Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Ασκητικές Νουθεσίες και Επιστολές προς Πεπτωκότες

Προτροπές για την ολοκλήρωση του μοναχικού αγώνα και εκκλήσεις για μετάνοια προς μοναχούς και παρθένους που αθέτησαν τις υποσχέσεις τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 9 από 40

ΠΡΟΣ ΧΙΛΩΝΑ ΤΟΝ ΑΥΤΟΥ ΜΑΘΗΤΗΝ Σωτηρίου πράγματος αἴτιος γενήσομαί σοι, ὦ γνήσιε ἀδελφέ, εἰ ἡδέως συμβουλευθείης παρ᾽ ἡμῶν τὰ πρακτέα, μάλιστα περὶ ὧν ἡμᾶς αὐτὸς παρεκάλεσας συμβουλεῦσαί σοι. Τὸ μὲν γὰρ κατάρξασθαι τοῦ μονήρους βίου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. Καὶ πάντως οὐκ ἐν προθέσει μόνον τὸ τέλος ὑπάρχει, ἀλλ᾽ ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων.

Οὐκοῦν οὐδὲν ὄφελος τοῖς μὴ πρὸς τὸ τοῦ σκοποῦ τέλος ἐπειγομένοις, ἄχρι δὲ τῆς ἀρχῆς μόνης ἱστῶσι τὸν τῶν μοναχῶν βίον· οὐ μὴν ἀλλὰ καὶ καταγέλαστον καταλιμπάνουσι τὴν ἑαυτῶν πρόθεσιν, ἀνανδρίας καὶ ἀβουλίας παρὰ τῶν ἔξωθεν ἐγκαλούμενοι. Φησὶ γὰρ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων. «Τίς, βουλόμενος πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, ἄρξωνται ἐμπαίζειν αὐτῷ οἱ παραπορευόμενοι λέγοντες ὅτι ὁ ἄνθρωπος οὗτος θεμέλιον ἔθηκε καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.» Ἡ οὖν ἀρχὴ ἐχέτω τὴν προκοπὴν προθύμως ἐπὶ τῷ κατορθώματι. Καὶ γὰρ ὁ γενναιότατος ἀθλητὴς Παῦλος, βουλόμενος ἡμᾶς μὴ ἐπαμεριμνεῖν τοῖς προβεβιωμένοις ἀγαθοῖς, ἀλλ᾽ ὁσημέραι εἰς τὸ πρόσω προκόπτειν, λέγει· «Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως.» Τοιοῦτος γὰρ ὑπάρχει ὅλος ὁ τῶν ἀνθρώπων βίος, μὴ ἀρκούμενος τοῖς φθάσασιν, ἀλλὰ τρεφόμενος οὐ τοῖς φθάσασι μᾶλλον, ἀλλὰ τοῖς μέλλουσι. Τί γὰρ ὠφελεῖ ἄνθρωπον ὁ χθιζὸς τῆς γαστρὸς κόρος, σήμερον τῆς ἐμφύτου πείνης τὴν οἰκείαν τῆς βρώσεως παραμυθίαν μὴ εὑρισκούσης; Οὕτως οὖν οὐδὲ ψυχῆς κέρδος τοῦ χθεσινοῦ κατορθώματος, τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας. «Οἷον γὰρ εὕρω σε, φησί, τοιοῦτόν σε κρινῶ».

Οὐκοῦν μάταιος μὲν τοῦ δικαίου ὁ κόπος, ἀνέγκλητος δὲ καὶ τοῦ ἁμαρτωλοῦ ὁ τρόπος, ἐπιγενομένης ἐναλλαγῆς, τῷ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον, τῷ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβληθέντι. Ταῦτα καὶ τοῦ Ἰεζεκιὴλ ὡς ἐκ προσώπου τοῦ Κυρίου δογματίζοντός ἐστιν ἀκοῦσαι. «Ἐὰν γάρ, φησίν, ἐκκλίνας ὁ δίκαιος πλημμελήσῃ, οὐ μὴ μνησθῶ τῶν δικαιοσυνῶν ὧν ἐποίησεν, ἀλλ᾽ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται.» Τὸ δὲ αὐτό φησι καὶ περὶ τοῦ ἁμαρτωλοῦ· «Ἐὰν ἐπιστρέψας ποιήσῃ δικαιοσύνην, ζωὴν ζήσεται ἐν αὐτῇ.» Ποῦ γὰρ οἱ τοσοῦτοι Μωσῆ τοῦ θεράποντος πόνοι, τῆς ἐν στιγμῇ ἀντιλογίας παραγραψαμένης αὐτοῦ τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον;

Ποῦ δὲ καὶ ἡ τοῦ Γιεζῆ συναναστροφὴ πρὸς τὸν Ἐλισσαῖον, φιλοχρηματίας χάριν λέπραν ἐπισπασαμένου; Τί δὲ καὶ τοῦ πλήθους τῆς σοφίας τῷ Σολομῶντι ὄφελος καὶ ἡ προλαβοῦσα τοιαύτη ἔννοια εἰς Θεόν, ὕστερον ἐκ τῆς γυναικομανίας εἰς εἰδωλολατρείαν αὐτοῦ ἐκπεπτωκότος;

Ἀλλ᾽ οὐδὲ τὸν μακάριον Δαβὶδ ὁ μετεωρισμὸς ἀφῆκεν ἀνέγκλητον διὰ τὴν εἰς τὴν τοῦ Οὐρίου πλημμέλειαν. Ἤρκει δὲ καὶ ἡ τοῦ Ἰούδα ἀπὸ τοῦ κρείττονος εἰς τὸ χεῖρον μετάπτωσις πρὸς ἀσφάλειαν τοῦ κατὰ Θεὸν πολιτευομένου, ὅς, ἐν τοσούτοις χρόνοις μαθητευθεὶς τῷ Χριστῷ, ὕστερον μικρῷ λήμματι τὸν Διδάσκαλον ἀπεμπολήσας ἑαυτῷ ἀγχόνην ἐπραγματεύσατο. Τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ὁ καλῶς ἀρχόμενος, οὗτος τέλειος, ἀλλ᾽ ὁ καλῶς ἀποτιθέμενος οὗτος, δόκιμος παρὰ Θεῷ. «Μὴ οὖν δῷς ὕπνον τοῖς ὀφθαλμοῖς, ἀδελφέ, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις», ἵνα «σωθῇς ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.» Βλέπε γὰρ ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπάνω τείχους ὑψηλοῦ περιπατεῖς ὅθεν οὐκ ἀκίνδυνον τῷ καταπεσόντι τὸ πτῶμα.

Μὴ οὖν εὐθέως εἰς ἀκρότητα ἀσκήσεως ἐκτείνῃς σεαυτόν· μάλιστα μηδὲ θαρρήσῃς σεαυτῷ, ἵνα μὴ ἐξ ἀπειρίας ἀφ᾽ ὕψους τῆς ἀσκήσεως πέσῃς. Κρεῖσσον γὰρ ἡ κατ᾽ ὀλίγον προκοπή. Κατὰ μικρὸν οὖν κλέπτε τὰς ἡδονὰς τοῦ βίου ἐξαφανίζων σεαυτοῦ πᾶσαν συνήθειαν, μήποτε ἀθρόως πάσας ὁμοῦ ἐρεθίσας τὰς ἡδονὰς ὄχλον πειρασμῶν σεαυτῷ ἐπαγάγῃς. Ἡνίκα δ᾽ ἂν τοῦ ἑνὸς πάθους τῆς ἡδονῆς κατὰ κράτος περιγένῃ, πρὸς τὴν ἑτέραν ἡδονὴν παράταξαι καὶ οὕτω πασῶν τῶν ἡδονῶν εὐκαίρως περιγενήσῃ. Ἡδονῆς γὰρ ὄνομα μὲν ἕν, πράγματα δὲ διάφορα. Τοίνυν, ἀδελφέ, ἔσο πρῶτον μὲν ὑπομονητικὸς πρὸς πάντα πειρασμόν. Πειρασμοῖς δὲ ποταποῖς δοκιμάζεται ὁ πιστός, ζημίαις κοσμικαῖς, ἐγκλήμασι, καταψεύσμασιν, ἀπειθείαις, καταλαλιαῖς, διωγμοῖς; Εἰς ταῦτα καὶ τὰ τοιαῦτα δοκιμάζεται ὁ πιστός.

Ἔπειτα δὲ καὶ ἡσύχιος ἔσο, μὴ προπετὴς ἐν λόγῳ, μὴ ἐριστικός, μὴ φιλόνεικος, μὴ κενόδοξος, μὴ ἐξηγητικός, ἀλλὰ φιλόπιστος· μὴ ἐν λόγῳ πολύς, ἕτοιμος δὲ ἴσθι ἀεί, μὴ πρὸς διδασκαλίαν. ἀλλὰ πρὸς μάθησιν. Μὴ περιεργάζου βίους κοσμικοὺς ὅθεν οὐδέν σοι προσγίνεται ὄφελος.

Φησὶ γάρ· «Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων». Ὁ γὰρ ἡδέως λαλῶν τὰ τῶν ἁμαρτωλῶν ἑτοίμως καθ᾽ ἑαυτοῦ ἐξυπνίζει τὰς ἡδονάς. Μᾶλλον δὲ πολυπραγμόνει τὸν τῶν δικαίων βίον· οὕτω γὰρ ἂν εὑρήσεις ἑαυτῷ ὄφελος. Μὴ ἔσο φιλενδείκτης περιάγων τὰς κώμας ἢ τὰς οἰκίας, φεῦγε δὲ ταύτας ὡς ψυχῶν παγίδας.

Εἰ δέ τις διὰ πολλὴν εὐλάβειαν προτρέπεταί σε εἰς τὸν ἑαυτοῦ οἶκον πολλῶν προφάσεων ἕνεκα, μανθανέτω ὁ τοιοῦτος ἀκολουθεῖν τῇ πίστει τοῦ ἑκατοντάρχου ὅς, τοῦ Ἰησοῦ θεραπείας χάριν πρὸς αὐτὸν ἐπειγομένου, παρῃτήσατο λέγων· «Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγον καὶ ἰαθήσεται ὁ παῖς μου.» Τοῦ δὲ Ἰησοῦ εἰπόντος αὐτῷ· «Ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι», ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ἡ τοῦ Χριστοῦ παρουσία, ἀλλ᾽ ἡ πίστις τοῦ αἰτοῦντος ἠλευθέρωσε τὸν κάμνοντα. Οὕτω καὶ νῦν, σοῦ εὐχομένου ἐν ᾧ ᾖς τόπῳ καὶ τοῦ κάμνοντος πιστεύοντος ὅτι ταῖς σαῖς εὐχαῖς βοηθηθήσεται, ἀποβήσεται αὐτῷ πάντα καταθυμίως.

Πλέον δὲ τοῦ Κυρίου τοὺς οἰκείους σου μὴ ἀγαπήσεις. «Ὁ γὰρ ἀγαπῶν, φησί, πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος.» Τί δὲ βούλεται ἡ τοῦ Κυρίου ἐντολή; «Εἴ τις, φησίν, οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, οὐ δύναταί μου εἶναι μαθητής.» Εἰ συναπέθανες τῷ Χριστῷ ἀπὸ τῶν συγγενῶν σου τῶν κατὰ σάρκα τί πάλιν ἐν αὐτοῖς ἀναστρέφεσθαι θέλεις; Εἰ δὲ ἃ κατέλυσας διὰ Χριστὸν πάλιν ταῦτα οἰκοδομεῖς διὰ τοὺς συγγενεῖς σου, παραβάτην σεαυτὸν καθιστᾷς. Μὴ οὖν διὰ χρέος τῶν συγγενῶν σου ἀναχωρήσῃς τοῦ τόπου σου· ἀναχωρῶν γὰρ ἐκ τοῦ τόπου σου ἴσως ἀναχωρήσεις ἐκ τοῦ τρόπου σου. Μὴ ἔσο ὀχλοχαρής, μὴ φιλόχωρος, μὴ φιλοπολίτης, ἀλλὰ φιλέρημος, ἐφ᾽ ἑαυτῷ μένων ἀεὶ ἀμετεωρίστως τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἔργον ἡγούμενος. Μηδὲ τῶν ἀναγνωσμάτων κατολιγωρήσῃς, μάλιστα τῆς νέας Διαθήκης, διὰ τὸ ἐκ τῆς παλαιᾶς Διαθήκης πολλάκις βλάβην ἐγγίνεσθαι, καὶ οὐχ ὅτι ἐγράφη βλαβερά, ἀλλ᾽ ὅτι ἡ τῶν βλαπτομένων διάνοια ἀσθενής. Πᾶς γὰρ ἄρτος τρόφιμος, ἀλλὰ τοῖς ἀσθενοῦσιν ἐπιβλαβής. Οὕτως οὖν «πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος», καὶ οὐδὲν κοινὸν δι᾽ αὐτῆς, εἰ μὴ τῷ λογιζομένῳ κοινὸν εἶναι ἐκείνῳ κοινόν. «Πάντα δὲ δοκίμαζε, τὸ καλὸν κάτεχε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχου.» «Πάντα γὰρ ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει.»

Ἔσο οὖν τοῖς συντυγχάνουσί σοι ἐν πᾶσιν ἀπρόσκοπος, προσχαρής, φιλάδελφος, ἡδύς, ταπεινόφρων, μὴ ἐκπίπτων τοῦ σκοποῦ τῆς φιλοξενίας διὰ βρωμάτων πολυτελείας, ἀρκούμενος δὲ τοῖς παροῦσι, τῆς καθημερινῆς χρείας τοῦ μονήρους βίου μηδὲν πλέον ἀπό τινος λάβῃς· καὶ μάλιστα φύγε τὸν χρυσὸν ὡς ψυχῆς ἐπίβουλον καὶ ἁμαρτίας πατέρα, ὑπουργὸν δὲ τοῦ διαβόλου. Μὴ προφάσει τῆς εἰς τοὺς πένητας διακονίας σεαυτὸν ὑπόδικον φιλοχρηματίας καταστήσῃς. Εἰ δέ τις πτωχῶν ἕνεκα κομίσει σοι χρήματα, γνῶς δέ τινας λειπομένους, αὐτῷ ἐκείνῳ ᾧ ὑπάρχει τὰ χρήματα ἀποκομίσαι τοῖς ὑστερουμένοις ἀδελφοῖς συμβούλευσον, μήποτε μολύνῃ σου τὴν συνείδησιν ἡ τῶν χρημάτων ὑποδοχή.

Τὰς ἡδονὰς φεῦγε, τὴν ἐγκράτειαν δίωκε, καὶ τὸ μὲν σῶμα τοῖς πόνοις ἄσκει, τὴν δὲ ψυχὴν τοῖς πειρασμοῖς ἔθιζε. Τὴν σώματος καὶ ψυχῆς ἀνάλυσιν ἀπαλλαγὴν παντὸς κακοῦ τιθέμενος ἐκδέχου τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν ἧς πάντες οἱ ἅγιοι μέτοχοι γεγόνασι. Σὺ δὲ ἀδιαλείπτως ζυγοστατῶν ἀντιπαρατίθεσο τῇ διαβολικῇ ἐννοίᾳ τὸν εὐσεβῆ λογισμόν, ὥσπερ ἐπὶ τρυτάνης τῇ ῥοπῇ τῆς πλάστιγγος τούτῳ παραχωρῶν. Καὶ μάλιστα ὅταν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια λέγῃ· «Τί σοι τὸ ὄφελος τῆς ἐν τῷ τόπῳ τούτῳ διαγωγῆς; Τί σοι τὸ κέρδος τῆς ἀναχωρήσεως τῆς ἀπὸ τῶν ἀνθρώπων συνηθείας; Ἢ οὐκ ἔγνως τοὺς παρὰ τοῦ Θεοῦ τεταγμένους ἐπισκόπους τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν τοῖς ἀνδράσι συνήθως συνδιαζῶντας καὶ τὰς πνευματικὰς ἀδιαλείπτως ἐπιτελοῦντας πανηγύρεις ἐν αἷς μάλιστά που τοῖς παραγενομένοις γίνεται ὄφελος;

Ἐκεῖ γὰρ ἀποκαλύψεις παροιμιακῶν αἰνιγμάτων, λύσεις ἀποστολικῶν διδαγμάτων, εὐαγγελικῶν νοημάτων ἔκθεσις, θεολογίας ἀκρόασις, ἀδελφῶν πνευματικῶν συντυχίαι μεγάλην τοῖς ἐντυγχάνουσιν ἐκ τῆς θέας τοῦ προσώπου τὴν ὠφέλειαν παρεχόντων. Σὺ δὲ τοσούτων ἀγαθῶν ἀλλότριον σεαυτὸν καταστήσας κάθησαι ἐνθάδε ἐξηγριωμένος ἴσως τοῖς θηρσίν. Ὁρᾷς γὰρ ἐνταῦθα ἠρεμίαν πολλήν, ἀπανθρωπίαν οὐκ ὀλίγην, ἀπορίαν διδασκαλίας, ἀδελφῶν ἀλλοτρίωσιν καὶ τὸ πνεῦμα περὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἀργίαν ἔχον πολλήν.» Ὅταν οὖν τοιαύταις καὶ τοσαύταις εὐλογοφανέσι προφάσεσιν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια καταρρῆξαί σε θέλῃ, ἀντιπαράθες αὐτῇ διὰ τοῦ εὐσεβοῦς λογισμοῦ τὴν πεῖραν τοῦ πράγματος λέγων· «Ἐπειδὴ σὺ λέγεις μοι καλὰ τὰ ἐν τῷ κόσμῳ εἶναι, διὰ τοῦτο ἐγὼ ἐνταῦθα μετῴκησα ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν. Παραμέμικται γὰρ τοῖς τοῦ κόσμου καλοῖς τὰ κακά, καὶ μᾶλλον ὑπεραίρει τὰ κακά. Παραγενόμενος γάρ ποτε ἐν ταῖς πνευματικαῖς πανηγύρεσιν ἑνὶ μὲν ἀδελφῷ μόλις ποτὲ περιέτυχον, τὸ μὲν δοκεῖν, φοβουμένῳ τὸν Κύριον, κρατουμένῳ δὲ ὑπὸ τοῦ διαβόλου, καὶ ἤκουσα παρ᾽ αὐτοῦ λόγους κομψοὺς καὶ μύθους πεπλασμένους εἰς ἀπάτην τῶν ἐντυγχανόντων. Πολλοῖς δὲ μετ᾽ αὐτὸν συνέτυχον κλέπταις, ἅρπαξι, τυράννοις. Εἶδον μεθυόντων σχῆμα ἄσχημον, τὰ αἵματα τῶν καταπονουμένων.

Εἶδον δὲ καὶ κάλλος γυναικῶν βασανίζον μου τὴν σωφροσύνην. Καὶ τὸ μὲν τῆς πορνείας ἔργον διέφυγον, τὴν δὲ ἐμαυτοῦ παρθενίαν ἐμόλυνα κατὰ διάνοιαν καρδίας. Καὶ πολλῶν μὲν ἀκήκοα λόγων ψυχωφελῶν· πλὴν παρ᾽ οὐδενὶ τῶν διδασκάλων εὗρον ἀξίαν τῶν λόγων τὴν ἀρετήν. Μετὰ δὲ τοῦτο πάλιν μυρίων ἤκουσα τραγῳδημάτων μέλεσι τεθρυμμένοις ἐνδεδυμένων. Πάλιν ἀκήκοα κιθάρας ἡδὺ ἠχούσης, τῶν κρότων τῶν ἁλλομένων, τῆς φωνῆς τῶν γελοιαστῶν, μωρίας πολλῆς καὶ εὐτραπελίας, ὄχλου ἀμυθήτου βοῆς. Εἶδον τὰ δάκρυα τῶν συληθέντων, τὰς ὀδύνας τῶν ἀπαγομένων ὑπὸ τῆς τυραννίδος, τὴν οἰμωγὴν τῶν βασανιζομένων. Καὶ εἶδον, καὶ ἰδοὺ οὐκ ἦν πανήγυρις πνευματική, ἀλλὰ θάλασσα ἀνεμιζομένη καὶ ταραττομένη πάντας ὁμοῦ τοῖς αὐτῆς κύμασι καλύψαι σπουδάζουσα.

Λέγε μοι, ὦ κακὴ ἔννοια, καὶ ὁ τῆς προσκαίρου ἡδυπαθείας τε καὶ κενοδοξίας δαίμων, τί μοι τὸ ὄφελος τῆς τούτων θεωρίας τε καὶ ἀκροάσεως, μηδενὶ τῶν ἀδικουμένων βοηθῆσαι ἰσχύοντι, μήτε δὲ τοῖς ἀδυνάτοις ἐπαμῦναι, μήτε τοὺς σφαλλομένους διορθώσασθαι συγχωρουμένῳ, τάχα δὲ μέλλοντι καὶ ἐμαυτὸν προσαπολλύειν; Ὥσπερ γὰρ ὀλίγον ὕδωρ καθαρὸν ὑπὸ πολλῆς ζάλης ἀνέμου καὶ κονιορτοῦ ἀφανίζεται, οὕτως ἃ νομίζομεν καλὰ ἐν τῷ βίῳ ποιεῖν ὑπὸ τοῦ πλήθους τῶν κακῶν καλύπτεται. Αἱ μὲν γὰρ τραγῳδίαι ὥσπερ σκόλοπες τοῖς κατὰ τὸν βίον δι᾽ εὐθυμίας καὶ χαρᾶς ἐν ταῖς καρδίαις αὐτῶν ἐμπήσσονται, ἵνα τῆς ψαλμῳδίας ἐπισκοτίσῃ τὸ καθαρόν. Αἱ δὲ οἰμωγαὶ καὶ ὁ ὀδυρμὸς τῶν ἀδικουμένων ἀνθρώπων παρὰ τῶν ὁμοφύλων ἐπάγονται, ἵνα δειχθῇ τῶν πενήτων ἡ ὑπομονή.

Τίς οὖν ὠφέλεια ἐμοὶ ἢ δηλονότι τῆς ψυχῆς ἡ βλάβη; Διὰ τοῦτο οὖν ἐγὼ μεταναστεύω ἐπὶ τὰ ὄρη ὡς στρουθίον. Ὡς στρουθίον γὰρ ἐρρύσθην ἐκ τῆς παγίδος τῶν θηρευόντων. Καὶ γὰρ ἐν ταύτῃ τῇ ἐρήμῳ διάγω, ὦ κακὴ ἔννοια, ἐν ᾗ ὁ Κύριος διέτριβεν. Ἐνταῦθα ἡ δρῦς ἡ Μαμβρή, ἐνταῦθα ἡ οὐρανοφόρος κλίμαξ καὶ αἱ τῶν ἀγγέλων παρεμβολαὶ αἱ τῷ Ἰακὼβ ὀφθεῖσαι, ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ λαὸς ἁγνισθεὶς ἐνομοθετήθη καὶ οὕτως εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθὼν εἶδε Θεόν. Ἐνταῦθα τὸ ὄρος τὸ Καρμήλιον ἐν ᾧ Ἠλίας αὐλιζόμενος τῷ Θεῷ εὐηρέστησεν. Ἐνταῦθα τὸ πεδίον ἐν ᾧ ἀναχωρήσας Ἔσδρας πάσας τὰς θεοπνεύστους βίβλους προστάγματι Θεοῦ ἐξηρεύξατο. Ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ μακάριος Ἰωάννης ἀκριδοφαγῶν μετάνοιαν τοῖς ἀνθρώποις ἐκήρυξεν. Ἐνταῦθα τὸ ὄρος τῶν ἐλαιῶν εἰς ὃ ὁ Χριστὸς ἀνερχόμενος προσηύχετο ἡμᾶς διδάσκων προσεύχεσθαι.

Ἐνταῦθα ὁ Χριστὸς ὁ τῆς ἐρήμου φίλος. Φησὶ γάρ· »Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Ἐνταῦθα ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ἐνταῦθα διδάσκαλοι καὶ προφῆται, οἱ ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ἐνταῦθα ἀπόστολοι καὶ εὐαγγελισταὶ καὶ ὁ τῶν μοναχῶν ἐρημοπολίτης βίος. Ταῦτα τοίνυν ἑκουσίως καταδέδεγμαι, ἵνα λάβω ἅπερ τοῖς μάρτυσι τοῦ Χριστοῦ καὶ τοῖς ἄλλοις πᾶσιν ἁγίοις ἐπήγγελται, ἵνα ἀψευδῶς λέγω· «Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.» Ἔγνων γὰρ τὸν μὲν θεοφιλῆ Ἀβραὰμ τῇ τοῦ Θεοῦ φωνῇ πειθόμενον καὶ εἰς τὴν ἔρημον μετοικοῦντα, καὶ Ἰσαὰκ καταδυναστευόμενον, καὶ Ἰακὼβ τὸν πατριάρχην ξενιτεύοντα, Ἰωσὴφ τὸν σώφρονα διαπιπρασκόμενον, τοὺς τῆς ἐγκρατείας εὑρετὰς τρεῖς παῖδας πυρομαχοῦντας, Δανιὴλ δεύτερον εἰς λάκκον λεόντων παραβαλλόμενον, τὸν παρρησιαστὴν Ἱερεμίαν εἰς λάκκον βορβόρου καταδικαζόμενον, Ἡσαίαν τὸν τῶν ἀποκρύφων θεατὴν πριζόμενον, τὸν Ἰσραὴλ αἰχμαλωτιζόμενον, Ἰωάννην τὸν τῆς μοιχείας ἔλεγχον ἀποτεμνόμενον, ἀναιρουμένους τοὺς Χριστοῦ μάρτυρας. Καὶ ἵνα τί μακρολογῶ, ὅπου γε καὶ αὐτὸς ὁ Σωτὴρ ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἵνα τῷ ἑαυτοῦ θανάτῳ ἡμᾶς ζωοποιήσῃ καὶ πάντας ἡμᾶς πρὸς τὴν ὑπομονὴν ἀλείψῃ καὶ ἑλκύσῃ;

Πρὸς τοῦτον ἐπείγομαι καὶ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Γνήσιος εὑρεθῆναι ἀγωνίζομαι, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν. Πλὴν ἀλλ᾽ οὐδὲ ἐγὼ διὰ τὸν κόσμον, ἀλλ᾽ ὁ κόσμος δι᾽ ἐμέ.» Ταῦτα οὖν ἐν ἑαυτῷ ἐπιλογιζόμενος καὶ τελῶν αὐτὰ σπουδαίως κατὰ τὸ εἰρημένον σοι, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας ἕως θανάτου. Καὶ γὰρ ὁ Χριστὸς ὑπήκοος γέγονε μέχρι θανάτου. Ἀλλὰ καὶ ὁ Ἀπόστολός φησι· «Βλέπετε μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ εἰς τὸ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ ἀλλήλους παρακαλεῖτε καὶ εἷς τὸν ἕνα οἰκοδομεῖτε ἄχρις οὗ τὸ σήμερον λέγεται.» Τὸ γὰρ σήμερον σημαίνει ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν. Οὕτως οὖν πολιτευόμενος, ἀδελφέ, καὶ σεαυτὸν σώσεις καὶ ἡμᾶς εὐφρανεῖς καὶ τὸν Θεὸν δοξάσεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΝΟΥΘΕΣΙΑ ΠΡΟΣ ΤΟΥΣ ΝΕΟΥΣ Μάθε σὺ ὁ μονάζων καὶ πιστὸς ἄνθρωπος καὶ τῆς εὐσεβείας ἐργάτης, καὶ διδάχθητι εὐαγγελικὴν πολιτείαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. Ἀγγαρευόμενος, προστίθει διὰ τὸν Κύριον· ἀποστερούμενος, μὴ δικάζου· μισούμενος, ἀγάπα· διωκόμενος, ἀνέχου· βλασφημούμενος, παρακάλει.

Νεκρώθητι τῇ ἁμαρτίᾳ, σταυρώθητι τῷ Θεῷ· ὅλην τὴν μέριμναν μετάθες ἐπὶ τὸν Κύριον, ἵνα εὑρεθῇς ὅπου ἀγγέλων μυριάδες, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκείνοις σεαυτὸν τοῖς δικαίοις ἐπιθύμησον συναριθμηθῆναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΠΡΟΣ ΜΟΝΑΧΟΝ ΕΚΠΕΣΟΝΤΑ Χαίρειν οὐ λέγομεν, ὅτι οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. Ἔτι γὰρ ἀπιστία με περιέχει καὶ οὐκ ἐπέρχεταί μου εἰς τὴν καρδίαν τὸ τηλικοῦτον ἀτόπημα καὶ τὸ ἐπιχείρημα τὸ μέγα ὃ ἔπραξας, εἴ γε κατὰ τὸ φαινόμενον ἤδη πᾶσιν οὕτως ἔχει. Θαυμάζω γὰρ πῶς ἡ τοσαύτη σοφία κατεπόθη, πῶς ἡ τοσαύτη ἀκρίβεια διελύθη, πόθεν ἡ τοσαύτη τύφλωσις περιεχέθη, πῶς μηδὲν τὸ σύνολον ἐννοήσας τοιαύτην καὶ τοσαύτην ἀπώλειαν ψυχῶν εἰργάσω. Εἰ γὰρ ἀληθὲς τοῦτο, παραδέδωκας καὶ τὴν σαυτοῦ ψυχὴν τῷ βυθῷ καὶ πάντων τῶν ἀκουόντων τὴν ἀσέβειαν ταύτην τὸν τόνον παρέλυσας. Τὴν πίστιν ἠθέτησας, τοῦ ἀγῶνος τοῦ καλοῦ ἠστόχησας. Διὸ ἀλγῶ ἐπὶ σοί. Ποῖος γὰρ ἱερεὺς ἀκούων οὐ θρηνήσει; Ποῖος ἐκκλησιαστικὸς οὐ κόπτεται; Ποῖος λαϊκὸς οὐ σκυθρωπάζει; Ποῖος ἀσκητὴς οὐ πενθεῖ; Τάχα καὶ ὁ ἥλιος ἐσκότασεν ἐπὶ τῷ σῷ πτώματι καὶ αἱ δυνάμεις τῶν οὐρανῶν ἐσαλεύθησαν ἐπὶ τῇ σῇ ἀπωλείᾳ. Ἐδάκρυσαν καὶ οἱ ἀναίσθητοι λίθοι ἐπὶ τῇ σῇ μανίᾳ, ἔκλαυσαν δὲ καὶ οἱ ἐχθροὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀνομίας σου. Ὢ πολλῆς πωρώσεως, ὢ δεινῆς ὠμότητος. Οὐ Θεὸν ἐφοβήθης, οὐκ ἀνθρώπους ᾐδέσθης, οὐ φίλους ἐνετράπης, ἀλλ᾽ ὁμοῦ πάντα ἐναυάγησας, ὁμοῦ πάντα ἐσυλήθης. Διὸ πάλιν ἀλγῶ ἐπὶ σοί, ἄθλιε. Ὁ τῆς βασιλείας πᾶσι τὸν τόνον ἀπαγγέλλων, τῆς βασιλείας ἐξέπεσες.

Ὁ τῆς διδασκαλίας τὸν φόβον πᾶσιν ἐμποιῶν, οὐκ ἔσχες φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν σου. Ὁ ἁγιωσύνην κηρύσσων, ἐναγὴς εὑρίσκῃ. Ὁ ἐπὶ ἀκτημοσύνῃ σεμνυνόμενος, συλοχρηματῶν ἐφευρίσκῃ. Ὁ τὴν τοῦ Θεοῦ κόλασιν ἐπιδεικνύμενος διὰ τῆς ὑφηγήσεως, αὐτὸς κόλασιν σεαυτῷ προεξένησας. Πῶς σε θρηνήσω; Πῶς ἀλγήσω ἐπὶ σοί;

Πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων καὶ συνετρίβη ἐπὶ τῆς γῆς; Παντὸς ἀκούοντος ἠχήσει τὰ ἀμφότερα ὦτα. Πῶς ὁ Ναζιραῖος, ὁ ἐκλάμπων ὑπὲρ χρυσίον, ἐσκότασεν ὑπὲρ ἀσβόλην; Υἱὸς Σιὼν ὁ τίμιος πῶς ἐγένετο σκεῦος ἄχρηστον; Οὗ ἡ μνήμη τῶν θείων Γραφῶν ὑπὸ πάντων ἐλαλεῖτο, σήμερον ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ᾽ ἤχου. Ὁ ὀξύνους ὀξέως ἀπώλετο. Ὁ πολύνους πολύπλοκον ἁμαρτίαν εἰργάσατο. Οἱ γὰρ ὠφελημένοι ὑπὸ τῆς σῆς διδασκαλίας ἐβλάβησαν ὑπὸ τῆς σῆς ἀπωλείας. Οἱ τὰς ἀκοὰς παρατιθέντες ἐπὶ τῇ σῇ ὁμιλίᾳ ἔφραξαν τὰ ὦτα ἐπὶ τῇ σῇ ἀπωλείᾳ. Ἐγὼ δὲ θρηνῶν καὶ σκυθρωπάζων καὶ παρειμένος πάντοθεν καὶ σποδὸν ὡσεὶ ἄρτον ἐσθίων καὶ σάκκον ἐπὶ τῇ πληγῇ μου ἐπιρρίψας τοιαῦτά σοι ἐγκώμια διεξέρχομαι, μᾶλλον δὲ ἐπιταφίους λόγους συντάσσων ἀπαράκλητος καὶ ἀθεράπευτος διατελῶ, ὅτι παράκλησις κέκρυπται ἀπὸ τῶν ὀφθαλμῶν μου καὶ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἔστι γὰρ ἡ πληγή μου ὀδυνηρά. Πόθεν ἰαθήσομαι;

Εἴ τις οὖν ἔτι ἐλπὶς ὑπολείπεταί σοι σωτηρίας, εἴ τις βραχεῖα μνήμη περὶ τὸν Θεόν, εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν, εἴ τις φόβος τῶν τεθησαυρισμένων κολάσεων τοῖς ἀμετανοήτοις, ἀνάνηψον ταχέως, ἐπᾶρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανόν, ἐλθὲ εἰς συναίσθησιν, παῦσαι ἀπὸ τῆς πονηρίας σου, ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην, ἐπανάστα τῷ καταβαλόντι σε. Ἴσχυσον ἐκ γῆς ἐπαναστῆναι.

Μνήσθητι τοῦ ἀγαθοῦ Ποιμένος ὅτι καταδιώκων ἐξελεῖταί σε. Κἂν ᾖ δύο σκέλη ἢ λοβὸς ὠτίου, ἀποπήδησον ἀπὸ τοῦ τραυματίσαντός σε. Μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. Μὴ ἀπελπίσῃς τὴν σωτηρίαν. Ἀνάλαβε τὴν μνήμην τῶν γεγραμμένων, ὅτι ὁ πίπτων ἀνίσταται καὶ ὁ ἀποστρέφων ἐπιστρέφει, ὁ πεπληγὼς θεραπεύεται, ὁ θηριάλωτος περιγίνεται, ὁ ἐξομολογούμενος οὐκ ἀποβάλλεται. Οὐ θέλει γὰρ ὁ Κύριος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονήσῃς.

Καιρὸς ἀνοχῆς ἐστι, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. Ὠλίσθησας; Ἐξεγείρου. Ἥμαρτες; Ἡσύχασον. Μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλὰ ἀποπήδησον. Ὅταν γὰρ ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἔστι γὰρ ἐκ πόνων ὑγεία καὶ ἐξ ἱδρώτων σωτηρία.

Ὅρα οὖν μήποπε συνθήκας βουλόμενός τινων φυλάττειν παραβῇς τὰς πρὸς τὸν Θεὸν συνθήκας ἃς ὡμολόγησας ἐπὶ πολλῶν μαρτύρων. Μὴ οὖν διά τινας λογισμοὺς ἀνθρωπίνους ὀκνήσῃς ἐλθεῖν πρός με. Ἐγὼ γὰρ ἀναλαβὼν τὸν νεκρόν μου θρηνήσω, ἐγὼ θεραπεύσω, ἐγὼ πικρῶς κλαύσομαι ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου.

Πάντες σε δέχονται, πάντες σοι συμπονήσουσι. Μὴ ἀναπέσῃς, μνήσθητι ἡμερῶν ἀρχαίων. Ἔστι σωτηρία, ἔστι διόρθωσις. Θάρσει, μὴ ἀπελπίσῃς. Οὐκ ἔστι νόμος καταδικάζων τὸν χωρὶς οἰκτιρμῶν θάνατον, ἀλλὰ χάρις ὑπερτιθεμένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. Οὔπω ἐκλείσθησαν αἱ θύραι, ἀκούει ὁ νυμφίος, οὐ κυριεύει ἁμαρτία.

Ἀναπάλαισον πάλιν, μὴ κατοκνήσῃς καὶ σεαυτὸν οἰκτείρησον καὶ πάντας ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΡΟΣ ΜΟΝΑΖΟΝΤΑ ΕΚΠΕΣΟΝΤΑ Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. Ἢ γάρ τις τρόπος ἀσυμπαθὴς προκαταρξάμενος εἰς μισανθρωπίας ἔγκλημά με ῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα καὶ πρὸς τὰ πάθη καταμαλακίζεσθαι κακῶς μετατίθησι. Διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, τοσαύτης μοι ἐπὶ σοὶ κεχυμένης αἰσχύνης ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χειλέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. Οἴμοι, τί γράψω ἢ τί λογίσωμαι, ἐν τριόδῳ ἀπειλημμένος ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς ὅτε σε περιέρρει πλοῦτος καὶ τὸ χαμερπὲς δοξάριον;

Φρίττω· ἡνίκα εἵπετό σοι κολάκων πλήθη, καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων, καὶ πῂ μὲν ἀρχοντικοὶ φόβοι διερρίπιζόν σου τὴν τῆς σωτηρίας ὑπόνοιαν, πῂ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε καὶ σκέποντα, παίζοντα κατ᾽ αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περιουσίαν, οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμιλίαν ἀπαρνούμενος. Ὅλος δὲ μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης ἀγροὺς καὶ πόλεις ἐξαμείβων κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑποφεύγων, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἑαυτῷ ἐφαρμόσας τοὺς πολιτικοὺς θορύβους ἐξέκλινας. Σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφύν σου περισφίγγων καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες.

Λαγόνας τε ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνωσας, καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω, ἔνδοθεν δὲ τὰς λαπάρας σικύας δίκην ὑφελκύσας τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι ἐβιάζου, ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχήν, τοῖς τοῦ ὀμφαλοῦ μέρεσιν ἐπεσκίαζες, καί, συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς τὴν γενειάδα ἔμβροχον καθωμάλιζες. Καὶ τί με δεῖ καταλέγειν ἕκαστα; Μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω, ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον, ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι.

Καὶ τούτων τὸ τέλος τί; Μοιχικῆς φήμης διαβολή, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοάς, ἀκμαιοτέρῳ τῷ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. Τίς ἡ τοῦ Γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέλισμα; Ποία πολύπλοκα τοῦ διαβόλου δίκτυα περισφίγξαντά σε τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; Ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων οἴχεται; Ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; Καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξώμεθα, εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας, ὁπότε παρατετηρημένως τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περιττὸν τῷ διαβόλῳ προσνενέμηται; Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα μέχρι τῶν Ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. Κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα, ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. Διέτεμες φρόνημα μοναχῶν, τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν· τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας. Ἔλυσας ὅσον ἐπὶ σοὶ τὸ τοῦ Χριστοῦ καύχημα· «Θαρρεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν τούτου ἄρχοντα.»

Ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας· ὄντως εἰς ἔργον ἤγαγες τὰς Παροιμίας· «Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ.» Ἀλλὰ τί νῦν; Οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφέ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα, οὐκ ἀπεκλείσθη τοῦ καταφευκτηρίου ἡ πόλις. Μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς, μὴ χρήσῃς σεαυτὸν τῷ Ἀνθρωποκτόνῳ.

Οἶδεν ἀνορθοῦν κατερραγμένους ὁ Κύριος. Φεῦγε μὴ μακράν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. Ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν. Ἀνάνευσον εἰς τὴν τοῦ τέλους ἡμέραν, οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν, καὶ γνῶθι πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν, καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃ τὸν τοῦ κόσμου Σωτῆρα· μή σε ἡ φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι «Οὐκ οἶδα ὑμᾶς τίνες ἐστέ.»

ΠΡΟΣ ΠΑΡΘΕΝΟΝ ΕΚΠΕΣΟΥΣΑΝ Νῦν καιρὸς ἐκβοῆσαι τὸ προφητικὸν ἐκεῖνο καὶ εἰπεῖν· «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου;» Εἰ γὰρ καὶ τούτους βαθεῖα περιέχει σιγή, καὶ κεῖνται ἅπαξ κεκαρωμένοι τῷ δεινῷ, καὶ τῷ καιρίῳ τῆς πληγῆς ἀφῃρημένοι καὶ αὐτὴν ἤδη τοῦ πάθους τὴν αἴσθησιν, ἀλλ᾽ οὐχ ἡμᾶς γε παριέναι ἀδακρυτὶ τοσοῦτο πτῶμα χρή. Εἰ γὰρ Ἱερεμίας τοὺς ἐν πολέμῳ τὰ σώματα πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε, τί ἄν τις εἴποι πρὸς τηλικαύτην ψυχῶν συμφοράν; «Οἱ τραυματίαι σου, φησίν, οὐ τραυματίαι ῥομφαίας, καὶ οἱ νεκροί σου οὐ νεκροὶ πολέμου.» Ἀλλὰ τὸ κέντρον τοῦ ὄντως θανάτου, τὴν χαλεπὴν ἁμαρτίαν ὀδύρομαι, καὶ τὰ πεπυρωμένα τοῦ Πονηροῦ βέλη, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα. Ἦ μεγάλα ἂν στενάξειαν οἱ τοῦ Θεοῦ νόμοι, τηλικοῦτον ἄγος ἐπὶ γῆς ἐπιβλέποντες, οἵγε, ἀπαγορεύοντες ἀεὶ καὶ βοῶντες πάλαι μέν· «Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου», διὰ δὲ τῶν ἁγίων Εὐαγγελίων· «Ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ», νῦν δὲ ἐφορῶσιν αὐτὴν ἀδεῶς μοιχευομένην τοῦ Δεσπότου τὴν νύμφην.

Στενάξειε δ᾽ ἂν καὶ αὐτὰ τῶν ἁγίων τὰ πνεύματα· Φινεὲς μὲν ὁ ζηλωτής, ὅτι μὴ καὶ νῦν ἔξεστιν αὐτῷ τὸν σειρομάστην μετὰ χεῖρας λαβόντι σωματικῶς ἐκδικῆσαι τὸ μύσος· ὁ δὲ βαπτιστὴς Ἰωάννης, ὅτι μὴ δύναται καταλιπὼν τὰς ἄνω διατριβάς, καθάπερ τότε τὴν ἔρημον, ἐπὶ τὸν ἔλεγχον τῆς παρανομίας δραμεῖν, καί, εἰ παθεῖν τι δέοι, τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον ἢ τὴν παρρησίαν.

Μᾶλλον δέ, εἴπερ ἡμῖν, κατὰ τὸν μακάριον Ἄβελ, καὶ αὐτὸς ἀποθανὼν ἔτι λαλεῖ καὶ βοᾷ νῦν καὶ κέκραγε μεῖζον ἢ περὶ τῆς Ἡρωδιάδος τότε· «Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν». Καὶ γάρ, εἰ τὸ σῶμα Ἰωάννου, κατὰ τὸ ἀναγκαῖον τῇ φύσει, τὸν θεῖον ὅρον ἐδέξατο καὶ ἡ γλῶσσα σιγᾷ, «Ἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται». Ὁ γάρ, ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο, μέχρι θανάτου τὴν παρρησίαν προαγαγὼν τί ἂν πάθοι τηλικαύτην ἐφορῶν ὕβριν περὶ τὸν ἅγιον τοῦ Κυρίου νυμφῶνα;

Ἀλλὰ σύ, τῆς θείας ἐκείνης κοινωνίας τὸν ζυγὸν ἀπορρήξασα, καὶ τὸν μὲν ἄχραντον τοῦ ἀληθινοῦ Βασιλέως ἀποδρᾶσα νυμφῶνα, πρὸς δὲ τὴν ἄτιμον ταύτην καὶ ἀσεβῆ φθορὰν αἰσχρῶς πεσοῦσα, ἐπεὶ οὐκ ἔχεις πῶς τὴν πικρὰν ταύτην κατηγορίαν ἐκφύγῃς, οὐδέ τίς ἐστί σοι τρόπος οὐδὲ μηχανὴ τὸ δεινὸν συγκαλύψαι, ὁμόσε τῇ τόλμῃ χωρεῖς. Καὶ ἐπειδήπερ ἀσεβής, ἐμπεσὼν εἰς βάθος κακῶν, λοιπὸν καταφρονεῖ, αὐτὰς ἀπαρνῇ τὰς πρὸς τὸν Νυμφίον συνθήκας, οὔτε εἶναι παρθένος, οὔτε ὑποσχέσθαι ποτὲ βοῶσα, ἣ πολλὰ μὲν ἐδέξω, πολλὰ δὲ ἐπεδείξω παρθενίας συνθήματα. Μνήσθητι τῆς καλῆς ὁμολογίας, ἣν ὡμολόγησας ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. Μνήσθητι τῆς σεμνῆς συνοδίας καὶ ἱεροῦ παρθένων χοροῦ καὶ συναγωγῆς Κυρίου καὶ Ἐκκλησίας ὁσίων, καὶ γηραλέας ἐν Χριστῷ μάμμης νεαζούσης ἄρτι καὶ ἀκμαζούσης τὴν ἀρετήν, καὶ μητρὸς ἐν Κυρίῳ πρὸς ἐκείνην ἁμιλλωμένης καὶ ξένοις τισὶ καὶ ἀήθεσι πόνοις καταλύειν φιλονεικούσης τῆς συνηθείας τὸ κράτος, καὶ ἀδελφῆς ὁμοίως τὰ μὲν ἐκείνας μιμουμένης, τὰ δὲ καὶ ὑπερβαίνειν φιλοτιμουμένης, καὶ τοῖς παρθενικοῖς πλεονεκτήμασιν ὑπερακοντιζούσης τὰ προγονικὰ κατορθώματα, καί σε τὴν ἀδελφήν, ὡς ᾤετο, πρὸς τὴν τῶν ἴσων ἅμιλλαν καὶ λόγῳ καὶ βίῳ φιλοπόνως ἐκκαλουμένης.

Μνήσθητι τούτων καὶ ἀγγελικῆς περὶ τὸν Θεὸν μετ᾽ ἐκείνων χορείας καὶ πνευματικῆς ἐν σαρκὶ ζωῆς καὶ οὐρανίου ἐπὶ γῆς πολιτεύματος.

Μνήσθητι ἡμερῶν ἀθορύβων καὶ νυκτῶν πεφωτισμένων καὶ ᾠδῶν πνευματικῶν καὶ ψαλμῳδίας εὐήχου καὶ προσευχῶν ἁγίων καὶ ἁγνῆς κοίτης καὶ ἐγκρατοῦς τραπέζης καὶ παρθενικῆς προόδου. Ποῦ μέν σοι τὸ σεμνὸν ἐκεῖνο σχῆμα, ποῦ δὲ τὸ κόσμιον ἦθος καὶ ἐσθὴς λιτὴ καὶ παρθένῳ πρέπουσα καὶ καλὸν μὲν τὸ ἐξ αἰδοῦς ἐρύθημα, εὐπρεπὴς δὲ ἡ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας ἐπανθοῦσα ὠχρότης καὶ πάσης εὐχροίας χαριέστερον ἐπιλάμπουσα;

Ποσάκις ἐν προσευχαῖς ὑπὲρ τοῦ τηρῆσαι τὴν παρθενίαν ἄσπιλον ἴσως ἐξέχεας δάκρυα; Πόσα δὲ γράμματα πρὸς τοὺς ἁγίους ἐχάραξας, δι᾽ ὧν ἠξίους ὑπερεύχεσθαί σου, οὐχ ἵνα γάμου ἀνθρωπίνου, μᾶλλον δὲ τῆς ἀτίμου ταύτης φθορᾶς ἐπιτύχῃς, ἀλλ᾽ ἵνα τοῦ Κυρίου Ἰησοῦ μὴ ἐκπέσῃς; Πόσα δὲ δῶρα τοῦ Νυμφίου ἐδέξω; Τί δεῖ καὶ λέγειν τὰς δι᾽ Ἐκεῖνον παρὰ τῶν Ἐκείνου τιμάς; Τὰς μετὰ παρθένων συμβιώσεις; Τὰς σὺν ἐκείναις προόδους;

Τὰς παρὰ παρθένων δεξιώσεις; Τὰ ἐπὶ παρθενίᾳ ἐγκώμια; Τὰς παρθενικὰς εὐλογίας; Τὰ ὡς πρὸς παρθένον γράμματα; Ἀλλὰ νῦν ὀλίγην αὔραν δεξαμένη τοῦ ἀερίου πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, πάντων ἐκείνων ἔξαρνος γέγονας, καὶ τὸ τίμιον ἐκεῖνο καὶ περιμάχητον κτῆμα βραχείας ἡδονῆς ἀντικατηλλάξω, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις.

Ἐπὶ τούτοις τίς οὐκ ἂν πενθήσας εἴποι· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών;» Πῶς δὲ οὐκ ἂν αὐτὸς ὁ Κύριος ἀποφθέγξαιτο πρός τινα τῶν νῦν ἐν πνεύματι Ἱερεμίου περιπατούντων· «Εἶδες ἃ ἐποίησέ μοι ἡ παρθένος τοῦ Ἰσραήλ; Ἐγὼ ἐμνηστευσάμην αὐτὴν ἐμαυτῷ ἐν πίστει καὶ ἀφθαρσίᾳ, ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὼς διὰ Ὠσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγειλάμην.

Αὐτὴ δὲ ἠγαπήκει ἀλλοτρίους καί, ζῶντος ἐμοῦ τοῦ ἀνδρός, μοιχαλὶς χρηματίζει καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ.» Τί δὲ ἄρα ὁ νυμφαγωγός, ὁ θεῖος καὶ μακάριος Παῦλος, ὅ τε ἀρχαῖος ἐκεῖνος καὶ ὁ νέος οὗτος, ὑφ᾽ ᾧ μεσίτῃ καὶ διδασκάλῳ τὸν μητρῷον οἶκον καταλιποῦσα τῷ Κυρίῳ συνήφθης; Ἆρα οὐκ ἂν εἴποι τῷ τοσούτῳ κακῷ περιπαθήσας ἑκάτερος· «Φόβος γὰρ ὃν ἐφοβούμην ἦλθέ μοι καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι· ἐγὼ μὲν γάρ σε ἡρμοσάμην ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ»;

Καὶ ἐφοβούμην ἀεὶ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ ποτε τὰ νοήματά σου. Διά τοι τοῦτο μυρίαις μὲν ἐπῳδαῖς ἐπειρώμην ἀεὶ καταστέλλειν τῶν παθῶν τὸν τάραχον, μυρίαις δὲ φυλακαῖς συντηρεῖν τοῦ Κυρίου τὴν νύμφην, καὶ τὸν βίον ἀεὶ τῆς ἀγάμου διεξῄειν, ὅτι δὴ μόνη ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵν᾽ ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι· καὶ τὸ ἀξίωμα τῆς παρθενίας ὑφηγούμην, καί, ναόν σε Θεοῦ προσαγορεύων, οἱονεὶ πτερὸν ἐδίδουν τῇ προθυμίᾳ πρὸς Ἰησοῦν ἀνακουφίζων, καὶ τῷ φόβῳ τοῦ δεινοῦ πρὸς τὸ μὴ πεσεῖν ἐβοήθουν λέγων· «Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός.» Καὶ δὴ καὶ τὴν ἐκ τῶν εὐχῶν προσετίθουν ἀσφάλειαν, εἴ πως ὁλόκληρόν σοι τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τηρηθείη. Ἀλλὰ γὰρ εἰκῆ ταῦτα πάντα κεκοπίακα εἰς σέ, καί μοι πικρὸν ἐξέβη τῶν γλυκέων ἐκείνων πόνων τὸ πέρας, καὶ στένειν ἀνάγκη πάλιν ἐφ᾽ ᾗ ἔδει με χαίρειν. Ἰδοὺ γὰρ ἠπάτησαι μὲν ὑπὸ τοῦ ὄφεως τῆς Εὔας πικρότερον. Ἔφθαρται δέ σοι οὐ τὰ νοήματα μόνον, ἀλλὰ γὰρ σὺν ἐκείνοις καὶ αὐτὸ τὸ σῶμα· καὶ τὸ φρικῶδες ἐκεῖνο, ὃ καὶ εἰπεῖν ὀκνῶ καὶ σιωπᾶν οὐ δύναμαι (ἔστι γὰρ ὡς πῦρ καιόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν), ἄρασα τὰ μέλη τοῦ Χριστοῦ πεποίηκας πόρνης μέλη.

Τοῦτο μόνον ἐν πᾶσι κακὸν ἀσύγκριτον, τοῦτο καινὸν ἐν βίῳ τὸ τόλμημα. «Ὅτι διέλθετε, φησί, νήσους Χεττιεὶμ καὶ ἴδετε· καὶ εἰς Κηδὰρ ἀποστείλατε καὶ νοήσατε σφόδρα εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί.» Ἡ δὲ παρθένος ἠλλάξατο τὴν δόξαν ἐν τῇ αἰσχύνῃ αὐτῆς.

Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. Λέγει πάντως καὶ νῦν ὁ Κύριος ὅτι «Δύο καὶ πονηρὰ ἐποίησεν ἡ παρθένος· ἐμὲ ἐγκατέλιπε τὸν ἀληθινὸν ἁγίων ψυχῶν ἅγιον νυμφίον, καὶ ἀπέδρα πρὸς ἀσεβῆ καὶ παράνομον ψυχῆς ὁμοῦ καὶ σώματος φθορέα. Ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτῆς καὶ παρέστησε τὰ μέλη αὐτῆς δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ. Ἐμοῦ ἐπελάθετο καὶ ὀπίσω τοῦ ἐραστοῦ αὐτῆς ἐπορεύετο.» Συνέφερεν αὐτῷ εἰ μύλος ὀνικὸς περιέκειτο περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπτο εἰς τὴν θάλασσαν, ἢ ὅτι ἐσκανδάλισε τὴν παρθένον Κυρίου. Τίς δοῦλος αὐθάδης εἰς τοσοῦτον ἐμάνη ὡς δεσποτικῇ κοίτῃ ἑαυτὸν ἐπιρρῖψαι;

Ποῖος λῃστὴς ἐπὶ τοσοῦτον ἀπονοίας προήχθη ὡς αὐτῶν ἐφάψασθαι τῶν τοῦ Θεοῦ ἀναθημάτων, οὐ σκευῶν ἀψύχων, ἀλλὰ σωμάτων ζώντων καὶ ψυχὴν ἔνοικον ἐχόντων κατ᾽ εἰκόνα Θεοῦ πεποιημένην; Τίς ἀπ᾽ αἰῶνος ἠκούσθη ἐν μέσῃ πόλει καὶ σταθερᾷ μεσημβρίᾳ εἰκόνι βασιλικῇ χοίρων μορφὰς ἀκαθάρτων ἐπιγράψαι τολμήσας; Ἀθετήσας τις γάμον ἀνθρώπου, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει. Πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὴν αὐτῷ καθομολογηθεῖσαν νύμφην νοθεύσας καὶ τὸ πνεῦμα τῆς παρθενίας ἐνυβρίσας; Ἀλλ᾽ ἐβούλετο, φησίν, ἐκείνη, καὶ οὐκ ἄκουσαν ἐβιασάμην. Καὶ γὰρ ἡ δέσποινα ἡ ἄσωτος αὐτὴ τῷ καλῷ Ἰωσὴφ ἐπεμάνη, ἀλλ᾽ οὐκ ἐνίκησε τὴν ἀρετὴν τοῦ σώφρονος ἡ μανία τῆς ἀκολάστου, οὐδέ, χερσὶν αὐτῆς βιαζομένης, πρὸς τὴν παρανομίαν ἐκεῖνος ἐβιάσθη.

Ἀλλ᾽ ἐκέκριτο ἐκείνῃ τοῦτο, φησίν, καὶ οὐκέτι ἦν παρθένος· καί, εἰ ἐγὼ μὴ ἐβουλόμην, πρὸς ἄλλον ἂν ἐφθάρη. Καὶ γὰρ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου, φησίν, ἔδει παραδοθῆναι, ἀλλ᾽ οὐαὶ δι᾽ οὗ παρεδόθη· καὶ τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη, ἀλλ᾽ οὐαὶ δι᾽ οὗ ἔρχεται.

Ἐπὶ τούτοις· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;» Διὰ τί ἀπέστρεψεν ἡ παρθένος ἀποστροφὴν ἀναιδῆ, καίτοι ἀκούσασα Χριστοῦ τοῦ νυμφίου διὰ Ἱερεμίου λέγοντος· «Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε.

Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ, ἢ ἰατρὸς οὐκ ἔστιν; ἐκεῖ Διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;» Ἦ πολλὰ μὲν ἂν εὕροις ἐν τῇ θείᾳ Γραφῇ τοῦ κακοῦ ἀλεξήματα, πολλὰ δὲ ἐξ ἀπωλείας εἰς σωτηρίαν φάρμακα· τὰ περὶ θανάτου καὶ ἀναστάσεως μυστήρια, τὰ περὶ κρίσεως φοβερᾶς καὶ αἰωνίου κολάσεως ῥήματα, τὰ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτημάτων δόγματα, τὰ μυρία ἐκεῖνα τῆς ἐπιστροφῆς ὑποδείγματα· τὴν δραχμήν, τὸ πρόβατον, τὸν υἱὸν τὸν καταφαγόντα τὸν βίον μετὰ τῶν πορνῶν, τὸν ἀπολωλότα καὶ εὑρεθέντα, τὸν νεκρὸν καὶ ἀναζήσαντα. Τούτοις χρησώμεθα τοῦ κακοῦ βοηθήμασι, διὰ τούτων τὴν ψυχὴν ἑαυτῶν ἰασώμεθα. Λαβὲ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν (οὐ γὰρ δὴ μόνη σὺ τὸν αἰῶνα βιώσεις) καὶ συνοχὴν καὶ πνιγμὸν καὶ θανάτου ὥραν καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς προμαστιγουμένην καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέφουσαν καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην.

Διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφήν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, «Ἥξει γὰρ καὶ οὐ παρασιωπήσεται»· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη, μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπ᾽ αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.

Μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπ᾽ ὄψιν ἄγει τὴν Κρίσιν. «Ἐθεώρουν, φησίν, ἕως ὅτου θρόνοι ἐτέθησαν καὶ Παλαιὸς ἡμερῶν ἐκαθέζετο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτοῦ.

Κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν», τὰ καλά, τὰ φαῦλα, τὰ φανερά, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ἐνθυμήματα, τὰ πάντα ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. Πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας;

Ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; Ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον καὶ σκώληξ ἀθάνατα κολάζων καὶ πυθμὴν ᾅδου σκοτεινὸς καὶ φρικώδης καὶ οἰμωγαὶ πικραὶ καὶ ὀλολυγμὸς ἐξαίσιος καὶ κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων καὶ πέρας οὐκ ἔχει τὰ δεινά; Τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια.

Ταῦτα φεύγειν ἔξεστι νῦν. Ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν μηδὲ ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι. «Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ.» Ἡμᾶς ἐπὶ μετάνοιαν καλῶν ὁ Λόγος βοᾷ καὶ κέκραγεν.

Ἔστιν ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. Κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλ᾽ εὖ ἴσθι ὅτι πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῶν μετανοούντων. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. Οὐ ψεύδεται εἰπών· «Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ.» Ἕτοιμός ἐστιν ὁ μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος. Ἐκείνου ῥήματά ἐστιν, ἐκεῖνο τὸ γλυκὺ καὶ σωτήριον στόμα εἶπεν· «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, εἰς μετάνοιαν». Βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς καὶ δεῖξαί σοι φῶς ἀπὸ σκότους.

Σὲ ζητεῖ ὁ Ποιμὴν ὁ καλός, καταλιπὼν τὰ μὴ πεπλανημένα. Ἐὰν ἐπιδῷς σεαυτήν, οὐκ ὀκνήσει οὐδ᾽ ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ Πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον.

Μόνον ἀνάλυσον, καί, ἔτι σου μακρὰν οὔσης, προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὴν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένην. Καὶ στολὴν ἐνδύσει, τὴν πρώτην, ψυχὴν ἀπεκδυσαμένην τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ πράξεσι, καὶ περιθήσει δακτύλιον χερσὶν ἀποπλυναμέναις τοῦ θανάτου τὸ αἷμα, καὶ ὑποδήσει πόδας ἀποστρέψαντας ἀπὸ ὁδοῦ κακῆς πρὸς τὸν δρόμον τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Καὶ εὐφροσύνης καὶ χαρᾶς ἡμέραν καταγγελεῖ τοῖς ἰδίοις καὶ ἀγγέλοις καὶ ἀνθρώποις, καὶ παντὶ τρόπῳ τὴν σὴν ἑορτάσει σωτηρίαν. «Ἀμὴν γὰρ λέγω, φησίν, ὑμῖν ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» Κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων ὅτι ταχὺ προσελήφθης, αὐτὸς ὁ ἀγαθὸς Πατὴρ ὑπὲρ σοῦ ἀπολογήσεται λέγων· «Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι αὕτη ἡ θυγάτηρ μου νεκρὰ ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλυῖα καὶ εὑρέθη».