Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Επιστολές περί Εκκλησιαστικής Ενότητας και της Ορθοδόξου Πίστεως
Παρεμβάσεις για την προστασία των Εκκλησιών, την ορθή ερμηνεία του ομοουσίου και τη διαφύλαξη της πίστεως της Νικαίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές περί Εκκλησιαστικής Ενότητας και της Ορθοδόξου Πίστεως
Παρεμβάσεις για την προστασία των Εκκλησιών, την ορθή ερμηνεία του ομοουσίου και τη διαφύλαξη της πίστεως της Νικαίας.
ΓΡΗΓΟΡΙῼ ΕΤΑΙΡῼ «Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς;» ἢ πῶς ἀνακαινισθῇ μου τὸ γῆρας, ὥστε με δυνηθῆναι διαβῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ τόν τε πόθον ὃν ἔχω ἐφ᾽ ὑμῖν ἀναπαῦσαι καὶ τὰ λυπηρὰ τῆς ψυχῆς διηγήσασθαι καὶ δι᾽ ὑμῶν εὑρέσθαι τινὰ παραμυθίαν τῶν θλίψεων; Ἐπὶ γὰρ τῇ κοιμήσει τοῦ μακαρίου Εὐσεβίου τοῦ ἐπισκόπου φόβος ἡμᾶς κατέλαβεν οὐ μικρὸς μή ποτε οἵ ποτε ἐφεδρεύοντες τῇ Ἐκκλησίᾳ τῆς μητροπόλεως ἡμῶν καὶ βουλόμενοι αὐτὴν αἱρετικῶν ζιζανίων πληρῶσαι, καιροῦ νῦν λαβόμενοι, τὴν πολλῷ καμάτῳ κατασπαρεῖσαν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐσέβειαν ταῖς παρ᾽ ἑαυτῶν πονηραῖς διδασκαλίαις ἐκριζώσωσι καὶ ταύτης τὴν ἑνότητα κατατέμωσιν, ὅπερ καὶ ἐπὶ πολλῶν Ἐκκλησιῶν πεποιήκασιν.
Ἐπειδὴ δὲ καὶ γράμματα πρὸς ἡμᾶς ἀφίκετο τοῦ κλήρου παρακαλοῦντα μὴ παροφθῆναι ἐν καιρῷ τοιούτῳ, περιβλεψάμενος ἐν κύκλῳ ἐμνήσθην τῆς ὑμετέρας ἀγάπης καὶ τῆς ὀρθῆς πίστεως καὶ τοῦ ζήλου ὃν ἔχετε ἀεὶ ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ. Καὶ τούτου ἕνεκεν ἀπέστειλα τὸν ἀγαπητὸν Εὐστάθιον τὸν συνδιάκονον παρακαλέσαι ὑμῶν τὴν σεμνοπρέπειαν καὶ δυσωπῆσαι πᾶσι τοῖς ὑπὲρ τῶν Ἐκκλησιῶν καμάτοις, καὶ τὸν παρόντα ἐπιθεῖναι κἀμοῦ τε τὸ γῆρας τῇ συντυχίᾳ ἀναπαῦσαι καὶ τῇ ὀρθῇ Ἐκκλησίᾳ τὴν περιβόητον εὐσέβειαν διορθώσασθαι δόντας αὐτῇ μεθ᾽ ἡμῶν (εἰ ἄρα καταξιωθείημεν συναντιλαβέσθαι ὑμῖν τοῦ ἀγαθοῦ ἔργου) ποιμένα κατὰ τὸ βούλημα τοῦ Κυρίου, δυνάμενον διευθῦναι τὸν λαὸν αὐτοῦ. Ἔχομεν γὰρ πρὸ ὀφθαλμῶν ἄνδρα ὃν οὐδὲ αὐτοὶ ἀγνοεῖτε· οὗ εἰ καταξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παρρησίαν πρὸς τὸν Θεὸν κτησόμεθα καὶ τῷ ἐπικαλεσαμένῳ ἡμᾶς λαῷ μεγίστην εὐεργεσίαν καταθησόμεθα. Ἀλλὰ παρακαλῶ καὶ πάλιν καὶ πολλάκις πάντα ὄκνον ὑπερθεμένους ἀπαντῆσαι καὶ προλαβεῖν τὰ ἐκ τοῦ χειμῶνος δυσχερῆ.
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Μόλις ἡμῖν ὑπῆρξεν ἐπιτυχεῖν διακόνου γραμμάτων πρὸς τὴν σὴν θεοσέβειαν, ἐπεὶ οἵγε παρ᾽ ἡμῖν οὕτω κατέπτηξαν τὸν χειμῶνα ὡς μηδὲ τὸ μικρότατον προκύπτειν τῶν δωματίων ἀνέχεσθαι. Καὶ γὰρ τοσούτῳ πλήθει χιόνων κατενίφημεν ὡς αὐτοῖς οἴκοις καταχωσθέντες δύο μῆνας ἤδη ταῖς καταδύσεσιν ἐμφωλεύειν. Συγγνώσει οὖν πάντως ἡμῖν τό τε ἄτολμον τῶν Καππαδοκῶν ἠθῶν καὶ τὸ τῶν σωμάτων δυσκίνητον ἐπιστάμενος, εἰ μὴ θᾶττον ἐπεστείλαμεν, μηδ᾽ εἰς γνῶσιν ἠγάγομεν τῇ τιμιότητί σου τὰ ἀπὸ τῆς Ἀντιοχείας, ἃ πάντως γνωρίζειν σοι ἕωλόν ἐστι καὶ ψυχρὸν πάλαι μεμαθηκότι, ὡς τὸ εἰκός· πλὴν ἀλλ᾽ οὐδὲν ἡγούμενοι πρᾶγμα καὶ τὰ ἐγνωσμένα σημαίνειν, ἀπεστείλαμεν τὰς διὰ τοῦ ἀναγνώστου κομισθείσας ἐπιστολάς.
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἡ δὲ Κωνσταντινούπολις ἔχει τὸν Δημόφιλον πολὺν ἤδη χρόνον, ὡς καὶ αὐτοὶ οὗτοι ἀπαγγελοῦσι καὶ προκεκήρυκται πάντως τῇ ὁσιότητί σου. Καί τι περὶ αὐτὸν πλάσμα ὀρθότητος καὶ εὐλαβείας παρὰ πάντων συμφώνως τῶν ἀφικνουμένων θρυλεῖται, ὡς καὶ τὰ διεστῶτα τῆς πόλεως μέρη εἰς ταὐτὸν συνελθεῖν καὶ τῶν πλησιοχώρων τινὰς ἐπισκόπων τὴν ἕνωσιν καταδέξασθαι.
Οἱ δ᾽ ἡμέτεροι οὐδὲν ἀμείνους ἐφάνησαν τῶν ἐλπίδων. Ἐπιστάντες γὰρ εὐθὺς κατὰ πόδας τῆς ὑμετέρας ἐξόδου, πολλὰ μὲν εἶπαν λυπηρά, πολλὰ δὲ ἐποίησαν, καὶ τέλος ἀνεχώρησαν βεβαιώσαντες ἡμῖν τὸ σχίσμα. Εἰ μὲν οὖν τι γενήσεται βέλτιον καὶ εἰ παύσονται τῆς κακίας, ἄδηλον παντὶ πλὴν ἢ τῷ Θεῷ. Τὰ μὲν παρόντα τοιαῦτα. Ἡ δὲ λοιπὴ Ἐκκλησία εὐσταθεῖ τῇ τοῦ Θεοῦ χάριτι, καὶ εὔχεται ὁμοῦ τῷ ἦρι ἰδεῖν σε πάλιν ἐπὶ τῆς ἡμετέρας καὶ ἀνανεωθῆναι διὰ τῆς ἀγαθῆς σου διδασκαλίας. Κἀμοὶ δὲ τὸ σῶμα οὐδὲν ἄμεινον τῆς συνηθείας ἔχει.
ΑΡΚΑΔΙῼ ΕΠΙΣΚΟΠῼ Ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ γράμμασιν ἐντυχὼν τῆς εὐλαβείας ὑμῶν, καὶ εὔχομαι αὐτός τε τῆς ἐλπίδος ἣν ἔχετε ἐφ᾽ ἡμῖν ἄξιος εἶναι καὶ ὑμᾶς τὸν ἐπὶ τῇ τιμῇ ἡμῶν, ἣν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τιμᾶτε ἡμᾶς, μισθὸν τέλειον κομίσασθαι. Ὑπερήσθημεν δὲ ὅτι καί, μέριμναν πρέπουσαν χριστιανῷ ἀναλαβόντες, εἰς δόξαν τοῦ ὀνόματος τοῦ Χριστοῦ οἶκον ἠγείρατε καὶ ἠγαπήσατε τῷ ὄντι, κατὰ τὸ γεγραμμένον, εὐπρέπειαν οἴκου Κυρίου, εὐτρεπίσαντες ἑαυτοῖς τὴν οὐράνιον μονήν, τὴν ἡτοιμασμένην ἐν τῇ ἀναπαύσει τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Χριστοῦ. Ἐὰν δὲ δυνηθῶμεν περινοῆσαι λείψανα μαρτύρων, εὐχόμεθα καὶ αὐτοὶ συμβαλέσθαι ὑμῶν τῇ σπουδῇ. Εἰ γὰρ εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, κοινωνοὶ ἐσόμεθα δηλονότι τῆς ἀγαθῆς μνήμης τῆς δοθησομένης ὑμῖν παρὰ τοῦ Ἁγίου.
ΙΝΝΟΚΕΝΤΙῼ ΕΠΙΣΚΟΠῼ Καὶ τίνι ἄλλῳ ἔπρεπε καὶ δειλοῖς θάρσος ἐμποιεῖν καὶ καθεύδοντας διυπνίζειν, ἢ τῇ σῇ τοῦ ἡμετέρου Δεσπότου θεοσεβείᾳ, ὃς τὴν ἐν πᾶσι σεαυτοῦ τελειότητα καὶ ἐν τούτῳ ἐγνώρισας, τῷ καταδέξασθαι καὶ ἡμῖν τοῖς ταπεινοῖς συγκαταβῆναι, ὡς ἀληθινὸς μαθητὴς τοῦ εἰπόντος ὅτι «Ἐκεῖ εἰμι ἐν μέσῳ ὑμῶν», οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλ᾽ «Ὡς ὁ διακονῶν». Κατηξίωσας γὰρ καὶ αὐτὸς διακονῆσαι ἡμῖν τὴν σὴν πνευματικὴν εὐφροσύνην καὶ τοῖς τιμίοις ἑαυτοῦ γράμμασιν ἀναλαβεῖν ἡμῶν τὰς ψυχὰς καὶ ὥσπερ παίδων νηπιότητα τῷ ἑαυτοῦ μεγέθει προσαγκαλίσασθαι.
Εὔχου οὖν (δεόμεθά σου τῆς ἀγαθῆς ψυχῆς) ἀξίους ἡμᾶς εἶναι καὶ ὑποδέχεσθαι τὰς παρὰ τῶν μεγάλων ὑμῶν ὠφελείας καὶ λαμβάνειν στόμα καὶ σοφίαν εἰς τὸ τολμᾶν ἀντιφθέγγεσθαι ὑμῖν τοῖς ὑπὸ τοῦ Ἁγίου Πνεύματος ἀγομένοις, οὗ φίλον σε εἶναι καὶ δοξαστῆρα ἀληθινὸν ἀκούοντες, μεγάλην ἐπὶ τῇ στερρᾷ σου καὶ ἀκλινεῖ περὶ τὸν Θεὸν ἀγάπῃ τὴν χάριν ὁμολογοῦμεν, εὐχόμενοι μετὰ τῶν ἀληθινῶν προσκυνητῶν εὑρεθῆναι ἡμῶν τὸ μέρος, ἐν οἷς πεπείσμεθα εἶναι καὶ τὴν σὴν τελειότητα, καὶ τοῦ μεγάλου καὶ ἀληθινοῦ Ἐπισκόπου τοῦ πᾶσαν τὴν οἰκουμένην τοῦ ἰδίου πληρώσαντος θαύματος, τοῦ Κυρίου δεόμεθα.
ΒΟΣΠΟΡΙῼ ΕΠΙΣΚΟΠῼ Πῶς μου οἴει τὴν ψυχὴν ὠδύνησεν ἡ ἀκοὴ τῆς συκοφαντίας ἐκείνης, ἣν κατέχεάν μού τινες τῶν μὴ φοβουμένων τὸν Κριτήν, ὃς ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; Ὥστε πᾶσαν τὴν νύκτα ἐπὶ τοῖς ῥήμασι τῆς ἀγάπης σου ὀλίγου δεῖν ἄϋπνον διαμεῖναι, οὕτω μέσης ἥψατό μου τῆς καρδίας ἡ λύπη. Ὄντως γάρ, κατὰ τὸν Σολομῶντα, «Συκοφαντία ἄνδρα ταπεινοῖ», καὶ οὐδεὶς οὕτως ἀνάλγητος ὡς μὴ παθεῖν τὴν ψυχὴν καὶ κατακαμφθῆναι εἰς γῆν, στόμασιν εἰς ψευδολογίαν εὐκόλοις παραπεσών. Ἀλλὰ γὰρ ἀνάγκη πάντα στέγειν, πάντα ὑπομένειν, τὴν ὑπὲρ ἑαυτῶν ἐκδίκησιν ἐπιρρίψαντας τῷ Κυρίῳ, ὃς οὐ περιόψεται ἡμᾶς, διότι «Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν». Οἱ μέντοι τὸ καινὸν τοῦτο δρᾶμα τῆς καθ᾽ ἡμῶν βλασφημίας συνθέντες ἐοίκασι παντελῶς ἀπιστεῖν τῷ Κυρίῳ, ὃς καὶ περὶ ἀργοῦ ῥήματος δώσειν ἡμᾶς λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπεφήνατο. Ἐγὼ δέ, εἰπέ μοι, τὸν μακαριώτατον Διάνιον ἀνεθεμάτισα; Τοῦτο γὰρ ἡμῶν κατήγγειλαν. Ποῦ ἢ πότε;
Τίνων παρόντων; Ἐπὶ ποίᾳ προφάσει; Ψιλοῖς ῥήμασιν ἢ ἐγγράφοις; Ἑτέροις ἀκολουθῶν ἢ αὐτὸς κατάρχων καὶ αὐθεντῶν τοῦ τολμήματος; Ὢ τῆς ἀναιδείας τῶν πάντα φθεγγομένων ῥᾳδίως. Ὢ τῆς καταφρονήσεως τῶν τοῦ Θεοῦ κριμάτων. Πλὴν εἰ μὴ ἄρα τῷ πλάσματι αὐτῶν καὶ τοῦτο προστραγῳδήσωσιν, ὅτι ἐγενόμην καὶ ἔκφρων ποτέ, ὥστε ἀγνοεῖν αὐτὸς τὰ ἑαυτοῦ ῥήματα. Ἐπὶ γὰρ τῶν λογισμῶν ὑπάρχων τῶν ἐμαυτοῦ, οὐδὲν οἶδα ποιήσας τοιοῦτον, οὐδὲ προελόμενος τὴν ἀρχήν. Ἀλλ᾽ ἐκεῖνο μᾶλλον ἐμαυτῷ συνεπίσταμαι, ὅτι ἐκ πρώτης ἡλικίας συνετράφην τῷ περὶ αὐτὸν φίλτρῳ, καὶ ἀπέβλεπον πρὸς τὸν ἄνδρα, ὡς μὲν γεραρὸς ἰδεῖν, ὡς δὲ μεγαλοπρεπής, ὅσον δὲ ἔχων τὸ ἱεροπρεπὲς ἐν τῷ εἴδει. Ἐπεὶ δέ μοι λοιπὸν καὶ ὁ λόγος παρῆν, τότε δὴ καὶ ἀπὸ τῶν τῆς ψυχῆς ἀγαθῶν αὐτὸν ἐπεγίνωσκον, καὶ ἔχαιρον αὐτοῦ τῇ συνουσίᾳ, τὸ ἁπλοῦν καὶ γενναῖον καὶ ἐλευθέριον τῶν τρόπων καταμανθάνων καὶ ὅσα ἄλλα ἦν τοῦ ἀνδρὸς ἴδια, ἡ τῆς ψυχῆς ἡμερότης, τὸ μεγαλοφυές τε ὁμοῦ καὶ πρᾶον, τὸ εὐπρεπές, τὸ ἀόργητον, τὸ φαιδρὸν καὶ εὐπρόσιτον τῇ σεμνότητι κεκραμένον.
Ὥστε αὐτὸν ἐναρίθμιον εἶχον τοῖς περιφανεστάτοις κατ᾽ ἀρετήν. Περὶ μέντοι τὰ τελευταῖα τοῦ βίου (οὐ γὰρ ἀποκρύψομαι τἀληθές) ἐλυπήθημεν ἐπ᾽ αὐτῷ λύπην οὐκ ἀνεκτήν, μετὰ πολλῶν τῶν ἐν τῇ πατρίδι φοβουμένων τὸν Κύριον, ἐπὶ τῇ ὑπογραφῇ τῆς πίστεως, τῆς ὑπὸ τῶν περὶ Γεώργιον ἀπὸ Κωνσταντινουπόλεως κομισθείσης. Εἶτα, οἷος ἐκεῖνος πραότητι τρόπου καὶ ἐπιεικείᾳ πάντας πληροφορεῖν ἐν σπλάγχνοις πατρικοῖς ἀνεχόμενος, ἤδη καταπεσὼν εἰς τὴν ἀρρωστίαν ὑφ᾽ ἧς καὶ μετῆλθεν ἀπὸ τοῦ βίου, προσκαλεσάμενος ἡμᾶς ἔφη ὑπὸ μάρτυρι τῷ Κυρίῳ συντεθεῖσθαι μὲν τῷ ἀπὸ Κωνσταντινουπόλεως γραμματείῳ, μηδὲν δὲ ἐπ᾽ ἀθετήσει τῆς κατὰ Νικαίαν ὑπὸ τῶν ἁγίων Πατέρων ἐκτεθείσης πίστεως προελέσθαι· μηδὲ ἄλλως ἔχειν ἐν τῇ καρδίᾳ ἢ ὡς παρέλαβεν ἐξ ἀρχῆς, ἀλλὰ καὶ εὔχεσθαι μὴ χωρισθῆναι τῆς μερίδος τῶν μακαρίων ἐκείνων ἐπισκόπων, τῶν τριακοσίων δέκα καὶ ὀκτώ, τῶν τὸ εὐσεβὲς κήρυγμα διαγγειλάντων τῇ οἰκουμένῃ· ὥστε ἡμᾶς, λύσαντας πᾶσαν τῶν καρδιῶν τὴν διάκρισιν, προσελθεῖν τῇ κοινωνίᾳ καὶ λυπουμένους παύσασθαι. Τὰ μὲν οὖν ἡμέτερα πρὸς τὸν ἄνδρα τοιαῦτα. Εἰ δέ τις λέγοι τινὰ βλασφημίαν εἰς αὐτὸν ἡμῖν συνεγνωκέναι, μὴ κατὰ γωνίαν θρυλείτω δουλοπρεπῶς, ἀλλ᾽ εἰς τὸ φανερὸν ἀντικαταστὰς διελεγχέτω μετὰ παρρησίας.
ΚΑΝΟΝΙΚΑΙΣ Ὅσον ἠνίασεν ἡμᾶς πρότερον φήμη λυπηρὰ τὰς ἀκοὰς ἡμῶν περιηχήσασα, τοσοῦτον ηὔφρανεν ἡμᾶς ὁ θεοφιλέστατος ἐπίσκοπος, ὁ ἀδελφὸς ἡμῶν Βοσπόριος, τὰ χρηστότερα τῆς εὐλαβείας ὑμῶν διηγησάμενος. Ἔφη γὰρ τῇ τοῦ Θεοῦ χάριτι πάντα ἐκεῖνα τὰ θρυληθέντα ἀνθρώπων εἶναι κατασκευάσματα οὐκ ἀκριβῶς τὴν καθ᾽ ὑμᾶς ἐπισταμένων ἀλήθειαν. Προσεπετίθει δὲ ὅτι καὶ διαβολὰς εὗρε παρ᾽ ὑμῖν καθ᾽ ἡμῶν ἀνοσίας καὶ τοιαύτας οἵας εἴποιεν ἂν οἱ μὴ ἐκδεχόμενοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον τῷ Κριτῇ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῆς δικαίας. Ὥστε ηὐχαρίστησα τῷ Κυρίῳ αὐτός τε ἰαθεὶς τὴν ἐφ᾽ ὑμῖν βλάβην, ἥν, ὡς ἔοικεν, ἐκ συκοφαντίας ἀνθρώπων ἤμην παραδεξάμενος, ὑμᾶς τε ἀκούσας ἀποτεθεῖσθαι τὰς ψευδεῖς περὶ ἡμῶν ὑπολήψεις, ἐξ ὧν ἠκούσατε τοῦ ἀδελφοῦ ἡμῶν βεβαιωσαμένου· ὃς ἐν οἷς τὸ καθ᾽ ἑαυτὸν ὑμῖν παρέστησε συναπέδειξε πάντως καὶ τὸ ἡμέτερον.
Ἓν γὰρ ἐν ἀμφοτέροις ἡμῖν τὸ τῆς πίστεως φρόνημα, ἐπειδὴ καὶ τῶν αὐτῶν Πατέρων κληρονόμοι τῶν κατὰ τὴν Νικαίαν ποτὲ τὸ μέγα τῆς εὐσεβείας ἐξαγγειλάντων κήρυγμα· οὗ τὰ μὲν ἄλλα πάντα μαθεῖν ἐστιν ἀσυκοφάντητα, τὴν δὲ τοῦ ὁμοουσίου φωνήν, κακῶς παρά τινων ἐκληφθεῖσαν, εἰσί τινες οἱ μήπω παραδεξάμενοι· οὓς καὶ μέμψαιτο ἄν τις δικαίως καὶ πάλιν μέντοι συγγνώμης αὐτοὺς ἀξιώσειεν. Τὸ μὲν γὰρ Πατράσι μὴ ἀκολουθεῖν καὶ τὴν ἐκείνων φωνὴν κυριωτέραν τίθεσθαι τῆς ἑαυτῶν γνώμης ἐγκλήματος ἄξιον, ὡς αὐθαδείας γέμον· τὸ δὲ πάλιν ὑφ᾽ ἑτέρων διαβληθεῖσαν αὐτὴν ὕποπτον ἔχειν, τοῦτο δή πως δοκεῖ τοῦ ἐγκλήματος αὐτοὺς μετρίως ἐλευθεροῦν. Καὶ γὰρ τῷ ὄντι οἱ ἐπὶ Παύλῳ τῷ Σαμοσατεῖ συνελθόντες διέβαλον τὴν λέξιν ὡς οὐκ εὔσημον. Ἔφασαν γὰρ ἐκεῖνοι τὴν τοῦ ὁμοουσίου φωνὴν παριστᾶν ἔννοιαν οὐσίας τε καὶ τῶν ἀπ᾽ αὐτῆς, ὥστε καταμερισθεῖσαν τὴν οὐσίαν παρέχειν τοῦ ὁμοουσίου τὴν προσηγορίαν τοῖς εἰς ἃ διῃρέθη. Τοῦτο δὲ ἐπὶ χαλκοῦ μὲν καὶ τῶν ἀπ᾽ αὐτοῦ νομισμάτων ἔχει τινὰ λόγον τὸ διανόημα, ἐπὶ Θεοῦ δὲ Πατρὸς καὶ Θεοῦ Υἱοῦ οὐκ οὐσία πρεσβυτέρα οὐδ᾽ ὑπερκειμένη ἀμφοῖν θεωρεῖται· ἀσεβείας γὰρ ἐπέκεινα τοῦτο καὶ νοῆσαι καὶ φθέγξασθαι.
Τί γὰρ ἂν γένοιτο τοῦ ἀγεννήτου πρεσβύτερον; Ἀναιρεῖται δὲ ἐκ τῆς βλασφημίας ταύτης καὶ ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις· ἀδελφὰ γὰρ ἀλλήλοις τὰ ἐξ ἑνὸς ὑφεστῶτα. Καὶ ἐπειδὴ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρῆχθαι τὸν Υἱὸν ἔτι τότε ἦσαν οἱ λέγοντες, ἵνα καὶ ταύτην ἐκτέμωσι τὴν ἀσέβειαν, τὸ ὁμοούσιον προσειρήκασιν. Ἄχρονος γὰρ καὶ ἀδιάστατος ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια.
Δηλοῖ δὲ καὶ τὰ προλαβόντα ῥήματα ταύτην εἶναι τῶν ἀνδρῶν τὴν διάνοιαν. Εἰπόντες γὰρ Φῶς ἐκ Φωτὸς καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεγενῆσθαι, οὐχὶ δὲ πεποιῆσθαι, ἐπήγαγον τούτοις τὸ ὁμοούσιον, παραδεικνύντες ὅτι ὅνπερ ἄν τις ἀποδῷ φωτὸς λόγον ἐπὶ Πατρός, οὗτος ἁρμόσει καὶ ἐπὶ Υἱοῦ. Φῶς γὰρ ἀληθινὸν πρὸς φῶς ἀληθινόν, κατ᾽ αὐτὴν τοῦ φωτὸς τὴν ἔννοιαν, οὐδεμίαν ἕξει παραλλαγήν. Ἐπεὶ οὖν ἐστιν ἄναρχον φῶς ὁ Πατήρ, γεννητὸν δὲ φῶς ὁ Υἱός, φῶς δὲ καὶ φῶς ἑκάτερος, ὁμοούσιον εἶπαν δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. Οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν, ἀλλ᾽ ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται.
Αὕτη δὲ ἡ φωνὴ καὶ τὸ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦται· ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν· οὐ γὰρ αὐτὸ τί ἐστιν ἑαυτῷ ὁμοούσιον, ἀλλ᾽ ἕτερον ἑτέρῳ· ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς, τῶν τε ὑποστάσεων τὴν ἰδιότητα διορίζουσα καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα.
Ὅταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδασκώμεθα καὶ γεννηθέντα, ἀλλ᾽ οὐχὶ ποιηθέντα, μὴ καταπίπτωμεν ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. Οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ Πατρὸς εἰς Υἱόν, οὐδὲ ῥυεῖσα ἐγέννησεν, οὐδὲ προβαλοῦσα, ὡς τὰ φυτὰ τοὺς καρπούς, ἀλλ᾽ ἄρρητος καὶ ἀνεπινόητος λογισμοῖς ἀνθρώπων τῆς θείας γεννήσεως ὁ τρόπος. Ταπεινῆς γὰρ τῷ ὄντι καὶ σαρκίνης ἐστὶ διανοίας τοῖς φθαρτοῖς καὶ προσκαίροις ἀφομοιοῦν τὰ ἀΐδια καὶ οἴεσθαι ὅτι, ὡς τὰ σωματικά, οὕτω γεννᾷ καὶ ὁ Θεὸς ὁμοίως, δέον ἐκ τῶν ἐναντίων λαμβάνειν τὰς ἀφορμὰς πρὸς τὴν εὐσέβειαν, ὅτι, ἐπειδὴ τὰ θνητὰ οὕτως, ὁ Ἀθάνατος οὐχ οὕτως. Οὔτε οὖν ἀρνεῖσθαι δεῖ τὴν θείαν γέννησιν, οὔτε σωματικαῖς ἐννοίαις καταρρυποῦν ἑαυτοῦ τὴν διάνοιαν.
Τὸ δὲ Πνεῦμα τὸ Ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διὸ καὶ ὑπὲρ τὴν κτίσιν ἐστί, τέτακται δὲ ὡς ἐν Εὐαγγελίῳ δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος· «Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.» Ὁ δὲ προτιθεὶς Υἱοῦ ἢ πρεσβύτερον λέγων Πατρός, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλ᾽ ἑαυτῷ καινοφωνίαν εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν. Εἰ γὰρ ἀνώτερον Θεοῦ, οὐκ ἐκ τοῦ Θεοῦ. Γέγραπται γάρ· «Τὸ δὲ Πνεῦμα ἐκ τοῦ Θεοῦ.» Εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύτερόν ἐστι τοῦ ἐξ οὗ ἐστι; Τίς δὲ καὶ ἡ παράνοια, ἑνὸς ὄντος τοῦ ἀγεννήτου, ἄλλο τι λέγειν τοῦ ἀγεννήτου ἀνώτερον;
Ἀλλ᾽ οὐδὲ τοῦ Μονογενοῦς πρότερον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. Εἰ δὲ μή ἐστιν ἐκ Θεοῦ, διὰ Χριστοῦ δέ ἐστιν, οὐδέ ἐστι τὸ παράπαν. Ὥστε ἡ περὶ τὴν τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. Ὁμοίως οὖν ἐστιν ἀσεβὲς καὶ ἐπὶ τὴν κτίσιν καταγαγεῖν καὶ ὑπερτιθέναι αὐτὸ Υἱοῦ ἢ Πατρός, ἢ κατὰ τὸν χρόνον, ἢ κατὰ τὴν τάξιν. Ἃ μὲν οὖν ἤκουσα ἐπιζητεῖσθαι παρὰ τῆς εὐλαβείας ὑμῶν, ταῦτά ἐστιν· ἐὰν δὲ δῷ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι, τάχα ἄν τι καὶ περὶ τούτων πλέον εἴποιμεν καὶ αὐτοὶ δ᾽ ἂν περὶ ὧν ἐπιζητοῦμεν εὕροιμέν τινα παρ᾽ ὑμῶν πληροφορίαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.