Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Επιστολές προς τον Ευσέβιο Σαμοσάτων και Διάφορα Πρόσωπα
Ποιμαντική αλληλογραφία, συμπαράσταση προς τον επίσκοπο Ευσέβιο και απαντήσεις σε πνευματικά ερωτήματα διαφόρων πιστών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές προς τον Ευσέβιο Σαμοσάτων και Διάφορα Πρόσωπα
Ποιμαντική αλληλογραφία, συμπαράσταση προς τον επίσκοπο Ευσέβιο και απαντήσεις σε πνευματικά ερωτήματα διαφόρων πιστών.
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Οὕτως εἶδον τὰ γράμματά σου τῆς ἀγάπης ἐν τῇ γείτονι χώρᾳ τῆς Ἀρμενίων ὡς ἂν ἴδοιεν οἱ θαλαττεύοντες πυρσὸν ἐν πελάγει πόρρωθεν φρυκτωρούμενον, ἄλλως τε κἂν ἀγριαίνουσά πως τύχῃ ὑπ᾽ ἀνέμων ἡ θάλασσα. Καὶ γὰρ φύσει μὲν ἡδὺ καὶ παρηγορίαν ἔχον πολλὴν τὸ τῆς σῆς σεμνότητος γράμμα, τότε δὲ τὴν ἀπ᾽ αὐτοῦ χάριν ὁ καιρὸς συνηύξησεν, ὃν ὁποῖος ἦν καὶ ὅπως ἡμᾶς λυπήσας ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, κρίνας ἅπαξ ἐπιλαθέσθαι τῶν λυπηρῶν· ὁ μέντοι συνδιάκονος ἡμῶν διηγήσεταί σου τῇ θεοσεβείᾳ.
Ἐμὲ δὲ ἐπέλειπε παντελῶς τὸ σῶμα, ὡς μηδὲ τὰς σμικροτάτας κινήσεις δύνασθαι ἀλύπως φέρειν. Πλὴν ἀλλ᾽ εὔχομαι δυνηθῆναί μοι τὴν παλαιὰν ἐπιθυμίαν νῦν γοῦν διὰ τῆς βοηθείας τῶν σῶν προσευχῶν ἐκπληρωθῆναι, εἰ καὶ ὅτι πολλήν μοι πεποίηκε τὴν δυσκολίαν ἡ ἀποδημία αὕτη, τοσούτῳ χρόνῳ ἀμεληθέντων τῶν κατὰ τὴν ἡμετέραν Ἐκκλησίαν πραγμάτων. Ἐὰν δὲ ὁ Θεός, ἕως ἐσμὲν ὑπὲρ γῆς, καταξιώσῃ ἡμᾶς ἰδεῖν ἐπὶ τῆς Ἐκκλησίας ἡμῶν τὴν σὴν θεοσέβειαν ὄντως ἀγαθὰς ἐλπίδας καὶ ἐπὶ τοῖς μέλλουσιν ἕξομεν ὡς οὐ πάντῃ ἀπόβλητοι τῶν δωρεῶν γενησόμεθα τοῦ Θεοῦ. Τοῦτο γοῦν, ἐὰν ᾖ δυνατόν, παρακαλοῦμεν ἐπὶ τῆς συνόδου γενέσθαι ἣν δι᾽ ἔτους ἄγομεν ἐπὶ τῇ μνήμῃ τοῦ μακαριωτάτου μάρτυρος Εὐψυχίου ἐγγιζούσῃ λοιπὸν κατὰ τὴν ἑβδόμην τοῦ Σεπτεμβρίου μηνὸς ἡμέραν.
Καὶ γὰρ καὶ φροντίδος ἄξια ἡμῖν περίκειται πράγματα τῆς παρὰ σοῦ δεόμενα συνεργίας, εἴς τε κατάστασιν ἐπισκόπων καὶ εἰς βουλὴν καὶ σκέψιν τῶν μελετωμένων καθ᾽ ἡμῶν παρὰ τῆς χρηστότητος Γρηγορίου τοῦ Νυσσαέως, ὃς συνόδους συγκροτεῖ κατὰ τὴν Ἀγκύραν καὶ οὐδένα τρόπον ἐπιβουλεύων ἡμῖν ἀφίησιν.
ΠΑΡΑΜΥΘΗΤΙΚΗ Εὐχῆς ἄξιον ἦν πρώτην διαπεμπομένους ἐπιστολὴν εὐθυμοτέραν ἔχειν τὴν τῶν γραμμάτων ὑπόθεσιν. Οὕτω γὰρ ἂν ἡμῖν τὰ κατὰ γνώμην ὑπῆρξε, διότι πᾶσι βουλόμεθα τοῖς ἐν εὐσεβείᾳ ζῆν προαιρουμένοις πάντα τὸν βίον εἰς ἀγαθὸν εὐοδοῦσθαι. Ἀλλ᾽ ἐπειδὴ ὁ διοικῶν τὴν ζωὴν ἡμῶν Κύριος κατὰ τὴν ἄρρητον αὐτοῦ σοφίαν πάντως πρὸς τὸ συμφέρον τῶν ψυχῶν τῶν ἡμετέρων ταῦτα ᾠκονόμησε γενέσθαι δι᾽ ὧν σοὶ μὲν ὀδυνηρὰν κατέστησε τὴν ζωήν, ἡμᾶς δὲ τοὺς τῇ κατὰ Θεὸν ἀγάπῃ συνημμένους εἰς συμπάθειαν ἤγαγε, μαθόντας παρὰ τῶν ἀδελφῶν ἡμῶν ἐν οἷς γέγονας, ἀναγκαῖον ἡμῖν ἐφάνη τὴν ἐνδεχομένην παράκλησιν προσαγαγεῖν σοι. Εἰ μὲν οὖν ἦν δυνατὸν καὶ διαβῆναι μέχρι τοῦ τόπου ἐν ᾧ συμβαίνει διάγειν σου τὴν εὐγένειαν, περὶ παντὸς ἂν τοῦτο ἐποιησάμην. Ἐπεὶ δὲ καὶ ἡ τοῦ σώματος ἀρρωστία καὶ τῶν συνεχόντων ἡμᾶς πραγμάτων τὸ πλῆθος καὶ αὐτὴν ταύτην ἣν ὑπέστημεν ὁδὸν ἐπὶ πολλῇ τῶν καθ᾽ ἡμᾶς Ἐκκλησιῶν ζημίᾳ παρεσκεύασε διὰ γραμμάτων ἐπισκέψασθαί, σου τὴν σεμνότητα προεθυμήθημεν, ὑπομιμνήσκοντες ὅτι αἱ θλίψεις αὗται οὐκ ἀργῶς τοῖς δούλοις τοῦ Θεοῦ παρὰ τοῦ ἐπισκοποῦντος ἡμᾶς Κυρίου γίνονται, ἀλλὰ ἐπὶ δοκιμασίᾳ τῆς ἀληθινῆς πρὸς τὸν κτίσαντα ἡμᾶς Θεὸν ἀγάπης.
Ὡς γὰρ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς χριστιανοὺς ἡ ἐν τοῖς πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς ἐν εὐχαριστίᾳ πάσῃ τὰ οἰκονομούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. Ἀγαθότητι Δεσπότου διοικεῖται τὰ πάντα. Οὐδὲν τῶν συμβαινόντων ἡμῖν ὡς λυπηρὸν ὑποδέχεσθαι χρή, κἂν πρὸς τὸ παρὸν ἅπτηται τῆς ἀσθενείας ἡμῶν. Εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦμεν, καθ᾽ οὓς ἕκαστον τῶν γινομένων ὡς καλὸν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐπάγεται· ἀλλ᾽ ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν ὅτι πάντως συμφέρει τὸ γινόμενον, ἢ ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθόν, ἢ τῇ παραληφθείσῃ ψυχῇ, ἵνα μὴ ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβραδύνασα τῆς ἐμπολιτευομένης τῷ βίῳ κακίας ἀναπλησθῇ. Εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ ἡ τῶν χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα «ὡς καὶ οἱ μὴ ἔχοντες ἐλπίδα»;
Παρακλήθητι οὖν μὴ ὑποπεσεῖν τοῖς πάθεσιν, ἀλλὰ δεῖξαι ὅτι ὑπέρκεισαι καὶ ὑπερῆρας.
ΤΟΙΣ ΣΑΤΑΛΕΥΣΙ ΠΟΛΙΤΑΙΣ Ἐγὼ τάς τε ἰδίας ὑμῶν παρακλήσεις καὶ τὰς τοῦ λαοῦ παντὸς δυσωπηθεὶς καὶ ἐδεξάμην τὴν φροντίδα τῆς καθ᾽ ὑμᾶς Ἐκκλησίας καὶ ὑπεσχόμην ὑμῖν ἐνώπιον Κυρίου μηδὲν ἐλλείψειν τῶν εἰς δύναμιν ἐμὴν ἡκόντων. Διὸ ἠναγκάσθην, κατὰ τὸ γεγραμμένον, οἷον τῆς κόρης τοῦ ἐμοῦ ὀφθαλμοῦ ἅψασθαι. Οὕτως τὸ ὑπερβάλλον τῆς καθ᾽ ὑμᾶς τιμῆς οὐδενός μοι συνεχώρησεν εἰς μνήμην ἐλθεῖν, οὐ συγγενείας, οὐ τῆς ἐκ παιδὸς συνηθείας τῆς ὑπαρχούσης μοι πρὸς τὸν ἄνδρα, πρὸ τῶν παρ᾽ ὑμῶν αἰτηθέντων· ἀλλὰ πάντων μὲν τῶν ἰδίᾳ μοι ὑπαρχόντων πρὸς αὐτὸν εἰς οἰκειότητος λόγον ἐπιλαθόμενος, μὴ ὑπολογισάμενος δὲ μηδὲ τοῦ στεναγμοῦ τὸ πλῆθος ὃ καταστενάξει μου ὁ λαὸς ὁ τὴν προστασίαν αὐτοῦ ζημιωθείς, μὴ πάσης αὐτοῦ τῆς συγγενείας τὸ δάκρυον, μὴ μητρὸς αὐτοῦ γηραιᾶς καὶ ἐπὶ μόνῃ τῇ παρ᾽ αὐτοῦ θεραπείᾳ σαλευούσης τὴν θλίψιν εἰς καρδίαν λαβών· πάντων ὁμοῦ τοιούτων ὄντων καὶ τοσούτων ἀλογήσας ἑνὸς ἐγενόμην τοῦ τὴν ὑμετέραν Ἐκκλησίαν κατακοσμῆσαι μὲν τῇ τοῦ τηλικούτου ἀνδρὸς προστασίᾳ, βοηθῆσαι δὲ αὐτῇ ἐκ τῆς χρονίας ἀπροστασίας εἰς γόνυ λοιπὸν κλιθείσῃ καὶ πολλῆς καὶ δυνατῆς χειραγωγίας εἰς τὸ διαναστῆναι δεομένῃ. Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα.
Τὰ δὲ παρ᾽ ὑμῶν ἀπαιτοῦμεν λοιπὸν μὴ ἐλάττονα φανῆναι τῆς ἡμετέρας ἐλπίδος καὶ τῶν ὑποσχέσεων ἃς πεποιήμεθα τῷ ἀνδρί, ὅτι πρὸς οἰκείους καὶ φίλους αὐτὸν ἐξεπέμψαμεν, ἑκάστου ὑμῶν ὑπερβαλέσθαι τὸν ἕτερον ἐν τῇ περὶ τὸν ἄνδρα σπουδῇ καὶ ἀγάπῃ προθυμουμένου. Ὅπως οὖν ἐπιδείξησθε τὴν καλὴν ταύτην φιλοτιμίαν καὶ τῷ ὑπερβάλλοντι τῆς θεραπείας παρακαλέσητε αὐτοῦ τὴν καρδίαν, ὥστε λήθην μὲν αὐτῷ ἐγγενέσθαι πατρίδος, λήθην δὲ συγγενῶν, λήθην δὲ λαοῦ τοσοῦτον ἐξηρτημένου τῆς προστασίας αὐτοῦ ὅσον παιδίον νεαρὸν τῆς μητρῴας θηλῆς. Προαπεστείλαμεν δὲ Νικίαν, ὥστε τὰ γενόμενα φανερὰ καταστῆσαι τῇ τιμιότητι ὑμῶν καὶ προλαβόντας ὑμᾶς ἑορτάζειν καὶ εὐχαριστεῖν τῷ Κυρίῳ τῷ δι᾽ ἡμῶν καταξιώσαντι τὴν εὐχὴν ὑμῶν ἐκπληρωθῆναι.
ΤΟΙΣ ΣΑΤΑΛΕΥΣΙΝ Ἤγαγεν εἰς ἔργον ὁ Κύριος τοῦ λαοῦ αὐτοῦ τὰ αἰτήματα, καὶ ἔδωκεν αὐτῷ διὰ τῆς ἡμετέρας ταπεινώσεως ποιμένα ἄξιον μὲν τοῦ ὀνόματος καὶ οὐ κατὰ τοὺς πολλοὺς καπηλεύοντα τὸν λόγον, δυνάμενον δὲ καὶ ἡμῖν τοῖς τὴν ὀρθότητα τοῦ κηρύγματος ἀγαπῶσι καὶ τὴν κατ᾽ ἐντολὰς τοῦ Κυρίου ζωὴν καταδεξαμένοις ἀρέσκειν καθ᾽ ὑπερβολὴν ἐν τῷ ὀνόματι τοῦ Κυρίου τοῦ πληρώσαντος αὐτὸν τῶν πνευματικῶν αὐτοῦ χαρισμάτων.
ΜΟΔΕΣΤῼ ΕΠΑΡΧῼ Αὐτὸ τὸ γράφειν πρὸς ἄνδρα τοσοῦτον, κἂν μηδεμία πρόφασις ἑτέρα προσῇ, μέγιστόν ἐστι τῶν εἰς τιμὴν φερόντων τοῖς αἰσθανομένοις, διότι αἱ πρὸς τοὺς παμπληθὲς τῶν λοιπῶν ὑπερέχοντας ὁμιλίαι μεγίστην τοῖς ἀξιουμένοις τὴν περιφάνειαν προξενοῦσιν. Ἐμοὶ δ᾽ ὑπὲρ πατρίδος πάσης ἀγωνιῶντι ἀναγκαία πρὸς τὴν σὴν μεγαλόνοιαν ἡ ἔντευξις, δι᾽ ἧς ἱκετεύω πράως καὶ κατὰ τὸν σεαυτοῦ τρόπον ἀνασχέσθαι καὶ χεῖρα ὀρέξαι τῇ πατρίδι ἡμῶν εἰς γόνυ ἤδη κλιθείσῃ. Ἔστι δὲ ὑπὲρ οὗ ἱκετεύομέν σε τὸ πρᾶγμα τοιοῦτον. Τοὺς τῷ Θεῷ ἡμῶν ἱερωμένους, πρεσβυτέρους καὶ διακόνους, ὁ παλαιὸς κῆνσος ἀτελεῖς ἀφῆκεν.
Οἱ δὲ νῦν ἀπογραψάμενοι, ὡς οὐ λαβόντες παρὰ τῆς ὑπερφυοῦς σου ἐξουσίας πρόσταγμα, ἀπεγράψαντο, πλὴν εἰ πού τινες ἄλλως εἶχον ὑπὸ τῆς ἡλικίας τὴν ἄφεσιν. Δεόμεθα γοῦν μνημόσυνον τῆς σῆς εὐεργεσίας τοῦτο ἡμῖν ἐναφεθῆναι παντὶ τῷ ἐπιόντι χρόνῳ ἀγαθὴν περὶ σοῦ μνήμην διαφυλάττον καὶ συγχωρηθῆναι κατὰ τὸν παλαιὸν νόμον τῆς συντελείας τοὺς ἱερατεύοντας, καὶ μὴ εἰς πρόσωπον τῶν νῦν καταλαμβανομένων γενέσθαι τὴν ἄφεσιν (οὕτω γὰρ εἰς τοὺς διαδόχους ἡ χάρις μεταβήσεται οὓς οὐ πάντως συμβαίνει τοῦ ἱερατεύειν ἀξίους εἶναι), ἀλλὰ κατὰ τὸν ἐν τῇ ἐλευθέρᾳ ἀπογραφῇ τύπον κοινήν τινα συγχώρησιν κληρικῶν γενέσθαι, ὥστε ὑπὸ τῶν οἰκονομούντων τὰς Ἐκκλησίας τοῖς ἑκάστοτε λειτουργοῦσι τὴν ἀτέλειαν δίδοσθαι. Ταῦτα καὶ τῇ σῇ μεγαλοφυΐᾳ ἀθάνατον τὴν ἐπὶ τοῖς ἀγαθοῖς δόξαν διαφυλάξει καὶ τῷ βασιλικῷ οἴκῳ πολλοὺς τοὺς ὑπερευχομένους παρασκευάσει καὶ αὐτοῖς τοῖς δημοσίοις μέγα παρέξει ὄφελος, ἡμῶν οὐ πάντως τοῖς κληρικοῖς, ἀλλὰ τοῖς ἀεὶ καταπονουμένοις τὴν ἀπὸ τῆς ἀτελείας παραμυθίαν παρεχομένων, ὅπερ οὖν καὶ ἐπὶ τῆς ἐλευθερίας ποιοῦμεν, ὡς ἔξεστι γνῶναι τῷ βουλομένῳ.
ΔΙΑΚΟΝΟΙΣ ΘΥΓΑΤΡΑΣΙ ΤΕΡΕΝΤΙΟΥ ΚΟΜΗΤΟΣ Ἐγὼ καὶ Σαμοσάτοις ἐπιστὰς προσεδόκησα συντεύξεσθαι τῇ κοσμιότητι ὑμῶν καί, ἐπειδὴ διήμαρτον τῆς συντυχίας, οὐ μετρίως ἤνεγκα τὴν ζημίαν λογιζόμενος πότε ἢ ἐμοὶ δυνατὸν πάλιν πλησιάσαι τοῖς καθ᾽ ὑμᾶς χωρίοις ἢ ὑμῖν αἱρετὸν τὴν ἡμετέραν καταλαβεῖν. Ἀλλ᾽ ἐκεῖνα μὲν κεῖται ἐν τῷ θελήματι τοῦ Κυρίου. Τὸ δὲ νῦν ἔχον, ἐπειδὴ εὗρον τὸν υἱὸν Σωφρόνιον πρὸς ὑμᾶς ἐξορμῶντα, ἡδέως αὐτῷ τὴν ἐπιστολὴν ἐπέθηκα ταύτην, προσηγορίαν ὑμῖν κομίζουσαν καὶ τὴν ἡμετέραν γνώμην δηλοῦσαν, ὅτι οὐ διαλιμπάνομεν τῇ τοῦ Θεοῦ χάριτι μεμνημένοι ὑμῶν καὶ εὐχαριστοῦντες ὑπὲρ ὑμῶν τῷ Κυρίῳ, ὅτι ἀγαθῆς ῥίζης ἀγαθὰ βλαστήματά ἐστε, ἔγκαρπα τοῖς ἀγαθοῖς ἔργοις καὶ τῷ ὄντι ὡς κρίνα ἐν μέσῳ ἀκανθῶν. Τὸ γὰρ ὑπὸ τοσαύτης διαστροφῆς τῶν παραφθειρόντων τὸν λόγον τῆς ἀληθείας περικυκλουμένας μὴ ἐνδοῦναι πρὸς τὰς ἀπάτας, μηδὲ τὸ ἀποστολικὸν τῆς πίστεως κήρυγμα καταλιπούσας πρὸς τὴν νῦν ἐπιπολάζουσαν καινοτομίαν μετατεθῆναι, πῶς οὐχὶ μεγάλης μὲν πρὸς τὸν Θεὸν εὐχαριστίας ἄξιον, μεγάλους δὲ ὑμῖν ἐπαίνους δικαιότατα προξενεῖ; Εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα πεπιστεύκατε· μὴ προδῶτε ταύτην τὴν παρακαταθήκην.
Πατέρα τὴν πάντων ἀρχήν· Υἱὸν Μονογενῆ, ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεόν, τέλειον ἐκ τελείου, εἰκόνα ζῶσαν, ὅλον δεικνύντα ἐν ἑαυτῷ τὸν Πατέρα· Πνεῦμα Ἅγιον, ἐκ Θεοῦ ὕπαρχον, τὴν πηγὴν τῆς ἁγιότητος, δύναμιν ζωῆς παρεκτικήν, χάριν τελειοποιόν, δι᾽ οὗ υἱοθετεῖται ἄνθρωπος καὶ ἀπαθανατίζεται τὸ θνητόν, συνημμένον Πατρὶ καὶ Υἱῷ κατὰ πάντα, ἐν δόξῃ καὶ ἐν ἀϊδιότητι, ἐν δυνάμει καὶ βασιλείᾳ, ἐν δεσποτείᾳ καὶ θεότητι, ὡς καὶ ἡ τοῦ σωτηρίου βαπτίσματος παράδοσις μαρτυρεῖ. Οἱ δὲ κτίσμα λέγοντες ἢ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα ἢ ὅλως αὐτὸ εἰς τὴν λειτουργικὴν καὶ δουλικὴν κατάγοντες τάξιν μακράν εἰσι τῆς ἀληθείας, ὧν φεύγειν προσήκει τὰς κοινωνίας καὶ ἐκτρέπεσθαι τοὺς λόγους ὡς δηλητήρια ὄντα ψυχῶν. Ἐὰν δέ ποτε δῷ ἡμῖν ὁ Κύριος γενέσθαι κατὰ ταὐτόν, πλατύτερον ὑμῖν τοὺς περὶ τῆς πίστεως ἐκθησόμεθα λόγους, ὥστε μετ᾽ ἀποδείξεων γραφικῶν καὶ τὸ τῆς ἀληθείας ἰσχυρὸν καὶ τὸ σαθρὸν τῆς αἱρέσεως ὑμᾶς ἐπιγνῶναι.
ΣΤΡΑΤΙΩΤῌ Ὑπὲρ πολλῶν ἔχοντες εὐχαριστεῖν τῷ Κυρίῳ, ὧν καὶ ἠξιώθημεν παρ᾽ αὐτοῦ ἐπὶ τῆς ἐπιδημίας ἡμῶν, μέγιστον ἀγαθὸν ἐκρίναμεν τὴν γνῶσιν τῆς σῆς τιμιότητος, τὴν παρὰ τοῦ ἀγαθοῦ Δεσπότου παρασχεθεῖσαν ἡμῖν. Ἔγνωμεν γὰρ ἄνδρα δεικνύντα ὅτι καὶ ἐν τῷ στρατιωτικῷ βίῳ δυνατὸν τῆς πρὸς Θεὸν ἀγάπης τὸ τέλειον διασῶσαι, καὶ ὅτι οὐκ ἐν τῇ περιβολῇ τῆς ἐσθῆτος, ἀλλ᾽ ἐν τῇ διαθέσει τῆς ψυχῆς ὁ χριστιανὸς ὀφείλει χαρακτηρίζεσθαι. Καὶ τότε οὖν μετὰ πάσης ἐπιθυμίας συνετύχομέν σοι καὶ νῦν, ὁσάκις ἂν εἰς μνήμην ἔλθωμεν, μεγίστης ἀπολαύομεν εὐφροσύνης. Ἀνδρίζου τοίνυν καὶ ἴσχυε καὶ τὴν πρὸς Θεὸν ἀγάπην τρέφειν καὶ πολυπλασιάζειν ἀεὶ σπούδαζε, ἵνα σοι καὶ ἡ τῶν ἀγαθῶν παρ᾽ αὐτοῦ χορηγία ἐπὶ μεῖζον προΐῃ. Ὅτι δὲ καὶ ἡμῶν μέμνησαι οὐδεμιᾶς ἑτέρας ἀποδείξεως προσδεόμεθα, τὴν ἐκ τῶν πραγμάτων ἔχοντες μαρτυρίαν.
ΙΟΥΛΙΤΤῌ ΕΛΕΥΘΕΡᾼ Πάνυ ἠθύμησα τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου, ὅτι σε πάλιν αἱ αὐταὶ περιέχουσιν ἀνάγκαι. Καὶ τί δεῖ ποιεῖν πρὸς ἀνθρώπους οὕτω παλίμβουλον ἐπιδεικνυμένους τὸ ἦθος καὶ ἄλλοτε ἄλλα λέγοντας καὶ ταῖς ἰδίαις ὁμολογίαις μὴ ἐμμένοντας; Εἰ γὰρ μετὰ τὰς ἐπ᾽ ἐμοῦ καὶ τοῦ ἀπὸ ὑπάρχων ὑποσχέσεις, νῦν, ὡς μηδενὸς εἰρημένου, οὕτω στενοχωρεῖ τὴν προθεσμίαν, ἔοικε παντελῶς ἀπηρυθριακέναι πρὸς ἡμᾶς ὁ ἀνήρ. Πλὴν ἀλλ᾽ ἐπέστειλα αὐτῷ ἐντρέπων αὐτὸν καὶ ὑπομιμνήσκων τῶν αὐτοῦ ὑποσχέσεων.
Ἐπέστειλα δὲ καὶ Ἑλλαδίῳ τῷ οἰκείῳ τοῦ ἐπάρχου, ἵνα δι᾽ αὐτοῦ διδαχθῇ τὰ κατὰ σὲ ὁ ἔπαρχος. Αὐτὸς γὰρ μέχρι τοσούτου θαρρῆσαι δικαστῇ τοσούτῳ οὐκ ἐνόμισα ἐπιβάλλον εἶναί μοι, διὰ τὸ μηδέ πω περὶ ἰδιωτικοῦ πράγματος αὐτῷ ἐπεσταλκέναι καὶ ὑφορᾶσθαι κατάγνωσίν τινα, ὡς οἶδας, εὐκόλως τῶν μεγάλων ἀνδρῶν ἀγριαινόντων πρὸς τὰ τοιαῦτα.
Εἰ μέντοι τι ἔσται ὄφελος, ἔσται τοῦτο διὰ Ἑλλαδίου ἀνθρώπου καὶ χρηστοῦ καὶ περὶ ἡμᾶς διακειμένου καὶ Θεὸν φοβουμένου καὶ παρρησίαν ἀμύθητον ἔχοντος πρὸς τὸν ἄρχοντα. Δυνατὸς δὲ ὁ Ἅγιος διαγαγεῖν σε πάσης θλίψεως, μόνον ἐὰν ἀληθινῇ καὶ γνησίᾳ καρδίᾳ ἐπελπίσωμεν ἐπ᾽ αὐτόν.
Τῼ ΚΗΔΕΜΟΝΙ ΤΩΝ ΚΛΗΡΟΝΟΜΩΝ ΙΟΥΛΙΤΤΗΣ Ἐθαύμασα ἀκούσας ὅτι, τῶν χρηστῶν ἐκείνων καὶ πρεπόντων τῇ σῇ ἐλευθερίᾳ ὑποσχέσεων ἐπιλαθόμενος, νῦν σφοδροτάτην καὶ ἀπαραίτητον ἐπάγεις τὴν ἀπαίτησιν τῇ ἀδελφῇ τῇδε, καὶ τί εἰκάσω ἐκ τῶν λεγομένων οὐκ ἔχω.
Σοί τε γὰρ πολλὴν παρὰ τῶν πεπειραμένων σου μαρτυρουμένην ἐλευθερίαν σύνοιδα καὶ τῶν ὑποσχέσεών σου μέμνημαι ὧν ἐποίησας ἐπ᾽ ἐμοῦ καὶ τοῦδε, λέγων ἐλάττονα μὲν γράφειν χρόνον, πλείονα δὲ συγχωρήσειν, διὰ τὸ βούλεσθαι συμπεριφέρεσθαι τῇ ἀνάγκῃ τοῦ πράγματος καὶ συγγνώμην παρέχειν τῇ ἐλευθέρᾳ ἀναγκαζομένῃ τοσοῦτον ἀθρόως ἐκ τῆς οἰκίας προΐεσθαι χρῆμα. Τίς οὖν ἡ αἰτία δι᾽ ἣν ἡ τοσαύτη μεταβολὴ γέγονεν ἐγὼ νοεῖν οὐκ ἔχω.
Πλὴν ὅπερ ἂν ᾖ, παρακαλῶ σε μεμνημένον τῆς σεαυτοῦ ἐλευθεριότητος καὶ πρὸς τὸν Κύριον ἀπιδόντα τὸν ἀμειβόμενον τὰς χρηστὰς προαιρέσεις δοῦναι τὸν καιρὸν ὃν ἐξ ἀρχῆς ὑπέσχου τῆς ἀνέσεως, ἵνα δυνηθῶσι συμπωλήσαντες τὰ ἑαυτῶν διαλῦσαι τὸ χρέος. Δῆλον δὲ ὅτι κἀκείνων μέμνημαι, ὅτι ὑπέσχου, εἰ λάβοις τὸ ὁμολογηθὲν χρυσίον, πάντα τὰ ὁμολογηθέντα χαρτία, καὶ τὰ ἐπὶ τῶν ἀρχόντων πραχθέντα καὶ τὰ ἰδιωτικῶς γενόμενα, παραδώσειν τῇ προειρημένῃ. Παρακαλῶ οὖν, καὶ ἡμᾶς τίμησον καὶ κτῆσαι παρὰ τῷ Κυρίῳ μεγάλην ἑαυτῷ εὐλογίαν ἀναμνησθεὶς τῶν σεαυτοῦ ὑποσχέσεων γινώσκων ὅτι ἄνθρωπος εἶ καὶ αὐτὸς ἀναμένειν ὀφείλεις τοὺς καιροὺς ἐν οἷς δεηθήσῃ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως· ἣν μὴ ἀποκλείσῃς σεαυτῷ διὰ τῆς παρούσης σκληρότητος, ἀλλ᾽ εὐτρέπισον τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ ἐπὶ σαυτὸν πᾶσαν χρηστότητα καὶ ἐπιείκειαν τοῖς καταπονουμένοις ἐπιδειξάμενος.
ΕΛΛΑΔΙῼ ΚΟΜΗΤΙ Πάνυ παραιτούμενος δι᾽ ὄχλου εἶναι τῇ χρηστότητί σου διὰ τὸ μέγεθος τῆς περὶ ὑμᾶς ἀρχῆς, ἵνα μὴ δόξω ἀμέτρως ἐμφορεῖσθαι τῆς φιλίας ὑμῶν, ὅμως ὑπὸ τῶν ἀναγκῶν ἡσυχάζειν οὐκ ἐπιτρέπομαι. Τὴν γοῦν ἀδελφὴν τήνδε, καὶ πρὸς γένος ἡμῖν οὖσαν καὶ διὰ χηρείαν καταπονουμένην καὶ παιδὸς ὀρφανοῦ πραγμάτων φροντίζουσαν, ἐπεὶ εἶδον λοιπὸν ὑπὲρ δύναμιν ἀφορήτοις ἀνάγκαις συνεχομένην, κατελεήσας καὶ παθὼν τὴν ψυχὴν ἔσπευσα παρακαλέσαι σε, ἵνα, εἴ τις δύναμις, τῷ ἀποσταλέντι παρ᾽ αὐτῆς ἀνθρώπῳ καταξιώσῃς συμπρᾶξαι, πρὸς τὸ ὅπερ αὕτη περιοῦσα ὑπέσχετο ὑφ᾽ ἡμῶν ἤδη τοῦτο αὐτὴν ἀποδοῦσαν τῆς εἰς τὸ πλέον ἐπηρείας ἀπαλλαγῆναι. Ὑπέσχετο γὰρ τὸ κεφάλαιον δοῦσα συγχωρεῖσθαι τοὺς τόκους. Νῦν τοίνυν οἱ φροντίζοντες αὐτῆς τῶν κληρονόμων μετὰ τὸ κεφάλαιον καὶ τὴν τῶν τόκων εἴσπραξιν ἐπιχειροῦσι ποιήσασθαι. Ὡς οὖν εἰδὼς ὅτι Κύριός ἐστιν ὁ τὰ τῶν χηρῶν καὶ ὀρφανῶν ἰδιοποιούμενος, οὕτω σπούδασον χρήσασθαι ἑαυτὸν τῇ σπουδῇ τῇ ὑπὲρ τοῦ πράγματος ἐπ᾽ ἐλπίδι τῆς παρ᾽ αὐτοῦ τοῦ Θεοῦ ἡμῶν μισθαποδοσίας. Οἶμαι γὰρ καὶ τὴν ἡμερότητα τοῦ θαυμασιωτάτου ἐπάρχου μαθοῦσαν ὅτι τὸ κεφάλαιον ἐκτέτισται συμπαθήσειν τῷ ἐλεεινῷ λοιπὸν καὶ ἀθλίῳ οἴκῳ εἰς γόνυ κλιθέντι καὶ οὐκέτι ἀρκοῦντι ταῖς ἔξωθεν αὐτῷ ἐπαγομέναις ἐπηρείαις.
Παρακαλῶ οὖν, καὶ τῇ ἀνάγκῃ σύγγνωθι δι᾽ ἣν ὤχλησά σοι καὶ τῷ πράγματι σύμπραξον κατὰ τὴν δύναμιν ἣν ἔδωκέ σοι ὁ Χριστὸς χρηστῷ καὶ ἀγαθῷ τὸν τρόπον ὄντι καὶ εἰς ἀγαθὸν οἷς ἔλαβες κεχρημένῳ.
ΜΟΔΕΣΤῼ ΕΠΑΡΧῼ Ὅσης ἡμῖν τιμῆς καὶ παρρησίας μεταδίδως τῇ ἡμερότητι τοῦ τρόπου καταβαίνειν πρὸς ἡμᾶς ἀνεχόμενος, τοσαύτην σοι καὶ ἔτι πλείω ἐν παντὶ τῷ βίῳ παρὰ τοῦ ἀγαθοῦ ἡμῶν Δεσπότου τὴν αὔξησιν γενέσθαι τῆς περιφανείας εὐχόμεθα. Ἐμὲ δὲ καὶ πάλαι ἐπιθυμοῦντα γράφειν καὶ ἀπολαύειν τῆς παρὰ σοῦ τιμῆς κατεῖχεν ἡ πρὸς τὸ ὑπερέχον αἰδώς, εὐλαβούμενον μήποτε νομισθῶ ἀμέτρως ἐμφορεῖσθαι τῆς παρρησίας. Νῦν δὲ ὁμοῦ μὲν καὶ τὸ λαβεῖν τὴν ἐξουσίαν τοῦ ἐπιστέλλειν παρὰ τῆς ἀπαραβλήτου σου μεγαλοφυΐας, ὁμοῦ δὲ καὶ ἡ χρεία τῶν καταπονουμένων ἐξεβιάσατό με πρὸς τὸ θαρσεῖν. Εἴ τις οὖν καὶ παρὰ τῶν μικρῶν ἐπὶ τοῖς μεγίστοις ἱκετηρίας ἰσχύς, παρακλήθητι, θαυμασιώτατε, φιλανθρώπῳ νεύματι ἐλεεινῇ ἀγροικίᾳ τὴν σωτηρίαν χαρίσασθαι καὶ τοῖς τὸν Ταῦρον οἰκοῦσι τὸν σιδηροφόρον φορητὴν προστάξαι γενέσθαι τὴν τοῦ σιδήρου συντέλειαν, ὡς μὴ εἰς ἅπαξ αὐτοὺς ἐκτριβῆναι, ἀλλὰ διαρκῆ αὐτῶν εἶναι τὴν ὑπηρεσίαν τοῖς δημοσίοις· οὗ μάλιστα πάντων μέλειν τῇ ἀξιαγάστῳ σου φιλανθρωπίᾳ πεπείσμεθα.
ΜΟΔΕΣΤῼ ΕΠΑΡΧῼ Ἄλλως μὲν οὐκ ἂν ἐθάρρησα δι᾽ ὄχλου γενέσθαι τῇ μεγαλοφυΐᾳ σου εἰδὼς καὶ ἐμαυτὸν μετρεῖν καὶ τὰς ἐξουσίας γνωρίζειν. Ἐπειδὴ δὲ εἶδον ἄνδρα φίλον ἐναγωνίως διακείμενον ἐπὶ τῷ μετακληθῆναι, ἀπετόλμησα αὐτῷ δοῦναι τὴν ἐπιστολὴν ταύτην, ἵνα ἀνθ᾽ ἱκεσίας αὐτὴν προβαλλόμενος τύχῃ τινὸς φιλανθρωπίας. Πάντως δέ, εἰ καὶ ἡμεῖς οὐδενὸς λόγου ἄξιοι, ἀλλ᾽ αὐτὸ τὸ μέτριον ἱκανὸν δυσωπῆσαι τὸν φιλανθρωπότατον τῶν ὑπάρχων καὶ ἡμῖν δοῦναι συγγνώμην, ἵνα, εἰ μὲν μηδὲν πεπλημμέληται τῷ ἀνδρί, σωθῆναι αὐτὸν δι᾽ αὐτὴν τὴν ἀλήθειαν, εἰ δὲ καὶ ἥμαρτεν, ἀφεθῆναι αὐτῷ δι᾽ ἡμᾶς τοὺς ἱκετεύσαντας. Οἷα γὰρ τἀνταῦθά ἐστι τῶν πραγμάτων τίς μᾶλλον ἐπίσταται σοῦ, τοῦ καὶ ἐπιβλέποντος τὰ παρ᾽ ἑκάστου σαθρὰ καὶ τῇ θαυμασίᾳ προμηθείᾳ τὰ πάντα διακρατοῦντος;
ΑΝΔΡΟΝΙΚῼ ΗΓΕΜΟΝΙ Εἰ μὲν οὕτως εἶχον σώματος ὥστε ῥᾳδίως ὑπομένειν ὁδοιπορίας δύνασθαι καὶ τὰ τοῦ χειμῶνος δυσχερῆ φέρειν, οὐκ ἂν ἐπέστελλον, ἀλλ᾽ αὐτὸς παρὰ τὴν σὴν μεγαλοψυχίαν ἐβάδιζον δυοῖν ἕνεκεν· τοῦ τε παλαιᾶς ὑποσχέσεως ἐκτίσαι χρέος (οἶδα γὰρ ὁμολογήσας παρέσεσθαι τῇ Σεβαστείᾳ καὶ ἀπολαύσειν σου τῆς τελειότητος, ὅπερ ἐποίησα μέν, διήμαρτον δὲ τῆς συντυχίας μικρὸν κατόπιν τῆς σῆς καλοκαγαθίας παραγενόμενος), ἑτέρου δὲ τοῦ τὴν πρεσβείαν δι᾽ ἐμαυτοῦ πληρῶσαι ἣν ἀποστεῖλαι τέως ἀπώκνουν, μικρότερον ἐμαυτὸν κρίνων ἢ ὥστε τοιαύτης τυγχάνειν χάριτος καὶ ἅμα λογιζόμενος ὅτι οὔτε ἄρχοντα οὔτε ἰδιώτην ὑπὲρ οὐδενὸς ἄν τις λέγων διὰ γραμμάτων πείσειεν οὕτως ὡς αὐτὸς παρὼν καὶ τὰ μὲν ἀπολυόμενος τῶν ἐγκλημάτων, τὰ δὲ ἱκετεύων, τοῖς δὲ συγγνώμην παραιτούμενος ἔχειν· ὧν οὐδὲν ἂν ῥᾳδίως δι᾽ ἐπιστολῆς γένοιτο. Πᾶσιν οὖν τούτοις ἓν ἀντιθείς, σὲ τὴν θείαν κεφαλήν, καὶ ὅτι ἐξαρκέσει τὴν γνώμην ἐνδείξασθαί σοι, ἣν περὶ τοῦ πράγματος ἔχομεν, τὰ δὲ λοιπὰ προσθήσεις παρὰ σαυτοῦ, πρὸς τὴν ἐγχείρησιν οὐκ ἀπώκνησα.
Ἀλλ᾽ ὁρᾷς ὅπως κύκλῳ περίειμι ὀκνῶν καὶ ἀναδυόμενος τὴν αἰτίαν ἐκφαίνειν ὑπὲρ ὧν ποιοῦμαι τοὺς λόγους. Δομετιανὸς οὗτος ἐπιτήδειος ἡμῖν ἐστιν ἐκ τῶν γονέων ἄνωθεν, ὥστε ἀδελφοῦ μηδ᾽ ὁτιοῦν διαφέρειν. Τί γὰρ ἄν τις μὴ τἀληθῆ λέγοι; Εἶτα τὴν αἰτίαν μαθόντες ἀφ᾽ ἧς ταῦτα πέπονθεν ἄξιον εἶναι τοῦ παθεῖν οὕτως ἔφαμεν.
Μηδὲ γὰρ ἔστω μηδείς, ὃς μικρὸν ἢ μεῖζον εἰς τὴν σὴν ἀρετὴν ἀμελήσας, τὴν τιμωρίαν ἐκφύγοι. Ἀλλ᾽ ὁρῶντες τοῦτον περιδεῶς καὶ ἀδόξως ζῶντα καὶ ἐπὶ τῇ σῇ ψήφῳ κειμένην αὐτοῦ τὴν σωτηρίαν ἀρκοῦσαν αὐτὸν ἔχειν τὴν δίκην ἐκρίναμεν, μεγαλόψυχόν τε ὁμοῦ καὶ φιλάνθρωπον διανοηθῆναί σε περὶ αὐτοῦ ἱκετεύομεν. Τὸ μὲν γὰρ τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς, τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρηστὸν εἶναι καὶ πρᾶον μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. Ὥστε ὑπάρξει σοι βουληθέντι ἐν τῷ αὐτῷ τήν τε πρὸς τὸ ἀμύνασθαι καὶ τὴν εἰς τὸ σώζειν, ὡς ἂν ἐθέλῃς, ἐπιδείξασθαι μεγαλοψυχίαν. Τοῦτο μέτρον ἀρκοῦν Δομετιανῷ τῆς κολάσεως τῶν προσδοκωμένων ὁ φόβος καὶ ὧν ἄξιον οἶδεν ἑαυτὸν παθεῖν ὄντα. Τούτοις μηδὲν εἰς τιμωρίαν αὐτῷ προσθεῖναι ἱκετεύομεν. Καὶ γὰρ ἐκεῖνο σκόπει ὅτι κύριοι μὲν τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον ἤδη γεγόνασιν, ὧν οὐδεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ βίῳ παντὶ παραδέδοται.
Προσκείσθω δὴ καὶ τοῦτο τοῖς περὶ σοῦ διηγήμασι. Δὸς ἡμῖν τοῖς ὑμνεῖν προαιρουμένοις τὰ σὰ τὰς ἐν τοῖς ἄνω χρόνοις ᾀδομένας φιλανθρωπίας ὑπερβαλέσθαι. Οὕτω καὶ Κροῖσος τῷ παιδοφόνῳ τὴν ὀργὴν ἀφεῖναι λέγεται ἑαυτὸν παραδόντι εἰς τιμωρίαν, καὶ Κῦρος ὁ μέγας αὐτῷ τούτῳ τῷ Κροίσῳ φίλος γενέσθαι μετὰ τὴν νίκην.
Τούτοις σε συναριθμήσομεν καί, ὅση δύναμις ἡμετέρα, ταῦτα ἀναγορεύσομεν, εἴπερ μὴ μικροί τινες εἶναι παντάπασιν ἀνδρὸς τοσούτου κήρυκες νομισθείημεν. Ἐκεῖνο δὲ ἐπὶ πᾶσιν εἰπεῖν ἀναγκαῖον, ὅτι τοὺς ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν (τίς γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;), ἀλλ᾽ ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο ἢ ἑτέροις ὑπάρξειε τοῦ σωφρονεῖν παραδείγματα.
Τούτων τοίνυν οὐθέτερον ἐνδεῖν ἄν τις ἐν τῷ παρόντι φήσειεν· αὐτός τε γὰρ καὶ μετὰ τὸν θάνατον τούτων μεμνήσεται, τούς τε λοιποὺς τεθνάναι τῷ δέει πρὸς τοῦτον ἀφορῶντας οἴομαι. Ὥσθ᾽ ὅπερ ἂν προσθῶμεν τῇ τιμωρίᾳ, τὴν ὀργὴν ἡμῶν αὐτῶν ἀποπιμπλάναι δόξομεν· ὃ πολλοῦ δεῖν ἐπὶ σοῦ ἀληθὲς εἶναι φαίην ἂν ἔγωγε καὶ οὐδὲν ἂν τούτων τῶν λόγων προήχθην εἰπεῖν, εἰ μὴ μείζονα τῷ διδόντι τὴν χάριν ἐνεώρων ἢ τοῖς λαμβάνουσιν. Οὐδὲ γὰρ ὀλίγοις ἔσται καταφανὴς ἡ μεγαλοψυχία τοῦ τρόπου. Καππαδόκαι γὰρ ἅπαντες ἀποσκοποῦσι τὸ μέλλον, οἷς εὐξαίμην ἂν μετὰ τῶν λοιπῶν ἀγαθῶν τῶν προσόντων σοι καὶ ταύτην ἀπαριθμεῖσθαι. Ὀκνῶ δὲ τοῦ γράφειν παύσασθαι ἡγούμενός μοι ζημίαν οἴσειν τὸ παραθέν. Τοσοῦτόν γε μὴν προσθήσω, ὅτι πολλῶν ἐπιστολὰς ἔχων ἐξαιτουμένων αὐτὸν πασῶν ἡγήσατο προτιμοτέραν εἶναι τὴν παρ᾽ ἡμῶν, οὐκ οἶδ᾽ ὅπως μαθὼν εἶναί τινα ἡμῶν λόγον παρὰ τῇ σῇ τελειότητι. Ὅπως οὖν μήτε αὐτὸς ψευσθῇ τῶν ἐλπίδων ἃς ἐφ᾽ ἡμῖν ἔσχε καὶ ἡμῖν ὑπάρξῃ πρὸς τοὺς ἐνταῦθα σεμνολογεῖσθαι, παρακέκλησο, Δέσποτα ἀνυπέρβλητε, ἐπινεῦσαι πρὸς τὴν αἴτησιν. Πάντως δὲ οὐδενὸς χεῖρον τῶν πώποτε φιλοσοφησάντων ἐπέσκεψαι τὰ ἀνθρώπινα, καὶ οἶδας ὡς καλὸς θησαυρὸς πᾶσι τοῖς δεομένοις ὑπουργεῖν προαποκείμενος.
ΤΟΙΣ ΕΝ ΤΑΡΣῼ ΠΡΕΣΒΥΤΕΡΟΙΣ Συντυχὼν τῷδε πολλὴν ἔσχον τῷ ἁγίῳ Θεῷ τὴν χάριν, ὅτι με καὶ διὰ τῆς αὐτοῦ παρουσίας ἀπὸ πολλῶν θλίψεων παρεμυθήσατο καὶ τὴν ὑμετέραν ἀγάπην ἐναργῶς ἔδειξε δι᾽ αὐτοῦ. Σχεδὸν γὰρ τὸν πάντων ὑμῶν περὶ τὴν ἀλήθειαν ζῆλον ἐν τῇ τοῦ ἑνὸς ἀνδρὸς προαιρέσει κατέμαθον. Ἃ μὲν οὖν ἰδίᾳ διελέχθημεν πρὸς ἀλλήλους αὐτὸς ὑμῖν ἀπαγγελεῖ, ἃ δὲ παρ᾽ ἐμοῦ γνωρισθῆναι ὑμῶν προσῆκε τῇ ἀγάπῃ ταῦτά ἐστιν. Ὁ καιρὸς πολλὴν ἔχει ῥοπὴν πρὸς καταστροφὴν τῶν Ἐκκλησιῶν, καὶ τοῦτο πολὺν ἔχομεν ἤδη χρόνον ἐξ οὗ καταμανθάνομεν. Οἰκοδομὴ δὲ Ἐκκλησίας καὶ σφαλμάτων διόρθωσις καὶ συμπάθεια μὲν πρὸς τοὺς ἀσθενοῦντας, ὑπερασπισμὸς δὲ πρὸς τοὺς ὑγιαίνοντας τῶν ἀδελφῶν οὐδὲ εἷς. Ἀλλ᾽ οὔτε βοήθημα ἢ θεραπευτικὸν τῆς προκατασχούσης νόσου ἢ προφυλακτικὸν τῆς προσδοκωμένης οὐδέν. Καὶ ὅλως ἔοικε λοιπὸν ἡ τῆς Ἐκκλησίας κατάστασις (ἵνα ἐναργεῖ χρήσωμαι τῷ ὑποδείγματι, κἂν εὐτελέστερον εἶναι δοκῇ) ἱματίῳ παλαιῷ ὑπὸ τῆς τυχούσης προφάσεως ῥᾳδίως καταρρηγνυμένῳ, ὃ πρὸς τὴν ἐξ ἀρχῆς ἰσχὺν ἐπανελθεῖν πάλιν ἀδυνατεῖ. Ὡς οὖν ἐν καιρῷ τοιούτῳ, μεγάλης χρεία τῆς σπουδῆς καὶ πολλῆς τῆς ἐπιμελείας εὐεργετηθῆναί τι τὰς Ἐκκλησίας. Εὐεργεσία δέ ἐστιν ἑνωθῆναι τὰ τέως διεσπασμένα. Ἕνωσις δ᾽ ἂν γένοιτο, εἰ βουληθείημεν ἐν οἷς μηδὲν βλάπτομεν τὰς ψυχὰς συμπεριενεχθῆναι τοῖς ἀσθενεστέροις.
Ἐπεὶ οὖν πολλὰ στόματα ἤνοικται κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου καὶ πολλαὶ γλῶσσαι ἠκόνηνται εἰς τὴν κατ᾽ αὐτοῦ βλασφημίαν, ἀξιοῦμεν ὑμᾶς, ὅσον ἐστὶν ἐφ᾽ ὑμῖν, εἰς ὀλίγον ἀριθμὸν περιστῆσαι τοὺς βλασφημοῦντας καὶ τοὺς μὴ λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ Ἅγιον δέχεσθαι εἰς κοινωνίαν, ἵνα μόνοι καταλειφθῶσιν οἱ βλάσφημοι καὶ ἢ καταισχυνθέντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν ἢ ἐπιμένοντες τῇ ἁμαρτίᾳ ἀναξιόπιστοι ὦσι διὰ τὴν ὀλιγότητα. Μηδὲν τοίνυν πλέον ἐπιζητῶμεν, ἀλλὰ προτεινώμεθα τοῖς βουλομένοις ἡμῖν συνάπτεσθαι ἀδελφοῖς τὴν ἐν Νικαίᾳ πίστιν, κἂν ἐκείνῃ συνθῶνται, ἐπερωτῶμεν καὶ τὸ μὴ δεῖν λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ Ἅγιον μηδὲ κοινωνικοὺς αὐτῶν εἶναι τοὺς λέγοντας. Πέρα δὲ τούτων ἀξιῶ μηδὲν ἐπιζητεῖσθαι παρ᾽ ἡμῶν. Πέπεισμαι γὰρ ὅτι τῇ χρονιωτέρᾳ συνδιαγωγῇ καὶ τῇ ἀφιλονείκῳ συγγυμνασίᾳ, καὶ εἴ τι δέοι πλέον προστεθῆναι εἰς τράνωσιν, δώσει ὁ Κύριος ὁ πάντα συνεργῶν εἰς ἀγαθὸν τοῖς ἀγαπῶσιν αὐτόν.
ΤΟΙΣ ΕΝ ΤΑΡΣῼ ΠΕΡΙ ΚΥΡΙΑΚΟΝ Ὅσον ἐστὶ τὸ τῆς εἰρήνης ἀγαθὸν τί χρὴ λέγειν πρὸς ἄνδρας υἱοὺς τῆς εἰρήνης; Ἐπεὶ οὖν τὸ μέγα τοῦτο καὶ θαυμαστὸν καὶ πᾶσι περισπούδαστον τοῖς ἀγαπῶσι τὸν Κύριον κινδυνεύει λοιπὸν εἰς ὄνομα ψιλὸν περιστῆναι, διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγείσης λοιπὸν τοῖς πολλοῖς τῆς ἀγάπης, οἶμαι προσήκειν μίαν ταύτην εἶναι σπουδὴν τοῖς γνησίως καὶ ἀληθινῶς δουλεύουσι τῷ Κυρίῳ τὸ ἐπαναγαγεῖν πρὸς ἕνωσιν τὰς Ἐκκλησίας τὰς πολυμερῶς καὶ πολυτρόπως ἀπ᾽ ἀλλήλων διατμηθείσας. Ὃ δὴ καὶ αὐτὸς ἐπιχειρῶν ποιεῖν, οὐκ ἂν δικαίως πολυπράγμονος αἰτίαν λάβοιμι. Οὐδὲν γὰρ οὕτως ἴδιόν ἐστι χριστιανοῦ ὡς τὸ εἰρηνοποιεῖν· διὸ καὶ τὸν ἐπ᾽ αὐτῷ μισθὸν μέγιστον ἡμῖν ὁ Κύριος ἐπηγγείλατο.
Συντυχὼν τοίνυν τοῖς ἀδελφοῖς καὶ θεασάμενος αὐτῶν πολὺ μὲν τὸ φιλάδελφον καὶ τὸ περὶ ὑμᾶς ἀγαπητικόν, πολλῷ δὲ ἔτι πλέον τὸ φιλόχριστον καὶ τὸ περὶ τὴν πίστιν ἀκριβές τε καὶ εὔτονον, καὶ ὅτι πολλὴν ἀμφοτέρων ποιοῦνται σπουδήν, τῆς τε ὑμετέρας ἀγάπης μὴ χωρίζεσθαι καὶ τὴν ὑγιαίνουσαν πίστιν μὴ καταπροδοῦναι, ἀποδεξάμενος αὐτῶν τὴν ἀγαθὴν προαίρεσιν ἐπιστέλλω τῇ σεμνότητι ὑμῶν παρακαλῶν πάσῃ ἀγάπῃ ἔχειν αὐτοὺς ἡνωμένους γνησίως καὶ πάσης ἐκκλησιαστικῆς φροντίδος κοινωνούς, ἐγγυησάμενος καὶ αὐτοῖς τὴν ὑμετέραν ὀρθότητα ὅτι καὶ αὐτοὶ τῇ τοῦ Θεοῦ χάριτι τῷ ὑπὲρ τῆς ἀληθείας ζήλῳ πρὸς πάντα ἐστὲ παρατεταγμένοι, ὅσαπερ ἂν δέῃ παθεῖν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας. Ἔστι δέ, ὡς ἐμαυτὸν πείθω, τὰ οὔτε ὑμῖν ὑπεναντία καὶ τοῖς προειρημένοις τῶν ἀδελφῶν αὐτάρκη πρὸς πληροφορίαν ταῦτα, ὁμολογεῖν ὑμᾶς τὴν ἐκ τῶν Πατέρων ἡμῶν ἐκτεθεῖσαν πίστιν τῶν ἐν Νικαίᾳ ποτὲ συνελθόντων καὶ μηδεμίαν τῶν ἐκεῖ λέξεων ἀθετεῖν, ἀλλ᾽ εἰδέναι ὅτι τριακόσιοι δέκα καὶ ὀκτώ, ἀφιλονείκως συνιόντες, οὐκ ἄνευ τῆς τοῦ Ἁγίου Πνεύματος ἐνεργείας ἐφθέγξαντο, προσθεῖναι δὲ τῇ πίστει ἐκείνῃ καὶ τὸ μὴ χρῆναι λέγειν κτίσμα τὸ Πνεῦμα τὸ Ἅγιον, μὴ μέντοι μηδὲ τοῖς λέγουσι κοινωνεῖν, ἵνα καθαρὰ ᾖ τοῦ Θεοῦ ἡ Ἐκκλησία μηδὲν ζιζάνιον ἑαυτῇ παραμεμιγμένον ἔχουσα.
Ταύτης αὐτοῖς τῆς πληροφορίας παρὰ τῆς εὐσπλαγχνίας ὑμῶν προτεθείσης καὶ αὐτοὶ τὴν πρέπουσαν ὑμῖν ὑποταγὴν ἕτοιμοί εἰσι παρασχέσθαι. Αὐτὸς γὰρ ἐγγυῶμαι τὸ μέρος τῶν ἀδελφῶν ὡς εἰς οὐδὲν ἀντεροῦσιν, ἀλλὰ πᾶσαν ὑμῖν ἐπιδείξονται εὐταξίας ὑπερβολήν, ἑνὸς τούτου αὐτοῖς τοῦ ἐπιζητουμένου παρ᾽ αὐτῶν ὑπὸ τῆς ὑμετέρας τελειότητος ἑτοίμως παρασχεθέντος.
ΠΡΟΣ ΣΙΜΠΛΙΚΙΑΝ ΑΙΡΕΤΙΚΗΝ Ἀβούλως οἱ ἄνθρωποι καὶ μισοῦσι τοὺς κρείττονας καὶ φιλοῦσι τοὺς χείρονας. Διὸ δὴ καὶ αὐτὸς κατέχω τὴν γλῶτταν, σιωπῇ τῶν ἐμῶν ὕβρεων πνίγων τὸν ὄνειδον. Ἐγὼ δὲ μενῶ τὸν ἄνωθεν Δικαστὴν ὃς οἶδε πᾶσαν κακίαν ἐν τέλει ἀμύνασθαι. Κἂν γὰρ ὑπὲρ ψάμμον τις ἐκχέῃ χρήματα, βλάπτει ψυχὴν πατήσας τὸ δίκαιον. Ἀεὶ γὰρ θυσίαν Θεός, οὐχ ὡς χρῄζων, οἶμαι, ζητεῖ, ἀλλὰ θυσίαν πολυτελῆ τὴν εὐσεβῆ καὶ δικαίαν γνώμην δεχόμενος. Ὅταν δέ τις ἑαυτὸν παραβαίνων πατῇ, κοινὰς λογίζεται τὰς εὐχάς. Σαυτὴν οὖν τῆς ἐσχάτης ἡμέρας ὑπόμνησον, ἡμᾶς δὲ αὐτούς, εἰ βούλει, μὴ δίδασκε. Ἴσμεν σου πλείονα καὶ ταῖς ἔνδοθεν ἀκάνθαις οὐ τοσοῦτον συμπνιγόμεθα, οὔτε ἐν ὀλίγοις καλοῦ δεκαπλασίονα κακίαν ἐπιμίγνυμεν. Ἐπήγειρας ἡμῖν σαύρας καὶ φρύνους, ἐαρινὰ δῆθεν θηρία, πλὴν ὅμως ἀκάθαρτα. Ἀλλ᾽ ἥξει πτερὸν ἄνωθεν τὸ ταῦτα νεμόμενον.
Ἐμοὶ γὰρ λόγος, οὐχ ὡς σὺ νομίζεις, ἀλλ᾽ ὡς οἶδε κρίνειν Θεός. Εἰ δὲ καὶ μαρτύρων χρεία, οὐ δοῦλοι στήσονται οὐδὲ εὐνούχων γένος ἄτιμον καὶ πανώλεθρον τοῦτο δὴ τοῦτο ἄθηλυ, ἄνανδρον, γυναικομανὲς καὶ ἐπίζηλον, κακόμισθον, εὐμετάβλητον, ἀμετάδοτον, πάνδοχον, ἀπροσκορές, κλαυσίδειπνον, ὀξύθυμον, χρυσομανές, ἀπηνές, θηλυδριῶδες, γαστρίδουλον, καὶ τί γὰρ ἔτι εἴπω; Σὺν αὐτῇ τῇ γενέσει σιδηροκατάδικον. Πῶς γὰρ ὀρθὴ γνώμη τούτων ὧν καὶ πόδες στρεβλοί; Οὗτοι μὲν σωφρονοῦσι ἄμισθα διὰ σιδήρου, μαίνονται δὲ ἄκαρπα δι᾽ οἰκείαν αἰσχρότητα. Οὐχ οὗτοι στήσονται τῆς κρίσεως μάρτυρες, ἀλλ᾽ ὀφθαλμοὶ δικαίων καὶ ὄψεις ἀνδρῶν τελείων, ὅσοι τότε ὁρῶσι βλέποντες σύνεσιν.
ΦΙΡΜΙΝῼ Καὶ σπάνιά σου τὰ γράμματα καὶ μικρὰ ταῦτα, ἢ ὄκνῳ τοῦ γράφειν ἢ ἄλλως τὸν ἐκ τοῦ πλήθους κόρον διαφεύγειν οἰκονομοῦντος ἤπου καὶ πρὸς βραχυλογίαν ἑαυτὸν συνεθίζοντος. Ἡμῖν μέντοι οὐδὲν ἐξαρκεῖ, ἀλλὰ κἂν ὑπερβάλλῃ τῷ πλήθει, τῆς ἐπιθυμίας ἐστὶν ἐλάττω, διὰ τὸ βούλεσθαι πάνθ᾽ ἕκαστα μανθάνειν περὶ σοῦ· πῶς μέν σοι τὸ σῶμα ἔχει, ὅπως δέ σοι τὸ τῆς ἀσκήσεως, καὶ πότερον ἐπιμένεις τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἢ τί καὶ μετεβουλεύσω πρὸς τὰ συμπίπτοντα τὴν γνώμην μεταθέμενος. Εἰ μὲν οὖν ὁ αὐτὸς διέμεινας σεαυτῷ, οὐκ ἂν πλῆθος γραμμάτων ἐπεζητοῦμεν, ἀλλ᾽ ἤρκει ἡμῖν τοσοῦτον· «Ὁ δεῖνα τῷ δεῖνι· ὑγιαίνειν ἡμᾶς ἴσθι καὶ ἔρρωσο.» Ἐπεὶ δὲ ἀκούομεν ἃ καὶ λέγειν αἰσχυνόμεθα, καταλιπόντα σε τὴν τῶν μακαρίων προγόνων τάξιν ἐπὶ τὸν πρὸς πατρὸς πάππον αὐτομολεῖν καὶ Βρέττανιν σπουδάζειν γενέσθαι ἀντὶ Φιρμίνου, ἐπιζητοῦμεν αὐτὰ ταῦτα ἀκοῦσαι καὶ τοὺς λογισμοὺς μαθεῖν καθ᾽ οὓς ἐπὶ ταύτην ἐλθεῖν τοῦ βίου τὴν ὁδὸν ὑπήχθης.
Ἀλλ᾽ ἐπειδὴ αὐτὸς ἀπεσιώπησας αἰδοῖ τοῦ βουλεύματος, ἡμεῖς σε παρακαλοῦμεν μήτε βουλεύεσθαι αἰσχύνης ἄξια καί, εἴ τι ὑπέδραμέ σου τὸν νοῦν, ἀπελάσαντα τοῦτο τῆς διανοίας σεαυτοῦ γενέσθαι πάλιν καὶ μακρὰ χαίρειν εἰπόντα στρατιᾷ καὶ ὅπλοις καὶ ταῖς ἐπὶ στρατοπέδου ταλαιπωρίαις καταλαβεῖν τὴν πατρίδα, ἀρκοῦν πρὸς ἀσφάλειαν βίου καὶ πρὸς πᾶσαν περιφάνειαν τὸ ἐξίσου τοῖς προγόνοις κρατῆσαι τῆς πόλεως ἡγησάμενον· ὅπερ ἀπόνως σοι παραγενήσεσθαι πεπιστεύκαμεν πρός τε τὴν ἐκ φύσεως ἐπιτηδειότητα ἀφορῶντες καὶ πρὸς τὴν ἐρημίαν τῶν ἐνισταμένων. Εἴτε οὖν μὴ γέγονεν ἐξ ἀρχῆς ἡ γνώμη εἴτε γενομένη πάλιν ἐκβέβληται, γνώρισον ἡμῖν ἐν τάχει· εἰ δέ, ὃ μὴ γένοιτο, τὰ αὐτὰ μένει βουλεύματα, αὐτάγγελτος ἡμῖν ἡκέτω ἡ συμφορά, γραμμάτων δὲ οὐ δεόμεθα.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΣΚΗΣΕΙ Ἐγὼ καὶ ἄλλως ὀφείλεσθαι τῇ ὑμετέρᾳ τιμιότητι ἐμαυτὸν νομίζω, καὶ τὸ νῦν δὲ τοῦτο φρόντισμα ἐν ᾧ ἐσμεν ἀναγκαίως ἡμᾶς ὑπευθύνους ταῖς τῶν τοιούτων πραγμάτων ὑπηρεσίαις καθίστησι, κἂν οἱ τυχόντες εἰσὶν οἱ ἐπιτάττοντες, μὴ ὅτι ὑμεῖς οἱ πολλοῖς δικαίοις καὶ ἄλλοις πρὸς ἡμᾶς συναπτόμενοι. Τὰ μὲν οὖν παρελθόντα εἰς ἐξέτασιν ἀγαγεῖν οὐκ ἀναγκαῖον, ἐπεὶ ἐνῆν εἰπεῖν ὅτι ἡμεῖς ἐγενόμεθα ἑαυτοῖς ταράχων αἴτιοι, τῆς ἀγαθῆς ἐκείνης ἀσκήσεως καὶ μόνης ἀγούσης πρὸς σωτηρίαν φιλονεικήσαντες ἀποστῆναι· διὸ τάχα καὶ τῷ ταράχῳ τούτῳ εἰς πειρασμὸν παρεδόθημεν. Ἀλλ᾽ ἐκεῖνα μὲν γέγονε καὶ ὑπομνήσεως ἠξιώθη, ὥστε μὴ δεύτερον ἡμᾶς τοῖς ὁμοίοις περιπεσεῖν.
Τὰ δὲ ἐφεξῆς, πάνυ βούλομαι πληροφορεῖσθαί σου τὴν εὐλάβειαν ὅτι τοῦ Θεοῦ συγχωροῦντος ῥᾷστα ἡμῖν προσχωρήσει, τοῦ πράγματος καὶ ἐννόμου ὄντος καὶ οὐδὲν ἔχοντος βαρὺ καὶ τῶν φίλων ἡμῶν πολλῶν ἑτοίμως χαριζομένων ὄντων ἐν τῷ στρατοπέδῳ. Τυπωθήσεται οὖν παρ᾽ ἡμῶν δέησις κατὰ τὴν ὁμοιότητα τοῦ προσδοθέντος λιβέλλου τῷ βικαρίῳ, ἐν ᾗ ἐὰν μή τις γένηται παρολκή, εὐθέως ἀποπεμψόμεθα τὴν ἐκ τοῦ γράμματος ἄδειαν παρεχόμενοι.
Πέπεισμαι δὲ ἐν τοιούτοις μεῖζον τῶν βασιλικῶν προσταγμάτων τὴν προαίρεσιν ἡμῶν ἰσχύειν, ἣν ἐὰν ἄτρεπτον καὶ ἀκλινῆ ἐκ τοῦ κατὰ τὴν ἀκμὴν βίου ἐπιδειξώμεθα, ἀνεπιχείρητος ἡμῖν καὶ ἄσυλος, διὰ τῆς τοῦ Θεοῦ βοηθείας, τῆς παρθενίας ἡ φυλακὴ εἴη. Τὸν δὲ ἐγχειρισθέντα ἡμῖν παρὰ σοῦ ἀδελφὸν καὶ ἐθεασάμεθα ἡδέως καὶ ἔχομεν ἐν τοῖς γνωρίμοις εὐχόμενοι ἄξιον εἶναι τοῦ Θεοῦ καὶ τῆς σῆς μαρτυρίας.
ΙΩΒΙΝῼ ΕΠΙΣΚΟΠῼ ΠΕΡΡΗΣ Ἔχω σε χρεώστην ὀφλήματος ἀγαθοῦ. Ἐδάνεισα γάρ σοι χρέος ἀγάπης, ὃ χρή με ἀπολαβεῖν σὺν τόκῳ, ἐπειδὴ καὶ ὁ Κύριος ἡμῶν τὸ τοιοῦτον εἶδος τῶν τόκων οὐ παραιτεῖται. Ἀπόδος τοίνυν, ὦ φίλη κεφαλή, ἐπιστὰς ἡμῶν τῇ πατρίδι. Τοῦτο μὲν οὖν ἐστιν αὐτὸ τὸ κεφάλαιον. Τίς δὲ ἡ προσθήκη; Τὸ σὲ εἶναι τὸν παραγινόμενον ἄνδρα τοσοῦτον ἡμῶν διαφέροντα ὅσῳ πατέρες εἰσὶ βελτίους παίδων.
ΕΥΣΤΑΘΙῼ ΕΠΙΣΚΟΠῼ ΣΕΒΑΣΤΕΙΑΣ Καὶ διὰ τοῦ αἰδεσιμωτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ Πέτρου προσφθέγγομαί σου τὴν ἀγάπην παρακαλῶν σε ὡς διὰ πάσης προφάσεως καὶ νῦν προσεύχεσθαι ὑπὲρ ἐμοῦ, ἵνα μεταβαλλόμενος ἀπὸ τοῦ ἀπευκτοῦ τούτου καὶ βλαβεροῦ τρόπου γένωμαί ποτε ἄξιος τοῦ ὀνόματος τοῦ Χριστοῦ.
Πάντως δέ, κἂν ἐγὼ μὴ λέγω, διαλεχθήσεσθε πρὸς ἀλλήλους περὶ τῶν καθ᾽ ἡμᾶς καὶ γνωρισθῆναι ποιήσει σοι τὴν ἀκρίβειαν τῶν πεπραγμένων, ὥστε μὴ παραδεχθῆναι ἀβασανίστως τὰς πονηρὰς καθ᾽ ἡμῶν ὑπονοίας ἃς εἰκὸς κατασκευάζειν τοὺς καὶ παρὰ τὸν τοῦ Θεοῦ φόβον καὶ παρὰ τὴν τῶν ἀνθρώπων ὑπόληψιν εἰς ἡμᾶς ἐξυβρίσαντας.
Οἷα γὰρ ἡμῖν ἐνεδείξατο ὁ γενναῖος Βασίλειος ὃν ἀντὶ φυλακτηρίου τῆς ἐμῆς ζωῆς παρὰ τῆς σῆς εὐλαβείας ὑπεδεξάμην ἐγὼ μὲν καὶ εἰπεῖν αἰσχύνομαι, εἴσει δὲ τὰ καθ᾽ ἕκαστον παρὰ τοῦ ἀδελφοῦ ἡμῶν διδαχθείς. Καὶ τοῦτο λέγω οὐκ ἐκεῖνον ἀμυνόμενος (εὔχομαι γὰρ αὐτῷ μὴ λογισθῆναι παρὰ τοῦ Κυρίου), ἀλλὰ βεβαίαν μοι τὴν παρὰ σοῦ ἀγάπην μεῖναι ἡμῖν διοικούμενος, ἣν φοβοῦμαι μὴ διασαλεύσωσι ταῖς ὑπερβολαῖς τῶν διαβολῶν ἃς εἰκὸς αὐτοὺς κατασκευάσαι εἰς ἀπολογίαν τοῦ πταίσματος. Ὅπερ δ᾽ ἂν κατηγορήσωσιν ἡμῶν, ἐκεῖνο παρὰ τῆς σῆς ἀγχινοίας ἐξεταζέσθωσαν εἰ ἐνεκάλεσαν ἡμῖν ἢ τὴν διόρθωσιν τοῦ ἁμαρτήματος οὗ νῦν ἡμῖν ἐπάγουσιν ἐπεζήτησαν ἢ ὅλως φανερὰν ἑαυτῶν τὴν πρὸς ἡμᾶς λύπην κατέστησαν. Νῦν δὲ ἐν φαιδρῷ τῷ προσώπῳ καὶ τετιμημένοις ἀγάπης ῥήμασιν ἀμύθητόν τινα δόλου καὶ πικρίας βυθὸν τῆς ψυχῆς συγκαλύπτοντες διὰ τῆς ἀνελευθέρου σιωπῆς ἐφανέρωσαν.
Ἐφ᾽ ᾧ ὅσον μὲν προξενοῦμεν τὸν γέλωτα τοῖς ἀεὶ τὸν εὐλαβῆ βίον ἐν τῇ ἀθλίᾳ ταύτῃ πόλει βδελυσσομένοις καὶ τέχνην πρὸς τὸ πιστευθῆναι καὶ σχηματισμὸν εἰς ἀπάτην τὸ πλάσμα τῆς ταπεινοφροσύνης διαβεβαιουμένοις ἐπιτηδεύεσθαι, πάντως, κἂν ἡμεῖς μὴ διηγησώμεθα, γνώριμον τῇ συνέσει σου· ὡς μηδὲν ἐπιτήδευμα οὕτως ὕποπτον εἶναι πρὸς κακίαν λοιπὸν τοῖς ἐνταῦθα ὡς τὸ ἐπάγγελμα τοῦ ἀσκητικοῦ βίου. Ὅπως δὲ χρὴ θεραπευθῆναι τῆς σῆς ἂν εἴη συνέσεως φροντίσαι. Τὰ γὰρ παρὰ Σωφρονίου συνερραμμένα ἐγκλήματα ἡμῖν οὐκ ἀγαθῶν ἐστι προοίμια, ἀλλ᾽ ἀρχὴ διαιρέσεως καὶ χωρισμοῦ καὶ σπουδὴ τοῦ καὶ τὴν ἐν ἡμῖν ἀγάπην ἀποψυγῆναι. Ὃν ὑπὸ τῆς σῆς εὐσπλαγχνίας παρακαλοῦμεν κατασχεθῆναι ἀπὸ τῆς βλαβερᾶς ταύτης ὁρμῆς καὶ πειραθῆναι τῇ παρ᾽ ἑαυτοῦ ἀγάπῃ κατασφίγγειν μᾶλλον τὰ διιστάμενα ἢ τοῖς πρὸς διάστασιν ὡρμημένοις συνεπιτείνειν τὸν χωρισμόν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.