Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Επιστολές Συστάσεως υπέρ των Πτωχών, των Χηρών και των Αδυνάτων
Συνεχείς παρεμβάσεις του ιεράρχη προς φορείς της εξουσίας για την ανακούφιση των ενδεών και την προστασία της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές Συστάσεως υπέρ των Πτωχών, των Χηρών και των Αδυνάτων
Συνεχείς παρεμβάσεις του ιεράρχη προς φορείς της εξουσίας για την ανακούφιση των ενδεών και την προστασία της Εκκλησίας.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ Τῌ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΠΡΟΣΤΑΣΙᾼ Ὁ τῆς Ἐκκλησίας φροντίζων καὶ διὰ χειρὸς ἔχων τῶν κτήσεων τὴν ἐπιμέλειαν αὐτός ἐστιν ὁ τὴν ἐπιστολὴν ἐπιδιδούς σοι ταύτην ὁ ἀγαπητὸς υἱὸς ὁ δεῖνα. Τούτῳ καταξίωσον περὶ ὧν ἀναφέρει τῇ κοσμιότητί σου δοῦναι καὶ λόγου παρρησίαν καὶ περὶ ὧν διαβεβαιοῦται προσσχεῖν, ἵνα ἀπὸ γοῦν τοῦ νῦν δυνηθῇ ἡ Ἐκκλησία ἑαυτὴν ἀναλαβεῖν καὶ τῆς πολυκεφάλου ταύτης ὕδρας ἀπαλλαγῆναι. Τοιαύτη γὰρ ἡ κτῆσις τῶν πτωχῶν ὥστε ἀεὶ ἡμᾶς ζητῆσαι τὸν ὑποδεχόμενον αὐτὴν διὰ τὸ προσαναλίσκειν μᾶλλον τὴν Ἐκκλησίαν ἤ τινα καρπὸν ἔχειν ἀπὸ τῶν κτημάτων.
ΚΟΜΕΝΤΑΡΗΣΙῼ Ἐπειδή τινες ἐν τῇ συνόδῳ τῇδε συνελήφθησαν τῶν τὰ πονηρὰ ἐργαζομένων καὶ κλεπτόντων παρὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἱμάτια εὐτελῆ πτωχῶν ἀνθρώπων οὓς ἐνδύειν μᾶλλον ἐχρῆν ἢ ἀποδύειν, συνελάβοντο μὲν αὐτοὺς οἱ τῆς εὐταξίας ἐπιμελόμενοι τῆς ἐκκλησιαστικῆς, νομίσας δὲ αὐτῷ σοι διαφέρειν ὡς τὰ δημόσια πράττοντι τὴν τῶν τοιούτων ὑποδοχήν, ἐπέστειλά σοι γνωρίζων ὅτι τὰ ἐν ταῖς ἐκκλησίαις ἁμαρτανόμενα ὑφ᾽ ἡμῶν προσήκει τῆς πρεπούσης τυγχάνειν διορθώσεως, δικαστὰς δὲ περὶ τούτων μὴ παρενοχλεῖσθαι. Διὰ τοῦτο καὶ τὰ σῦλα αὐτῶν, ἃ δηλοῖ τὸ παρὰ σοὶ κείμενον καὶ ἡ ἐπὶ πάντων τῶν παρόντων γενομένη ἀντιγραφή, ὑποδεχθῆναι προσέταξα καὶ τὰ μὲν ταμιευθῆναι τοῖς ἐπερχομένοις, τὰ δὲ διαδοθῆναι τοῖς παροῦσι· τοὺς δὲ ἀνθρώπους ἐπιστρέψαι ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, οὓς οἶμαι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ βελτίους ποιήσειν πρὸς τὸ ἐφεξῆς. Ἃ γὰρ αἱ τῶν δικαστηρίων πληγαὶ οὐκ ἐργάζονται, ταῦτα ἔγνωμεν πολλάκις τὰ φοβερὰ κρίματα τοῦ Κυρίου κατορθοῦντα. Εἰ δὲ δοκεῖ σοι καὶ περὶ τούτων ἀνενεγκεῖν τῷ κόμητι, τοσοῦτον θαρροῦμεν τοῖς δικαίοις καὶ τῇ τοῦ ἀνδρὸς ὀρθότητι ὅτι ἐπιτρέπομέν σοι ποιεῖν ὃ βούλει.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΚΔΙΚΗΤΑΙΣ Δυσμεταχείριστον ἔοικεν εἶναι τὸ κατὰ τόνδε. Οὐ γὰρ ἔχομεν τί χρησόμεθα οὕτω πολυτρόπῳ ἤθει, ὡς ἐκ τῶν ὁρωμένων ἐστὶν εἰκάζειν ἀπεγνωσμένῳ. Εἰς κρίσιν μὲν γὰρ καλούμενος οὐχ ὑπακούει· κἂν ἀπαντήσῃ, τοσαύτῃ χρῆται περιουσίᾳ λόγων καὶ ὅρκων ὡς ἀγαπητὸν ἡμῖν ποιεῖν τὸ ταχέως αὐτοῦ χωρισθῆναι. Εἶδον δὲ αὐτὸν πολλάκις καὶ περιτρέψαντα τὰς αἰτίας τοῖς ἐγκαλοῦσι. Καὶ ὅλως οὐδεμία φύσις τῶν ὅσα τὴν γῆν ἐπιβόσκεται οὕτω ποικίλη καὶ πρὸς κακίαν εὔπλαστος ὡς ἡ τοῦ ἀνθρώπου τούτου, ὡς ἐξ ὀλίγου τῆς πείρας ἐστὶ τὸ κατ᾽ αὐτὸν τεκμήρασθαι. Τί δὲ ἐρωτᾶτέ με καὶ οὐ πείθετε ἑαυτοὺς ὑπομένειν τὰς παρ᾽ αὐτοῦ ἀδικίας ὡς ὀργήν τινα θεήλατον; Ὑπὲρ δὲ τοῦ μὴ ὑμᾶς μολύνεσθαι ἐν κοινωνίᾳ τῶν ἁμαρτημάτων πανοικὶ τῶν εὐχῶν κεχωρίσθω καὶ τῆς ἄλλης τῆς πρὸς τοὺς ἱερατικοὺς κοινωνίας. Ἴσως παραφύλαγμα γενόμενος ἐντραπήσεται.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΚΔΙΚΗΤΑΙΣ Οὓς τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν. Γέγραπται γάρ· «Ἐὰν ὁ ἀδελφός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι λοιπὸν ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης».
Ὃ οὖν ἐγένετο τοῦτο καὶ ἐπὶ τοῦδε. Ἅπαξ ἐνεκλήθη, ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη, τρίτον ἐπὶ τῆς Ἐκκλησίας. Ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ καὶ οὐ κατεδέξατο, λοιπὸν ἔστω ἐκκήρυκτος. Καὶ διαγγελήτω πάσῃ τῇ κώμῃ ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς, ὡς ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΓΥΝΑΙΚΟΣ ΚΑΤΑΠΟΝΟΥΜΕΝΗΣ Ἐγὼ ἴσον ἁμάρτημα κρίνας καὶ ἀνεπιτιμήτους ἐᾶν τοὺς ἁμαρτάνοντας καὶ ὑπερβαίνειν τὸ μέτρον τὴν τιμωρίαν, τὴν ἐμοὶ ἐπιβάλλουσαν ἐπέθηκα δίκην τῷδε ἐξορίσας αὐτὸν τῆς ἐκκλησιαστικῆς κοινωνίας, καὶ τοῖς ἠδικημένοις παρῄνεσα μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ τῷ Κυρίῳ τὴν ἀνταπόδοσιν ἐπιτρέψαι.
Ὥστε εἴ τι ὄφελος ἐμῶν παραγγελμάτων, τότε ἂν ἠκούσθην πολλῷ ἀξιοπιστότερον κεχρημένος τῷ λόγῳ ὅσον ἂν δυνηθείη δυσωπῆσαι τὰ γράμματα. Ἐπεὶ δὲ ἤκουσα ῥημάτων πολλῶν ἐχόντων βαρύτητα, καὶ τότε ἡσύχασα καὶ νῦν οὐκ οἶμαι πρέπον εἶναί μοι περὶ τῶν αὐτῶν διαλέγεσθαι. «Ἐγὼ γάρ, φησίν, ἀνδρὸς ὑπερεῖδον καὶ παιδοποιίας καὶ βίου, ἵνα ἑνὸς τούτου τύχοιμι, τὴν παρὰ Θεοῦ εὐδοκίμησιν καὶ παρὰ τοῖς ἀνθρώποις τοῦ βελτίονος ἀξιοῦσθαι λόγου.
Ἐπεὶ δὲ ἄνθρωπος ἐκ παιδὸς ταῖς οἰκοφθορίαις ἐντεθραμμένος εἰσβιασάμενός ποτε τῇ συνήθει ἑαυτοῦ ἀναιδείᾳ ἐνέπεσεν ἡμῶν τῷ οἴκῳ, καὶ μέχρι ψιλῆς συντυχίας ἐγένετο γνώριμος ἡμῖν καὶ ἀγνοίᾳ τῶν κατ᾽ αὐτὸν καὶ αἰδοῖ τινι ἀπαιδεύτῳ προφανῶς αὐτὸν αἰσχυνομένῃ ἐλάσαι, εἰς τοσοῦτον ἐξῆλθεν ἀσεβείας καὶ ὕβρεως ὥστε ἐμπλῆσαι μὲν τὴν πόλιν πᾶσαν τῶν κατ᾽ ἐμοῦ βλασφημιῶν, προγράμματι δὲ δημοσίῳ στηλιτεῦσαι ἐκτεθέντι ἐπὶ τῶν προθύρων τῆς ἐκκλησίας. Ἐφ᾽ οἷς καὶ τυχών τινος παρὰ τῶν νόμων ἀγανακτήσεως πάλιν ἐπανελθὼν ἀνενεώσατο τὰς αὐτοῦ βλασφημίας.
Πάλιν τῶν ἐμῶν λοιδοριῶν πλήρης ἡ ἀγορά, τὰ γυμνάσια, τὰ θέατρα, αἱ οἰκίαι τῶν δι᾽ ὁμοιότητα τοῦ βίου δεχομένων αὐτόν. Καὶ μηδὲ ἐπὶ τοῖς βελτίοσι γνωρίζεσθαι, ἐν οἷς εὐπρεπὲς ἦν, ὑπῆρξέ μοι ἐκ τῶν αἰσχίστων διὰ τὸ παρὰ πᾶσι τῇ ἀκολάστῳ γνώμῃ γενέσθαι περιφανῆ. Ἐπὶ τούτοις, φησίν, οἱ μὲν ἥδονται ταῖς βλασφημίαις διὰ τὸ φύσει χαίρειν ταῖς λοιδορίαις τοὺς ἀνθρώπους· οἱ δὲ ἄχθεσθαι μὲν λέγουσιν, οὐ συναλγοῦσι δέ· ἄλλοι πείθονται ἀληθεῖς εἶναι τὰς λοιδορίας· ἄλλοι ἀμφίβολοί εἰσι τῷ πλήθει τῶν ὅρκων αὐτοῦ προσέχοντες. Ὁ δὲ συναλγῶν οὐκ ἔστιν, ἀλλ᾽ ὄντως νῦν τῆς ἐρημίας ᾔσθην καὶ ἐμαυτὴν ὀδύρομαι, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐδένα ἀνθρώπων τὸ παράπαν ἔχουσα συναλγοῦντα, καί, ὡς ἔοικε, μόνην ἑαυτὴν ἐλεεινοτέραν τῆς πόλεως εὑρίσκω ἐν ᾗ τοσαύτη σπάνις μισοπονήρων ἐστίν, οἳ τὴν εἰς ἀλλήλους γινομένην παροινίαν οὐκ οἴονται βαδίζουσαν ἐν κύκλῳ καὶ αὐτούς ποτε καταλήψεσθαι.» Ταῦτα καὶ πολλῷ ἔτι πληκτικώτερα μετὰ ἀμυθήτων δακρύων πρὸς ἐμὲ διεξελθοῦσα ἀπῆλθεν οὐδὲ ἐμὲ τῶν μέμψεων ἐλεύθερον ἀφεῖσα, ὅτι δέον πατρικῶς αὐτῇ συναλγεῖν ἐναδιαφορῶ κακῷ τοσούτῳ καὶ φιλοσοφῶ ἐν ἀλλοτρίοις παθήμασιν. «Οὐ γὰρ χρημάτων ἄφεσιν κελεύεις ὑπεριδεῖν οὐδὲ τοὺς εἰς τὸ σῶμα πόνους συνενεγκεῖν, ἀλλ᾽ εἰς αὐτὴν ζημιωθῆναι τὴν ὑπόληψιν ἧς ἡ βλάβη κοινὴ ζημία τοῦ κλήρου γίνεται».
Ἐπὶ τούτοις τοῖς ῥήμασι τίνα με βούλει νῦν πρὸς αὐτὴν εἰπεῖν αὐτὸς δοκίμασον, ὦ θαυμάσιε, ἔχοντα τοιαύτην κρίσιν παρ᾽ ἑαυτῷ μὴ παραδιδόναι ταῖς ἀρχαῖς τοὺς κακούργους, μὴ μέντοι μηδὲ ἐξαιρεῖσθαι παραδοθέντας, οἷς πάλαι προείρηται παρὰ τοῦ Ἀποστόλου φοβεῖσθαι τὸν ἄρχοντα τῷ ἐπὶ πονηρίαν ἔργῳ· «Οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ». Ὥσπερ οὖν τὸ παραδοῦναι οὐ φιλάνθρωπον, οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν. Ἴσως δ᾽ ἂν γένοιτό τις ὑπέρθεσις τῆς εἰσόδου μέχρι τῆς ἡμῶν αὐτῶν παρουσίας, καὶ τότε δείξομεν ὅτι οὐδὲν ἡμῶν ὄφελος ἐκ τοῦ μὴ εἶναι τοὺς πειθομένους.
ΝΕΚΤΑΡΙῼ Πολλὰ ἀγαθὰ γένοιτο τοῖς κινοῦσι τὴν τιμιότητά σου πρὸς τὴν συνεχῆ ὁμιλίαν ἡμῶν διὰ τοῦ γράμματος. Μὴ γὰρ οἴου συνηθείας ἕνεκεν λέγεσθαι παρ᾽ ἡμῶν τὰ τοιαῦτα, ἀλλὰ ἐκ διαθέσεως ἀληθινῆς πλείστου ἀξίαν τίθεσθαι ἡμᾶς τὴν φωνήν σου. Τί γὰρ ἂν ἐμοὶ Νεκταρίου γένοιτο τιμιώτερον, τοῦ ἐκ παιδὸς μὲν ἀπὸ τῶν καλλίστων ἡμῖν γνωρισθέντος, νῦν δὲ ἐκ παντοίας ἀρετῆς εἰς τοσοῦτον περιφανείας ἀναδραμόντος; Ὥστε μοι φίλων ἁπάντων φίλτατος ὁ σά μοι γράμματα διαφέρων. Περὶ μέντοι τῆς τῶν προστησομένων τῆς συμμορίας ἐκλογῆς, εἰ μὲν ἀνθρώποις χαριζόμενος ἢ ἱκεσίαις ἐνδιδοὺς ἢ φόβῳ εἴκων ποιῶ τι, μήτε ταυτὶ ποιήσαιμι. Οὐ γὰρ οἰκονόμος, ἀλλὰ κάπηλος ἔσομαι τὴν δωρεὰν τοῦ Θεοῦ πρὸς ἀνθρωπίνας φιλίας διαμειβόμενος.
Εἰ δὲ αἱ μὲν διδόμεναι ψῆφοι παρὰ ἀνθρώπων δίδονται ἐκ τῆς ἔξωθεν ἐπιφανείας μαρτυρεῖν ἐχόντων ἅπερ ἂν μαρτυρῶσιν, αἱ δὲ κρίσεις τῶν ἐπιτηδειοτέρων τῷ εἰδότι τὰ ἀπόρρητα τῶν καρδιῶν παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἐπιτρέπονται, τάχα τῷ παντὶ βέλτιον καταθέμενον τὴν μαρτυρίαν σπουδῆς μὲν καὶ διαστάσεως πάσης ὡς ὑπὲρ οἰκείων τῶν μαρτυρηθέντων ἀφίστασθαι, προσεύχεσθαι δὲ τῷ Θεῷ μὴ λαθεῖν τὸ συμφέρον. Οὕτω γὰρ οὐκέτι ἄνθρωπον τῆς ἐφ᾽ ἑκάτερα ἐκβάσεως αἰτιασόμεθα, ἀλλὰ τῷ Θεῷ τὴν χάριν τῶν γινομένων εἰσόμεθα. Καίτοι εἰ κατὰ ἄνθρωπον γίνεται ταῦτα, οὐδὲ γίνεται, ἀλλὰ μίμησις μέν ἐστι τῆς ἀληθείας, αὐτῆς δὲ τῆς ἀληθείας πάμπληθες ἀπολείπεται.
Σκέψαι δὲ ὅτι οὐδὲ μικρός τις παραπέπηγε κίνδυνος τῷ ἐκ παντὸς τρόπου τὸ ἑαυτοῦ κρατῆσαι φιλονεικοῦντι μή ποτε τῶν ἁμαρτανομένων ἐφ᾽ ἑαυτοὺς ἑλκύσωμεν τὴν μερίδα. Πολλὰ γὰρ ἂν ἁμαρτηθείη καὶ παρὰ τῶν οὐκ ἂν προσδοκηθέντων ποτὲ διὰ τὸ εὔκολον τῆς ἀνθρωπίνης φύσεως. Εἶτα ἰδίᾳ μὲν τοῖς φίλοις συμβουλεύσαντες πολλάκις τὰ κράτιστα, κἂν ἀπίθανοι δόξωμεν τοῖς βουλευομένοις, οὐ χαλεπαίνομεν· ἐν οἷς δὲ οὐ βουλὴ ἀνθρώπων, ἀλλὰ κρίσις ἐστὶ Θεοῦ, μὴ καὶ τῶν τοῦ Θεοῦ κριμάτων προτιμηθέντες δυσχερανοῦμεν;
Εἰ μὲν οὖν παρὰ ἀνθρώπων δίδοται, τί χρὴ παρ᾽ ἡμῶν αἰτεῖν, ἀλλ᾽ οὐχὶ αὐτὸν παρ᾽ ἑαυτοῦ λαμβάνειν; Εἰ δὲ παρὰ Κυρίου, εὔχεσθαι προσῆκεν, ἀλλ᾽ οὐχὶ ἀγανακτεῖν, καὶ ἐν τῇ εὐχῇ μὴ τὸ ἴδιον θέλημα αἰτεῖν, ἀλλ᾽ ἐπιτρέπειν τῷ οἰκονομοῦντι τὸ συμφέρον Θεῷ. Ὁ δὲ Θεὸς ὁ ἅγιος ἀπαγάγοι πᾶσαν πεῖραν λυπηρῶν πραγμάτων ἀπὸ τοῦ οἴκου ὑμῶν, καὶ αὐτῷ τε σοὶ καὶ πᾶσι τοῖς προσήκουσί σοι ἄνοσον καὶ ἀβλαβῆ ἐν πάσῃ εὐθηνίᾳ τὸν βίον ἐπιμετρήσειεν.
ΤΙΜΟΘΕῼ ΧΩΡΕΠΙΣΚΟΠῼ Καὶ τὸ πάντα γράφειν ὅσα φρονῶ οὔτε τῷ μέτρῳ τῆς ἐπιστολῆς ὁρῶ συμβαῖνον οὔτε ἄλλως πρέπον τῷ τῆς προσηγορίας εἴδει, καὶ τὸ σιωπῇ παρελθεῖν μικροῦ καὶ ἀδύνατόν ἐστί μοι, δικαίῳ θυμῷ τῷ κατὰ σοῦ φλεγμαινούσης μοι τῆς καρδίας. Μέσην οὖν βαδιοῦμαι τὰ μὲν γράφων, τὰ δὲ παρείς. Καθάψασθαι γάρ σου βούλομαι, ᾗ θέμις ἐστίν, ἐν ἰσηγορίᾳ φιλικῇ. Εἰ Τιμόθεος ἐκεῖνος, ὃν ἐκ παιδὸς οἴδαμεν τοσοῦτον πρὸς τὴν ὀρθότητα καὶ τὸν κατησκημένον βίον τῷ τόνῳ χρώμενον ὥστε ἐγκαλεῖσθαι τὴν ἐν τούτοις ἀμετρίαν, ἀποστὰς νῦν τοῦ σκοπεῖν πάντα τρόπον ὅ τι χρὴ ποιοῦντα τῷ Θεῷ προσοικειοῦσθαι ἀποβλέπεις πρὸς τὰ τῷ δεῖνι δοκοῦντα περὶ σοῦ καὶ τῆς ἑτέρων γνώμης τὴν ζωὴν ἔχεις ἐξηρτημένην καὶ ὅπως μὴ φίλοις ἄχρηστος μηδὲ ἐχθροῖς καταγέλαστος ᾖς ἐνθυμῇ καὶ τὴν παρὰ πολλῶν αἰσχύνην ὡς δεινόν τι φοβῇ καὶ οὐκ ἐννοεῖς ὅτι, ἐν ὅσῳ περὶ ταῦτα τρίβῃ, λανθάνεις σεαυτὸν τῆς προηγουμένης ζωῆς ἀμελῶν;
Ὅτι γὰρ οὐκ ἐγχωρεῖ ἀμφοτέρων ὁμοῦ περιγενέσθαι, τῶν τε κατὰ τὸν κόσμον τοῦτον πραγμάτων καὶ τῆς κατὰ Θεὸν πολιτείας, πλήρης μὲν ἡ θεία Γραφὴ ὧν ἐδίδαξεν ἡμᾶς, πλήρης δὲ καὶ αὐτὴ ἡ φύσις τῶν τοιούτων ὑποδειγμάτων ἐστίν. Ἔν τε γὰρ τῇ κατὰ νοῦν ἐνεργείᾳ δύο νοῆσαι κατὰ ταὐτὸν νοήματα παντελῶς ἀμήχανον. Ἔν τε ταῖς κατὰ τὴν αἴσθησιν ἀντιλήψεσι δύο φωνὰς ὁμοῦ προσπιπτούσας ταῖς ἀκοαῖς δέχεσθαι ἐν ταὐτῷ καὶ διακρίνειν ἀδύνατον, καὶ τοῦτο ἀκουστικῶν δύο πόρων ἡμῖν ἀνεῳγμένων. Ὀφθαλμοὶ δέ, ἐὰν μὴ πρὸς ἕν τι τῶν ὁρατῶν ἀποταθῶσιν ἀμφότεροι, ἐνεργεῖν τὸ ἑαυτῶν ἀκριβῶς οὐ δύνανται. Καὶ ταῦτα μὲν τὰ παρὰ τῆς φύσεως, τὰ δὲ ἐκ τῶν Γραφῶν σοι διηγεῖσθαι οὐχ ἧττόν ἐστι καταγέλαστον ἢ γλαῦκα, φησίν, Ἀθηναίοις ἄγειν. Τί οὖν τὰ ἄμικτα μίγνυμεν, θορύβους πολιτικοὺς καὶ εὐσεβείας ἄσκησιν, ἀλλ᾽ οὐχὶ ἀποστάντες τῶν θορύβων καὶ τοῦ πράγματα ἔχειν καὶ παρέχειν ἑτέροις ἡμῶν αὐτῶν γινόμεθα, καὶ ὃν πάλαι ὑπεθέμεθα τῆς εὐσεβείας σκοπὸν βεβαιοῦμεν τῷ ἔργῳ καὶ δείκνυμεν τοῖς ἐπηρεάζειν βουλομένοις ὅτι οὐκ ἔστιν ἐπ᾽ αὐτοῖς τὸ λυπεῖν ἡμᾶς ὅταν θέλωσι;
Τοῦτο δὲ ἔσται ἐπειδὰν πάσης λαβῆς ἐλευθέρους ἑαυτοὺς ἀποδείξωμεν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Εἴη δὲ ἡμᾶς ποτε καὶ ἐν ταὐτῷ γενέσθαι καὶ ἀκριβέστερον βουλεύσασθαι περὶ τῶν συμφερόντων ταῖς ψυχαῖς ἡμῶν, ἵνα μὴ ἐν τῇ περὶ τῶν ματαίων φροντίδι καταληφθῶμεν τῆς ἀναγκαίας ἐξόδου ἐπελθούσης ἡμῖν. Τοῖς δὲ ἀποσταλεῖσι παρὰ τῆς ἀγάπης σου ὑπερήσθην, οἷς ὑπῆρχε μὲν ἡδίστοις εἶναι καὶ κατὰ τὴν ἑαυτῶν φύσιν, πολλαπλασίονα δὲ τὴν ἡδονὴν ἐποίει ἡ προσθήκη τοῦ ἀποστείλαντος. Τὰ δὲ ἀπὸ τοῦ Πόντου, ἄκοπα καὶ κηρούς, ἡδέως δέξαι ὅταν ἀποστείλωμεν· νῦν γὰρ ἡμῖν οὐ παρῆν.
ΠΑΛΛΑΔΙῼ Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ὁ ἅγιος Θεὸς οἰκονομήσας τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. Δυνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπόμενον, ὥστε ἰδόντας ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. Ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυμίᾳ, μάλιστα νῦν ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι ὃ περισχὸν ἡμῶν τὴν ἀνθρωπότητα τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι. Ἐπειδὴ οὖν οἰκεῖον μέν σε αὐτῷ ὁ Κύριος διὰ τῆς χάριτος ἐποίησεν, ἠλλοτρίωσε δὲ πάσης τῆς ἁμαρτίας, ἤνοιξε δὲ βασιλείαν οὐρανῶν καὶ ὁδοὺς τὰς ἀπαγούσας πρὸς τὴν ἐκεῖ μακαριότητα ὑπέδειξε, παρακαλοῦμέν σε ἄνδρα τοσοῦτον φρονήσει τῶν λοιπῶν ὑπερέχοντα λελογισμένως τὴν χάριν δέξασθαι καὶ πιστὸν φύλακα γενέσθαι τοῦ θησαυροῦ πάσῃ ἐπιμελείᾳ τηροῦντα τῆς βασιλικῆς παρακαταθήκης τὴν φυλακήν, ἵνα ἄσυλον τὴν σφραγῖδα διασωσάμενος παραστῇς τῷ Κυρίῳ ἐκλάμπων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μηδένα σπῖλον ἢ ῥυτίδα ἐπιβάλλων τῷ καθαρῷ τῆς ἀφθαρσίας ἐνδύματι, ἀλλ᾽ ἐν πᾶσι τοῖς μέλεσι τὸν ἁγιασμὸν διασώζων ὡς Χριστὸν ἐνδυσάμενος. «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Ἔστω οὖν πάντα τὰ μέλη ἅγια, ὥστε πρέποντα εἶναι σκέπεσθαι τῷ ἁγίῳ καὶ φωτεινῷ περιβλήματι.
ΙΟΥΛΙΑΝῼ Πῶς σοι τὸν ἐν τῷ μέσῳ τοῦτον χρόνον τὸ σῶμα ἔσχεν, εἰ καθαρῶς ἀπέλαβες τῆς χειρὸς τὴν ἐνέργειαν; Πῶς δὲ τὰ λοιπὰ τοῦ βίου πράγματα, εἰ κατὰ γνώμην χωρεῖ σοι, ὥσπερ εὐχόμεθα καὶ ὡς ἔστιν ὀφειλόμενον τῇ σῇ προαιρέσει; Καὶ γὰρ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον· οἷς δὲ πεπηγυῖα ἡ γνώμη καὶ ἀεὶ ἑστῶσα καὶ ἡ αὐτή, τούτους ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν.
Τῷ ὄντι γὰρ κυβερνήτῃ μὲν οὐκ ἐφίεται γαλήνην ποιεῖν ὅτε βούλεται· ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾶν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους ἡμῖν θορύβους κατασιγάσωμεν καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. Καὶ γὰρ οὔτε ζημίαι οὔτε ἀρρωστίαι οὔτε αἱ λοιπαὶ δυσχέρειαι τοῦ βίου ἅψονται τοῦ σπουδαίου, ἕως ἂν ἔχῃ τὴν διάνοιαν Θεῷ συμπορευομένην καὶ τὸ μέλλον ἀποσκοποῦσαν καὶ τῆς χαμόθεν ἐγειρομένης ζάλης κούφως καὶ εὐσταλῶς ὑπεραίρουσαν.
Ἐπεὶ οἵ γε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων. Σὲ δὲ τοσοῦτον μὲν ὑπὸ τῶν πραγμάτων ἰδεῖν ἐπετράπημεν ὅσον οἱ ἐν πελάγει ἀλλήλους παραμειβόμενοι. Πλὴν ἀλλ᾽, ἐπειδὴ καὶ ἐξ ὄνυχος ἔστιν ὅλον γνωρίσαι τὸν λέοντα, ἐκ βραχείας τῆς πείρας ἡγούμεθά σε ἱκανῶς ἐγνωκέναι. Ὅθεν καὶ μέγα ποιούμεθα τὸ ἐν λόγῳ σε τὸ καθ᾽ ἡμᾶς τίθεσθαι καὶ μὴ ἀπεῖναί σου τῆς διανοίας, ἀλλὰ διηνεκῶς σοι συνεῖναι διὰ τῆς μνήμης. Δεῖγμα δὲ μνήμης τὸ γράφειν· ὅπερ ὅσῳ ἂν συνεχέστερον ποιῇς, τοσούτῳ πλέον ἡμῖν χαριεῖ.
ΦΗΣΤῼ ΚΑΙ ΜΑΓΝῼ Πρέπει μέν που καὶ πατράσι παίδων ἰδίων πρόνοια καὶ γεωργοῖς φυτῶν ἢ σπερμάτων ἐπιμέλεια καὶ διδασκάλοις μαθητῶν φροντίς, μάλιστα ὅταν δι᾽ εὐφυΐαν βελτίους ἐφ᾽ ἑαυτοῖς ὑποφαίνουσι τὰς ἐλπίδας. Χαίρει γὰρ πόνῳ καὶ γεωργὸς ἁδρυνομένων αὐτῷ τῶν ἀσταχύων ἢ τῶν φυτῶν αὐξανομένων, εὐφραίνουσι δὲ καὶ μαθηταὶ διδασκάλους καὶ παῖδες πατέρας, οἱ μὲν πρὸς ἀρετήν, οἱ δὲ πρὸς αὔξησιν ἐπιδιδόντες. Ἡμεῖς δὲ τοσοῦτον μείζονα μὲν ἐφ᾽ ὑμῖν ἔχομεν τὴν φροντίδα, κρείττονα δὲ τὴν ἐλπίδα, ὅσον εὐσέβεια πάσης μὲν τέχνης, πάντων δὲ ζώων ὁμοῦ καὶ καρπῶν ἐστιν ἀμείνων, ἣν ἐν ἁπαλαῖς ἔτι καὶ καθαραῖς ταῖς ὑμετέραις ψυχαῖς ῥιζωθεῖσαν ὑφ᾽ ἡμῶν καὶ τραφεῖσαν ἰδεῖν εὐχόμεθα καὶ προελθοῦσαν εἰς ἀκμὴν τελείαν καὶ εἰς καρποὺς ὡραίους, συλλαμβανομένης ἡμῶν ταῖς εὐχαῖς τῆς ὑμετέρας φιλομαθίας. Εὖ γὰρ ἴστε καὶ τὴν ἡμετέραν εἰς ὑμᾶς εὔνοιαν καὶ τὴν τοῦ Θεοῦ συνεργίαν ταῖς ὑμετέραις ἐναποκεῖσθαι γνώμαις, ὧν πρὸς τὸ δέον εὐθυνομένων, Θεός τε συνεργὸς καλούμενος παρέσται καὶ ἄκλητος καὶ πᾶς φιλόθεος ἄνθρωπος πρὸς διδασκαλίαν αὐτεπάγγελτος. Ἀνίκητος γὰρ ἡ προθυμία τῶν διδάσκειν τι χρήσιμον δυναμένων, ὅταν αἱ τῶν μανθανόντων ψυχαὶ πάσης καθαρεύωσιν ἀντιτυπίας.
Οὐκοῦν οὐδὲ σώματος κωλύει χωρισμός, τοῦ δημιουργήσαντος ἡμᾶς δι᾽ ὑπερβολὴν σοφίας καὶ φιλανθρωπίας μὴ συμπεριορίσαντος τοῖς σώμασι τὴν διάνοιαν μήτε μὴν τῇ γλώττῃ τῶν λόγων τὴν δύναμιν, δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου τοῖς ὠφελεῖν δυναμένοις, ὡς μὴ μόνον τοῖς μακρὰν διεστηκόσιν, ἀλλὰ δὴ καὶ τοῖς λίαν ὀψιγόνοις παραπέμπειν δύνασθαι τὴν διδασκαλίαν. Καὶ τοῦτον ἡμῖν ἡ πεῖρα πιστοῦται τὸν λόγον, ἐπείπερ οἵ τε πολλοῖς πρότερον ἔτεσι γενόμενοι διδάσκουσι τοὺς νέους σωζομένης ἐν γράμμασι τῆς διδασκαλίας, ἡμεῖς τε κεχωρισμένοι τοσοῦτον τοῖς σώμασι τῇ διανοίᾳ σύνεσμεν ἀεὶ καὶ προσομιλοῦμεν ῥᾳδίως τῆς διδασκαλίας οὔτε ὑπὸ γῆς οὔτε ὑπὸ θαλάσσης κωλυομένης, εἴ τις ἔστιν ὑμῖν τῶν ἰδίων ψυχῶν φροντίς.
ΜΟΝΑΖΟΥΣΙ Ἡγοῦμαι μὲν μηδεμιᾶς ἑτέρας ὑμᾶς τῇ τοῦ Θεοῦ χάριτι παρακλήσεως δεῖσθαι μετὰ τοὺς λόγους οὓς δι᾽ ἡμῶν αὐτῶν ἐποιησάμεθα πρὸς ὑμᾶς παρακαλοῦντες ὑμᾶς πάντας τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδέξασθαι εἰς μίμημα τῆς ἀποστολικῆς πολιτείας, ὃ καὶ ἐδέξασθε ὡς ἀγαθὸν δίδαγμα καὶ ηὐχαριστήσατε δι᾽ αὐτὸ τῷ Κυρίῳ. Ἐπεὶ οὖν οὐχὶ ῥήματα ἦν τὰ παρ᾽ ἡμῶν λαληθέντα, ἀλλὰ διδάγματα εἰς ἔργον προελθεῖν ὀφείλοντα ἐπὶ ὠφελίᾳ μὲν ὑμῶν τῶν ἀνεχομένων, ἐπ᾽ ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν ὑποθεμένων τὴν γνώμην, εἰς δόξαν δὲ καὶ ἔπαινον τοῦ Χριστοῦ οὗ τὸ ὄνομα ἐπικέκληται ἐφ᾽ ἡμᾶς, τούτου χάριν ἀπέστειλα τὸν ποθεινότατον ἡμῶν ἀδελφόν, ἵνα καὶ τὸ πρόθυμον γνωρίσῃ καὶ τὸ νωθρὸν διεγείρῃ καὶ τὸ ἀντιτεῖνον φανερὸν ἡμῖν καταστήσῃ. Πολλὴ γὰρ ἡ ἐπιθυμία καὶ ἰδεῖν ὑμᾶς συνηγμένους καὶ ἀκοῦσαι περὶ ὑμῶν ὅτι οὐχὶ τὸν ἀμάρτυρον ἀγαπᾶτε βίον, ἀλλὰ μᾶλλον καταδέχεσθε πάντες καὶ φύλακες τῆς ἀλλήλων ἀκριβείας εἶναι καὶ μάρτυρες τῶν κατορθουμένων. Οὕτω γὰρ ἕκαστος καὶ τὸν ἐφ᾽ ἑαυτῷ μισθὸν τέλειον ἀπολήψεται καὶ τὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ προκοπῇ, ὃν καὶ λόγῳ καὶ ἔργῳ παρέχεσθαι ἡμᾶς ἀλλήλοις προσήκει ἐκ τῆς συνεχοῦς ὁμιλίας καὶ παρακλήσεως.
Ἐπὶ πᾶσι δὲ παρακαλοῦμεν μεμνῆσθαι ὑμᾶς τῆς τῶν Πατέρων πίστεως καὶ μὴ σαλεύεσθαι ὑπὸ τῶν ἐν τῇ ἡμετέρᾳ ἡσυχίᾳ περιφέρειν ὑμᾶς ἐπιχειρούντων, εἰδότας ὅτι οὔτε πολιτείας ἀκρίβεια καθ᾽ ἑαυτὴν μὴ διὰ τῆς εἰς Θεὸν πίστεως πεφωτισμένη ὠφέλιμος, οὔτε ὀρθὴ ὁμολογία ἀγαθῶν ἔργων ἄμοιρος οὖσα παραστῆσαι ἡμᾶς δυνήσεται τῷ Κυρίῳ, ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή. Πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, ὥς φησιν ὁ Ἀπόστολος, «δι᾽ ἀγάπης ἐνεργουμένη».
ΕΛΕΥΘΕΡᾼ Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως καὶ ἣν ἔχεις περὶ τὸ ἔργον τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες κατεθαρρήσαμεν ὡς θυγατρὸς πρῴην καὶ ταῖς ἡμιόνοις ἐπὶ πλεῖον ἐχρησάμεθα πεφεισμένως μὲν ὡς ἡμετέραις χρώμενοι, παρετείναμεν δ᾽ οὖν ὅμως αὐτῶν τὴν ὑπηρεσίαν. Ταῦτα οὖν ἔδει ἐπισταλῆναί σου τῇ σεμνότητι, ὥστε εἰδέναι ὅτι ἀπόδειξίς ἐστι διαθέσεως τὸ γινόμενον. Ὁμοῦ δὲ καὶ ὑπομιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου μεμνῆσθαι τοῦ Κυρίου καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεὶ τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου Κριτοῦ, ἵνα γένηταί σοι παρρησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ. Τὴν εὐγενεστάτην θυγατέρα ἀσπαζόμεθα διὰ σοῦ, καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Κυρίου διάγειν αὐτήν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχὴν καὶ ἐπιδιδῷ πρὸς αὔξησιν καὶ μέγεθος ἡ διάνοια αὐτῆς μᾶλλον ἢ τὸ σῶμα ὑπὸ τῆς φύσεως.
ΕΛΕΥΘΕΡᾼ Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων καὶ διὰ τὸ τῆς ἡλικίας πρεσβυτικὸν καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι καὶ ἀπούσῃ μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμμασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διάκονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε, δι᾽ αὐτῆς προσφθέγγομαί σε προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ὁ ἅγιος Θεὸς τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν. Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαί σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα, σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώσηται ἰδιοπαθήσῃς καὶ ἀντιλάβῃ αὐτῆς, ὡς παρὰ τοῦ Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν, ἔπειτα καὶ ἡμᾶς ἀναπαύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΝΔΡΙ ΕΥΛΑΒΕΙ Ὅτι μὲν περὶ πάντων καταξιοῖς συμβούλοις ἡμῖν καὶ κοινωνοῖς φροντισμάτων κεχρῆσθαι ποιεῖς πρέπον τῇ σεαυτοῦ τελειότητι, καί σε ὁ Θεὸς τῆς τε ἀγάπης τῆς περὶ ἡμᾶς καὶ τῆς ἐπιμελείας τῆς κατὰ τὸν βίον ἀμείψεται.
Ὅτι δέ σου ἥψατο ἡ ἀπάτη τούτου ἐθαύμασα, εἰ ὕδατί τινα δύναμιν ἄλογον παρεῖναι πεπίστευκας, καὶ ταῦτα οὐδεμιᾶς μαρτυρίας βεβαιούσης τὴν φήμην. Οὔκουν ἐστί τις τῶν ἐκεῖθεν οὐ μικρὸν οὐ μεῖζον λαβὼν εἰς τὸ σῶμα, ὧν ἤλπισε, τὸ ἑαυτοῦ ἀγαθόν, ἢ εἰ μή τινι ἀπὸ τοῦ αὐτομάτου γέγονε παραμυθία τις, ὁποῖα καὶ καθεύδουσι καὶ ἄλλα τινὰ κατὰ τὸν βίον ἐνεργοῦσιν ἐπιγίγνεσθαι πέφυκεν. Ἀλλ᾽ ὁ ἀναιρῶν τὴν ἀγάπην τὰ αὐτόματα τῇ τοῦ ὕδατος φύσει λογίζεσθαι τοὺς ἁπλουστέρους ἀναπείθει. Ὅτι δὲ ἀληθὴς ἡμῶν ὁ λόγος ἔξεστιν ἐξ αὐτῆς τῆς πείρας σε διδαχθῆναι.
ΚΗΝΣΙΤΟΡΙ Εἰδότι μοι ἔγραφες ὅτι δυσκόλως ἔχεις πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν. Καὶ γὰρ παλαιός ἐστι λόγος, τοὺς ἀρετῆς μεταποιουμένους μὴ μεθ᾽ ἡδονῆς ἑαυτοὺς ἐπιβάλλειν ἀρχαῖς. Τὰ γὰρ τῶν ἰατρευόντων ἴδια, ταῦτα ὁρῶ καὶ τῶν ἀρχόντων ὄντα. Ὁρῶσι γὰρ δεινὰ καὶ πειρῶνται ἀηδῶν καὶ ἐπ᾽ ἀλλοτρίαις συμφοραῖς οἰκείας καρποῦνται λύπας, οἵ γε ὡς ἀληθῶς ἄρχοντες, ἐπεὶ ὅσον ἐμπορικὸν τῶν ἀνθρώπων καὶ πρὸς χρήματα βλέπον καὶ περὶ τὴν δόξαν ταύτην ἐπτοημένον μέγιστον τῶν ἀγαθῶν τίθεται τὸ παραλαβεῖν τινα δυναστείαν ἀφ᾽ ἧς δυνήσονται φίλους εὖ ποιεῖν καὶ ἐχθροὺς ἀμύνεσθαι καὶ ἑαυτοῖς κατακτᾶσθαι τὰ σπουδαζόμενα.
Ἀλλ᾽ οὐ τοιοῦτος σύ. Πόθεν; Ὅς γε καὶ τῆς πολιτικῆς δυνάμεως τοσαύτης οὔσης ἑκὼν ἀνεχώρησας καὶ ἐξόν σοι κρατεῖν πόλεως ὡς μιᾶς οἰκίας· σὺ δὲ τὸν ἀπράγμονα καὶ ἡσύχιον εἵλου βίον, τὸ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἑτέροις πλείονος σπουδῆς ἄξιον τιθέμενος ἢ ὅσου οἱ λοιποὶ τιμῶνται τὸ δυστροπεύειν. Ἀλλ᾽ ἐπειδὴ ἐβουλήθη ὁ Κύριος τὴν Ἰβωριτῶν χώραν μὴ ὑπὸ καπήλοις ἀνθρώποις γενέσθαι μηδὲ ὥσπερ ἐν ἀνδραπόδων ἀγορᾷ εἶναι τὴν ἀποτίμησιν, ἀλλ᾽, ὡς ἔστι δίκαιον, ἕκαστον γράφεσθαι, δέξαι τὸ πρᾶγμα, εἰ καὶ ἄλλως ὀχληρόν, ἀλλ᾽ οὖν ὡς πρόξενόν σοι γενέσθαι δυνάμενον τῆς παρὰ Θεῷ εὐδοκιμήσεως. Καὶ μήτε δυναστείαν ὑποπτήξῃς μήτε πενίας καταφρονήσῃς, ἀλλὰ τὸ τῶν λογισμῶν ἀρρεπὲς τρυτάνης πάσης ἀρρεπέστερον παράσχου τοῖς διοικουμένοις. Οὕτω γὰρ καὶ τοῖς πεπιστευκόσι φανερὰ γενήσεταί σου ἡ περὶ τὸ δίκαιον σπουδὴ καὶ θαυμάσονταί σε παρὰ τοὺς ἄλλους. Ἢ κἂν ἐκείνους διαλάθῃ, τὸν Θεὸν ἡμῶν οὐ λήσεται τὸν μεγάλα ἡμῖν προθέντα τῶν ἀγαθῶν ἔργων τὰ ἆθλα.
ΠΑΤΡΙ ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ Ἐπειδὴ ἐν δευτέρᾳ τάξει πατέρων ἔθετο ἡμᾶς ὁ Κύριος τοῖς χριστιανοῖς, τῶν παίδων ἡμῖν τῶν εἰς αὐτὸν πεπιστευκότων τὴν διὰ τῆς εὐσεβείας μόρφωσιν ἐπιτρέψας, τὸ συμβὰν περὶ τὸν μακάριον υἱόν σου πάθος καὶ ἡμέτερον ἴδιον ἐλογισάμεθα καὶ ἐπεστενάξαμεν αὐτοῦ τῇ ἀωρίᾳ τοῦ χωρισμοῦ, συμπαθόντες μάλιστά σοι καὶ ὑπολογισάμενοι ἡλίκον ἔσται τῆς ὀδύνης τὸ βάρος πατρὶ τῷ κατὰ φύσιν, ὅπου γε ἡμῖν τοῖς κατὰ τὴν ἐντολὴν ᾠκειωμένοις τοσοῦτον τῆς καρδίας τὸ κατηφὲς ἐνεγένετο. Ἐπ᾽ ἐκείνῳ μὲν γὰρ οὐδὲν ἔδει σκυθρωπὸν οὔτε παθεῖν οὔτε φθέγγεσθαι, ἐλεεινοὶ δὲ οἱ τῶν ἐπ᾽ αὐτῷ ἐλπίδων διαμαρτόντες. Καὶ τῷ ὄντι πολλῶν δακρύων καὶ στεναγμῶν ἄξιον, ἐκπέμψαντα παῖδα ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐπὶ Λόγων ἄσκησιν ὑποδέξασθαι σιωπῶντα τὴν μακρὰν ταύτην καὶ ἀπευκτὴν σιωπήν. Ἀλλὰ ταῦτα μὲν ὡς ἀνθρώπους ἡμᾶς εὐθὺς ἐκίνησε καὶ δάκρυον ἐξεχέαμεν προπετὲς καὶ στεναγμὸν ἀφήκαμεν ἐκ μέσης τῆς καρδίας ἀπαίδευτον, τοῦ πάθους ἀθρόως οἷόν τινος νεφέλης τὸν λογισμὸν ἡμῶν περισχόντος.
Ἐπεὶ δὲ ἡμῶν αὐτῶν ἐγενόμεθα καὶ διεβλέψαμεν τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς τὴν φύσιν τῶν ἀνθρωπίνων, τῷ μὲν Κυρίῳ ἀπελογησάμεθα ἐφ᾽ οἷς κατὰ συναρπαγὴν ἡ ψυχὴ ἡμῶν διετέθη πρὸς τὸ συμβάν, ἑαυτοὺς δὲ ἐνουθετήσαμεν μετρίως φέρειν ταῦτα ἐκ τῆς παλαιᾶς τοῦ Θεοῦ ἀποφάσεως συγκληρωθέντα τῇ ζωῇ τῶν ἀνθρώπων. Οἴχεται παῖς αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον, διαπρέπων ἐν χοροῖς ὁμηλίκων, ποθεινὸς διδασκάλοις, ἀπὸ ψιλῆς τῆς ἐντεύξεως εἰς εὔνοιαν δυνάμενος καὶ τὸν ἀγριώτατον ἐπισπάσασθαι, ὀξὺς ἐν μαθήμασι, πρᾶος τὸ ἦθος, ὑπὲρ τὴν ἡλικίαν κατεσταλμένος, καὶ πλείω τούτων εἰπὼν ἐλάττω ἄν τις εἴποι τῆς ἀληθείας, ἀλλ᾽ ὅμως ἄνθρωπος παρ᾽ ἀνθρώπου γεννηθείς.
Τί τοίνυν λογίζεσθαι τὸν πατέρα τοῦ τοιούτου προσῆκε; Τί ἄλλο γε ἢ ἀναμνησθῆναι τοῦ ἑαυτοῦ πατρὸς ὅτι τέθνηκε; Τί οὖν θαυμαστὸν ἐκ θνητοῦ γεννηθέντα θνητοῦ γενέσθαι πατέρα; Τὸ δὲ πρὸ ὥρας καὶ πρὶν κορεσθῆναι τοῦ βίου καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν καὶ φανῆναι τοῖς ἀνθρώποις καὶ διαδοχὴν τοῦ γένους καταλιπεῖν, ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ὡς ἐμαυτὸν πείθω, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστίν. Εὐχαριστεῖσθαι ὀφείλει τοῦ Θεοῦ ἡ διάταξις, ὅτι μὴ κατέλιπεν ἐπὶ γῆς ὀρφανὰ τέκνα, ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν ἢ ἀνδρὶ ἑτέρῳ συνοικήσουσαν καὶ τῶν προτέρων γάμων καταμελήσουσαν.
Τὸ δὲ ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδός, τίς οὕτως ἀγνώμων ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι; Ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα διατριβὴ πλειόνων κακῶν ἐστιν ἀφορμή. Οὐκ ἐποίησε κακόν, οὐκ ἔρραψε δόλον τῷ πλησίον, οὐκ εἰς ἀνάγκην ἦλθε φατρίαις μιγῆναι πονηρευομένων, οὐκ ἐνεπλάκη τοῖς κατ᾽ ἀγορὰν κακοῖς, οὐχ ὑπέμεινεν ἀνάγκην ἁμαρτημάτων, οὐ ψεῦδος, οὐκ ἀγνωμοσύνην, οὐ πλεονεξίαν, οὐ φιληδονίαν, οὐ τὰ τῆς σαρκὸς πάθη, ὅσα ταῖς ἀναγώγοις ψυχαῖς ἐγγίνεσθαι πέφυκεν· οὐδεμιᾷ τούτων κηλῖδι τὴν ψυχὴν ἀπῆλθε κατεστιγμένος, ἀλλὰ καθαρὸς ἀνεχώρησε πρὸς τὴν ἀμείνω λῆξιν. Οὐ γῆ κατέκρυψε τὸν ἀγαπητόν, ἀλλ᾽ οὐρανὸς ὑπεδέξατο. Θεὸς ὁ τὰ ἡμέτερα οἰκονομῶν, ὁ τὰς τῶν χρόνων ὁροθεσίας ἑκάστῳ νομοθετῶν, ὁ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, αὐτὸς καὶ μετέστησεν. Ἔχομεν διδασκαλεῖον ἐν ταῖς ὑπερβολαῖς τῶν συμφορῶν τὴν περιβόητον ἐκείνην φωνὴν τοῦ μεγάλου Ἰώβ· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.»
ΠΑΡΑΜΥΘΗΤΙΚΗ Ὅπως διετέθημεν ἐπὶ τῇ ἀκοῇ τοῦ πάθους οὐδεὶς ἂν ἡμῖν λόγος εἰς παράστασιν τῆς ἐναργίας ἀρκέσειε, νῦν μὲν τὴν ζημίαν λογιζομένοις ἣν τὸ κοινὸν τῶν εὐλαβῶν ἐζημιώθη τὴν προστάτιν τοῦ καθ᾽ ἑαυτὴν τάγματος ἀπολέσαν, νῦν δὲ τὴν φαιδρότητα τῆς σῆς σεμνότητος εἰς οἵαν μετέπεσε κατήφειαν ἐννοοῦντες, οἶκον τοῖς πᾶσι μακαριστὸν εἰς γόνυ κλιθέντα καὶ συμβίωσιν διὰ τῆς ἄκρας ἁρμονίας συμπεφυκυῖαν ὀνείρου θᾶττον διαλυθεῖσαν βλέποντες τῇ διανοίᾳ.
Πῶς οὐκ ἄν, καὶ εἰ ἀδαμάντινοι ἦμεν, τὰς ψυχὰς κατεκάμφθημεν; Ἡμῖν δὲ καὶ ἐκ τῆς πρώτης ὁμιλίας οἰκειότης τις ἐγένετο πρὸς τὴν σὴν σεμνοπρέπειαν, καὶ τοσοῦτόν σου τῇ ἀρετῇ προσετέθημεν ὥστε ἐπὶ πάσης ὥρας διὰ γλώττης ἔχειν τὰ σά. Ὅτε δὲ καὶ τῆς μακαρίας ψυχῆς ἐκείνης ἐγενόμεθα ἐν συνηθείᾳ, ὄντως ἐπείσθημεν τὸν τῆς Παροιμίας λόγον ἐφ᾽ ὑμῖν βεβαιούμενον, ὅτι παρὰ Θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί. Οὕτω πρὸς τρόπου ἀλλήλοις ἦτε· ὥσπερ ἐν κατόπτρῳ ἕκαστος τὸ τοῦ ἑτέρου ἦθος ἐν ἑαυτῷ προεδείκνυ. Καὶ πολλὰ ἂν εἰπών τις οὐδὲ πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιτο. Ἀλλὰ τί δεῖ παθεῖν πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν καὶ ψυχὴν ἑκάστην λειτουργήσασαν τῷ βίῳ τὰ ἀναγκαῖα εἶτα τῶν δεσμῶν τοῦ σώματος ἀπολύεσθαι; Οὔτε πρῶτοι πεπόνθαμεν, ὦ θαυμάσιε, οὔτε μόνοι, ἀλλ᾽ ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν.
Καὶ πλήρης ὁ παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. Σὲ δὲ τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆς σῆς ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασῶσαι μὴ τὴν νῦν ζημίαν δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. Τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ Θεὸν μακαρισθεῖσιν ὑπῆρξεν, ἤπου καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν ἕν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμόνως λογιζομένοις. Πολλοὺς γὰρ ἔγνωμεν ὥσπερ βάρους ἀπόθεσιν τὴν διάλυσιν τῆς ἀκαταλλήλου συνοικήσεως δεχομένους.
Ἀπόβλεψον εἰς τὸν οὐρανὸν τοῦτον καὶ τὸν ἥλιον καὶ πᾶσαν περίσκεψαι τὴν κτίσιν ἐν κύκλῳ, ὅτι ταῦτα μὲν τοσαῦτα καὶ τηλικαῦτα ὄντα μικρὸν ὕστερον οὐ φανήσεται· ἐκ πάντων τούτων συνάγαγε ἐκεῖνο ὅτι μέρος ὄντες τῆς ἀποθνησκούσης κτίσεως τὸ ἐκ τῆς κοινῆς φύσεως ἐπιβάλλον ἡμῖν ὑπεδεξάμεθα, ἐπεὶ καὶ ὁ γάμος αὐτὸς τοῦ ἀποθνήσκειν ἐστὶ παραμυθία. Διότι γὰρ εἰς τὸ παντελὲς παραμένειν οὐκ ἐνῆν, τῇ διαδοχῇ τοῦ γένους τὸ πρὸς τὸν βίον διαρκὲς ὁ Δημιουργὸς ἐμηχανήσατο. Εἰ δὲ ὅτι θᾶττον προαπῆρεν ἡμῶν ἀνιώμεθα, μὴ βασκαίνωμεν τῇ μὴ ἐπὶ πολὺ τῶν ὀχληρῶν τοῦ βίου ἀναπλησθείσῃ, ἀλλὰ κατὰ τὴν χάριν τὴν τῶν ἀνθῶν ἔτι ποθοῦντας ἡμᾶς ἀπολειπούσῃ. Πρὸ πάντων δέ σε τὸ τῆς ἀναστάσεως δόγμα ψυχαγωγησάτω χριστιανὸν ὄντα καὶ ἐπ᾽ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ζωὴν διεξάγοντα.
Οὕτως οὖν διανοεῖσθαι προσῆκεν ὡς ὁδόν τινα παρελθούσης ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι. Εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. Μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτερον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα τιμωρίαις ὑπόχρεοι. Ἀλλὰ τῆς λύπης τὸ βάρος ὁ λογισμὸς ἡμῶν ἀποσεισάμενος τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.
ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΒΡΙΣΩΝΟΣ ΠΑΡΑΜΥΘΗΤΙΚΗ Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν Βρίσωνα τί χρὴ καὶ λέγειν; Πάντως γὰρ οὐδεὶς οὕτως ἔχων τὴν καρδίαν λιθίνην ὃς εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου εἶτ᾽ ἀκούσας αὐτὸν ἀθρόως ἐξ ἀνθρώπων ἀνηρπασμένον οὐχὶ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τοῦ ἀνδρὸς στέρησιν ἐλογίσατο. Ἡμῶν δὲ εὐθὺς τὴν λύπην ἡ ἐπὶ σοὶ φροντὶς διεδέξατο λογιζομένων ὅτι, εἰ τοῖς πόρρω τῆς οἰκειότητος οὕτω βαρὺ καὶ δύσφορον τὸ συμβάν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχὴν οὕτω μὲν φύσει χρηστὴν οὖσαν καὶ πρὸς τὰς συμπαθείας εὔκολον διὰ τὴν τοῦ τρόπου ἡμερότητα, οὕτω δὲ ὑποκειμένην τῷ πάθει ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ χωρισμῷ τοῦ ὁμόζυγος. Καὶ γάρ, εἰ τῷ ὄντι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις ἢ εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπερρήγνυτο. Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα καὶ μείζω τούτων, ἡ δὲ ἐπὶ τοῖς συμβᾶσι παραμυθία τίς; Πρῶτον μὲν ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία, τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου.
Εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως νόμοις, ἀλλὰ καταδεχώμεθα τὴν ἐφ᾽ ἡμῖν τοῦ Θεοῦ οἰκονομίαν, ὃς ἐκέλευσεν ἐκείνην τὴν γενναίαν ψυχὴν καὶ ἀήττητον μὴ νόσῳ δαπανηθέντος τοῦ σώματος μηδὲ χρόνῳ καταμαρανθέντος ἀναχωρῆσαι τοῦ βίου, ἀλλ᾽ ἐν ἀκμῇ τῆς ἡλικίας καὶ ἐν τῇ λαμπρότητι τῶν κατὰ πόλεμον κατορθωμάτων τὴν ζωὴν καταλῦσαι. Ὥστε οὐχ ὅτι ἐχωρίσθημεν ἀνδρὸς τοιούτου δυσχεραίνειν ὀφείλομεν, ἀλλ᾽ ὅτι τῆς πρὸς τὸν τοιοῦτον ἄνδρα συνοικήσεως κατηξιώθημεν εὐχαριστήσωμεν τῷ Κυρίῳ, οὗ πᾶσα σχεδὸν ἡ Ῥωμαϊκὴ Ἀρχὴ τῆς ζημίας ἐπῄσθετο, ὃν καὶ Βασιλεὺς ἀνεκαλέσατο καὶ στρατιῶται ὠδύραντο καὶ οἱ ἐπὶ τῶν μεγίστων ἀξιωμάτων ὡς γνήσιον υἱὸν κατεπένθησαν. Ἐπεὶ οὖν κατέλιπέ σοι τὴν μνήμην τῆς οἰκείας αὐτοῦ ἀρετῆς, ἀρκοῦσαν νόμιζε ἔχειν παραμυθίαν τοῦ πάθους. Ἔπειτα καὶ ἐκεῖνο εἰδέναι σε βούλομαι, ὅτι ὁ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος τῆς λύπης τὸ βάρος ἐνεγκὼν μεγάλην ἔχει παρὰ τῷ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. Οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ Ἀποστόλου. Ἔστωσαν καὶ οἱ παῖδές σου ὥσπερ εἰκόνες ἔμψυχοι τὴν ἀπουσίαν τοῦ ποθουμένου παραμυθούμενοι.
Ὥστε ἡ περὶ τὴν τεκνοτροφίαν ἀσχολία ἀπαγέτω σου τὴν ψυχὴν ἀπὸ τῶν λυπηρῶν, καὶ μεριμνῶσα περὶ τοῦ πῶς εὐαρέστως τῷ Κυρίῳ τὸν λειπόμενον ἑαυτῆς χρόνον διενέγκῃς καλὴν ἀσχολίαν ἐπινοήσεις τοῖς λογισμοῖς. Ἡ γὰρ ἑτοιμασία τῆς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογίας καὶ ἡ σπουδὴ τοῦ εὑρεθῆναι ἡμᾶς ἐναριθμίους τοῖς ἀγαπῶσιν αὐτὸν ἱκανή ἐστιν ἐπισκοτῆσαι τῇ λύπῃ ὥστε μὴ καταποθῆναι ἡμᾶς ὑπ᾽ αὐτῆς.
Παράσχοι δὲ Κύριος τῇ καρδίᾳ σου τὴν ἐκ τοῦ Πνεύματος αὐτοῦ παράκλησιν τοῦ ἀγαθοῦ, ἵνα καὶ ἡμεῖς ἀκούσαντες τὰ περὶ σοῦ ἀνεθῶμεν καὶ πάσαις ταῖς καθ᾽ ἡλικίαν σοι ὁμοτίμοις ὑπόδειγμα ᾖς ἀγαθὸν τοῦ κατ᾽ ἀρετὴν βίου.
ΚΟΜΗΤΙ ΠΡΙΒΑΤΩΝ Οἱ τοῦ χωρίου τοῦδε ἐκ διαβολῆς, οἶμαι, ψευδοῦς ἔπεισαν τὴν τιμιότητά σου φοράδων τέλεσμα τοῖσδε ἐπαγαγεῖν. Ἐπεὶ οὖν καὶ τὸ γινόμενον ἄδικον καὶ διὰ τοῦτο ἀπαρέσκειν ὀφεῖλον τῇ τιμιότητί σου καὶ ἡμῖν λυπηρὸν διὰ τὴν πρὸς τοὺς ἠδικημένους ἡμῖν ὑπάρχουσαν οἰκειότητα, ἐσπεύσαμεν παρακαλέσαι τὴν χρηστότητά σου μὴ ἐᾶσαι προβῆναι τοῖς ἀδικεῖν ἐπιχειροῦσι τὴν ἐπήρειαν.
ΑΒΟΥΡΓΙῼ Οὗτός ἐστιν ὑπὲρ οὗ καὶ πρότερον διελέχθην σοι διὰ τοῦ διακόνου. Ἐπειδὴ οὖν ἔχων ἧκε τὴν ἐπιστολὴν παρ᾽ ἡμῶν, ἀπέλθοι ἔχων ἃ βούλεται παρὰ σοῦ.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΝΑΡΕΤΟΙΣ ΑΝΔΡΑΣΙΝ Ἤδη γνώριμος ὑμῖν ἐστιν ὁ δεῖνα, ὡς αὐτὰ δηλοῖ τὰ διηγήματα τοῦ ἀνδρός. Ἐπὶ πάσης γὰρ ὑμᾶς προφάσεως ἔχει ἡ γλῶττα αὐτοῦ· ἐν ὀρθοδόξων μνήμῃ, ἐν ἀσκητῶν φιλοξενίᾳ, ἐν πάσῃ ἀρετῇ πρώτους ὑμᾶς ὁ ἀνὴρ ἄγει. Κἂν διδασκάλων τις μνησθῇ, οὐκ ἀνέχεται προθεῖναι ὑμῶν ἑτέρους· ἐὰν ἀγωνιστὰς τῆς εὐσεβείας καὶ ἱκανοὺς τὸ πιθανὸν τῆς αἱρέσεως διελέγξαι, οὐκ ἂν ἕλοιτο ἕτερον πρὸ ὑμῶν ἀριθμῆσαι πρὸς πάντα ἄμαχον ὑμῖν καὶ ἀνανταγώνιστον τὴν ἀρετὴν μαρτυρῶν. Καὶ οὐ πολὺς αὐτῷ πόνος πεῖσαι ταῦτα λέγοντι. Διηγεῖται γὰρ ἀκοαῖς μείζονα ἐπισταμένων ἀνθρώπων ἢ ὧν ἄν τις νομισθείη μεθ᾽ ὑπερβολῆς ἀπαγγέλλειν.
Οὗτος τοίνυν ἐπανιὼν πρὸς ὑμᾶς γράμματα ᾔτησεν, οὐχ ἵνα ἑαυτὸν ὑμῖν οἰκειώσῃ δι᾽ ἡμῶν, ἀλλ᾽ ἵνα ἐμὲ εὐεργετήσῃ τοῦ προσφθέγξασθαι τοῖς ἀγαπητοῖς μου ἀφορμὴν παρασχόμενος· ὃν ἀμείψεται ὁ Κύριος τῆς ἀγαθῆς προαιρέσεως.
Καὶ ὑμεῖς δὲ αὐτῷ εὐχαῖς καὶ τῇ ἀγαθῇ ὑμῶν περὶ πάντας προαιρέσει τὴν κατὰ δύναμιν χάριν διανείματε. Σημάνατε δὲ ἡμῖν καὶ τὰ τῶν Ἐκκλησιῶν ὅπως ἔχει.
ΗΓΕΜΟΝΙ ΣΕΒΑΣΤΕΙΑΣ Αἰσθάνομαι τῆς τιμιότητός σου ἡδέως τὰς ἐπιστολὰς ἡμῶν προσιεμένης καὶ τὴν αἰτίαν γνωρίζω. Φιλάγαθος γὰρ ὢν καὶ πρὸς εὐποιίας πρόχειρος, ἐπειδή τινα ἑκάστοτε ὕλην παρεχόμεθά σοι ἱκανὴν δέξασθαί σου τῆς προαιρέσεως τὸ μεγαλοφυές, προστρέχεις ἡμῶν ταῖς ἐπιστολαῖς ὡς ἔργων ἀγαθῶν ὑποθέσεις ἐχούσαις. Ἥκει τοίνυν καὶ ἄλλη ὑπόθεσις δυναμένη δέξασθαι τῆς σῆς περὶ πάντα δεξιότητος τοὺς χαρακτῆρας ὁμοῦ καὶ κήρυκα τῶν σῶν ἀγαθῶν ἐπαγομένη. Ἄνδρες γὰρ ἀπὸ τῆς Ἀλεξανδρείας κινήσαντες καθηκόντως ἕνεκεν ἀναγκαίου καὶ κοινῶς πάσῃ τῇ φύσει τῶν ἀνθρώπων τοῖς ἀπελθοῦσιν ὀφειλομένου δέονται τῆς παρὰ σοῦ προστασίας, ὥστε κελεῦσαι αὐτοῖς σῶμα οἰκείου ἀνδρὸς κατὰ τὴν ἐπιδημίαν τοῦ στρατοπέδου τελευτήσαντος τὸν βίον ἐν τῇ Σεβαστείᾳ προστάγματι δημοσίῳ συγχωρηθῆναι κινῆσαι, ἔπειτα μέντοι καὶ τὴν δυνατὴν αὐτοῖς παρασχεθῆναι βοήθειαν ἐκ τοῦ δημοσίου δρόμου, ὥστε εὑρέσθαι τινὰ τῆς μακρᾶς πλάνης διὰ τῆς σῆς μεγαλοφυΐας παραμυθίαν.
Ταῦτα δὲ ὅτι μέχρι τῆς μεγάλης διαβήσεται Ἀλεξανδρείας καὶ τοῖς ἐκεῖ διακονήσει τὸ θαῦμα τῆς σῆς τιμιότητος φανερὸν τῇ συνέσει σου, κἂν ἐγὼ μὴ λέγω. Ἡμεῖς τε πρὸς πολλοῖς οἷς εἰλήφαμεν ἤδη καὶ ταύτην τὴν χάριν ἐναριθμήσομεν.
ΑΝΕΠΙΓΡΑΦΟΣ Διωθοῦνται πολλάκις καὶ τὰς χρηστὰς διανοίας αἱ φιλόνεικοι φύσεις καὶ κρίνουσι καλὸν καὶ χρήσιμον οὐ τὸ πᾶσι τοῖς ἄλλοις δοκοῦν, κἂν ᾖ λυσιτελές, ἀλλὰ τὸ μόνοις αὐτοῖς ἀρέσκον, κἂν ἐπιζήμιον ᾖ. Τὸ δὲ αἴτιον ἄνοια καὶ σκαιότης τρόπων οὐ προσέχουσα ταῖς παρ᾽ ἑτέρων συμβουλίαις, μόναις δὲ πιστεύουσα γνώμαις οἰκείαις καὶ τοῖς ὑποπίπτουσι λογισμοῖς. Ὑποπίπτουσι δὲ οἷς χαίρουσι, χαίρουσι δὲ οἷς βούλονται. Ὁ δὲ ἃ βούλεται νομίζων λυσιτελῆ οὐκ ἔστιν ἀσφαλὴς τοῦ δικαίου κριτής, ἀλλ᾽ ἔοικε τυφλοῖς ὑπὸ τυφλῶν ὁδηγουμένοις. Ἐντεῦθεν καὶ προσπταίει ζημίαις εὐκόλως καὶ τοῦ συμφέροντος διδάσκαλον ἔχει τὴν πεῖραν. Τοῦτο τοίνυν ὑπομένει τὸ πάθος ὁ τῷ παρόντι συνεζευγμένος ἀνδρί. Δέον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθεὶς οἷς ἔμελε τοῦ δικαίου καὶ τῆς ἀληθείας, νῦν ἔδραμεν ἐπ᾽ ἄρχοντας καὶ τὴν τῶν δικαστηρίων κρίσιν καὶ αἱρεῖται πολλὰ ζημιωθεὶς ὀλίγα κερδᾶναι. Αἱ δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζήμιον φέρουσι. Γενοῦ δὴ βοηθός, ὦ φίλη κεφαλή, μάλιστα μὲν ἀμφοτέροις τοῖς κρινομένοις (εὐσεβὲς γὰρ) κωλύων τὴν εἴσοδον τὴν πρὸς τὸν ἄρχοντα καὶ γινόμενος αὐτοῖς ἀντ᾽ ἐκείνου δικαστής. Εἰ δὲ ἀπειθεῖ θάτερος καὶ μάχεται ταῖς ψήφοις, σύμπραξον τῷ ἀδικουμένῳ καὶ πρόσθες τὴν παρὰ σοῦ ῥοπὴν τῷ ζητοῦντι τυχεῖν τῶν δικαίων.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΡΟΣΤΑΣΙᾼ Καὶ παρούσης τῆς τιμιότητός σου τοῖς ἀδελφοῖς, τῶν ἀπὸ τοῦ χωρίου Καπράλεως ἕνεκεν διελέχθην καὶ προσήγαγον αὐτοὺς τῇ ἡμερότητί σου παρακαλέσας σε ἔχοντα πρὸ ὀφθαλμῶν τὴν παρὰ τοῦ Κυρίου μισθαποδοσίαν προΐστασθαι αὐτῶν ὡς πενήτων καὶ καταπονουμένων ἐν ἅπασι. Καὶ νῦν πάλιν διὰ τοῦ γράμματος τὴν αὐτὴν ἀνανεοῦμαι παράκλησιν εὐχόμενος τῷ ἁγίῳ Θεῷ καὶ τὴν ὑπάρχουσάν σοι περιφάνειαν καὶ λαμπρότητα τοῦ βίου συντηρηθῆναι καὶ ἐπὶ μείζονα ἐλθεῖν, ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν. Ὅτι γὰρ μία ἡμῖν εὐχὴ ἡ παντὸς τοῦ οἴκου ὑμῶν σωτηρία ἡγοῦμαι πεπεῖσθαί σε.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΝΔΕΕΙ Πάνυ κατέγνων τοῦ ἀδελφοῦ τοῦδε φροντίζοντος ἐπὶ τῇ ἀπογραφῇ τοῦ οἴκου, ὅς γε προλαβὼν τὴν ἀναγκαίαν ἀτέλειαν ἔχει ἀπὸ τῆς πενίας. Ἀπὸ γὰρ βίου εὐπόρου, οὕτω τοῦ Κυρίου ἐπὶ συμφέροντι τῆς ψυχῆς αὐτοῦ οἰκονομήσαντος νῦν εἰς τὴν ἐσχάτην πενίαν περιετράπη, ὡς μόλις μὲν καὶ τῆς ἐφ᾽ ἡμέραν τροφῆς εὐπορεῖν, ἀνδραπόδου δὲ μηδὲ ἑνὸς κατάρχειν, ἀπὸ πολλῶν ὧν πρότερον εἶχεν ἐν τῇ ἑαυτοῦ δεσποτείᾳ. Τούτῳ τὸ σῶμα περιλέλειπται μόνον καὶ τοῦτο ἀσθενὲς καὶ γηραιόν, ὡς καὶ αὐτὸς ὁρᾷς, καὶ παῖδες τρεῖς, προσθήκη φροντίδων ἀνδρὶ πένητι. Ὅτι μὲν οὖν οὐδὲν ἐδεῖτο τῆς ἡμετέρας πρεσβείας ἱκανὴν ἔχων τὴν πενίαν δυσωπῆσαι διὰ τὸ φιλάνθρωπον τοῦ τρόπου ἀκριβῶς ἠπιστάμην. Ἐπεὶ δὲ δυσάρεστοι οἱ αἰτοῦντες, ἐφοβήθην μήποτε ἐλλιμπάνῃ τι τῶν εἰς αὐτὸν ὀφειλομένων καὶ ἐπέστειλα εἰδὼς ὅτι ἡ ἡμέρα αὐτῷ ἐν ᾗ ἂν πρῶτον ἴδῃ σου τὴν σεμνότητα ἀρχὴ εὐθύμου βίου πρὸς τὸν μετὰ ταῦτα χρόνον γενήσεται καὶ δώσει τινὰ βελτίονα τῶν πραγμάτων αὐτοῦ μεταβολήν.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΣΥΓΓΕΝΩΝ Αὐτῷ μοι περισπούδαστον ἦν συντυχεῖν σου τῇ λογιότητι πολλῶν ἕνεκεν· πρῶτον μὲν ὥστε ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν διὰ πολλοῦ τοῦ ἐν τῷ μεταξὺ χρόνου, ἔπειτα δὲ καὶ περὶ τῶν κατὰ Ἀριαραθίαν ἀνθρώπων παρακαλέσαι σε, οἷς ἐκ παλαιοῦ θλιβομένοις ἔδωκεν ὁ Κύριος ἀξίαν παραμυθίαν τῆς σῆς ὀρθότητος τὴν ἐπιστασίαν αὐτοῖς χαρισάμενος.
Ἔστι δέ τι καὶ ἕτερον τῶν συγγενῶν τῶν ἐμῶν πάνυ βεβαρημένον καὶ σχεδὸν τὸ καιριώτατον τῆς Ἀριαραθικῆς ἀπορίας ὑπάρχον, ὃ καὶ παρακαλῶ κατὰ τὸ ἐνδεχόμενον ἰατρευθῆναι παρὰ τῆς σῆς χρηστότητος, ὥστε φορητὸν τοῦ λοιποῦ γενέσθαι τοῖς κεκτημένοις.
ΠΡΩΤΕΥΟΝΤΙ Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς πρὸς τὴν σὴν τιμιότητα οἱ ταῖς διαβεβαιώσεσιν ἡμῶν μὴ προσέχοντες, ἀλλ᾽ ἴδιόν τι καὶ ἐξαίρετον ἐν τοῖς ἑαυτῶν ἐπιζητοῦντες. Πάλαι γὰρ ἡμεῖς αὐτοῖς διεμαρτυράμεθα ὅτι οὕτως ἔσῃ κοινὸς καὶ ἴσος τῶν δικαίων ἡμῖν φύλαξ ὥστε μηδένα πλέον ἐπιζητῆσαί τι τῶν εἰς φιλανθρωπίαν, ἐὰν μή που ὑπερβάλῃ τῇ ἀπληστίᾳ. Ὅμως δὲ πληροφοροῦντες τόνδε ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολὴν συνιστῶντές σοι τὸν ἄνδρα καὶ παρακαλοῦντες καλῶς τε αὐτὸν ἰδεῖν καὶ διὰ τὸ χρόνῳ κεκμηκέναι αὐτοῦ τὸν οἶκον ἐπὶ ταῖς λειτουργίαις τῆς ἐνδεχομένης αὐτὸν παρακλήσεως ἀξιῶσαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.