Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Ποιμαντικές Επιστολές και Παραμυθίες προς Τοπικές Εκκλησίες

Νουθεσίες και παρηγορητικοί λόγοι προς διάφορες Εκκλησίες για την απώλεια των ποιμένων τους και τη διατήρηση της ενότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 40

ΠΑΡΑΘΕΤΙΚΗ ΠΡΟΣ ΜΟΝΑΖΟΝΤΑ Ὁ δεῖνα, ὡς λέγει, καταγνοὺς τῆς τοῦ βίου τούτου ματαιότητος καὶ καταμαθὼν ὅτι τῆς ζωῆς ταύτης τὰ τερπνὰ ἐνταῦθα τὴν καταστροφὴν ἔχει ὕλας μόνον κατασκευάζοντα τῷ αἰωνίῳ πυρί, ταχεῖαν δὲ ἔχοντα τὴν πάροδον, κατέλαβέ με βουλόμενος ἀποστῆναι μὲν τῆς μοχθηρᾶς καὶ πολυστενάκτου ζωῆς, καταλιπεῖν δὲ τὰς τῆς σαρκὸς ἡδονάς, ἐπελθεῖν δὲ λοιπὸν τῇ ὁδῷ τῇ ἀγούσῃ ἐπὶ τὰς μονὰς τοῦ Κυρίου.

Ἐπειδὴ οὖν ἀναγκαῖόν ἐστιν, εἰ φύσει ἐν ἐπιθυμίᾳ καθέστηκε τῆς μακαρίας ὄντως διαγωγῆς καὶ τὸν καλὸν καὶ ἐπαινούμενον ἔρωτα ἔσχεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ἀγαπήσας Κύριον τὸν Θεὸν ἡμῶν ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ἰσχύος καὶ ἐξ ὅλης διανοίας, ὑποδειχθῆναι αὐτῷ ὑπὸ τῆς ὑμετέρας θεοσεβείας τὰ δυσχερῆ καὶ δυσάντητα τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἐν ἐλπίδι δὲ αὐτὸν καταστῆναι τῶν νῦν τέως μὴ βλεπομένων, ἐν ἐπαγγελίαις δὲ ἀποκειμένων ἀγαθῶν τοῖς ἀξίοις τοῦ Κυρίου· διὸ γράφων παρακαλῶ τὴν ἀσύγκριτον ὑμῶν ἐν Χριστῷ τελειότητα τυπῶσαι, εἰ οἷόν τε εἴη, καὶ δίχα μου ποιῆσαι τήν τε ἀποταγὴν αὐτοῦ κατὰ τὸ ἀρέσκον Θεῷ καὶ στοιχειωθῆναι αὐτὸν κατὰ τὰ δόξαντα τοῖς ἁγίοις Πατράσι καὶ ἐγγράφως ὑπ᾽ αὐτῶν ἐκτεθέντα· ἤδη δὲ αὐτῷ προταθῆναι ἅπαντα ὅσα τῇ ἀκριβείᾳ δοκεῖ τῇ ἀσκητικῇ καὶ οὕτως αὐτὸν προσαχθῆναι τῷ βίῳ αὐθαιρέτως ἀναδεξάμενον τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας καὶ ὑπαγαγόντα ἑαυτὸν τῷ χρηστῷ τοῦ Κυρίου ζυγῷ, καί, κατὰ μίμησιν τοῦ δι᾽ ἡμᾶς πτωχεύσαντος καὶ σάρκα φορέσαντος πολιτευσάμενον καὶ κατὰ σκοπὸν δραμόντα πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, τυχεῖν τῆς παρὰ τοῦ Κυρίου ἀποδοχῆς.

Ἐγὼ γὰρ σπουδάζοντα αὐτὸν ἐνταῦθα δέξασθαι τὸν τῆς κατὰ Θεὸν ἀγάπης στέφανον ὑπερεθέμην, βουλόμενος μετὰ τῆς ὑμετέρας θεοσεβείας ἀλεῖψαι αὐτὸν πρὸς τοὺς τοιούτους ἄθλους καὶ ἕνα ὃν ἂν ὑμῶν αὐτὸς ἐπιζητήσῃ ἐπιστῆσαι αὐτῷ ἀλείπτην, καλῶς παιδοτριβοῦντα καὶ παλαιστὴν δόκιμον ἀπεργαζόμενον διὰ τῆς συντόνου καὶ μακαρίας ἐπιμελείας, τιτρώσκοντα καὶ καταβάλλοντα τὸν κοσμοκράτορα τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ δὲ τῆς πονηρίας, πρὸς ἃ ἡμῖν ἐστι κατὰ τὸν μακάριον Ἀπόστολον ἡ πάλη. Ὃ τοίνυν ἐγὼ μεθ᾽ ὑμῶν ἠβουλήθην ποιῆσαι, ἡ ἐν Χριστῷ ὑμῶν ἀγάπη καὶ δίχα μου ποιησάτω.

ΑΘΑΝΑΣΙῼ, Τῼ ΠΑΤΡΙ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΕΠΙΣΚΟΠΟΥ Ὅτι μὲν κρείττονα εἶναι διαβολῶν ἀνθρώπου βίον τῶν χαλεπωτάτων ἐστίν, ἵνα μὴ τῶν ἀδυνάτων εἴπω, αὐτός τε πέπεισμαι καὶ τὴν σὴν χρηστότητα νομίζω μὴ ἀμφιβάλλειν.

Τὸ μέντοι μηδεμίαν παρέχειν ἐξ ἑαυτῶν λαβήν, μήτε τοῖς ἀκριβῶς ἐπιτηροῦσι τὰ πράγματα, μήτε τοῖς κατ᾽ ἐπήρειαν ἐφεδρεύουσιν ἡμῶν τοῖς ὀλισθήμασι, τοῦτο δὲ καὶ δυνατὸν καὶ ἴδιον τῶν συνετῶς καὶ κατὰ τὸν τῆς εὐσεβείας σκοπὸν τὸν ἑαυτῶν βίον διεξαγόντων. Ἡμᾶς δὲ μὴ οὕτως εὐκόλους οἴου, μηδὲ εὐπαραγώγους εἶναι, ὥστε ἀνεξετάστως τὰς παρὰ τῶν τυχόντων προσίεσθαι καταρρήσεις. Μεμνήμεθα γὰρ τοῦ πνευματικοῦ παραγγέλματος μὴ χρῆναι προσδέχεσθαι ἀκοὴν ματαίαν παρεγγυῶντος.

Πλὴν ἀλλ᾽ ἐπειδὴ ὑμεῖς αὐτοί φατε, οἱ περὶ τοὺς λόγους ἐσπουδακότες, τὰ φαινόμενα τῶν ἀφανῶν εἶναι σημεῖα, τοῦτο ἀξιοῦμεν (καὶ μὴ βαρέως δέξῃ εἴ τι ἐν διδασκαλίας εἴδει λεχθήσεται παρ᾽ ἡμῶν· τὰ γὰρ ἀσθενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ δι᾽ αὐτῶν πολλάκις οἰκονομεῖ τὴν σωτηρίαν τῶν σωζομένων)· ὅ γε μὴν λέγω καὶ παραγγέλλω, ἐκεῖνό ἐστι· πάντα μὲν λόγον, πᾶσαν δὲ πρᾶξιν καθήκουσαν περιεσκεμμένως ἐπιτελεῖσθαι, καὶ κατὰ τὸ ἀποστολικὸν παράγγελμα μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν. Πρέπον γὰρ εἶναι τίθεμαι, ἀνδρὸς πολλὰ μὲν ἐπὶ μαθήσει λόγων ἱδρώσαντος, ἐθνῶν δὲ καὶ πόλεων ἀρχὰς διευθύναντος καὶ πρὸς μεγάλην προγόνων ἀρετὴν τὸν ζῆλον ἔχοντος, τὸν βίον προκεῖσθαι εἰς ὑπόδειγμα ἀρετῆς. Τὴν μέντοι περὶ τὰ τέκνα διάθεσιν οὐχὶ λόγῳ νῦν ὀφείλεις δεικνύναι, ὅς γε πάλαι ἔδειξας, ἀφ᾽ οὗ πατὴρ ἐγένου, οὐ μόνον τῇ φυσικῇ στοργῇ κεχρημένος ἣν καὶ τὰ ἄλογα παρέχεται τοῖς ἐκγόνοις, ὡς αὐτός τε εἶπας καὶ ἡ πεῖρα δείκνυσιν, ἀλλὰ καὶ ἐπιτείνειν δηλονότι τὴν ἀγάπην ἐκ προαιρέσεως, ὅσῳ ὁρᾷς τοιαῦτα ὄντα οἷα ἄξια εἶναι πατρικῶν προσευχῶν. Ὥστε οὐχ ἡμᾶς δεῖ περὶ τούτων πείθεσθαι, ἀρκοῦσα γὰρ ἡ ἐξ αὐτῶν τῶν γινομένων ἐστὶ μαρτυρία. Ἐκεῖνό γε μὴν οὐκ ἄκαιρον προσθεῖναι τῆς ἀληθείας ἕνεκεν, ὅτι οὐχ ὁ ἀδελφὸς Τιμόθεός ἐστιν, ὁ χωρεπίσκοπος, ὁ ἀνενεγκὼν ἡμῖν τὰ θρυληθέντα.

Οὔτε γὰρ ἐν συντυχίᾳ, οὔτε διὰ γράμματος φαίνεται μικρόν τι ἢ μεῖζον διαβολῆς ἐχόμενον περὶ σοῦ φθεγξάμενος. Ὥστε ἀκηκοέναι μέν τι οὐκ ἀρνούμεθα· οὐ μὴν Τιμόθεον εἶναι τὸν τὰς διαβολάς σοι κατασκευάζοντα. Ἀκούοντες δὲ πάντως, εἰ μή τι ἄλλο, τὸ γοῦν τοῦ Ἀλεξάνδρου ποιήσομεν, τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν ταμιευσόμεθα τῷ διαβαλλομένῳ.

ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΓΚΥΡΑΣ Ἀπήγγειλάν μοί τινες τῶν ἐκ τῆς Ἀγκύρας πρὸς ἡμᾶς ἀφικομένων, πολλοὶ δὲ οὗτοι καὶ οὓς οὐδὲ ἀριθμῆσαι ῥᾴδιον, σύμφωνα δὲ πάντες φθεγγόμενοι, σέ, τὴν φίλην κεφαλὴν (πῶς ἂν εὐφήμως εἴποιμι;), οὐχ ὡς ἥδιστα μεμνῆσθαι ἡμῶν, οὐδὲ κατὰ τὸν σεαυτοῦ τρόπον. Ἐμὲ δὲ οὐδὲν ἐκπλήσσει τῶν ἀνθρωπίνων, εὖ ἴσθι, οὐδὲ ἀπροσδόκητός ἐστιν οὐδενὸς τῶν πάντων μεταβολή, πάλαι τὸ τῆς φύσεως ἀσθενὲς καὶ τὸ εὐπερίτρεπτον πρὸς τὰ ἐναντία καταμαθόντα. Ὅθεν οὔτ᾽ εἴ τι τῶν ἡμετέρων μεταπέπτωκε καὶ ἐκ τῆς πρότερον τιμῆς λοιδορίαι καὶ ὕβρεις περὶ ἡμᾶς νῦν γίνονται, μέγα τοῦτο ποιοῦμαι. Ἀλλ᾽ ἐκεῖνό μοι τὴν πρώτην παράδοξον ὡς ἀληθῶς καὶ ὑπερφυὲς ἐφάνη, τὸ σὲ εἶναι τὸν οὕτω πρὸς ἡμᾶς ἔχοντα ὥστε ὀργίζεσθαι ἡμῖν καὶ χαλεπαίνειν, ἤδη δέ τι καὶ ἀπειλεῖν, ὡς ὁ τῶν ἀκουσάντων λόγος. Τῶν μὲν οὖν ἀπειλῶν καὶ πάνυ (εἰρήσεται γὰρ τὸ ἀληθὲς) κατεγέλασα. Ἦ κομιδῇ γ᾽ ἂν παῖς εἴην, τὰ τοιαῦτα μορμολύκεια δεδοικώς.

Ἐκεῖνο δέ μοι φοβερὸν καὶ πολλῆς ἄξιον φροντίδος ἔδοξε, τὸ τὴν σὴν ἀκρίβειαν, ἣν ἐν ὀλίγοις ἔρεισμά τε ὀρθότητος καὶ τῆς ἀρχαίας καὶ ἀληθινῆς ἀγάπης σπέρμα εἰς παραμυθίαν ταῖς Ἐκκλησίαις σώζεσθαι πεπιστεύκαμεν, ἐπὶ τοσοῦτον τῆς παρούσης καταστάσεως μετασχεῖν ὥστε τὰς παρὰ τῶν τυχόντων βλασφημίας κυριωτέρας ποιήσασθαι τῆς μακρᾶς ἡμῶν πείρας, καὶ πρὸς τὴν τῶν ἀτόπων ὑπόνοιαν χωρὶς ἀποδείξεων ὑπαχθῆναι. Καίτοι τί λέγω ὑπόνοιαν;

Ὁ γὰρ ἀγανακτήσας καὶ διαπειληθείς, ὥς φασιν, οὐχ ὑπονοοῦντος, ἀλλὰ τοῦ ἤδη σαφῶς καὶ ἀναντιρρήτως πεισθέντος δοκεῖ πως ὀργὴν ἐνδεδεῖχθαι. Ἀλλ᾽, ὅπερ ἔφην, ἐπὶ τὸν καιρὸν τούτων ἀναφέρομεν τὴν αἰτίαν. Ἐπεὶ πόσου πόνου ἦν, ὦ θαυμάσιε, ἐν ἐπιστολῇ βραχείᾳ, περὶ ὧν ἐβούλου, οἱονεὶ μόνον μόνῳ διαλεχθῆναι, ἤ, εἰ μὴ ἐπίστευες γραφῇ τὰ τοιαῦτα, πρὸς σεαυτὸν μεταπέμψασθαι; Εἰ δὲ πάντως ἐξειπεῖν ἔδει καὶ ἀναβολῇ καιρὸν οὐκ ἐδίδου τὸ δυσκάθεκτον τῆς ὀργῆς, ἀλλ᾽ ἑνί γέ τινι τῶν ἐπιτηδείων καὶ στέγειν ἀπόρρητα πεφυκότων ἐξῆν δή που τῶν πρὸς ἡμᾶς λόγων χρήσασθαι διακόνῳ.

Νυνὶ δὲ τίνος οὐχὶ περιτεθρύληται τὰ ὦτα τῶν καθ᾽ ὁποιανδήποτε χρείαν ὑμῖν ἐπιφοιτώντων, ὡς ἡμῶν ἄτας τινὰς γραφόντων καὶ συγγραφόντων; Τούτῳ γάρ σε κεχρῆσθαί φασι τῷ ῥήματι, οἱ ἐπὶ λέξεως τὰ σὰ διηγούμενοι.

Ἐμὲ δὲ ἐπὶ πολλὰ τὴν διάνοιαν ἀναγαγόντα τὴν ἐμαυτοῦ οὐδέν τι μᾶλλον τῆς ἀμηχανίας ἀφίησιν. Ὥστε με καὶ τοιοῦτόν τι εἰσῆλθε· μή τις τῶν αἱρετικῶν, κακούργως τοῖς ἑαυτοῦ συγγράμμασι τὸ ἐμὸν ὄνομα παραγράψας, ἐλύπησέ σου τὴν ὀρθότητα καὶ ἐκείνην ἀφεῖναι τὴν φωνὴν προηγάγετο.

Οὐ γὰρ δὴ τοῖς γεγραμμένοις ὑφ᾽ ἡμῶν πρὸς τοὺς ἀνόμοιον κατ᾽ οὐσίαν τολμήσαντας εἰπεῖν τὸν Υἱὸν καὶ Θεὸν τῷ Θεῷ καὶ Πατρί, ἢ πρὸς τοὺς κτίσμα καὶ ποίημα εἶναι τὸ Πνεῦμα τὸ Ἅγιον βλασφημήσαντας, ταύτην ἂν ἐπενεγκεῖν τὴν λοιδορίαν ἠνέσχου, ὁ τοὺς μεγάλους ἄθλους ἐκείνους καὶ περιβοήτους ὑπὲρ τῆς ὀρθοδοξίας διενεγκών. Λύσαις δ᾽ ἂν ἡμῖν τὴν ἀμηχανίαν αὐτός, εἰ ἐθελήσειας τὰ κινήσαντά σε πρὸς τὴν καθ᾽ ἡμῶν λύπην φανερῶς ἐξαγγεῖλαι.

ΚΑΙΣΑΡΙῼ Τῼ ΑΔΕΛΦῼ ΓΡΗΓΟΡΙΟΥ Χάρις τῷ Θεῷ, τῷ τὰ ἑαυτοῦ θαυμάσια καὶ σοὶ ἐπιδεικνυμένῳ καὶ ἐκ τοσούτου θανάτου διασώσαντί σε τῇ τε πατρίδι καὶ ἡμῖν τοῖς προσήκουσι. Λείπεται δὴ οὖν μὴ ἀχαρίστους ἡμᾶς ὀφθῆναι μηδ᾽ ἀναξίους τῆς τοσαύτης εὐεργεσίας, ἀλλὰ κατὰ δύναμιν τὴν ἡμετέραν διαγγέλλειν τοῦ Θεοῦ τὰ παράδοξα καί, ἧς ἔργῳ πεπειράμεθα φιλανθρωπίας, ταύτην ἀνυμνεῖν· καὶ μὴ λόγῳ μόνον ἀποδιδόναι τὴν χάριν, ἀλλὰ καὶ ἔργῳ τοιοῦτον γενέσθαι οἷον καὶ νῦν εἶναι πειθόμεθα, τεκμαιρόμενοι τοῖς περὶ σὲ θαύμασι. Καὶ ἔτι μειζόνως τῷ Θεῷ δουλεύειν παρακαλοῦμεν, προσθήκαις ἀεὶ τὸν φόβον συναύξοντα καὶ εἰς τὸ τέλειον προκόπτοντα, ἵνα φρόνιμοι οἰκονόμοι τῆς ζωῆς ἡμῶν ἀποδειχθῶμεν, εἰς ἣν ἡμᾶς ἡ ἀγαθότης τοῦ Θεοῦ ἐταμιεύσατο. Εἰ γὰρ καὶ πᾶσιν ἡμῖν πρόσταγμά ἐστι παραστῆσαι ἑαυτοὺς τῷ Θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας, πῶς οὐχὶ μᾶλλον τοῖς ὑψωθεῖσιν ἐκ τῶν πυλῶν τοῦ θανάτου; Τοῦτο δ᾽ ἂν μάλιστα, ὡς ἐμαυτὸν πείθω, κατορθωθείη, εἰ βουληθείημεν ἀεὶ τὴν αὐτὴν ἔχειν διάνοιαν ἣν εἴχομεν ἐπὶ τοῦ καιροῦ τῶν κινδύνων. Πάντως γάρ που εἰσῄει ἡμᾶς τοῦ βίου τὸ μάταιον καὶ ὡς οὐδὲν πιστὸν τῶν ἀνθρωπίνων οὔτε πάγιον, οὕτω ῥᾳδίας ἐχόντων τὰς μεταπτώσεις.

Καί πού τις μεταμέλεια μὲν ἔκ γε τῶν εἰκότων ἐνεγίνετο ἡμῖν ἐπὶ τοῖς φθάσασιν, ὑποσχέσεις δὲ περὶ τῶν ἐφεξῆς, εἰ περισωθείημεν, Θεῷ δουλεύειν καὶ ἑαυτῶν ἐπιμέλεσθαι κατὰ πᾶσαν ἀκρίβειαν. Εἰ γάρ τινα ἡμῖν ἔννοιαν ὁ τοῦ θανάτου κίνδυνος ἐπικείμενος ἐνεδίδου, οἶμαί σε ἢ ταῦτα ἢ ἐγγύτατα τούτων ἀναλογίζεσθαι τηνικαῦτα. Ὥστε ἀναγκαίου ὀφλήματος ἐκτίσει ὑπεύθυνοι καθεστήκαμεν. Ταῦτα, ὁμοῦ μὲν περιχαρὴς ὢν τῇ τοῦ Θεοῦ δωρεᾷ, ὁμοῦ δὲ καὶ φροντίδα ἔχων ὑπὲρ τῶν μελλόντων, ἀπεθάρσησα ὑπομνῆσαι τὴν τελειότητά σου. Σὸν δέ ἐστιν εὐμενῶς καὶ ἡμέρως προσέσθαι ἡμῶν τοὺς λόγους, ὡς καὶ ἐν ταῖς κατ᾽ ὀφθαλμοὺς ὁμιλίαις σοι σύνηθες.

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Ὅτε, τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ βοηθείᾳ τῶν σῶν προσευχῶν, μικρὸν ἀναφέρειν ἐκ τῆς ἀρρωστίας ἔδοξα καὶ ἀνελεξάμην ἐμαυτοῦ τὰς δυνάμεις, τότε ὁ χειμὼν ἐπεγένετο, οἴκοι κατείργων ἡμᾶς καὶ κατὰ χώραν μένειν συναναγκάζων.

Εἰ γὰρ καὶ πολλῷ κουφότερος τῆς συνηθείας ἀπήντησεν, ἀλλ᾽ οὖν ἔμοιγε ἱκανὸς εἰς ἐμπόδιον οὐχ ὅπως ὁδοιπορεῖν δι᾽ ἐμαυτοῦ, ἀλλ᾽ οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι. Ἔστι δέ μοι οὐδὲ τοῦτο μικρόν, τὸ καταξιοῦσθαι διὰ γραμμάτων ὁμιλεῖν τῇ θεοσεβείᾳ σου καὶ τῇ ἐλπίδι τῶν ἀντιδόσεων ἤδη προαναπαύεσθαι. Εἰ δὲ ὁ καιρὸς ἐνδοίη καὶ τῆς ζωῆς ἡμῖν ἔτι λείποιτο χρόνος καὶ μὴ ἄπορον ἡμῖν τὴν ὁδὸν ὁ λιμὸς ἀπεργάσαιτο, ταχὺ ἂν τύχοιμεν τῆς ἐπιθυμίας διὰ τῶν σῶν προσευχῶν καί, ἐπὶ τῆς ἑστίας σε καταλαβόντες, κατὰ πᾶσαν σχολὴν τῶν μεγάλων θησαυρῶν τῆς ἐν σοὶ σοφίας ἐμφορηθείημεν.

Τῌ ΕΚΚΛΗΣΙᾼ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΠΑΡΑΜΥΘΗΤΙΚΗ Ἀπῄτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν, τοῦ τε τὴν τιμὴν τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπ᾽ αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι. Ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ διακωλύοντα, λειπόμενον ἦν διὰ τοῦ γράμματος κοινωνεῖν ὑμῖν τῶν παρόντων. Τὰ μὲν οὖν τοῦ ἀνδρὸς θαύματα, ἐφ᾽ οἷς καὶ μάλιστα τὴν ζημίαν ἡμῖν ἀφόρητον ὑπάρχειν λογιζόμεθα, οὔτ᾽ ἂν ἐπιστολῆς μέτρον ὑποδέξαιτο, καὶ ἄλλως ἄωρον ἀνδραγαθημάτων πλήθει τὸν λόγον προσάγειν, οὕτω συμπεπτωκυίας τῆς ψυχῆς ἡμῶν ἐπὶ τῇ λύπῃ. Τί γὰρ τῶν ἐκείνου τοιοῦτον οἷον ἢ τῆς μνήμης ἡμῶν ἐκπεσεῖν, ἢ σιωπᾶσθαι ἄξιον νομισθῆναι; Πάντα μὲν γὰρ ἀθρόως εἰσάπαξ εἰπεῖν ἀμήχανον, τὸ δὲ ἐκ μέρους λέγειν δέδοικα μὴ προδοσίαν ἔχῃ τῆς ἀληθείας.

Οἴχεται ἀνὴρ διαφανέστατα δὴ τῶν καθ᾽ ἑαυτὸν πᾶσιν ὁμοῦ τοῖς ἀνθρωπίνοις ὑπερενεγκὼν ἀγαθοῖς, ἔρεισμα πατρίδος, Ἐκκλησιῶν κόσμος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, στερέωμα τῆς εἰς Χριστὸν πίστεως, οἰκείοις ἀσφάλεια, δυσμαχώτατος τοῖς ὑπεναντίοις, φύλαξ πατρῴων θεσμῶν, νεωτεροποιίας ἐχθρός· ἐν ἑαυτῷ δεικνὺς τὸ παλαιὸν τῆς Ἐκκλησίας σχῆμα, οἷον ἀπό τινος ἱεροπρεποῦς εἰκόνος, τῆς ἀρχαίας καταστάσεως τὸ εἶδος τῆς ὑπ᾽ αὐτὸν Ἐκκλησίας διαμορφῶν, ὥστε τοὺς αὐτῷ συγγενομένους τοῖς πρὸ διακοσίων ἐτῶν καὶ ἐπέκεινα φωστήρων τρόπον ἐκλάμψασι συγγεγονέναι δοκεῖν. Οὕτως οὐδὲν οἴκοθεν οὐδὲ νεωτέρας φρενὸς εὕρημα προέφερεν ὁ ἀνήρ, ἀλλά, κατὰ τὴν Μωσέως εὐλογίαν, ᾔδει προκομίζειν ἐκ τῶν ἀδύτων τῆς καρδίας αὐτοῦ ἀγαθῶν θησαυρῶν παλαιὰ παλαιῶν καὶ παλαιὰ ἀπὸ προσώπου νέων. Ταύτῃ τοι καὶ τῆς προτιμήσεως οὐ κατὰ τὴν ἡλικίαν ἐν τοῖς συλλόγοις τῶν ὁμοτίμων ἠξιοῦτο, ἀλλ᾽ ὑπὲρ πάντας ἦν τῷ τῆς σοφίας ἀρχαίῳ, ἐκ κοινῆς συγχωρήσεως τὸ πρωτεῖον καρπούμενος. Ὅσον δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ κέρδος οὐδεὶς ἂν ἐπιζητήσειε, πρὸς ὑμᾶς ἀποβλέπων. Μόνοι γὰρ ὧν ἴσμεν, ἢ κομιδῇ γε ἐν ὀλίγοις, ἐν χειμῶνι τοσούτῳ καὶ λαίλαπι πραγμάτων ἀκύμαντον τῇ ἐκείνου κυβερνήσει τὴν ζωὴν διηγάγετε. Οὐ γὰρ ἥψατο ὑμῶν αἱρετικῶν πνευμάτων ζάλη, καταποντισμοὺς ἐπάγουσα καὶ ναυάγια ταῖς εὐπεριτρέπτοις ψυχαῖς.

Μήτε δὲ ἅψαιτό ποτε, ὦ Δέσποτα τῶν ἁπάντων, ὃς τῷ σῷ θεράποντι Γρηγορίῳ, τῷ ἐξ ἀρχῆς πηξαμένῳ τὴν κρηπῖδα τῆς Ἐκκλησίας τῆς ἐπὶ μήκιστον ἀταραξίας τὴν χάριν ἔδωκας. Ἣν μὴ προδῶτε ὑμεῖς ἐν τῷ παρόντι καιρῷ, μηδὲ θρήνων ἀμετρίᾳ καὶ τῷ ἐκδότους ἑαυτοὺς τοῖς λυπηροῖς ποιῆσαι τοὺς τῶν ἀναγκαίων καιροὺς τοῖς ἐφεδρεύουσι πρόησθε. Ἀλλ᾽ εἰ δεῖ πάντως θρηνεῖν (ὥσπερ οὖν οὔ φημι, ἵνα μὴ ὁμοιωθῶμεν ἐν τούτῳ τοῖς μὴ ἔχουσιν ἐλπίδα), ὑμεῖς, εἰ δοκεῖ, οἷόν τις χορὸς πενθήρης τὸν κορυφαῖον ἑαυτῶν προστησάμενοι, ἐμμελέστερον μετ᾽ ἐκείνου τὸ συμβὰν ἀποκλαύσατε.

Καίτοιγε εἰ καὶ μὴ ἐπ᾽ ἐσχάτου γήρως ἤλαυνεν ὁ ἀνήρ, ἀλλ᾽ οὖν τοῦ γε χρόνου ἕνεκεν τῆς ὑμετέρας ἐπιστασίας οὐκ ἐνδεῶς εἶχε τοῦ βίου, τοῦ τε σώματος τοσοῦτον μετεῖχεν ὅσον τῆς ψυχῆς τὸ καρτερὸν ἐν ταῖς ἀλγηδόσιν αὐτοῦ δεικνύναι. Τυχὸν δ᾽ ἄν τις ὑμῶν ὑπολάβοι ὅτι καὶ ὁ χρόνος αὔξησις συμπαθείας καὶ προσθήκη φίλτρου, οὐχὶ ἀφορμὴ κόρου τοῖς πειραθεῖσιν γίνεται, ὥστε, ὅσῳ ἐν πλείονι χρόνῳ τῆς εὐεργεσίας πεπείρασθε, τοσούτῳ μᾶλλον τῆς ἀπολείψεως ἐπαισθάνεσθε· σώματος δὲ δικαίου καὶ σκιὰ τοῦ παντὸς ἀξία τοῖς εὐλαβέσι. Καὶ εἴη γε πολλοὺς ὑμῶν ἐπὶ ταύτης εἶναι τῆς διανοίας (οὐδὲ γὰρ αὐτὸς ἀμελῶς ἔχειν τοῦ ἀνδρός φημι χρῆναι), ἀλλ᾽ ἀνθρωπίνως συμβουλεύω τὸ λυπηρὸν διαφέρειν. Ἐπεὶ ὅσα γέ ἐστιν εἰπεῖν ἀποκλαιομένους τὴν ζημίαν οὐδὲ ἐμὲ αὐτὸν διαφεύγει.

Σιωπᾷ μὲν γλῶττα ποταμοῖς ἴσα τὰς ἀκοὰς ἐπικλύζουσα, καρδίας δὲ βάθος, οὐδενὶ τέως καταληπτόν, ὀνείρων ἀσθενέστερον, ὅσα γε πρὸς ἀνθρώπους, διιπτάμενον οἴχεται. Τίς ὀξύτερον ἐκείνου προϊδέσθαι τὸ μέλλον;

Τίς ἐν οὕτω σταθερῷ καὶ παγίῳ τῆς ψυχῆς ἤθει ἀστραπῆς τάχιον τοῖς πράγμασιν ἐπελθεῖν ἱκανός; Ὦ πόλις πολλοῖς μὲν ἤδη προειλημμένη πάθεσιν, ὑπ᾽ οὐδενός γε μὴν οὕτως εἰς αὐτὰ τὰ καίρια τοῦ βίου ζημιωθεῖσα. Νῦν ἀπήνθηκέ σοι κόσμος ὁ κάλλιστος· Ἐκκλησία δὲ μέμυκε καὶ σκυθρωπάζουσι πανηγύρεις καὶ τὸ ἱερὸν συνέδριον τὸν κορυφαῖον ἐπιποθεῖ, λόγοι δὲ μυστικοὶ τὸν ἐξηγητὴν ἀναμένουσιν, οἱ παῖδες τὸν πατέρα, οἱ πρεσβῦται τὸν ἡλικιώτην, οἱ ἐν τέλει τὸν ἔξαρχον, ὁ δῆμος τὸν προστάτην, οἱ βίου δεόμενοι τὸν τροφέα· πάντες ἐκ τῶν οἰκειοτάτων αὐτὸν ὀνομάτων ἀνακαλούμενοι, ἐπὶ οἰκείῳ πάθει οἰκεῖον αὐτῷ καὶ προσήκοντα ἕκαστος τὸν θρῆνον αἴρουσιν. Ἀλλὰ ποῦ μοι ὁ λόγος ὑφ᾽ ἡδονῆς τῶν δακρύων ἐκφέρεται; Οὐκ ἀνανήψομεν;

Οὐχ ἡμῶν αὐτῶν γενησόμεθα; Οὐκ ἀποβλέψομεν πρὸς τὸν κοινὸν Δεσπότην, ὅς, ἕκαστον τῶν ἁγίων τῇ ἰδίᾳ γενεᾷ ἐπιτρέψας ὑπηρετήσασθαι, τοῖς καθήκουσι χρόνοις πρὸς ἑαυτὸν πάλιν ἀνεκαλέσατο; Νῦν ἐν καιρῷ τῶν ἐκείνου φωνῶν ὑπομνήσθητε, ὅς, ἐκκλησιάζων ὑμῖν ἀεὶ διεστέλλετο· «Βλέπετε, λέγων, τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας.» Πολλοὶ οἱ κύνες. Τί λέγω κύνες; Λύκοι μὲν οὖν βαρεῖς, ἐν ἐπιφανείᾳ προβάτων τὸ δολερὸν ὑποκρύπτοντες, πανταχοῦ τῆς οἰκουμένης τὸ Χριστοῦ ποίμνιον διασπῶσιν. Οὓς φυλακτέον ὑμῖν ἐγρηγορικοῦ τινος ποιμένος ἐπιστασίᾳ. Ὃν ὑμέτερον μὲν αἰτῆσαι, φιλονεικίας πάσης καὶ φιλοπρωτίας τὰς ψυχὰς καθαρεύοντας, τοῦ Κυρίου δὲ ἀναδεῖξαι, ὅς, ἀπὸ τοῦ μεγάλου προστάτου τῆς Ἐκκλησίας ὑμῶν Γρηγορίου μέχρι τοῦ μακαρίου τούτου, ἄλλον ἐπ᾽ ἄλλῳ προστιθεὶς καὶ συναρμόζων ἀεί, οἷον ἔκ τινος ἁρμοῦ λίθων πολυτελῶν, θαυμαστὸν οἷον τὸ κάλλος τῆς Ἐκκλησίας ὑμῶν ἐχαρίσατο. Ὥστε οὐδὲ τῶν ἐφεξῆς ἀπελπιστέον. Οἶδε γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀγάγοι ἂν εἰς τὸ μέσον τοὺς παρ᾽ ἡμῶν τυχὸν οὐ προσδοκωμένους.

Πάλαι με θέλοντα τῶν λόγων παύσασθαι ἡ ὀδύνη τῆς καρδίας οὐκ ἐπιτρέπει, ἀλλ᾽ ἐπισκήπτω ὑμῖν πρὸς τῶν Πατέρων, πρὸς τῆς ὀρθῆς πίστεως, πρὸς τοῦ μακαρίου τούτου, διαναστῆναι τὴν ψυχήν, οἰκεῖον ἕκαστον ἑαυτοῦ τὸ σπουδαζόμενον κρίναντα καὶ τῆς ἐφ᾽ ἑκάτερα τῶν πραγμάτων ἐκβάσεως πρῶτον αὐτὸν ἀπολαύσειν ἡγούμενον, μηδέ, τὸ τοῖς πολλοῖς συμβαῖνον, πρὸς τὸν πλησίον τὴν τῶν κοινῶν ἐπιμέλειαν ἀπωθεῖσθαι, εἶτα, ἑκάστου τῇ αὐτῇ διανοίᾳ τῶν πραγμάτων ὀλιγωροῦντος, λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους Ταῦτα εἴτε ὡς γειτόνων συμπάθειαν, εἴτε ὡς ὁμοδοξούντων κοινωνίαν, εἴτε καί, ὅπερ ἀληθέστερόν ἐστι, τῷ τῆς ἀγάπης πειθομένων νόμῳ καὶ τὸν ἐκ τοῦ σιωπῆσαι κίνδυνον ἐκκλινόντων, μετὰ πάσης εὐνοίας δέξασθε, πεπεισμένοι ὅτι καύχημα ἡμῶν ἐστε, καθάπερ καὶ ἡμεῖς ὑμῶν εἰς τὴν ἡμέραν τοῦ Κυρίου, καὶ ὅτι ἐκ τοῦ δοθησομένου ποιμένος ὑμῖν, ἢ ἐπὶ πλέον τῷ συνδέσμῳ τῆς ἀγάπης ἑνωθησόμεθα, ἢ πρὸς παντελῆ διάστασιν· ὃ μὴ γένοιτο, οὐδὲ ἔσται τῇ τοῦ Θεοῦ χάριτι, οὐδ᾽ ἂν αὐτὸς νῦν εἴποιμι βλάσφημον οὐδέν.

Τοῦτο δὲ εἰδέναι ὑμᾶς βουλόμεθα, ὅτι εἰ καὶ πρὸς τὴν εἰρήνην τῶν Ἐκκλησιῶν συντρέχοντα ἡμῖν οὐκ ἔσχομεν τὸν μακάριον, διά τινας, ὡς αὐτὸς ἡμῖν διεβεβαιοῦτο, προλήψεις, ἀλλ᾽ οὖν γε τῆς πρὸς αὐτὸν ὁμοδοξίας καὶ τοῦ ἀεὶ κοινωνὸν ἐπικαλεῖσθαι τῶν πρὸς τοὺς αἱρετικοὺς ἀγώνων, ὑπὸ μάρτυρι τῷ Θεῷ καὶ ἀνθρώποις τοῖς πεπειραμένοις ἡμῶν, οὐδένα καιρὸν ἀπελείφθημεν.

Τῌ ΕΚΚΛΗΣΙᾼ ΑΓΚΥΡΑΣ ΠΑΡΑΜΥΘΗΤΙΚΗ Πολὺν ἡμῖν χρόνον σιωπὴν ἐνεποίησεν ἡ ἔκπληξις τῆς βαρυτάτης ἀγγελίας τοῦ συμβάντος κακοῦ. Ἐπεὶ δὲ μικρόν πως τῆς ἀφασίας ἀνηνέγκαμεν ἥν, ὡς οἱ βροντῇ μεγάλῃ τὰς ἀκοὰς ἐκπλαγέντες, πεπόνθαμεν, ἀναγκαίως ἐπεστενάξαμεν τῷ συμβάντι καὶ μεταξὺ ὀδυρόμενοι τὴν ἐπιστολὴν ὑμῖν ἐξεπέμψαμεν, οὐ παρακλήσεως ἕνεκεν (τίς γὰρ ἂν καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;), ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας ἡμῶν, καθ᾽ ὅσον δυνατόν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνοντες. Νῦν ἐδεόμην τῶν Ἱερεμίου θρήνων καὶ εἰ δή τις ἄλλος τῶν μακαρίων ἀνδρῶν συμφορὰς μεγίστας ἐμπαθῶς ἀπωδύρατο. Πέπτωκεν ἀνήρ, στῦλος τῷ ὄντι καὶ ἑδραίωμα τῆς ἀληθείας· μᾶλλον δὲ αὐτὸς μὲν πρὸς τὴν μακαρίαν ζωὴν ἀρθεὶς ἀφ᾽ ἡμῶν οἴχεται, κίνδυνος δὲ οὐ μικρὸς μὴ πολλοὶ τῷ ἐρείσματι τούτῳ ὑπεξαιρεθέντι συγκαταπέσωσι καὶ τὰ σαθρά τινων φανερὰ γένηται. Κέκλεισται στόμα παρρησίας τε δικαίας καὶ λόγοις χάριτος ἐπ᾽ οἰκοδομῇ τῆς ἀδελφότητος βρύον. Οἴχεται δὲ φρενὸς βουλεύματα τῆς ὄντως ἐν Θεῷ κινουμένης Ὢ ποσάκις μοι (κατηγορήσω γὰρ ἐμαυτοῦ) ἐπῆλθεν ἀγανακτῆσαι κατὰ τοῦ ἀνδρός, ὅτι, ὅλος γενόμενος τῆς ἐπιθυμίας τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τὸ ἐπιμεῖναι ἐν τῇ σαρκὶ οὐ προετίμησε δι᾽ ἡμᾶς. Πρὸς τίνα λοιπὸν τὰς φροντίδας τῶν ἐκκλησιαστικῶν ὑπερθώμεθα;

Τίνα κοινωνὸν τῶν λυπηρῶν λάβωμεν; Τίνα μερίτην τῆς εὐφροσύνης; Ὢ τῆς δεινῆς ὄντως καὶ σκυθρωπῆς ἐρημίας. Πῶς ἀκριβῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ; Ἀλλὰ μὴν τά γε συναφθέντα μέλη τῆς Ἐκκλησίας, οἷον ὑπὸ ψυχῆς τινος, τῆς ἐκείνου προστασίας εἰς μίαν συμπάθειαν καὶ ἀκριβῆ κοινωνίαν συναρμοσθέντα, καὶ φυλάσσεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης πρὸς τὴν πνευματικὴν ἁρμολογίαν παγίως καὶ φυλαχθήσεται εἰς ἀεί, τοῦτο τοῦ Θεοῦ χαριζομένου, ἑδραῖα μένειν καὶ ἀμετακίνητα τῆς μακαρίας ἐκείνης ψυχῆς τὰ ἔργα, ὅσα ἐνήθλησε ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. Πλὴν ἀλλ᾽ ὁ ἀγὼν οὐ μικρὸς μή τινες πάλιν ἔριδες καὶ διχοστασίαι, ἐπὶ τὴν ἐκλογὴν τοῦ μεταστάντος ἀναφυεῖσαι, πάντα ὁμοῦ τὸν κόπον ἐκ τῆς τυχούσης ἔριδος ἀνατρέψωσιν.