουσι τὴν οὐσίαν, μὴ παραλογιζέσθωσαν ἡμᾶς διὰ τῆς ἁπλότητος. Αὐτοὶ γὰρ ὡμολόγησαν ἄλλο καὶ ἄλλο εἶναι τήν τε οὐσίαν καὶ τῶν ἀπηριθμημένων ἕκαστον. Ἀλλ᾽ αἱ μὲν ἐνέργειαι ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ.
Ἡμεῖς δὲ ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν Θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτῇ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. Αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος. Ἀλλ᾽ εἰ τὴν οὐσίαν, φησίν, ἀγνοεῖς, αὐτὸν ἀγνοεῖς.
Σὺ δὲ ἀντίστρεψον· ὅτι, εἰ τὴν οὐσίαν λέγεις εἰδέναι, αὐτὸν οὐκ ἐπίστασαι. Οὔτε γὰρ ὁ λυσσόδηκτος βλέπων τὸν κύνα ἐν τῇ φιάλῃ πλεῖον ὁρᾷ τῶν ὑγιαινόντων, ἀλλὰ διὰ τοῦτο ἐλεεινός, ὅτι οἴεται βλέπειν ἃ μὴ ὁρᾷ. Μὴ οὖν θαυμάσῃς τοῦτον τῆς ἐπαγγελίας, ἀλλὰ τῆς παρανοίας αὐτὸν ἐλεεινὸν κρῖνον. Γίνωσκε τοίνυν ὅτι παιζόντων ἐστὶν ἡ φωνή· εἰ τὴν οὐσίαν τοῦ Θεοῦ ἀγνοεῖς, ὃ μὴ γινώσκεις σέβεις. Ἐγὼ δὲ ὅτι μὲν ἔστιν οἶδα, τί δὲ ἡ οὐσία ὑπὲρ διάνοιαν τίθεμαι.
Πῶς οὖν σώζομαι; Διὰ τῆς πίστεως. Πίστις δὲ αὐτάρκης εἰδέναι ὅτι ἐστὶν ὁ Θεός, οὐχὶ τί ἐστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Εἴδησις ἄρα τῆς θείας οὐσίας ἡ αἴσθησις αὐτοῦ τῆς ἀκαταληψίας, καὶ σεπτὸν οὐ τὸ καταληφθὲν τίς ἡ οὐσία, ἀλλ᾽ ὅτι ἐστὶν ἡ οὐσία.
Καὶ ἀντερωτάσθωσαν οὕτω. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ Μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, οὗτος ἐξηγήσατο. Τί ἐξηγήσατο τοῦ Πατρὸς ὁ Μονογενής; Τὴν οὐσίαν ἢ τὴν δύναμιν; Εἰ τὴν δύναμιν, ὅσον ἐξηγήσατο ἡμῖν, τοσοῦτον γνωρίζομεν. Εἰ τὴν οὐσίαν, εἰπέ, ποῦ εἶπεν αὐτοῦ τὴν ἀγεννησίαν οὐσίαν; Ἀβραὰμ πότε προσεκύνησεν;
Οὐχ ὅτε ἐπίστευσε; Πότε δὲ ἐπίστευσεν; Οὐχ ὅτε ἐκλήθη; Ποῦ οὖν ἐνταῦθα ἡ κατάληψις αὐτῷ ἐμαρτυρήθη παρὰ τῆς Γραφῆς; Οἱ μαθηταὶ δὲ αὐτὸν πότε προσεκύνησαν; Οὐχ ὅτε τὴν κτίσιν αὐτῷ εἶδον ὑποτεταγμένην;
Ἀπὸ γὰρ θαλάσσης καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα. Οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις, ἀπὸ δὲ τῆς γνώσεως ἡ προσκύνησις. Πιστεύεις ὅτι δύναμαι τοῦτο ποιῆσαι; «Πιστεύω, Κύριε, καὶ προσεκύνησεν αὐτῷ». Οὕτως ἡ μὲν προσκύνησις τῇ πίστει ἀκολουθεῖ, ἡ δὲ πίστις ἀπὸ δυνάμεως βεβαιοῦται. Εἰ δὲ λέγεις τὸν πιστεύοντα καὶ γινώσκειν, ἀφ᾽ ὧν πιστεύει ἀπὸ τούτων καὶ γινώσκει· ἢ καὶ ἀνάπαλιν ἀφ᾽ ὧν γινώσκει ἀπὸ τούτων καὶ πιστεύει. Γινώσκομεν δὲ ἐκ τῆς δυνάμεως τὸν Θεόν. Ὥστε πιστεύομεν μὲν τῷ γνωσθέντι, προσκυνοῦμεν δὲ τῷ πιστευθέντι.
Τῼ ΑΥΤῼ ΠΡΟΣ ΑΛΛΟ ΕΡΩΤΗΜΑ Τί πρότερον, ἡ γνῶσις ἢ ἡ πίστις; Ἡμεῖς δὲ λέγομεν ὅτι καθόλου μὲν ἐπὶ τῶν μαθημάτων πίστις γνώσεως προηγεῖται· ἐπὶ δὲ τοῦ καθ᾽ ἡμᾶς λόγου, κἂν λέγῃ τις προκατάρχειν τὴν γνῶσιν τῆς πίστεως, οὐ διαφερόμεθα (γνῶσιν μέντοι τὴν τῇ ἀνθρωπίνῃ καταλήψει σύμμετρον). Ἐπὶ μὲν γὰρ τῶν μαθημάτων πιστεῦσαι δεῖ πρῶτον ὅτι ἄλφα λέγεται καί, μαθόντα τοὺς χαρακτῆρας καὶ τὴν ἐκφώνησιν, ὕστερον λαβεῖν καὶ τὴν ἀκριβῆ κατανόησιν τῆς δυνάμεως τοῦ στοιχείου.
Ἐν δὲ τῇ περὶ Θεοῦ πίστει ἡγεῖται μὲν ἡ ἔννοια ἡ περὶ τοῦ ὅτι ἐστὶ Θεός, ταύτην δὲ ἐκ τῶν δημιουργημάτων συνάγομεν. Σοφὸν γὰρ καὶ δυνατὸν καὶ ἀγαθὸν καὶ πάντα αὐτοῦ τὰ ἀόρατα ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοοῦντες ἐπιγινώσκομεν. Οὕτω δὴ καὶ Δεσπότην ἑαυτῶν αὐτὸν καταδεχόμεθα.
Ἐπειδὴ γὰρ παντὸς μὲν τοῦ κόσμου δημιουργὸς ὁ Θεός, μέρος δὲ κόσμου ἡμεῖς, καὶ ἡμῶν ἄρα δημιουργὸς ὁ Θεός. Ταύτῃ τῇ γνώσει ἡ πίστις ἀκολουθεῖ καὶ τοιαύτῃ πίστει ἡ προσκύνησις. Νῦν δὲ ἐπειδὴ πολύσημόν ἐστι τὸ τῆς γνώσεως ὄνομα, οἱ καταπαίζοντες τῶν ἀκεραιοτέρων καὶ ὁμοίως ἐνεπιδεικνύμενοι τοῖς παραδόξοις, ὡς οἱ ἐν τοῖς θεάτροις ἐν ταῖς πάντων ὄψεσι τὰς ψήφους κλέπτοντες, τῇ ἐρωτήσει τοῦ καθόλου τὸ πᾶν συναρπάζουσιν. Ἐπειδὴ γὰρ τὸ τῆς γνώσεως ὄνομα ἐπὶ πολὺ διαβαίνει, καὶ γνωστόν τί ἐστι τὸ μὲν κατὰ ἀριθμόν, τὸ δὲ κατὰ μέγεθος, τὸ δὲ κατὰ δύναμιν, τὸ δὲ κατὰ τὸν τρόπον τῆς ὑπάρξεως, τὸ δὲ κατὰ τὸν χρόνον τῆς γεννήσεως, τὸ δὲ κατ᾽ οὐσίαν, οὗτοι ἐν ἐρωτήματι τὸ ὅλον παραλαμβάνοντες, ἐὰν μὲν λάβωσιν ἡμᾶς ὁμολογοῦντας ὅτι γινώσκομεν, ἀπαιτοῦσιν ἡμᾶς τῆς οὐσίας τὴν εἴδησιν· ἐὰν δὲ ἴδωσιν ἡμᾶς εὐλαβουμένους πρὸς τὴν ἀπόφασιν, περιτρέπουσιν ἡμῖν τῆς ἀσεβείας τὸ ὄνειδος. Ἀλλ᾽ ἡμεῖς εἰδέναι μὲν ὁμολογοῦμεν τὸ γνωστὸν τοῦ Θεοῦ, εἰδέναι δέ τι πάλιν ὃ ἐκφεύγει ἡμῶν τὴν κατάληψιν. Ὡς οὖν ἐάν με ἐρωτήσῃς εἰ οἶδα τί ἐστιν ἄμμος κἂν ἀποκρίνωμαι ὅτι ἐπίσταμαι, συκοφαντήσεις προδήλως, ἐὰν εὐθὺς καὶ τὸν ἀριθμὸν αὐτῆς ἀπαιτήσῃς, διότι ἡ μὲν πρώτη σου ἐρώτησις πρὸς τὸ εἶδος ἔφερε τῆς ἄμμου, ἡ δὲ δευτέρα συκοφαντία περὶ τὸν ἀριθμὸν αὐτῆς περιετράπη.
Ὅμοιόν ἐστι τοῦτο τὸ σόφισμα τῷ λέγοντι· «Οἶδας Τιμόθεον;
Οὐκοῦν, ἐὰν οἶδας Τιμόθεον, οἶδας αὐτοῦ καὶ τὴν φύσιν· ἀλλὰ μὴν ὡμολόγησας εἰδέναι Τιμόθεον· ἀπόδος τοίνυν ἡμῖν τὸν λόγον τῆς Τιμοθέου φύσεως. Ἐγὼ δὲ καὶ οἶδα Τιμόθεον, καὶ οὐκ οἶδα· οὐ μὴν κατὰ ταὐτὸν καὶ ἐν τῷ αὐτῷ. Οὐ γὰρ καθ᾽ ὃ οἶδα, κατὰ τοῦτο καὶ οὐκ οἶδα· ἀλλὰ κατ᾽ ἄλλο μὲν οἶδα, κατ᾽ ἄλλο δὲ ἀγνοῶ. Οἶδα μὲν γὰρ αὐτὸν κατὰ τὸν χαρακτῆρα καὶ τὰ λοιπὰ ἰδιώματα, ἀγνοῶ δὲ αὐτοῦ τὴν οὐσίαν. Ἐπεὶ καὶ ἐμαυτὸν οὕτω τούτῳ τῷ λόγῳ καὶ οἶδα καὶ ἀγνοῶ. Οἶδα μὲν γὰρ ἐμαυτὸν ὅστις εἰμί, οὐκ οἶδα δὲ καθὸ τὴν οὐσίαν μου ἀγνοῶ.
Ἐπεὶ ἐξηγησάσθωσαν ἡμῖν πῶς εἶπεν ὁ Παῦλος ὅτι· »Νῦν μὲν ἐκ μέρους γινώσκομεν«. Ἆρα ἐκ μέρους τὴν οὐσίαν αὐτοῦ γινώσκομεν, οἱονεὶ μέρη τῆς οὐσίας αὐτοῦ γινώσκομεν; Ἀλλ᾽ ἄτοπον, ἀμερὴς γὰρ ὁ Θεός. Ἀλλ᾽ ὅλην αὐτὴν γινώσκομεν; Πῶς οὖν· »Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται«; Οἱ δὲ εἰδωλολάτραι τί ἐγκαλοῦνται;
Οὐχ ὅτι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν; Ἢ Γαλάται δὲ οἱ ἀνόητοι ὑπὸ τοῦ Παύλου διὰ τί ὀνειδίζονται λέγοντος· »Νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα;» Γνωστὸς δὲ πῶς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός; Ἆρα ἐπειδὴ ἐν τῇ Ἰουδαίᾳ ἡ οὐσία ἥτις τότε ἦν ἐπεγνώσθη; «Ἔγνω, φησί, βοῦς τὸν κτησάμενον αὐτόν.» Δηλονότι ὁ βοῦς καθ᾽ ὑμᾶς ἔγνω τὴν οὐσίαν τοῦ κυρίου.
Καὶ «Ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ». Ἔγνω οὖν καὶ ὁ ὄνος τῆς φάτνης τὴν οὐσίαν. «Ἰσραὴλ δέ με, φησίν, οὐκ ἔγνω.» Τοῦτο ἐγκαλεῖται καθ᾽ ὑμᾶς Ἰσραὴλ ὅτι τὴν οὐσίαν ἥτις ποτέ ἐστι τοῦ Θεοῦ οὐκ ἐπέγνω. «Ἔκχεον, φησί, τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε», τουτέστι τὰ τὴν οὐσίαν σου μὴ κατειληφότα. Ἀλλὰ πολλαχῶς ἡ γνῶσις, ὡς ἔφαμεν. Ἥ τε γὰρ τοῦ κτίσαντος ἡμᾶς σύνεσις καὶ ἡ τῶν θαυμασίων αὐτοῦ κατανόησις καὶ ἡ τήρησις τῶν ἐντολῶν καὶ ἡ οἰκείωσις ἡ πρὸς αὐτόν. Οἱ δὲ πάντα ταῦτα παρωσάμενοι ἐπὶ ἓν σημαινόμενον τὴν γνῶσιν ἕλκουσι, τὴν θεωρίαν αὐτῆς τοῦ Θεοῦ τῆς οὐσίας. «Θήσεις, φησίν, ἀπέναντι τῶν μαρτυρίων, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν.» Ἆρα τὸ γνωσθήσομαι ἀντὶ τοῦ τὴν οὐσίαν μου ἐμφανίσω; «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.» Ἆρα οὖν τῶν μὲν ἑαυτοῦ τὴν οὐσίαν ἔγνω, τῶν δὲ ἀπειθούντων ἀγνοεῖ τὴν οὐσίαν; «Ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ.» Ἆρα τὴν οὐσίαν αὐτῆς ἐγνώρισε; Καὶ περὶ τῆς Ῥεβέκκας· «Παρθένος, φησίν, ἀνὴρ οὐκ ἔγνω αὐτήν.» Καί· «Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ἆρα Ῥεβέκκας μὲν τὴν οὐσίαν οὐδεὶς ἐπέγνω; Μαρία δὲ τοῦτό φησιν· ὅτι οὐδενὸς ἀνδρὸς ἐνόησα τὴν οὐσίαν; Ἢ τὸ ἔγνω ἐπὶ τῶν γαμικῶν συμπλοκῶν ἔθος τῇ Γραφῇ ὀνομάζειν; Καὶ τὸ γνωσθήσεσθαι τὸν Θεὸν ἀπὸ τοῦ ἱλαστηρίου τουτέστιν ἐμφανισθήσεσθαι τοῖς λατρεύουσι.
Καὶ τὸ «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ» τουτέστιν ἐδέξατο αὐτοὺς διὰ τῶν ἀγαθῶν ἔργων εἰς τὴν πρὸς αὐτὸν οἰκείωσιν.
ΑΜΦΙΛΟΧΙῼ ΕΠΙΣΚΟΠῼ Ἐζητημένον ἤδη παρὰ πολλοῖς τὸ εὐαγγελικὸν ῥητὸν περὶ τοῦ ἀγνοεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὴν ἡμέραν τοῦ τέλους καὶ τὴν ὥραν, καὶ μάλιστα συνεχῶς προβαλλόμενον παρὰ τῶν Ἀνομοίων, ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ Μονογενοῦς εἰς ἀπόδειξιν τοῦ κατὰ τὴν οὐσίαν ἀνομοίου καὶ τῆς κατὰ τὴν ἀξίαν ὑφέσεως, ὡς οὐ δυναμένου οὔτε τὴν αὐτὴν ἔχειν φύσιν οὔτε ἐν ὁμοιότητι μιᾷ νοεῖσθαι τοῦ μὴ πάντα εἰδότος πρὸς τὸν ἐμπεριλαβόντα τὴν εἴδησιν τῶν ὅλων τῇ προγνωστικῇ ἑαυτοῦ καὶ ἐπιβλητικῇ τῶν μελλόντων δυνάμει· τοῦτο νῦν παρὰ τῆς σῆς συνέσεως ἡμῖν ὡς καινὸν προεβλήθη. Ἃ τοίνυν ἐκ παιδὸς παρὰ τῶν πατέρων ἠκούσαμεν καὶ διὰ τὴν πρὸς τὰ καλὰ φιλίαν ἀβασανίστως παρεδεξάμεθα, ταῦτα εἰπεῖν ἔχομεν, τῶν μὲν χριστομάχων τὴν ἀναισχυντίαν οὐ διαλύοντα (τίς γὰρ ἂν καὶ φανείη λόγος τῆς ὁρμῆς αὐτῶν ἰσχυρότερος;), τοῖς δὲ ἀγαπῶσι τὸν Κύριον καὶ τῆς ἐκ τοῦ λόγου ἀποκρίσεως ἰσχυροτέραν τὴν ἐκ πίστεως πρόληψιν κεκτημένοις ἀρκοῦσαν ἴσως παρεχόμενα τὴν πληροφορίαν. Τὸ οὐδεὶς καθολικὸν μὲν εἶναι δοκεῖ ῥῆμα, ὡς μηδὲ ἓν πρόσωπον διὰ τῆς φωνῆς ταύτης ὑπεξῃρῆσθαι. Ἔστι δὲ οὐχ οὕτω παρὰ τῇ Γραφῇ ἀναφερόμενον, ὡς τετηρήκαμεν ἐπὶ τοῦ «Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.»
Οὐδὲ γὰρ ἐκεῖ ἑαυτὸν ἔξω τιθεὶς τῆς τοῦ ἀγαθοῦ φύσεως ὁ Υἱὸς ταῦτα λέγει, ἀλλ᾽ ἐπειδὴ πρῶτον ἀγαθὸν ὁ Πατήρ, τῷ οὐδείς, συνεπακουομένου τοῦ πρῶτος, εἰρῆσθαι πιστεύομεν· καὶ τὸ «Οὐδεὶς οἶδε τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ.» Οὐδὲ γὰρ ἐκεῖ ἄγνοιαν τοῦ Πνεύματος κατηγορεῖ, ἀλλὰ πρῶτον τῷ Πατρὶ ὑπάρχειν τὴν γνῶσιν τῆς ἑαυτοῦ φύσεως μαρτυρεῖ. Οὕτω καὶ τὸ «Οὐδεὶς οἶδε» τὴν πρώτην εἴδησιν τῶν τε ὄντων καὶ τῶν ἐσομένων ἐπὶ τὸν Πατέρα ἀνάγοντος καὶ διὰ πάντων τὴν πρώτην αἰτίαν τοῖς ἀνθρώποις ὑποδεικνύντος εἰρῆσθαι νομίζομεν. Ἐπεὶ πῶς ἢ ταῖς λοιπαῖς μαρτυρίαις τῆς Γραφῆς ἀκολουθεῖ τὸ ῥητόν, ἢ ταῖς κοιναῖς ἡμῶν ἐννοίαις συμβαίνειν δύναται τῶν πεπιστευκότων εἰκόνα εἶναι τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Μονογενῆ, εἰκόνα δὲ οὐ χαρακτῆρος σωματικοῦ, ἀλλ᾽ αὐτῆς τῆς θεότητος καὶ τῶν ἐπινοουμένων τῇ οὐσίᾳ τοῦ Θεοῦ μεγαλείων, εἰκόνα δυνάμεως, εἰκόνα σοφίας, καθὸ εἴρηται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία; Μέρος δὲ δηλονότι τῆς σοφίας ἡ γνῶσις, ἣν οὐκ ἐξεικονίζει πᾶσαν, εἴπερ τινῶν ἀπολείπεται. Πῶς δὲ καὶ ὁ Πατήρ, δι᾽ οὗ τοὺς αἰῶνας ἐποίησε, τούτῳ τὸ ἐλάχιστον μέρος τῶν αἰώνων, τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, οὐκ ἔδειξεν; Ἢ πῶς ὁ τῶν ὅλων ποιητὴς τοῦ ἐλαχίστου μέρους τῶν ὑπ᾽ αὐτοῦ κτισθέντων τῆς γνώσεως ἀπολείπεται;
Ὁ δὲ λέγων, πλησίον τοῦ τέλους, τάδε καὶ τάδε ἐν τῷ οὐρανῷ σημεῖα καὶ τοῖς κατὰ γῆν χωρίοις φανήσεσθαι, πῶς αὐτὸ τὸ τέλος ἀγνοεῖ; Ἐν οἷς γὰρ λέγει «Οὔπω τὸ τέλος» οὐχ ὡς ἀμφιβάλλων, ἀλλ᾽ ὡς εἰδὼς διορίζεται. Ἔπειτα μέντοι εὐγνωμόνως σκοποῦντι πολλὰ καὶ ἀπὸ τοῦ ἀνθρωπίνου μέρους ὁ Κύριος διαλέγεται· τὸ γὰρ «Δός μοι πιεῖν» φωνή ἐστι τὴν σωματικὴν χρείαν ἐκπληροῦσα. Καίτοι ὁ αἰτῶν οὐχὶ σὰρξ ἦν ἄψυχος, ἀλλὰ θεότης σαρκὶ ἐμψύχῳ κεχρημένη. Οὕτω τοίνυν τὸ τῆς ἀγνοίας ἐπὶ τὸν προκόπτοντα παρὰ Θεῷ καὶ ἀνθρώποις σοφίᾳ καὶ χάριτι λαμβάνων τις οὐκ ἔξω τῆς εὐσεβοῦς ἐνεχθήσεται διανοίας.
Τῆς σῆς δ᾽ ἂν εἴη φιλοπονίας ἐκθέσθαι τὰς εὐαγγελικὰς ῥήσεις καὶ συγκρῖναι ἀλλήλαις τήν τε Ματθαίου καὶ Μάρκου. Οὗτοι γὰρ μόνοι συνενεχθέντες περὶ τὸν τόπον τοῦτον ἀλλήλοις φαίνονται. Ἡ μὲν οὖν τοῦ Ματθαίου λέξις οὕτως ἔχει· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος.» Ἡ δὲ τοῦ Μάρκου· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ.» Τί τοίνυν ἐστὶν ἐν τούτοις ἐπισημήνασθαι ἄξιον;
Ὅτι ὁ μὲν Ματθαῖος οὐδὲν εἶπε περὶ τῆς τοῦ Υἱοῦ ἀγνωσίας, δοκεῖ δὲ τῷ Μάρκῳ συμφέρεσθαι κατὰ τὴν ἔννοιαν ἐκ τοῦ φάναι «Εἰ μὴ ὁ Πατὴρ μόνος.» Ἡμεῖς δὲ ἡγούμεθα τὸ μόνος πρὸς τὴν τῶν ἀγγέλων ἀντιδιαστολὴν εἰρῆσθαι, τὸν δὲ Υἱὸν μὴ συμπαραλαμβάνεσθαι τοῖς ἑαυτοῦ δούλοις κατὰ τὴν ἄγνοιαν. Ἀψευδὴς γὰρ ὁ εἰπὼν ὅτι «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν.» Ἓν δὲ ὧν ἔχει καὶ ἡ γνῶσίς ἐστι τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας. Παρασιωπήσας τοίνυν ὡς ὁμολογούμενον τὸ ἑαυτοῦ πρόσωπον ἐν τῇ λέξει τοῦ Ματθαίου ὁ Κύριος τοὺς ἀγγέλους εἶπεν ἀγνοεῖν, εἰδέναι δὲ τὸν Πατέρα μόνον, τὴν τοῦ Πατρὸς γνῶσιν κατὰ τὸ σιωπώμενον καὶ ἑαυτοῦ εἶναι λέγων, διὰ τὸ καὶ ἐν ἄλλοις εἰρηκέναι· «Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα.» Εἰ δὲ γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν ὅλον δι᾽ ὅλου, ὥστε καὶ τὴν ἐναποκειμένην αὐτῷ σοφίαν πᾶσαν ἐπίστασθαι, κατὰ τὸ ἴσον μέτρον καὶ ἐπιγνωσθήσεται παρὰ τοῦ Υἱοῦ δηλονότι μετὰ πάσης τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας καὶ τῆς προγνώσεως τῶν μελλόντων. Ταύτης μὲν οὖν ἀξιοῦμεν τῆς παραμυθίας τὸ παρὰ τῷ Ματθαίῳ κείμενον· «Εἰ μὴ ὁ Πατὴρ μόνος.» Τὸ δὲ Μάρκου, ἐπειδὴ φανερῶς δοκεῖ καὶ τὸν Υἱὸν ἀπομερίζειν τῆς γνώσεως, οὕτω νοοῦμεν ὅτι οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλ᾽ οὐδ᾽ ἂν ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ· τουτέστιν ἡ αἰτία τοῦ εἰδέναι τὸν Υἱὸν παρὰ τοῦ Πατρός.
Καὶ ἀβίαστός ἐστι τῷ εὐγνωμόνως ἀκούοντι ἡ ἐξήγησις αὕτη, ἐπειδὴ οὐ πρόσκειται τὸ μόνος, ὡς καὶ παρὰ τῷ Ματθαίῳ. Ἔστιν οὖν ὁ νοῦς ὁ παρὰ Μάρκῳ τοιοῦτος· περὶ δὲ τῆς ἡμέρας ἢ ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλ᾽ οὐδ᾽ ἂν ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ· ἐκ γὰρ τοῦ Πατρὸς αὐτῷ ὑπῆρχε δεδομένη ἡ γνῶσις. Τοῦτο δὲ εὐφημότατόν ἐστι καὶ θεοπρεπὲς περὶ τοῦ Υἱοῦ λέγειν, ὅτι οὗπέρ ἐστιν ὁμοούσιος, ἐξ αὐτοῦ καὶ τὸ γινώσκειν ἔχει καὶ τὸ ἐν πάσῃ σοφίᾳ καὶ δόξῃ τῇ πρεπούσῃ αὐτοῦ τῇ θεότητι θεωρεῖσθαι.
Περὶ δὲ τοῦ Ἰεχονίου ὃν ἐκκήρυκτον ἀπὸ τῆς Ἰουδαίας γῆς γεγενῆσθαί φησιν ὁ προφήτης Ἱερεμίας εἰπών· «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία, καὶ ὅτι ἀπερρίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ, καὶ οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβίδ, ἄρχων ἐν τῷ Ἰούδᾳ.» Σαφὴς καὶ ἁπλοῦς ἐστιν ὁ λόγος.
Καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ Ναβουχοδονόσορ λέλυτο μὲν τὰ βασίλεια, οὐκέτι δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν, ὥσπερ καὶ τὸ πρότερον, ἀλλὰ τότε μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμαλωσίας διῆγον οἱ ἀπόγονοι τοῦ Δαβίδ. Ἐπανελθόντες δὲ οἱ περὶ τὸν Σαλαθιὴλ καὶ Ζοροβάβελ δημοτικώτερον καθηγοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τὴν ἱερωσύνην μεταπεσούσης διὰ τὸ ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ βασιλικὴν φυλήν. Ὅθεν ὁ Κύριος καὶ βασιλεύς ἐστι καὶ ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. Καὶ οὐκ ἐξέλιπε μὲν ἡ βασιλικὴ φυλὴ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας· οὐ μὴν ἔτι ἐκάθισεν ἐπὶ θρόνου τοῦ Δαβὶδ τὸ σπέρμα Ἰεχονίου.
Θρόνος γὰρ δηλονότι λέγεται τὸ βασιλικὸν ἀξίωμα. Πάντως δὲ τῆς ἱστορίας μέμνησαι, ὅτι ὑπόφορος μὲν ἦν τῷ Δαβὶδ πᾶσα ἡ Ἰουδαία καὶ ἡ Ἰδουμαία χώρα καὶ ἡ Μωαβῖτις καὶ τῆς Συρίας ὅσα τε πρόσχωρα καὶ τὰ πορρωτέρω μέχρι τῆς Μέσης τῶν ποταμῶν, καὶ καθ᾽ ἕτερον μέρος ἕως ποταμοῦ Αἰγύπτου. Εἰ οὖν οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος, τῶν μετὰ ταῦτα, πῶς οὐκ ἀληθὴς ὁ τοῦ προφήτου λόγος, ὅτι οὐκ ἔτι καθιεῖται ἐπὶ τοῦ θρόνου Δαβὶδ ἐκ τοῦ σπέρματος Ἰεχονίου; Οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης ἐπειλημμένος ἐξ αὐτοῦ. Οὐ μέντοι ἐξέλιπεν ἡ τοῦ Ἰούδα φυλὴ ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο, ὃς οὐδὲ αὐτὸς ἐκαθέσθη ἐπὶ τοῦ σωματικοῦ θρόνου, μεταπεσούσης λοιπὸν τῆς Ἰουδαϊκῆς βασιλείας ἐπὶ τὸν υἱὸν τοῦ Ἀσκαλωνίτου Ἀντιπάτρου Ἡρώδην καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς τέσσαρας ἀρχὰς κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμονεύοντος μὲν Πιλάτου, τὸ δὲ σύμπαν τῆς Ῥωμαϊκῆς ἀρχῆς κράτος ἔχοντος Τιβερίου. Ἀλλὰ θρόνον λέγει Δαβίδ, ἐφ᾽ ὃν ὁ Κύριος ἐκάθισε, τὴν ἀκαθαίρετον βασιλείαν. «Αὐτὸς γάρ ἐστι προσδοκία ἐθνῶν», οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης. «Ἔσται γάρ, φησίν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι. Τέθεικα γάρ σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. Καὶ θήσομαι, φησίν, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.»
Οὕτως οὖν καὶ ἱερεὺς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, καὶ ἡ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώθη· «Καὶ ἐνευλογηθήσονται τῷ σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς», καὶ πάντα τὰ ἔθνη μακαριοῦσι τὸν Χριστόν.
Τοῖς δὲ κομψοῖς Ἐγκρατίταις πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα, διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνο λεγέσθω ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. Κατὰ μὲν γὰρ τὴν ἀξίαν λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα, κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν, ἐπεὶ λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ᾽ ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης, ὡς ὅγε φαγὼν οὐκ ἠνόμησεν.
Πρὸς δὲ τοὺς λέγοντας καθ᾽ εἱμαρμένην διοικεῖσθαι τὰ ἀνθρώπινα μὴ παρ᾽ ἡμῶν ζήτει λόγους, ἀλλὰ ταῖς οἰκείαις τῆς ῥητορικῆς ἀκίσιν αὐτοὺς κατατίτρωσκε· μακρότερον γάρ ἐστι τὸ πρόβλημα τῆς παρούσης μοι ἀσθενείας.
Περὶ δὲ τῆς ἐν τῷ βαπτίσματι ἀνανεύσεως οὐκ οἶδα τί ἐπῆλθέ σοι ἐρωτῆσαι, εἴπερ ἐδέξω τὴν κατάδυσιν τὸν τύπον τῶν τριῶν ἡμερῶν ἐκπληροῦν. Βαπτισθῆναι γὰρ τρισσάκις ἀδύνατον μὴ ἀναδύντα τοσαυτάκις. Τὸν δὲ φάγον παροξυτονοῦμεν ἡμεῖς.
Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφορὰν ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ᾽ ἕκαστον, οἷον ὡς ἔχει τὸ ζῷον πρὸς τὸν δεῖνα ἄνθρωπον. Διὰ τοῦτο οὐσίαν μὲν μίαν ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν, ὥστε τὸν τοῦ εἶναι λόγον μὴ διαφόρως ἀποδιδόναι· ὑπόστασιν δὲ ἰδιάζουσαν, ἵν᾽ ἀσύγχυτος ἡμῖν καὶ τετρανωμένη ἡ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἔννοια ἐνυπάρχῃ. Μὴ γὰρ νοούντων ἡμῶν τοὺς ἀφωρισμένους περὶ ἕκαστον χαρακτῆρας, οἷον πατρότητα καὶ υἱότητα καὶ ἁγιασμόν, ἀλλ᾽ ἐκ τῆς κοινῆς ἐννοίας τοῦ εἶναι ὁμολογούντων Θεόν, ἀμήχανον ὑγιῶς τὸν λόγον τῆς πίστεως ἀποδίδοσθαι. Χρὴ οὖν τῷ κοινῷ τὸ ἰδιάζον προστιθέντας, οὕτω τὴν πίστιν ὁμολογεῖν· κοινὸν ἡ θεότης, ἴδιον ἡ πατρότης· συνάπτοντας λέγειν· πιστεύω εἰς Θεὸν Πατέρα. Καὶ πάλιν ἐν τῇ τοῦ Υἱοῦ ὁμολογίᾳ τὸ παραπλήσιον ποιεῖν, τῷ κοινῷ συνάπτειν τὸ ἴδιον καὶ λέγειν· εἰς Θεὸν Υἱόν. Ὁμοίως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ Ἁγίου κατὰ τὸ ἀκόλουθον τῆς ἐκφωνήσεως τὴν προφορὰν σχηματίζοντας λέγειν· πιστεύω καὶ εἰς τὸ θεῖον Πνεῦμα τὸ Ἅγιον, ὥστε δι᾽ ὅλου καὶ τὴν ἑνότητα σῴζεσθαι ἐν τῇ τῆς μιᾶς θεότητος ὁμολογίᾳ, καὶ τὸ τῶν προσώπων ἰδιάζον ὁμολογεῖσθαι ἐν τῷ ἀφορισμῷ τῶν περὶ ἕκαστον νοουμένων ἰδιωμάτων.
Οἱ δὲ ταὐτὸν λέγοντες οὐσίαν καὶ ὑπόστασιν ἀναγκάζονται πρόσωπα μόνον ὁμολογεῖν διάφορα, καὶ ἐν τῷ περιίστασθαι λέγειν τρεῖς ὑποστάσεις εὑρίσκονται μὴ φεύγοντες τὸ τοῦ Σαβελλίου κακόν, ὃς καὶ αὐτὸς πολλαχοῦ συγχέων τὴν ἔννοιαν ἐπιχειρεῖ διαιρεῖν τὰ πρόσωπα, τὴν αὐτὴν ὑπόστασιν λέγων πρὸς τὴν ἑκάστοτε παρεμπίπτουσαν χρείαν μετασχηματίζεσθαι.
Καὶ περὶ ὧν ἠρώτησας, πῶς τὰ μέσα καὶ τὰ διάφορα περὶ ἡμᾶς οἰκονομεῖται, εἴτε συντυχίᾳ τινὶ αὐτομάτῳ, εἴτε ἐπὶ δικαίᾳ τοῦ Θεοῦ προνοίᾳ, ἐκεῖνό φαμεν ὅτι ὑγίεια καὶ νόσος, πλοῦτος καὶ πενία, δόξα καὶ ἀτιμία, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθοὺς οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν, καθὸ δὲ εὔροιάν τινα παρέχεται τῷ βίῳ αἱρετώτερά ἐστι τῶν ἐναντίων τὰ προηγούμενα καὶ ἔχει τινὰ ἀξίαν λεγόμενα. Ταῦτα μέντοι τοῖς μὲν οἰκονομίας ἕνεκεν δίδοται παρὰ τοῦ Θεοῦ, ὡς τῷ Ἀβραὰμ καὶ τῷ Ἰὼβ καὶ τοῖς τοιούτοις.
Τοῖς δὲ φαυλοτέροις πρόκλησις τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς ὅγε μετὰ τοσαύτην παρὰ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ ἀναντιρρήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. Ὁ μέντοι δίκαιος οὔτε παρόντος ἐπιστρέφεται τοῦ πλούτου οὔτε μὴ παρόντα ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλ᾽ οἰκονομικός.
Οὐδεὶς δὲ τῶν νοῦν ἐχόντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. Τὴν δὲ νόσον ὡς ἄθλησιν οἱ δίκαιοι δέχονται, μεγάλους ἐπὶ τῇ ὑπομονῇ ἀναμένοντες τοὺς στεφάνους.
Ἄλλον δέ τινα ἐφιστᾶν τῇ διοικήσει τούτων οὐκ ἀπεμφαῖνον, ἀλλ᾽ ἀσεβές.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.