Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Η Ρήξη με τον Ευστάθιο Σεβαστείας και η Υπεράσπιση της Ορθοδοξίας
Αναλυτική απολογία του Μεγάλου Βασιλείου για τη διάσταση με τον Ευστάθιο, απόρριψη των συκοφαντιών και ομολογία πίστεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Ρήξη με τον Ευστάθιο Σεβαστείας και η Υπεράσπιση της Ορθοδοξίας
Αναλυτική απολογία του Μεγάλου Βασιλείου για τη διάσταση με τον Ευστάθιο, απόρριψη των συκοφαντιών και ομολογία πίστεως.
ΠΑΤΡΟΦΙΛῼ ΕΠΙΣΚΟΠῼ ΤΗΣ ΕΝ ΑΙΓΕΑΙΣ ΕΚΚΛΗΣΙΑΣ Ἐνέτυχόν σου τοῖς γράμμασιν ἃ διὰ τοῦ ἀδελφοῦ ἡμῶν Στρατηγίου τοῦ συμπρεσβυτέρου ἀπέστειλας καὶ ἐνέτυχον ἡδέως. Πῶς γὰρ οὐκ ἔμελλον καὶ παρὰ ἀνδρὸς συνετοῦ γεγραμμένοις καὶ παρὰ καρδίας τὴν πρὸς πάντας ἀγάπην ἐκ τῆς ἐντολῆς τοῦ Κυρίου κατορθοῦν δεδιδαγμένης; Καὶ σχεδὸν ἐγνώρισα τῆς ἐν τῷ παρελθόντι χρόνῳ σιωπῆς τὴν αἰτίαν.
Ἀποροῦντι γὰρ ἐῴκεις καὶ ἐκθαμβουμένῳ· εἰ Βασίλειος ἐκεῖνος, ὁ τοιῶσδε δουλεύσας ἐκ παιδὸς τῷ δεῖνι, ὁ τάδε ποιήσας ἐπὶ τῶν καιρῶν τῶνδε καὶ τάδε, ὁ τὸν πρὸς μυρίους πόλεμον τῆς πρὸς τὸν ἕνα θεραπείας ἕνεκεν καταδεξάμενος, οὗτος νῦν ἕτερος γέγονεν ἐξ ἑτέρου καὶ πόλεμον ἀντὶ τῆς ἀγάπης ἀνῄρηται, καὶ ὅσα ἄλλα ἐπέστειλας ἱκανῶς τῆς ψυχῆς τὴν ἔκπληξιν ἐν τῇ παραλόγῳ τῶν πραγμάτων μεταβολῇ ἐνδεικνύμενος. Καὶ εἴ τι ἡμῶν καὶ καθήψω, οὐκ ἐδεξάμην τοῦτο δυσκόλως. Οὐ γὰρ οὕτως εἰμὶ ἀνουθέτητος ὡς πρὸς τὰς ἀγαπητικὰς ἐπιπλήξεις τῶν ἀδελφῶν δυσχεραίνειν.
Τοσοῦτον γὰρ ἀπέχω τοῖς ἐπεσταλμένοις ἄχθεσθαι ὥστε μικροῦ καὶ ἐγέλασα ἐπ᾽ αὐτοῖς· εἰ τοσούτων ὄντων καὶ τηλικούτων ἃ ἡμῖν ἐδόκει τὴν πρὸς ἀλλήλους φιλίαν πρότερον βεβαιοῦν, αὐτὸς ἐπὶ μικροῖς τοῖς μέχρι σοῦ φθάσασι τηλικαύτην ἔγραφες τὴν ἔκπληξιν πεπονθέναι. Ἄρ᾽ οὖν καὶ σὺ τὸ τῶν πολλῶν πέπονθας, οἳ καταλιπόντες τῶν πραγμάτων τὴν φύσιν ἐξετάζειν τοῖς ἀνθρώποις προσέχουσι περὶ ὧν οἱ λόγοι καὶ γίνονται οὐ τῆς ἀληθείας ἐξετασταί, ἀλλὰ τῆς διαφορᾶς τῶν προσώπων δοκιμασταί, ἐπιλαθόμενοι τῆς παραινέσεως ὅτι «Ἐπιγινώσκειν πρόσωπον ἐν κρίσει οὐ καλόν».
Πλὴν ἀλλ᾽ ἐπειδὴ Θεὸς πρόσωπον ἀνθρώπου οὐ λαμβάνει, ἣν πρὸς τὸ μέγα δικαστήριον ἀπολογίαν παρεσκεύασα, ταύτην καὶ σοὶ γνωρίσαι οὐ παραιτήσομαι. Ὅτι οὐδὲν παρ᾽ ἡμῶν τὸ ἐξ ἀρχῆς οὔτε μικρὸν οὔτε μεῖζον γέγονε τῆς διαστάσεως αἴτιον· ἀλλ᾽ ἄνθρωποι μισοῦντες ἡμᾶς, δι᾽ ἃς ἴσασιν προφάσεις αὐτοὶ (οὐ γὰρ ἐμὲ χρὴ λέγειν περὶ αὐτῶν οὐδέν), συνεχεῖς ἐποιοῦντο τὰς διαβολάς. Καὶ ἅπαξ μὲν ταύτας καὶ δὶς ἀπεδυσάμεθα· ὡς δὲ ἀπέραντον ἦν τὸ πρᾶγμα καὶ οὐδὲν ὄφελος τῆς συνεχοῦς ἀπολογίας, ἡμῶν μὲν μακρὰν ἀπῳκισμένων, τῶν δὲ ψευδολόγων ἐγγύθεν ἐχόντων ταῖς καθ᾽ ἡμῶν τιτρώσκειν διαβολαῖς καρδίαν εὐκαταγώνιστον καὶ οὐ δεδιδαγμένην τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάττειν τῷ μὴ παρόντι, τῶν Νικοπολιτῶν ἀπαιτούντων τινὰ πληροφορίαν πίστεως, ὃ πάντως οὐδὲ ὑμεῖς ἠγνοήσατε, ἔδοξεν ἡμῖν τὴν διακονίαν τοῦ γράμματος ὑποδέξασθαι.
Ἐλογισάμεθα γὰρ δύο κατορθώσειν ἐν ταὐτῷ· τούς τε Νικοπολίτας πείσειν μὴ κακῶς φρονεῖν περὶ τοῦ ἀνδρὸς καὶ τῶν διαβαλλόντων ἡμᾶς ἐμφράξειν τὰ στόματα, τῆς κατὰ τὴν πίστιν συμφωνίας τὰς ἑκατέρωθεν συκοφαντίας ἀποκλειούσης.
Καὶ δὴ καὶ συγγέγραπτο μὲν ἡ πίστις, προσηνέχθη δὲ παρ᾽ ἡμῶν, ὑπεγράφη δέ. Ὡς ὑπεγράφη, καὶ χωρίον ἀπεδείχθη συνόδου δευτέρας καὶ καιρὸς ἕτερος, ὥστε καὶ τοὺς κατὰ τὴν παροικίαν ἀδελφοὺς ἡμῶν συνελθόντας ἑνωθῆναι ἀλλήλοις καὶ γνησίαν καὶ ἄδολον τοῦ λοιποῦ εἶναι τὴν κοινωνίαν.
Ἡμεῖς μὲν οὖν ἀπηντήσαμεν κατὰ τὴν προθεσμίαν καὶ οἱ σὺν ἡμῖν ἀδελφοί, οἱ μὲν παρῆσαν, οἱ δὲ ἐπέρρεον, φαιδροὶ πάντες καὶ πρόθυμοι ὡς ἐπὶ εἰρήνην τρέχοντες· καὶ γράμματα παρ᾽ ἡμῶν καὶ ἡμεροδρόμοι σημαίνοντες ὅτι πάρεσμεν· καὶ γὰρ ἡμέτερον ἦν τὸ χωρίον τὸ ἀποδεδειγμένον εἰς ὑποδοχὴν τῶν συντρεχόντων. Ὡς δὲ ἐκ τοῦ ἑτέρου μέρους οὐδείς, οὔτε προτρέχων οὔτε εὐαγγελιζόμενος τὴν παρουσίαν τῶν προσδοκωμένων, οἱ δὲ παρ᾽ ἡμῶν ἀποσταλέντες ἐπανῆλθον κατήφειαν πολλὴν καὶ γογγυσμὸν τῶν ἐκεῖ διηγούμενοι, ὡς καινῆς πίστεως παρ᾽ ἡμῶν καταγγελθείσης· καὶ ἐλέγοντο διορίζεσθαι ἦ μὴν μὴ ἐπιτρέψειν τῷ ἐπισκόπῳ αὐτῶν πρὸς ἡμᾶς διαβῆναι· ἦλθε δέ τις καὶ γράμμα φέρων ἡμῖν ἀφωσιωμένον καὶ οὐδεμίαν ἔχον μνήμην τῶν ἐξ ἀρχῆς συγκειμένων· καὶ ὁ πάσης δέ μοι αἰδοῦς καὶ τιμῆς ἄξιος ἀδελφὸς Θεόφιλος, ἕνα τῶν ἑαυτῷ συνόντων ἀποστείλας, ἐδήλωσέ τινα ἃ ἐνόμισε καὶ αὐτῷ ἐπιβάλλοντα εἶναι εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι πρέποντα. Ἐπιστεῖλαι γὰρ οὐκ ἠξίωσεν οὐ τὸν ἐκ τῶν γραμμάτων ἔλεγχον ὑφορώμενος τοσοῦτον ὅσον φροντίζων τοῦ μὴ εἰς ἀνάγκην ἐλθεῖν προσειπεῖν ἡμᾶς ὡς ἐπισκόπους, πλήν γε δὴ ὅτι σφοδρὰ ἦν τὰ ῥήματα καὶ ἀπὸ καρδίας ἐκθερμανθείσης ἐξενεχθέντα.
Ἐπὶ τούτοις διελύθημεν κατῃσχυμμένοι καὶ συμπεπτωκότες τῇ γνώμῃ, οὐκ ἔχοντες ὅ τι τοῖς ἐρωτῶσιν ἀποκρινώμεθα. Χρόνος δὲ οὐ πολὺς ἐν τῷ μέσῳ καὶ ἀποδημία μέχρι Κιλίκων, κἀκεῖθεν ἐπάνοδος καὶ γράμματα εὐθὺς ἀπαγόρευσιν ἔχοντα τῆς πρὸς ἡμᾶς κοινωνίας.
Ἡ δὲ αἰτία τῆς ἀπορρήξεως ὅτι Ἀπολιναρίῳ, φησίν, ἐπεστείλαμεν καὶ τὸν συμπρεσβύτερον ἡμῶν Διόδωρον ἔχομεν κοινωνικόν. Ἐγὼ δὲ Ἀπολινάριον μὲν ἐχθρὸν οὐδέποτε ἡγησάμην, ἀλλ᾽ ἔστιν ἐφ᾽ οἷς καὶ αἰδοῦμαι τὸν ἄνδρα· οὐ μὴν οὕτως ἐμαυτὸν τῷ ἀνθρώπῳ συνῆψα ὡς τὰ ἐκείνου ἐγκλήματα αὐτὸς ὑποδέχεσθαι, ὅπου γε ἔχω τινὰ καὶ αὐτὸς ἐγκαλεῖν αὐτῷ ἐντυχών τισι τῶν συνταγμάτων αὐτοῦ. Οὐ μὴν περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου ἢ αἰτήσας αὐτὸν οἶδα βιβλίον ἢ ἀποσταλὲν ὑποδεξάμενος. Ἀλλὰ πολυφωνότατον μὲν αὐτὸν ἀκούω πάντων συγγραφέων γεγενῆσθαι, ὀλίγοις δὲ ἐντετυχηκέναι τῶν συνταγμάτων αὐτοῦ· οὐδὲ γὰρ σχολή μοί ἐστι τὰ τοιαῦτα διερευνᾶσθαι, καὶ ἅμα δυσχερής τίς εἰμι πρὸς τὴν τῶν νεωτέρων παραδοχήν, ᾧ γε τὸ σῶμα οὐδὲ τῇ ἀναγνώσει τῶν θεοπνεύστων Γραφῶν φιλοπόνως καὶ καθ᾽ ὃν ἔδει τρόπον συγχωρεῖ παραμένειν. Τί οὖν πρὸς ἐμὲ τοῦτο, εἴ τις συνέγραψέ τι μὴ ἀρέσκον τῷ δεῖνι; Καίτοι εἰ δεῖ ἄλλον τὰς ὑπὲρ ἄλλου εὐθύνας ὑπέχειν, ὁ ἐμοὶ ἐγκαλῶν ὑπὲρ Ἀπολιναρίου ἀπολογείσθω ἡμῖν ὑπὲρ Ἀρείου τοῦ ἰδίου διδασκάλου καὶ ὑπὲρ Ἀετίου τοῦ ἰδίου ἑαυτοῦ μαθητοῦ.
Ἡμεῖς δὲ οὐδὲ ἐδιδάχθημέν τι οὐδὲ ἐμαθητεύθημεν τῷ ἀνδρὶ οὗ τὰ ἐγκλήματα ἡμῖν περιτρέπουσι. Διόδωρον δὲ ὡς θρέμμα τοῦ μακαρίου Σιλουανοῦ τὸ ἐξ ἀρχῆς ὑπεδεξάμεθα, νῦν δὲ καὶ ἀγαπῶμεν καὶ περιέπομεν διὰ τὴν προσοῦσαν αὐτῷ τοῦ λόγου χάριν δι᾽ ἧς πολλοὶ τῶν ἐντυγχανόντων βελτίους γίνονται.
Ἐπὶ τούτοις τοῖς γράμμασι διατεθείς, ὡς εἰκὸς ἦν, καὶ ἐκπλαγεὶς πρὸς τὴν οὕτω παράλογον καὶ ἀθρόαν μεταβολὴν οὐδὲ ἀντιφθέγξασθαι ἠδυνήθην. Συνδέδετο μὲν γάρ μοι ἡ καρδία, παρεῖτο δὲ ἡ γλῶσσα, νεναρκήκει δὲ ἡ χείρ, καὶ ἔπαθον πάθος ψυχῆς ἀγεννοῦς (εἰρήσεται γὰρ τἀληθές, πλὴν ἀλλὰ συγγνώμης ἄξιον)· μικροῦ καὶ εἰς μισανθρωπίαν ἐξέπεσον καὶ πᾶν μοι ἦθος ὕποπτον ἐνομίσθη καὶ μὴ εἶναι ἐν ἀνθρώπου φύσει τὸ τῆς ἀγάπης καλόν, ἀλλὰ ῥῆμα εἶναι εὐπρόσωπον καλλωπισμόν τινα παρέχον τοῖς κεχρημένοις, οὐ μὴν ἐνυπάρχειν κατ᾽ ἀλήθειαν καρδίᾳ ἀνθρώπου τὴν διάθεσιν ταύτην. Εἰ γὰρ ὁ δοκῶν ἐκ παιδὸς εἰς γῆρας βαθὺ ἐπιμέλειαν ἑαυτοῦ πεποιῆσθαι ἐκ τοιούτων προφάσεων οὕτω ῥᾳδίως ἐξηγριώθη, μηδὲν τῶν ἡμετέρων ὑπολογισάμενος μηδὲ τὴν ἐν τῷ παρελθόντι πεῖραν τῆς οὕτως εὐτελοῦς διαβολῆς κυριωτέραν θέμενος, ἀλλ᾽, οἷόν τις πῶλος ἀδάμαστος οὔπω φέρειν καλῶς τὸν ἀναβάτην δεδιδαγμένος, ἐκ μικρᾶς ὑποψίας ἀνεχαίτισε καὶ ἀπεσείσατο καὶ χαμαὶ ἔρριψεν οἷς πρότερον ἐπηγάλλετο, τί χρὴ περὶ τῶν ἄλλων ὑπονοεῖν, πρὸς οὓς οὔτε ἡμῖν τοσαῦτα τῆς φιλίας ἐστὶν ἐνέχυρα οὔτε παρ᾽ αὐτῶν τοιαύτη τῆς τῶν τρόπων ἐπιμελείας ἐπίδειξις;
Ταῦτα κατ᾽ ἐμαυτὸν ἀνελίσσων ἐν τῇ ψυχῇ καὶ συνεχῶς στρέφων ἐν τῇ καρδίᾳ, μᾶλλον δὲ ἀναστρεφόμενος ὑπ᾽ αὐτῶν τὴν καρδίαν, οὕτω δακνόντων με καὶ ἀμυσσόντων διὰ τῆς μνήμης, οὐδὲν ἐκείνοις ἀπεκρινάμην τοῖς γράμμασιν, οὐχ ὑπεροψίᾳ σιωπήσας (μὴ τοῦτο οἰηθῇς, ἀδελφέ· οὐ γὰρ ἀνθρώποις ἀπολογούμεθα, ἀλλὰ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν), ἀπορίᾳ δὲ καὶ ἀμηχανίᾳ καὶ τῷ μὴ ἔχειν εἰπεῖν τι τῆς λύπης ἄξιον.
Ἕως ἐν τούτοις ἦμεν, ἐπικατέλαβεν ἡμᾶς ἕτερα γράμματα πρὸς Δαζίζαν τινὰ γεγραμμένα δῆθεν, τῇ δὲ ἀληθείᾳ πᾶσιν ἀνθρώποις ἐπεσταλμένα, ὡς δηλοῖ αὐτῶν ἡ οὕτως ὀξεῖα διάδοσις ὡς ἐν ὀλίγαις ἡμέραις ἐν παντὶ μὲν τῷ Πόντῳ κατασπαρῆναι καὶ τὴν Γαλατίαν ἐπιδραμεῖν. Φασὶ δέ τινες ὅτι καὶ Βιθυνοὺς διεξελθόντες οἱ τῶν ἀγαθῶν τούτων ἄγγελοι μέχρις αὐτοῦ ἔφθασαν Ἑλλησπόντου. Τίνα δὲ ἦν τὰ καθ᾽ ἡμῶν πρὸς Δαζίζαν ἐπεσταλμένα πάντως μὲν οἶδας. Οὐ γὰρ οὕτω σε μακρὰν τῆς ἑαυτῶν φιλίας τίθενται ὥστε σε μόνον ἀγέραστον τῆς τιμῆς ἐκείνης καταλιπεῖν.
Εἰ δὲ οὐκ ἦλθεν εἰς σὲ τὰ γράμματα, ἀλλ᾽ ἐγώ σοι ἀποστέλλω. Ἐν οἷς εὑρήσεις ἡμᾶς κατηγορουμένους δόλον καὶ ῥᾳδιουργίαν, φθορὰν Ἐκκλησιῶν καὶ ψυχῶν ἀπώλειαν, καὶ τὸ πάντων, ὡς αὐτοὶ νομίζουσιν, ἀληθέστατον, ὅτι ἐγκάθετον ἐκείνην τὴν προβολὴν τῆς πίστεως ἐποιησάμεθα οὐ Νικοπολίταις διακονούμενοι, ἀλλ᾽ αὐτοὶ λαβεῖν δολερῶς ὁμολογίαν ἐπινοήσαντες. Τούτων μὲν οὖν κριτὴς Κύριος.
Καὶ γὰρ τίς ἂν γένοιτο τῶν ἐν καρδίᾳ λογισμῶν ἐναργὴς ἀπόδειξις; Ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν τῷ παρ᾽ ἡμῶν ἐπιδοθέντι βιβλίῳ ὑπέγραψαν, τοσαύτῃ κέχρηνται διαστάσει ὥστε καὶ ὄντα καὶ μὴ ὄντα εἰς τὴν τῶν ἐγκαλούντων αὐτοῖς πληροφορίαν συμφύρειν· ὅτι δὲ ἐν τῇ Ῥώμῃ ἔγγραφος αὐτῶν ὁμολογία τῆς ἐν Νικαίᾳ πίστεως ἀπόκειται, τοῦτο οὐκ ἐννοοῦσιν, οὐδὲ ὅτι διὰ τῆς ἑαυτῶν χειρὸς ἐπέδωκαν τῇ ἐν Τυάνοις συνόδῳ τὸ ἀπὸ τῆς Ῥώμης βιβλίον, ὃ παρ᾽ ἡμῖν κατάκειται, τὴν αὐτὴν ταύτην πίστιν ἔχον. Καὶ τῆς ἰδίας ἑαυτῶν δημηγορίας ἐπελάθοντο, ἥν, εἰς τὸ μέσον καταστάντες τότε, ὠδύροντο μὲν τὴν ἀπάτην δι᾽ ἧς ὑπήχθησαν συνθέσθαι τῷ τόμῳ τῷ παρὰ τοῦ συστήματος Εὐδοξίου συντεταγμένῳ· διότι ταύτην ἐπενόησαν τοῦ σφάλματος ἐκείνου ἀπολογίαν, τό, ἀπελθόντας εἰς Ῥώμην, ἐκεῖθεν λαβεῖν τὴν τῶν Πατέρων πίστιν, ἵνα ἣν ἐποίησαν βλάβην ταῖς Ἐκκλησίαις τῇ πρὸς τὸ κακὸν συνθήκῃ, ταύτην ἐπανορθώσωνται τῇ ἐπεισαγωγῇ τοῦ βελτίονος. Ἀλλ᾽ οἱ τὰς μακροτάτας ἀποδημίας ὑπὲρ τῆς πίστεως ὑποστάντες καὶ τὰ σοφὰ ταῦτα δημηγορήσαντες νῦν λοιδοροῦνται ἡμᾶς ὡς δολίως πορευομένους καὶ ἐν σχήματι ἀγάπης τὰ τῶν ἐπιβουλευόντων ποιοῦντας. Δηλοῖ δὲ καὶ τὰ νῦν περιφερόμενα κατεγνωκέναι αὐτοὺς τῆς ἐν Νικαίᾳ πίστεως. Εἶδον γὰρ Κύζικον καὶ μετ᾽ ἄλλης πίστεως ἐπανῆλθον.
Καὶ τί τὸ ἐν τοῖς ῥήμασιν εὐμετάθετον λέγω, πολλῷ μείζονας ἐξ αὐτῶν τῶν πραγμάτων τῆς ἐπὶ τἀναντία περιτροπῆς ἔχων τὰς ἀποδείξεις; Οἱ γὰρ πεντακοσίων ἐπισκόπων δόγματι κατ᾽ αὐτῶν ἐξενεχθέντι μὴ εἴξαντες μηδὲ καταδεξάμενοι τῆς οἰκονομίας τῶν Ἐκκλησιῶν ἀποστῆναι, τοσούτων εἰς τὴν τῆς καθαιρέσεως αὐτῶν γνώμην συμφωνησάντων, διότι, φησίν, οὐκ ἦσαν Πνεύματος Ἁγίου μέτοχοι οὐδὲ Θεοῦ χάριτι τὰς Ἐκκλησίας οἰκονομοῦντες, ἀλλ᾽ ἀνθρωπίνῃ δυναστείᾳ κατ᾽ ἐπιθυμίαν δόξης κενῆς τὰς προστασίας ἁρπάσαντες· οὗτοι νῦν τοὺς παρ᾽ ἐκείνων χειροτονηθέντας ὡς ἐπισκόπους δέχονται. Οὓς ἐρώτησον ἀντ᾽ ἐμοῦ, εἰ καὶ τῶν ἀνθρώπων πάντων καταφρονοῦσιν ὡς οὔτ᾽ ὀφθαλμοὺς ἐχόντων οὔτ᾽ ὦτα οὔτε καρδίαν αἰσθητικήν, ὅσον γοῦν δύνασθαι συνιδεῖν τῶν γινομένων τὸ ἀνακόλουθον, ἐν τῇ ἑαυτῶν καρδίᾳ τίνα διάνοιαν ἔχουσι; Πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, ὅ τε καθῃρημένος παρὰ Εὐιππίου καὶ ὁ παρὰ τοῦ αὐτοῦ κεχειροτονημένος; Τῆς γὰρ αὐτῆς χειρὸς ἔργον ἀμφότερα. Ὃς εἰ μὴ εἶχε τὴν δεδομένην τῷ Ἱερεμίᾳ χάριν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν, ἐκριζοῦν καὶ καταφυτεύειν, οὔτ᾽ ἂν ἐξερρίζωσε τοῦτον οὔτ᾽ ἂν ἐκεῖνον ἐφύτευσεν. Εἰ δὲ τὸ ἕτερον αὐτῷ δίδως, συγχωρήσεις αὐτῷ καὶ τὸ ἕτερον.
Ἀλλ᾽ εἷς ὁ σκοπός, ὡς ἔοικε, τὸ ἑαυτῶν ζητεῖν πανταχοῦ, καὶ φίλον μὲν ἡγεῖσθαι τὸν ταῖς ἐπιθυμίαις αὐτῶν συνεργοῦντα, πολέμιον δὲ κρίνειν καὶ μηδεμιᾶς κατ᾽ αὐτοῦ διαβολῆς φείδεσθαι τὸν ταῖς ἐπιθυμίαις αὐτῶν ἀνθιστάμενον.
Οἷαι γὰρ αὐτῶν καὶ αἱ νῦν κατὰ τῆς Ἐκκλησίας οἰκονομίαι; Φρικταὶ μὲν διὰ τὴν τῶν ποιούντων εὐκολίαν, ἐλεειναὶ δὲ διὰ τὴν τῶν πασχόντων ἀναισθησίαν. Εὐιππίου τέκνα καὶ Εὐιππίου ἔκγονα, διὰ πρεσβείας ἀξιοπίστου ἐκ τῆς ὑπερορίας μετακληθέντες εἰς τὴν Σεβάστειαν, ἐπιστεύθησαν τὸν λαόν. Παρέλαβον τὸ θυσιαστήριον, ζύμη ἐγένοντο τῆς ἐκεῖ Ἐκκλησίας. Παρ᾽ ὧν ἡμεῖς μὲν ὡς ὁμοουσιασταὶ διωκόμεθα· Εὐστάθιος δέ, ὁ βαστάσας ἐν τῷ χάρτῃ ἀπὸ Ῥώμης μέχρι Τυάνων τὸ ὁμοούσιον, οὗτος νῦν αὐτοῖς ἀνακέκραται, εἰ καὶ ὅτι παραδεχθῆναι εἰς τὴν πολυπόθητον αὐτῶν κοινωνίαν οὐκ ἠδυνήθη, ἢ φοβηθέντων τὸ πλῆθος τῶν κατ᾽ αὐτοῦ συμφωνησάντων, ἢ αἰδεσθέντων τὸ ἀξιόπιστον. Τίνες γὰρ ἦσαν οἱ συνειλεγμένοι καὶ πῶς μὲν χειροτονηθεὶς ἕκαστος, ἀπὸ ποίου δὲ τοῦ ἐξ ἀρχῆς βίου ἐπὶ ταύτην παρελθὼν τὴν δυναστείαν νῦν, ἐγὼ μὲν μή ποτε οὕτω σχολάσαιμι ὥστε τὰ ἐκείνων ἐκδιηγεῖσθαι. Ἔμαθον γὰρ προσεύχεσθαι «Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων». Αὐτὸς δὲ ἐρευνήσας μαθήσῃ· κἄν σε διαφύγῃ, τὸν Κριτὴν πάντως οὐ λήσεται.
Ὃ μέντοι πέπονθα πάθος οὐ παραιτήσομαι καὶ πρὸς τὴν σὴν ἐξειπεῖν ἀγάπην, ὅτι πέρυσιν ἀσθενήσας πυρετῷ βαρυτάτῳ καὶ ἐγγίσας σχεδὸν μέχρις αὐτῶν τῶν πυλῶν τοῦ θανάτου, εἶτα ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀνακληθείς, δυσχερῶς εἶχον πρὸς τὴν ἐπάνοδον λογιζόμενος εἰς οἷα ἔρχομαι πάλιν κακά· καὶ κατ᾽ ἐμαυτὸν ἐσκόπουν τί ποτε ἄρα ἐστὶ τὸ ἐν τῷ βάθει τῆς σοφίας ἀποκείμενον τοῦ Θεοῦ, δι᾽ ὃ ἐμοὶ πάλιν τῆς ἐν σαρκὶ ζωῆς ἡμέραι συνεχωρήθησαν.
Ἐπειδὴ δὲ ἔγνων ταῦτα, ἐλογισάμην ὅτι ἐβουλήθη ἡμᾶς ὁ Κύριος ἰδεῖν παυσαμένας τοῦ σάλου τὰς Ἐκκλησίας, ὃν ἔπαθον πρὸ τούτου ἐπὶ τῷ χωρισμῷ τῶν διὰ τὴν περιπεπλασμένην αὐτοῖς σεμνότητα πάντα πιστευομένων. Ἢ καὶ τάχα τονῶσαί μου τὴν ψυχὴν καὶ νηπτικωτέραν πρός γε τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἐβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσθαι, αἳ οὔτε καιροῖς οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγμάτων συμμεταβάλλονται, ἀλλ᾽ αἱ αὐταὶ διαμένουσιν, ὡς προηνέχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος οὕτω διαιωνίζουσαι.
Ἄνθρωποι δὲ ταῖς νεφέλαις ἐοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατ᾽ ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις· καὶ μάλιστα δὴ οὗτοι περὶ ὧν ὁ λόγος πολυτροπώτατοι τῶν εἰς ἡμετέραν πεῖραν ἡκόντων ἐφάνησαν. Εἰ μὲν καὶ εἰς τὰ λοιπὰ τοῦ βίου πράγματα, εἴποιεν ἂν οἱ συμβεβιωκότες· ὃ δ᾽ οὖν ἐμοὶ ἐφάνη, τὸ περὶ τὴν πίστιν αὐτῶν εὐμετάθετον, οὐκ οἶδα μέχρι τοῦ νῦν ἐν ἄλλοις, οὔτε αὐτὸς ἱστορήσας οὔτε ἀκούσας ἑτέρων. Ἀρείῳ κατηκολούθουν τὸ ἐξ ἀρχῆς· μετέθεντο πρὸς Ἑρμογένην τὸν κατὰ διάμετρον ἐχθρὸν ὄντα τῆς Ἀρείου κακοδοξίας, ὡς δηλοῖ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν παρ᾽ ἐκείνου τοῦ ἀνδρὸς ἐκφωνηθεῖσα ἐξ ἀρχῆς. Ἐκοιμήθη Ἑρμογένης, καὶ πάλιν μετέστησαν πρὸς Εὐσέβιον, ἄνδρα κορυφαῖον τοῦ κατὰ Ἄρειον κύκλου, ὡς οἱ πειραθέντες φασίν. Ἐκεῖθεν ἐκπεσόντες, δι᾽ ἃς δήποτε αἰτίας, πάλιν ἀνέδραμον εἰς τὴν πατρίδα καὶ πάλιν τὸ Ἀρειανὸν ὑπέκρυπτον φρόνημα. Παρελθόντες εἰς τὴν ἐπισκοπήν, ἵνα τὰ ἐν μέσῳ παραλείπω, ὅσας ἐξέθεντο πίστεις; Ἐπ᾽ Ἀγκύρας ἄλλην, ἑτέραν ἐν Σελευκείᾳ, ἐν Κωνσταντινουπόλει, τὴν πολυθρύλητον, ἐν Λαμψάκῳ ἑτέραν, μετὰ ταῦτα τὴν ἐν Νίκῃ τῆς Θράκης, νῦν πάλιν τὴν ἀπὸ Κυζίκου, ἧς τὰ μὲν ἄλλα οὐκ ἐπίσταμαι, τοσοῦτον δὲ ἀκούω ὅτι τὸ ὁμοούσιον κατασιγάσαντες, τὸ κατ᾽ οὐσίαν ὅμοιον νῦν περιφέρουσι καὶ τὰς εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημίας μετ᾽ Εὐνομίου συγγράφουσι.
Τούτων δὲ τῶν πίστεων ἃς ἀπηριθμησάμην, εἰ καὶ μὴ πᾶσαι πρὸς ἀλλήλας ἔχουσιν ἐναντίως, ἀλλ᾽ οὖν τὸ εὐμετάβολον τοῦ τρόπου ὁμοίως συνιστῶσι διὰ τὸ μηδέποτε αὐτοὺς ἐπὶ τῶν αὐτῶν ἑστάναι ῥημάτων. Ταῦτά ἐστιν ἀληθῆ μυρίων ἑτέρων ἀποσιωπηθέντων.
Ἐπειδὴ δὲ καὶ πρὸς ὑμᾶς διέβησαν νῦν, ἀξιοῦμεν ἀντιγράψαι διὰ τοῦ αὐτοῦ ἀνδρὸς (λέγω δὴ τοῦ συμπρεσβυτέρου ἡμῶν Στρατηγίου), εἴτε ὁ αὐτὸς διέμεινας πρὸς ἡμᾶς, εἴτε καὶ ἠλλοιώθης ἀπὸ τῆς συντυχίας. Οὔτε γὰρ ἐκείνους εἰκὸς ἦν σιωπῆσαι, οὔτε αὐτὸν σέ, τὸν ἡμῖν τοιαῦτα γράψαντα, μὴ οὐχὶ καὶ πρὸς ἐκείνους τῇ παρρησίᾳ χρήσασθαι.
Εἰ μὲν οὖν μένοις ἐν τῇ πρὸς ἡμᾶς κοινωνίᾳ, τοῦτο ἄριστον καὶ εὐχῆς τῆς ἀνωτάτω ἄξιον. Εἰ δέ σε πρὸς ἑαυτοὺς μετέθηκαν, λυπηρὸν μέν. Πῶς γὰρ οὔ; Ἀδελφοῦ τοιούτου χωρισμός. Πλὴν εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν φέρειν τὰς τοιαύτας ζημίας παρ᾽ αὐτῶν ἐκείνων ἱκανῶς ἐγυμνάσθημεν.
ΘΕΟΦΙΛῼ ΕΠΙΣΚΟΠῼ Πάλαι δεξάμενος τὰ παρὰ τῆς ἀγάπης σου γράμματα ἀνέμενον διὰ γνησίου προσώπου ἀντεπιστεῖλαι, ἵνα καὶ ὅσα τὴν ἐπιστολὴν διαφύγῃ ὁ διάκονος τῶν γραμμάτων ἀναπληρώσῃ. Ἐπεὶ οὖν παρεγένετο ἡμῖν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς ἡμῶν Στρατήγιος, αὐτῷ ἐνόμισα δίκαιον εἶναι χρήσασθαι διακόνῳ, τῷ καὶ εἰδότι τὴν ἡμετέραν γνώμην καὶ δυναμένῳ γνησίως τε ἅμα καὶ εὐλαβῶς διακομίσαι τὰ παρ᾽ ἡμῶν. Γίνωσκε τοίνυν, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, πολλοῦ ἀξίαν τίθεσθαι ἡμᾶς τὴν πρὸς σὲ ἀγάπην, ἧς, ἕνεκα μὲν τῆς κατὰ ψυχὴν διαθέσεως, οὐδεμίαν ἡμέραν ἀπολειφθεῖσιν ἑαυτοῖς συνεγνώκαμεν, εἰ καὶ ὅτι πολλαὶ καὶ μεγάλαι λύπης εὐλόγου γεγόνασιν ἀφορμαί. Ἀλλ᾽ οὖν ἐκρίναμεν τοῦτο, ὥσπερ ἐν τρυτάνῃ, τὰ χρηστότερα τοῖς ἀηδεστέροις ἀντιτιθέντες τῇ τῶν ἀμεινόνων ῥοπῇ προσθέσθαι τὴν γνώμην. Ἐπειδὴ δὲ τὰ πράγματα ἠλλοιώθη παρ᾽ ὧν ἥκιστα ἐχρῆν τοῦτο γενέσθαι, συγγίνωσκε καὶ ἡμῖν οὐχὶ τὴν γνώμην ἀλλοιωθεῖσιν, ἀλλὰ τὴν τάξιν μεταθεμένοις. Μᾶλλον δὲ ἡμεῖς μὲν ἐπὶ τῆς αὐτῆς μενοῦμεν τάξεως, ἕτεροι δέ εἰσιν οἱ συνεχῶς μετατιθέμενοι, νῦν δὲ καὶ φανερῶς πρὸς τοὺς ἐναντίους αὐτομολοῦντες· ὧν ὅσου ἀξίαν ἐτιθέμεθα τὴν κοινωνίαν, ἕως ἦσαν ἐπὶ τῆς ὑγιαινούσης μερίδος, οὐδὲ αὐτὸς ἀγνοεῖς.
Νῦν δὲ εἰ μήτε ἐκείνοις συνεπόμεθα καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς ἐκκλίνομεν, συγγνώμης ἂν δικαίως τύχοιμεν μηδὲν προτιμότερον τῆς ἀληθείας καὶ τῆς ἑαυτῶν ἀσφαλείας τιθέμενοι.
ΝΙΚΟΠΟΛΙΤΑΙΣ Ὅταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦμαι. Ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατερραγμένους καὶ ἀγαπᾶν δικαίους, συντρίβειν δὲ ὑπερηφάνους καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας, πάλιν μεταβαλὼν κουφότερος γίνομαι ταῖς ἐλπίσι καὶ οἶδα ὅτι διὰ τῶν προσευχῶν ὑμῶν ταχεῖαν δείξει ἡμῖν ὁ Κύριος τὴν γαλήνην. Μόνον μὴ ἀποκάμητε προσευχόμενοι, ἀλλ᾽ ὧν λόγοις ἐστὲ διδάσκαλοι, τούτων ἐπὶ τοῦ παρόντος καιροῦ ἔργῳ πᾶσιν ἐναργῆ σπουδάσατε προσθεῖναι τὰ ὑποδείγματα.
ΝΙΚΟΠΟΛΙΤΑΙΣ Ὅτε ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν τῆς ὁσιότητος, ὅσον ἐστέναξα καὶ ὠδυράμην ὅτι καὶ ταῦτα τὰ κακὰ ταῖς ἐμαυτοῦ ἀκοαῖς ὑπεδεξάμην, πληγὰς μὲν καὶ ὕβρεις εἰς ὑμᾶς αὐτούς, πόρθησιν δὲ οἴκων καὶ ἐρήμωσιν πόλεως καὶ πατρίδος ὅλης ἀνατροπήν, διωγμὸν Ἐκκλησίας καὶ φυγὴν ἱερέων, ἐπανάστασιν λύκων καὶ ποιμνίων διασποράν. Ἀλλ᾽ ἐπειδὴ ἐπαυσάμην τοῦ στεναγμοῦ καὶ τῶν δακρύων, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Δεσπότην ἀποβλέψας, οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινώσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις καὶ οὐκ εἰς τέλος ἐστὶν ἡ ἐγκατάλειψις. Ὃ μὲν γὰρ πεπόνθαμεν διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν, τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τὰς Ἐκκλησίας ἑαυτοῦ ἀγάπην καὶ εὐσπλαγχνίαν ὁ φιλάνθρωπος ἐπιδείξεται. Οὐ μέντοι παρελίπομεν καὶ παρόντες τοὺς ἐν δυνάμει καθικετεύοντες καὶ ἐπὶ τοῦ στρατοπέδου τοῖς ἀγαπῶσιν ἡμᾶς ἐπιστέλλοντες ἐπισχεθῆναι τῆς ὀργῆς τὸν λυσσῶντα. Καὶ οἶμαι παρὰ πολλῶν ἥξειν αὐτῷ κατάγνωσιν, ἐὰν μὴ ἄρα ὁ καιρὸς θορύβου πεπληρωμένος μηδεμίαν δῷ σχολὴν περὶ ταῦτα τοῖς ἐπὶ τῶν πραγμάτων.
ΑΜΦΙΛΟΧΙῼ ΕΠΙΣΚΟΠῼ ΙΚΟΝΙΟΥ Ὅταν μὲν πρὸς τὴν ἡμετέραν αὐτῶν ἐπιθυμίαν ἀπίδωμεν, ἀχθόμεθα τοσοῦτον διῳκισμένοι τῆς εὐλαβείας σου· ὅταν δὲ πρὸς τὸ εἰρηνικὸν τῆς σαυτοῦ διαγωγῆς, εὐχαριστοῦμεν τῷ Κυρίῳ, τῷ ἐξελομένῳ τὴν εὐλάβειάν σου ἀπὸ τοῦ ἐμπρησμοῦ τούτου ὃς πλέον ἐπενείματο τὴν καθ᾽ ἡμᾶς παροικίαν.
Ἔδωκε γὰρ ἡμῖν κατὰ τὰ ἔργα ἡμῶν ὁ Δικαιοκρίτης ἄγγελον Σατὰν ἱκανῶς ἡμᾶς κατακονδυλίζοντα καὶ σφοδρῶς μὲν ἐκδικοῦντα τὴν αἵρεσιν, μέχρι τοσούτου δὲ τὸν πρὸς ἡμᾶς ἐξαγαγόντα πόλεμον ὥστε μηδὲ αἵματος φείσασθαι τῶν εἰς Θεὸν πεπιστευκότων. Πάντως γὰρ οὐκ ἔλαθέ σου τὴν ἀγάπην ὅτι Ἀσκλήπιός τις διὰ τὸ μὴ ἑλέσθαι τὴν πρὸς τὸν Δωὴκ κοινωνίαν τυπτόμενος παρ᾽ αὐτῶν ταῖς πληγαῖς ἐναπέθανεν, μᾶλλον δὲ διὰ τῶν πληγῶν εἰς τὴν ζωὴν μετετέθη. Ἀκόλουθα δὲ ἐκείνῳ πάντα οἴου γίνεσθαι τὰ λοιπά· διωγμοὺς πρεσβυτέρων καὶ διδασκάλων, τὰ ἄλλα ὅσα ἂν ποιήσειαν ἄνθρωποι τῇ ἐκ τῆς ἀρχῆς δυναστείᾳ πρὸς τὸ ἑαυτῶν βούλημα κεχρημένοι. Ἀλλὰ τούτων μὲν τὴν λύσιν ἡμῖν ὁ Κύριος ταῖς σαῖς εὐχαῖς δώσει καὶ τὴν ὑπομονήν, ὥστε βαστάσαι ἡμᾶς τὸ βάρος τῶν πειρασμῶν ἀξίως τῆς ἐπ᾽ αὐτὸν ἐλπίδος. Αὐτὸς δὲ καταξίου καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῶν κατὰ σεαυτόν, κἂν εὕρῃς τινὰ τὸν πιστῶς σοι δυνάμενον διακομίσαι τὸ πονηθὲν ἡμῖν βιβλίον, καταξίωσον μεταστείλασθαι, ἵνα τῇ σῇ ἐπικρίσει θαρρήσαντες καὶ εἰς ἄλλων χεῖρας αὐτὸ διαπεμψώμεθα. Ἐρρωμένος, εὔθυμος τῷ Κυρίῳ, ὑπερευχόμενος χαρισθείης μοι καὶ τῇ τοῦ Κυρίου Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΝΔΡΙ ΕΥΛΑΒΕΙ Συγχαίρω τῷ ἀδελφῷ τῷδε καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. Ἀγαθὸν γὰρ αὐτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγὴν ἐξελέξατο.
Ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι καὶ παρακαλῶ δι᾽ αὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα ῥυσθέντες τῶν πειρασμῶν τούτων ἀρξώμεθα δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ Εὐαγγέλιον.
ΠΑΤΡΟΦΙΛῼ ΕΠΙΣΚΟΠῼ ΑΙΓΩΝ Ὀψὲ μὲν ἐδεξάμην τὰς ἐπὶ τοῖς προτέροις γράμμασιν ἀποκρίσεις· ἐδεξάμην δ᾽ οὖν ὅμως διὰ τοῦ ποθεινοτάτου Στρατηγίου, καὶ ηὐχαρίστησα τῷ Κυρίῳ ὅτι διαμένεις ὁ αὐτὸς ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ. Ἃ δὲ νῦν κατηξίωσας περὶ τῆς αὐτῆς ὑποθέσεως ἐπιστεῖλαι ἀπόδειξιν ἔχει τῆς ἀγαθῆς σου προαιρέσεως, ὅτι φρονεῖς τὰ δέοντα καὶ συμβουλεύεις ἡμῖν τὰ λυσιτελῆ. Πλὴν ἀλλ᾽ ἐπειδὴ πάλιν ὁρῶ μακρόν μοι τὸν λόγον γινόμενον, εἰ μέλλοιμι πρὸς ἕκαστον τῶν ἐπεσταλμένων παρὰ τῆς σῆς συνέσεως ἀποκρίνεσθαι, τοσοῦτον λέγω ὅτι τὸ τῆς εἰρήνης καλόν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς εἰρήνης περιγράφεται μόνῳ, καταγέλαστόν ἐστι τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους τούτοις μόνον μεταδιδόναι τοῦ εἰρηναίου, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας. Εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν εἰρήνης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργάζεται, σκόπησον τίνες εἰσὶν οἷς ἀνέμιξαν ἑαυτοὺς οἳ τὸ ἄδικον μῖσος ἐμίσησαν ἡμᾶς, ἀλλ᾽ οἱ τῆς μερίδος τῶν ἀκοινωνήτων ἡμῖν· οὐδὲ γὰρ δέομαι νῦν ὀνομαστὶ μεμνῆσθαι. Οὗτοι καὶ ἐκλήθησαν παρ᾽ αὐτῶν εἰς τὴν Σεβάστειαν καὶ παρέλαβον τὴν Ἐκκλησίαν καὶ ἐλειτούργησαν ἐπὶ τοῦ θυσιαστηρίου καὶ τοῦ ἰδίου ἄρτου παντὶ μετέδωκαν τῷ λαῷ, ἐπίσκοποι κηρυσσόμενοι παρὰ τῷ ἐκεῖ κλήρῳ καὶ διὰ πάσης τῆς χώρας ὡς ἅγιοι παρ᾽ αὐτῶν καὶ κοινωνικοὶ παραπεμπόμενοι.
Ὧν εἰ χρὴ ἑλέσθαι τὴν μερίδα, καταγέλαστόν ἐστιν ἐκ τῶν ὀνύχων ἄρχεσθαι καὶ μὴ αὐταῖς αὐτῶν ταῖς κεφαλαῖς προσδιαλέγεσθαι. Εἰ μὲν οὖν οὐδένα δεῖ καθόλου αἱρετικὸν νομίζειν οὐδὲ ἐκτρέπεσθαι, ἀντὶ τίνος, εἰπέ μοι, σεαυτὸν ἀφορίζεις σὺ καὶ ὑποστέλλῃ τήν τινων κοινωνίαν; Εἰ δὲ εἰσί τινες φευκτοὶ κατὰ τὸν τῆς ἀκριβείας λόγον, εἰπάτωσαν ἡμῖν, οἱ πάντα ἀκριβεῖς, τῆς ποίας εἰσὶ μερίδος οὓς ἐκ τῆς Γαλατίας πρὸς ἑαυτοὺς προσηγάγοντο. Ταῦτα εἰ μὲν ἄξια λύπης σοι καταφαίνεται, τοῖς αἰτίοις τούτων λογίζου τὸν χωρισμόν· εἰ δὲ ἀδιάφορα κρίνεις, συγγνώσει ἡμῖν μὴ καταδεχομένοις τῆς ζύμης γενέσθαι τῶν ἑτεροδιδασκαλούντων. Ὥστε, εἰ δοκεῖ, τῶν εὐπροσώπων ἐκείνων ἀφέμενος λόγων ἐν πάσῃ παρρησίᾳ ἔλεγχε τοὺς μὴ ὀρθοποδοῦντας πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου.
ΕΥΑΙΣΗΝΟΙΣ Εἰ καὶ πολὺ τὸ πλῆθος τῶν περιεχόντων ἡμᾶς πραγμάτων καὶ φροντίσι μυρίαις συνέχεται ἡμῶν ἡ διάνοια, ὅμως οὐδέποτε τῆς μνήμης ἡμῶν ἐξεβάλομεν τὴν περὶ τῆς ὑμετέρας ἀγάπης μέριμναν, δεόμενοι τοῦ Θεοῦ ἡμῶν διαμεῖναι ὑμᾶς ἐν τῇ πίστει ἐν ᾗ ἑστήκατε καὶ καυχᾶσθε ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Τῷ ὄντι γὰρ δυσεύρετον λοιπὸν καὶ πάνυ σπάνιον ἰδεῖν Ἐκκλησίαν εἰλικρινῆ μηδὲν ἐκ τῆς τῶν καιρῶν χαλεπότητος παραβλαβεῖσαν, ἀλλ᾽ ἀκεραίαν καὶ ἄθραυστον τὴν ἀποστολικὴν διασώζουσαν διδασκαλίαν, οἵαν τὴν καθ᾽ ὑμᾶς ἔδειξεν ἐν τοῖς παροῦσι καιροῖς ὁ ἀναδεικνὺς τοὺς καθ᾽ ἑκάστην γενεὰν ἀξίους τῆς ἑαυτοῦ κλήσεως. Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθ᾽ ὧν τὰς ψευδεῖς καθ᾽ ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. Καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῇ πράξει ταύτῃ. Ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρ᾽ ἑαυτοῖς, ὃ καὶ ἔστι κατ᾽ ἀλήθειαν, ὅτι οἱ ἀνταποδόντες μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτοὺς διαβάλλουσί με νῦν ἐπ᾽ ἐκείνοις εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι.
Καὶ οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν ἴδια ἔγγραφα ἡμῖν ἀντὶ κατηγορίας προσφέροντες, ἀλλ᾽ ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντινούπολιν καθαιρεθέντες οὐκ ἐδέξαντο τὴν καθαίρεσιν αὐτῶν, σύνοδον ἀθετούντων προσαγορεύοντες καὶ μὴ καταδεχόμενοι ἐπισκόπους αὐτοὺς λέγειν, ἵνα μὴ τὴν κατ᾽ αὐτῶν ἐξενεχθεῖσαν ψῆφον κυρώσωσι. Καὶ τὴν αἰτίαν προσετίθεσαν τοῦ μὴ εἶναι αὐτοὺς ἐπισκόπους, διότι αἱρέσεως, φησί, πονηρᾶς προεστήκασι. Ταῦτα δὲ ἐγένοντο πρὸ δέκα καὶ ἑπτὰ οὐχ ὅλων ἐτῶν. Ἦσαν δὲ οἱ ἔξαρχοι τῶν καθελόντων αὐτοὺς Εὐδόξιος, Εὐίππιος, Γεώργιος, Ἀκάκιος καὶ οἱ λοιποὶ τῶν ἡμῖν ἀγνοουμένων. Οἱ δὲ νῦν κρατοῦντες τῶν Ἐκκλησιῶν ἐκείνων εἰσὶ διάδοχοι· οἱ μὲν ἀντ᾽ αὐτῶν χειροτονηθέντες, οἱ δὲ ὑπ᾽ ἐκείνων αὐτῶν προαχθέντες.
Νῦν οὖν οἱ ἡμῖν τὴν κακοδοξίαν ἐγκαλοῦντες εἰπάτωσαν ἡμῖν πῶς μὲν αἱρετικοὶ ἦσαν ἐκεῖνοι ὧν τὴν καθαίρεσιν οὐκ ἐδέξαντο, πῶς δὲ ὀρθόδοξοι οὗτοι οἱ παρ᾽ ἐκείνων προαχθέντες καὶ τὸ αὐτὸ φρόνημα τοῖς πατράσιν αὐτῶν διασώζοντες. Εἰ μὲν γὰρ ὀρθόδοξος Εὐίππιος, πῶς οὐχὶ λαϊκὸς Εὐστάθιος, ὁ παρ᾽ ἐκείνου καθῃρημένος; Εἰ δὲ αἱρετικὸς ἐκεῖνος, πῶς κοινωνικὸς Εὐσταθίῳ νῦν, ὁ διὰ τῆς ἐκείνου χειρὸς προαχθείς; Ἀλλὰ παιδιαὶ αὗται κατὰ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι πρὸς τὸ αὐτῶν συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους καὶ πάλιν συνιστᾶν ἐπιχειρούντων.
Τὰ Βασιλείδου τοῦ Παφλαγόνος θυσιαστήρια ἀνέτρεψε παριὼν τὴν Παφλαγονίαν Εὐστάθιος καὶ ἐπὶ ἰδίων τραπεζῶν ἐλειτούργει, καὶ νῦν ἱκέτης ἐστὶ Βασιλείδου ὥστε δεχθῆναι. Ἀφώρισεν Ἐλπίδιον τὸν εὐλαβέστατον ἀδελφὸν διὰ τὴν πρὸς τοὺς ἐν Ἀμασείᾳ συνάφειαν, καὶ νῦν ἱκέτης ἐστὶ τῶν Ἀμασέων ἐπιζητῶν αὐτῶν τὴν συνάφειαν.
Τὰ κατὰ Εὐιππίου κηρύγματα καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε ὅπως ἦν φρικτά, καὶ νῦν τοὺς τὰ ἐκείνου φρονοῦντας ἐπὶ ὀρθότητι ἀποσεμνύνει, μόνον ἐὰν εἰς τὴν τῆς ἀποκαταστάσεως αὐτοῦ σπουδὴν συνεργήσωσιν. Ἡμεῖς δὲ διαβαλλόμεθα οὐκ ἐπειδὴ ἡμεῖς ἀδικοῦμέν τι, ἀλλ᾽ ἐπειδὴ τοῦτο ἐνόμισεν εὐδοκίμησιν αὐτῷ φέρειν παρὰ τοῖς ἐν Ἀντιοχείᾳ. Οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς δι᾽ αὐτῶν δυνάμενοι τὴν παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοιοῦτοί εἰσιν οἵους ἴσασι μὲν οἱ πρὸς ὀλίγον συγγεγονότες αὐτοῖς. Ἐμοὶ δὲ μὴ παράσχῃ ὁ Κύριος τοσαύτην σχολήν ποτε ὥστε τὰς ἐκείνων πράξεις ἀπαριθμεῖσθαι. Πλὴν ἀλλ᾽ ὑπὸ δορυφόροις τοῖς τιμιωτάτοις αὐτῷ καὶ συμμύσταις παραπεμφθέντες διεξῆλθον μὲν διὰ πάσης αὐτοῦ τῆς χώρας τὰς τῶν ἐπισκόπων τιμὰς καὶ θεραπείας ἔχοντες. Εἰσήχθησαν δὲ περιφανῶς εἰς τὴν πόλιν ἐκκλησιάσαντες μετὰ αὐθεντίας. Παρεδόθη γὰρ αὐτοῖς ὁ λαός, παρεδόθη τὸ θυσιαστήριον.
Οἵ, ἐπεὶ μέχρι Νικοπόλεως προελθόντες οὐδὲν ἠδυνήθησαν ὧν ἐπηγγείλαντο διαπράξασθαι, πῶς ἐπανῆλθον καὶ πῶς ὤφθησαν κατὰ τὴν ἐπάνοδον ἴσασιν οἱ παρόντες. Οὕτως ἀεὶ πρὸς τὸ ἑαυτῶν συμφέρον πάντα ποιοῦντες φαίνονται. Εἰ δὲ λέγουσιν ὅτι μετενόησαν, δειξάτωσαν αὐτῶν ἔγγραφον τὴν μετάνοιαν καὶ ἀναθεματισμὸν τῆς ἐν Κωνσταντινουπόλει πίστεως καὶ χωρισμὸν τῶν αἱρετικῶν, καὶ μὴ ἐξαπατάτωσαν τοὺς ἀκεραιοτέρους. Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα.
Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, μικροὶ μὲν καὶ ταπεινοί, ἀεὶ μέντοι οἱ αὐτοὶ τῇ τοῦ Θεοῦ χάριτι, οὐδέποτε ταῖς μεταβολαῖς τῶν πραγμάτων συνδιετέθημεν. Πίστις παρ᾽ ἡμῖν οὐκ ἄλλη μὲν ἐν Σελευκείᾳ, ἄλλη δὲ ἐν Κωνσταντινουπόλει καὶ ἄλλη ἐν Ζήλοις καὶ ἐν Λαμψάκῳ ἄλλη καὶ ἐπὶ Ῥώμην ἑτέρα καὶ ἡ νῦν περιφερομένη διάφορος παρὰ τὰς προτέρας, ἀλλὰ μία καὶ ἡ αὐτή. Ὡς γὰρ παρελάβομεν ἀπὸ τοῦ Κυρίου, οὕτω βαπτιζόμεθα· οὕτω πιστεύομεν ὡς βαπτιζόμεθα· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν· οὔτε χωρίζοντες Πατρὸς καὶ Υἱοῦ τὸ Ἅγιον Πνεῦμα, οὔτε προτιθέντες Πατρὸς ἢ πρεσβύτερον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες, ὡς αἱ τῶν βλασφήμων γλῶσσαι κατασκευάζουσι.
Τίς γὰρ οὕτω τολμηρὸς ὃς τὴν δεσποτικὴν παρωσάμενος νομοθεσίαν ἰδίαν τολμᾷ τοῖς ὀνόμασι τάξιν ἐπινοεῖν; Ἀλλ᾽ οὔτε κτιστὸν λέγομεν τὸ Πνεῦμα τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ τεταγμένον, οὔτε δουλικὸν τολμῶμεν εἰπεῖν τὸ ἡγεμονικόν.
Καὶ ὑμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς, τοῦ εἰπόντος· «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον βλασφημία οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι»· φυλάξατε ἑαυτοὺς τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. Στήκετε ἐν τῇ πίστει, περιβλέψασθε εἰς τὴν οἰκουμένην καὶ ἴδετε ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός· ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἡ ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ Εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. Ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν καὶ ὑμῖν συνευχόμεθα τὴν μερίδα λαβεῖν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δικαίᾳ, ὅταν ἔλθῃ δοῦναι ἡμῖν ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
ΕΠΙΣΚΟΠΟΙΣ ΤΗΣ ΠΟΝΤΙΚΗΣ ΔΙΟΙΚΗΣΕΩΣ Μαρτύρων τιμαὶ πᾶσι μὲν περισπούδαστοι τοῖς ἐπὶ Κύριον ἠλπικόσιν, ἐξαιρέτως δὲ ὑμῖν τοῖς ἀρετῆς ἀντιποιουμένοις οἳ διὰ τῆς πρὸς τοὺς εὐδοκίμους τῶν ὁμοδούλων διαθέσεως τὴν πρὸς τὸν κοινὸν Δεσπότην εὔνοιαν ἐπιδείκνυσθε, ἄλλως δὲ καὶ διὰ τὸ συγγενές τι ἔχειν τὸν ἐν ἀκριβείᾳ βίον πρὸς τοὺς διὰ καρτερίας τελειωθέντας. Ἐπεὶ οὖν ἐπισημότατοι μαρτύρων Εὐψύχιος καὶ Δάμας καὶ ὁ περὶ αὐτοὺς χορὸς ὧν ἡ μνήμη δι᾽ ἔτους παρὰ τῆς πόλεως ἡμῶν καὶ τῆς περιοικίδος δὲ πάσης τελεῖται, ὑπομιμνήσκει ὑμᾶς τὸν ἴδιον ἑαυτῆς κόσμον ἡ Ἐκκλησία διὰ τῆς ἡμετέρας φωνῆς παρακαλοῦσα τὴν ἀρχαίαν ἀπολαβεῖν τῆς ἐπισκέψεως ὑμῶν συνήθειαν. Ὡς οὖν ἐργασίας μεγάλης προκειμένης ὑμῖν ἐν λαῷ ἐπιζητοῦντι τὴν παρ᾽ ὑμῶν οἰκοδομὴν καὶ μισθῶν ἐν τῇ τιμῇ τῶν μαρτύρων ἀποκειμένων, δέξασθε ἡμῶν τὴν παράκλησιν καὶ ἐπινεύσατε πρὸς τὴν χάριν μικρῷ πόνῳ μεγάλην ἡμῖν εὐεργεσίαν παρεχόμενοι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.