Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Προσπάθειες Εκκλησιαστικής Ενότητας και Απάντηση σε Συκοφαντίες
Ανασκευή των εις βάρος του κατηγοριών, προτροπή για αμερόληπτη κρίση και προσπάθεια συνοδικής διευθέτησης των προβλημάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προσπάθειες Εκκλησιαστικής Ενότητας και Απάντηση σε Συκοφαντίες
Ανασκευή των εις βάρος του κατηγοριών, προτροπή για αμερόληπτη κρίση και προσπάθεια συνοδικής διευθέτησης των προβλημάτων.
ΑΜΦΙΛΟΧΙῼ ΕΠΙΣΚΟΠῼ ΙΚΟΝΙΟΥ Ἡμᾶς ἀρρωστίαι ἐξ ἀρρωστιῶν διαδέχονται, καὶ ἀσχολίαι ἐκκλησιαστικῶν τε ὁμοῦ πραγμάτων καὶ τῶν ταῖς Ἐκκλησίαις ἐπηρεαζόντων συνέσχον παρὰ πάντα τὸν χειμῶνα καὶ τὸν μέχρι ταύτης τῆς ἐπιστολῆς χρόνον. Διὸ οὔτε ἀποστεῖλαί τινα οὔτε ἐπισκέψασθαι τὴν εὐλάβειάν σου δυνατὸν ἡμῖν ἐγένετο. Εἰκάζομεν δὲ καὶ τὰ σὰ τοιαῦτα ἕτερα εἶναι, οὐ κατὰ τὴν ἀρρωστίαν λέγω, μὴ γένοιτο· παράσχοι γὰρ ὁ Κύριος ὑγείαν τῷ σώματί σου διαρκῆ πρὸς ὑπηρεσίαν τῶν ἐντολῶν αὐτοῦ ἀλλ᾽ ὅτι ἡ μέριμνα τῶν Ἐκκλησιῶν καὶ σοὶ τὸν αὐτὸν ἐμβάλλει περισπασμόν. Καὶ νῦν ἔμελλόν τινα ἀποστέλλειν αὐτοῦ τούτου ἕνεκεν, ὥστε γνωρίσαι ἡμῖν τὰ περὶ τῆς διαθέσεώς σου. Ἐπεὶ δὲ ὁ ποθεινότατος υἱὸς Μελέτιος παραπέμπων τοὺς νεολέκτους ὑπέμνησεν ἡμᾶς ὅτι εἴη σε δι᾽ αὐτοῦ προσειπεῖν, ἐδεξάμεθα τὴν ὑπόθεσιν τῶν γραμμάτων ἄσμενοι καὶ τῷ διακόνῳ τῶν ἐπιστολῶν ἐπεδράμομεν, ἀνδρὶ ἐξαρκοῦντι καὶ ἀντ᾽ ἐπιστολῆς εἶναι διά τε τὸ τοῦ τρόπου φιλάληθες καὶ διὰ τὸ μηδὲν ἀγνοεῖν τῶν καθ᾽ ἡμᾶς.
Δι᾽ οὗ παρακαλοῦμεν τὴν εὐλάβειάν σου προηγουμένως εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα δῷ ὁ Κύριος ἐμοὶ μὲν ἀπαλλαγὴν τοῦ φορτικοῦ τούτου σώματος, ταῖς δὲ Ἐκκλησίαις αὐτοῦ τὴν εἰρήνην, σοὶ δὲ ἡσυχίαν καὶ ἄδειαν τοῦ, ἐπειδὰν διαθῇς τὰ κατὰ τὴν Λυκαονίαν ἀποστολικῶς ὡς ἐνήρξω, ἐπισκέπτεσθαι καὶ τὰ ὧδε, κἄν τε ἐνδημῶμεν τῇ σαρκὶ κἂν ἀποδημῆσαι ἤδη πρὸς τὸν Κύριον ἐπιταχθῶμεν, ἵνα αὐτὸς ὡς ἰδίων, ὅπερ οὖν καὶ ἐστίν, ἀντέχῃ τῶν καθ᾽ ἡμᾶς τόπων καὶ στηρίζῃς μὲν τὰ σαθρά, ἐπεγείρῃς δὲ τὰ νωθρά, πάντα δὲ τῇ χάριτι τοῦ Πνεύματος τοῦ ὄντος ἐν σοὶ μετακοσμήσῃς πρὸς τὸ εὐάρεστον τῷ Κυρίῳ. Τοὺς δὲ τιμιωτάτους υἱοὺς ἡμῶν Μελέτιον καὶ Μελίτιον, οὓς πόρρωθεν οἶδας καὶ ἑαυτοῦ κρίνεις, ἔχε ἐν παρακαταθήκῃ εὐχόμενος ὑπὲρ αὐτῶν. Αὔταρκες γὰρ αὐτοῖς τοῦτο πρὸς πᾶσαν ἀσφάλειαν. Ὥστε καὶ τοὺς συνόντας τῇ ὁσιότητί σου καὶ πάντα τὸν κλῆρον καὶ τὸν λαὸν τὸν ὑπὸ σοῦ ποιμαινόμενον καὶ τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς προσειπεῖν παρ᾽ ἡμῶν καταξίωσον. Τῆς μνήμης τοῦ μακαριωτάτου μάρτυρος Εὐψυχίου μέμνησο καὶ μὴ ἀναμείνῃς δευτέραν ὑπόμνησιν, μηδὲ ἐμπρόθεσμον σπουδάσῃς ποιήσασθαι τὴν ἀπάντησιν, ἀλλὰ προλαβεῖν καὶ εὐφρᾶναι ἡμᾶς, ἐὰν ἄρα ἔτι ὦμεν ἐπὶ τῆς γῆς. Ἕως τότε ἐρρωμένος ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν, διαφυλαχθείης ἡμῖν καὶ ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις χάριτι τοῦ Ἁγίου.
ΑΜΦΙΛΟΧΙῼ ΕΠΙΣΚΟΠῼ ΙΚΟΝΙΟΥ Πολλῶν ἕνεκεν ἐπιθυμῶ συντυχεῖν σοι, ἵνα καὶ συμβούλῳ χρήσωμαι περὶ τῶν ἐν χερσὶ πραγμάτων, καὶ ὅλως ἵνα διὰ μακροῦ θεασάμενός σε ἔχω τινὰ παραμυθίαν τῆς ἀπολείψεως. Ἐπειδὴ δὲ τὰ αὐτὰ ἀμφοτέρους ἐπέσχεν, ἥ τε ὑμῖν συμβᾶσα ἀσθένεια καὶ ἡ παλαιοτέρα ἡμῶν ἀρρωστία μήπω ἀπολείψασα, ἀμφοτέροις δῶμεν συγγνώμην, εἰ βούλει, ἀμφότεροι, ὥστε δι᾽ ἑαυτῶν ἀλλήλους ἀφεῖναι τοῦ ἐγκλήματος.
ΑΜΦΙΛΟΧΙῼ ΕΠΙΣΚΟΠῼ ΙΚΟΝΙΟΥ Καὶ ἄλλως μέν μοι πολλοῦ ἄξιον τὸ συντυγχάνειν τῇ σεμνότητί σου, νῦν δὲ καὶ μάλιστα, ὅτε τοιοῦτόν ἐστι τὸ συνάγον ἡμᾶς πρᾶγμα. Ἀλλ᾽ ἐπειδὴ τὰ λείψανα τῆς ἀρρωστίας μου τοιαῦτα ὡς μηδὲ τὴν βραχυτάτην μοι κίνησιν συγχωρεῖν, ὅς γε, ἵνα τὴν μέχρι τῶν μαρτυρίων ὁδὸν ὀχήματι πορευθῶ, πάλιν μικροῦ πρὸς τὴν αὐτὴν ὑπέστρεψα νόσον, ἀνάγκη συγγνώμης τυχεῖν παρ᾽ ὑμῶν.
Κἂν μὲν ᾖ δυνατὸν ὑπερτεθῆναι τὸ πρᾶγμα ὀλίγαις ὕστερον ἡμέραις, καὶ συνέσομαι ὑμῖν τῇ τοῦ Θεοῦ χάριτι καὶ κοινωνήσω τῶν φροντίδων. Ἐὰν δὲ ἐπείγῃ τὰ σπουδαζόμενα, πράξατε μὲν τῇ τοῦ Θεοῦ συνεργίᾳ τὰ ἐν χερσί, συναριθμήσατε δέ με ἑαυτοῖς ὡς παρόντα καὶ τῶν καλῶς γινομένων συνεφαπτόμενον. Ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
ΤΟΙΣ ΠΑΡΑΛΙΩΤΑΙΣ ΕΠΙΣΚΟΠΟΙΣ Ἐγένετό μοι πολλὴ ὁρμὴ τῆς συντυχίας ὑμῶν, καὶ ἀεί τι ἐπεγένετο κώλυμα ἐμποδίζον μου τὴν προθυμίαν. Ἢ γὰρ ἡ τοῦ σώματος ἀσθένεια ἐνεπόδισέ μοι (ἣν οὐκ ἀγνοεῖτε πάντως ὅση μοι πάρεστιν ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, συντραφεῖσά μοι καὶ παιδεύουσά με κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονομοῦντος Θεοῦ) ἢ αἱ τῶν Ἐκκλησιῶν ἐπιμέλειαι ἢ οἱ πρὸς τοὺς ἐπανισταμένους τῷ λόγῳ τῆς ἀληθείας ἀγῶνες. Διὸ μέχρι τοῦ παρόντος ἐν θλίψει πολλῇ καὶ λύπῃ διάγω συνειδὼς ὅτι τὸ καθ᾽ ὑμᾶς ἐλλέλειπταί μοι. Ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ τοῦ διὰ τοῦτο τὴν διὰ σαρκὸς ἐπιδημίαν καταδεξαμένου, ἵνα καὶ τοῖς ὑποδείγμασι τῶν πρακτέων ῥυθμίσῃ τὸν βίον ἡμῶν καὶ διὰ τῆς ἰδίας φωνῆς ἀναγγείλῃ ἡμῖν τὸ Εὐαγγέλιον τῆς βασιλείας, ὅτι· «Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις», καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλλων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκονομίαν, τὴν ἑαυτοῦ εἰρήνην ὁ Κύριος κατέλιπεν εἰπών· «Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν», οὐ δύναμαι πεῖσαι ἐμαυτὸν ὅτι ἄνευ τῆς εἰς ἀλλήλους ἀγάπης καὶ ἄνευ τοῦ εἰς ἐμὲ ἥκοντος εἰρηνεύειν πρὸς πάντας δύναμαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ.
Πολὺν μὲν γὰρ ἀνέμεινα χρόνον εἴ ποτε καὶ παρὰ τῆς ὑμετέρας ἀγάπης γένηταί τις πρὸς ἡμᾶς ἐπίσκεψις. Οὐ γὰρ ἀγνοεῖτε ὅτι δημοσίᾳ προκείμενοι πᾶσιν, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβεβλημένοι σκόπελοι, ἡμεῖς τὸν θυμὸν τῶν αἱρετικῶν κυμάτων ὑποδεχόμεθα, καὶ περὶ ἡμᾶς ῥηγνύμενοι τὰ κατόπιν ἡμῶν οὐκ ἐπικλύζουσι. Τὸ δὲ ἡμεῖς ὅταν εἴπω, οὐκ εἰς τὴν ἀνθρωπίνην ἀναφέρω δύναμιν, ἀλλ᾽ εἰς τὴν τοῦ Θεοῦ χάριν τοῦ ἐν τῇ ἀσθενείᾳ τῶν ἀνθρώπων τὸ δυνατὸν ἑαυτοῦ δεικνύντος, καθά φησιν ὁ προφήτης ἐκ προσώπου τοῦ Κυρίου λέγων· «Ἢ ἐμὲ οὐ φοβηθήσεσθε τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ;» Τῷ γὰρ ἀσθενεστάτῳ καὶ εὐκαταφρονήτῳ πράγματι, τῇ ψάμμῳ, τὴν μεγάλην καὶ βαρεῖαν θάλασσαν ἐπέδησεν ὁ Δυνατός.
Ἐπεὶ οὖν τοιοῦτόν τι ἐστὶ καὶ τὸ καθ᾽ ἡμᾶς, ἀκόλουθον ἦν παρὰ τῆς ὑμετέρας ἀγάπης καὶ τῶν γνησίων τινὰς ἀποστέλλεσθαι συνεχῶς εἰς ἐπίσκεψιν ἡμῶν τῶν καταπονουμένων καὶ γράμματα ἀγαπητικὰ φοιτᾶν πρὸς ἡμᾶς, ἐπιτρέψατε, συνεχέστερον, τοῦτο μὲν στηρίζοντα ἡμῶν τὴν προθυμίαν, τοῦτο δὲ καί, εἴ τι σφαλλόμεθα, διορθούμενα.
Οὐκ ἀρνούμεθα γὰρ μυρίοις σφάλμασιν ὑποκεῖσθαι ἄνθρωποι ὄντες καὶ ἐν σαρκὶ ζῶντες. Ἀλλ᾽ ἐπειδὴ τὸν πρὸ τούτου χρόνον ἢ διὰ τὸ μὴ συνιδεῖν τὸ πρέπον παρελίπετε τὰ ὀφειλόμενα ἡμῖν, ἀδελφοὶ τιμιώτατοι, ἢ διὰ τὸ προληφθῆναι παρά τινων εἰς τὰς καθ᾽ ἡμῶν διαβολὰς οὐκ ἐνομίσατε ἡμᾶς ἀξίους εἶναι ἀγαπητικῆς ἐπισκέψεως, ἰδοὺ νῦν καὶ κατάρχομεν τοῦ γράμματος αὐτοὶ καὶ τὰς ἐπιφερομένας ἡμῖν αἰτίας ὁμολογοῦμεν ἑτοίμως ἔχειν ἐφ᾽ ὑμῶν ἀποδύσασθαι, μόνον ἐὰν καταδέχωνται οἱ ὑβρίζοντες ἡμᾶς ἀντιπρόσωποι ἡμῖν ἐπὶ τῆς ὑμετέρας εὐλαβείας καταστῆναι. Ἐλεγχθέντες μὲν γὰρ καὶ ἡμεῖς τὴν ἁμαρτίαν ἡμῶν ἐπιγνωσόμεθα καὶ ὑμεῖς μετὰ τοὺς ἐλέγχους συγγνώμην ἕξετε παρὰ τῷ Κυρίῳ ἐκ τῆς τῶν ἁμαρτωλῶν ἡμῶν κοινωνίας ἑαυτοὺς ὑποστέλλοντες καὶ οἱ ἐλέγξαντες μισθὸν ἕξουσιν ὡς τὴν κεκρυμμένην ἡμῶν κακίαν δημοσιεύσαντες. Ἐὰν δὲ πρὸ τῶν ἐλέγχων καταδικάζητε ἡμᾶς, ἡμεῖς μὲν οὐδὲν ἐσόμεθα ἠδικημένοι ἐκτὸς τοῦ ζημιωθῆναι τὸ πάντων ἡμῖν τιμιώτατον κτῆμα τὴν πρὸς ὑμᾶς ἀγάπην, ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθε ἡμᾶς οὐκ ἔχοντες καὶ τῷ Εὐαγγελίῳ δόξετε μάχεσθαι τῷ εἰπόντι· «Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον καὶ γνῷ τί ποιεῖ;» Ὅ τε καταχέων ἡμῶν τὰς λοιδορίας τὸν τῶν λεγομένων ἔλεγχον μὴ ἐπάγων, φανήσεται πονηρὰν ἑαυτῷ προσηγορίαν ἐπενεγκὼν ἐκ τῆς ἀτόπου τῶν λόγων χρήσεως.
Τὸν γὰρ διαβάλλοντα πῶς ἄλλως προσῆκεν ὀνομάζειν ἢ οὐχὶ ἣν ἐξ αὐτοῦ τοῦ πράγματος ἐπιτηδεύει προσηγορίαν αὐτῷ τιθεμένους; Μήτε οὖν ὁ λοιδορῶν ἡμᾶς «διάβολος» ἔστω, ἀλλὰ κατήγορος· μᾶλλον δὲ μηδὲ τὸ τοῦ κατηγόρου δεχέσθω ὄνομα, ἀλλ᾽ ἀδελφὸς ἔστω ἐν ἀγάπῃ νουθετῶν καὶ ἐπὶ διορθώσει ἐπάγων τὸν ἔλεγχον· μήτε ὑμεῖς λοιδοριῶν γένησθε ἀκροαταί, ἀλλ᾽ ἐλέγχων δοκιμασταί, μήτε ἡμεῖς ἀνιάτρευτοι καταλειφθῶμεν μὴ φανερουμένης ἡμῖν τῆς ἁμαρτίας ἡμῶν.
Μὴ γὰρ ἐκεῖνος ὑμᾶς ὁ λογισμὸς κατεχέτω, ὅτι οἱ τὴν παραλίαν οἰκοῦντες ἔξω ἐσμὲν τοῦ πάθους τῶν πολλῶν καὶ οὐδὲν τῆς παρ᾽ ἑτέρων ἐπικουρίας δεόμεθα· ὥστε τίς ἡμῖν χρεία τῆς πρὸς ἑτέρους κοινωνίας; Ὁ γὰρ Κύριος τὰς μὲν νήσους τῆς ἠπείρου διὰ θαλάσσης διέστησε, τοὺς δὲ νησιώτας τοῖς ἠπειρώταις διὰ τῆς ἀγάπης συνέδησεν.
Οὐδὲν ἡμᾶς χωρίζει ἀπ᾽ ἀλλήλων, ἀδελφοί, ἐὰν μὴ τῇ προαιρέσει τὸν χωρισμὸν ὑποστῶμεν. Εἷς ἡμῶν Κύριος, μία πίστις, ἐλπὶς ἡ αὐτή. Εἴτε κεφαλὴν ἑαυτοὺς τῆς καθόλου Ἐκκλησίας λογίζεσθε, οὐ δύναται ἡ κεφαλὴ εἰπεῖν τοῖς ποσί· χρείαν ὑμῶν οὐκ ἔχω. Εἴτε καὶ ἐν ἄλλῃ τάξει τῶν ἐκκλησιαστικῶν μελῶν ἑαυτοὺς τάσσετε, οὐ δύνασθε λέγειν τοῖς ἐν τῷ αὐτῷ σώματι κατατεταγμένοις ἡμῖν τό· χρείαν ὑμῶν οὐκ ἔχομεν. Αἵ τε γὰρ χεῖρες ἀλλήλων δέονται καὶ οἱ πόδες ἀλλήλους στηρίζουσι καὶ οἱ ὀφθαλμοὶ ἐν τῇ συμφωνίᾳ τὸ ἐναργὲς τῆς καταλήψεως ἔχουσιν. Ἡμεῖς μὲν γὰρ ὁμολογοῦμεν τὸ ἑαυτῶν ἀσθενὲς καὶ ἐπιζητοῦμεν τὴν σύμπνοιαν ὑμῶν. Οἴδαμεν γὰρ ὅτι, κἂν μὴ παρῆτε τῷ σώματι, τῇ διὰ τῶν εὐχῶν βοηθείᾳ μέγα παρέξετε ἡμῖν ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ὄφελος. Ὑμᾶς δὲ οὐκ ἔστιν οὔτε παρὰ ἀνθρώποις εὐπρεπὲς οὔτε τῷ Θεῷ εὐάρεστον ταῖς τοιαύταις κεχρῆσθαι φωναῖς αἷς οὐδὲ τὰ ἔθνη κέχρηνται τὰ μὴ εἰδότα τὸν Θεόν. Ἀλλὰ κἀκεῖνα ἀκούομεν, κἂν εἰς πάντα αὐτάρκη τὴν χώραν νέμωνται, τῆς γοῦν τῶν μελλόντων ἕνεκεν ἀδηλίας τὴν πρὸς ἀλλήλους συμμαχίαν ἀσπάζεσθαι καὶ τὴν ἐπιμιξίαν ὡς ἔχουσάν τι κέρδος μεταδιώκειν.
Ἡμεῖς δὲ ἐκείνων ὄντες τῶν πατέρων, οἳ ἐνομοθέτησαν διὰ μικρῶν χαρακτήρων τὰ τῆς ἐπιμιξίας σύμβολα ἀπὸ περάτων τῆς γῆς εἰς πέρατα περιφέρεσθαι καὶ πάντας πᾶσι πολίτας καὶ οἰκείους εἶναι, νῦν ἀποτέμνομεν ἑαυτοὺς τῆς οἰκουμένης καὶ οὔτε ἐπαισχυνόμεθα τῇ μονώσει οὔτε ζημίαν φέρειν τὸν διασπασμὸν τῆς ὁμονοίας τιθέμεθα οὔτε φρίσσομεν ὅτι εἰς ἡμᾶς φθάνει ἡ φοβερὰ τοῦ Κυρίου ἡμῶν προφητεία εἰπόντος ὅτι «Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» Μή, ἀδελφοὶ τιμιώτατοι, μὴ ἀνάσχησθε τοῦτο, ἀλλὰ καὶ ἐπὶ τοῖς παρελθοῦσι παρακαλέσατε ἡμᾶς γράμμασιν εἰρηνικοῖς καὶ ἀγαπητικαῖς προσφωνήσεσιν, οἱονεὶ πραείᾳ τινὶ ἐπαφῇ τὸ τῆς καρδίας ἡμῶν ἕλκος ὃ ἐκ τῆς παρελθούσης ἀμελείας ἐνεποιήσατε ἡμῖν παραμυθούμενοι. Καὶ εἴτε αὐτοὶ βούλεσθε πρὸς ἡμᾶς ἀπαντῆσαι καὶ δι᾽ ἑαυτῶν ἐρευνῆσαι τὰ ἀρρωστήματα ἡμῶν, εἰ ὄντως τοιαῦτά ἐστιν οἷα ἀκούετε ἢ ταῖς ἐκ τοῦ ψεύδους προσθήκαις βαρύτερα ὑμῖν ἀπαγγέλλεται τὰ ἁμαρτήματα ἡμῶν, γενέσθω καὶ τοῦτο. Ἕτοιμοι ἡμεῖς ὑπτίαις χερσὶ τὴν παρουσίαν ὑμῶν ὑποδέξασθαι καὶ προθεῖναι ἑαυτοὺς εἰς ἀκριβῆ βάσανον· μόνον ἀγάπη προηγείσθω τῶν γινομένων.
Εἴτε καὶ βούλεσθε παρ᾽ ἑαυτοῖς ὑποδεῖξαί τινα τόπον ἐν ᾧ γενόμενοι καὶ ὑμῖν τὸ ὀφειλόμενον τῆς ἐπισκέψεως χρέος ἀποπληρώσομεν καὶ ἑαυτῶν τὴν ἐνδεχομένην πεῖραν παρέξομεν, ὥστε καὶ τὰ προλαβόντα ἰάσασθαι καὶ τοῦ λοιποῦ μηδεμίαν διαβολαῖς χώραν καταλιπεῖν, καὶ τοῦτο γενέσθω. Πάντως γάρ, εἰ καὶ ἀσθενῆ περιφέρομεν σάρκα, ἀλλ᾽ ἕως ἀναπνέομεν ὑπεύθυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδομὴν τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ. Μὴ οὖν παραλογίσησθε ἡμῶν τὴν παράκλησιν ταύτην, μὴ εἰς ἀνάγκην ἡμᾶς ἀγάγητε καὶ πρὸς ἄλλους ἐξειπεῖν τὴν ὀδύνην ἡμῶν. Μέχρι γὰρ νῦν, γινώσκετε, ἀδελφοί, ἐν ἑαυτοῖς τὴν λύπην στέγομεν αἰσχυνόμενοι τοῖς πόρρωθεν ἡμῶν κοινωνικοῖς τὴν πρὸς ἡμᾶς ἀλλοτρίωσιν ὑμῶν διαγγεῖλαι, ἵνα μὴ κἀκείνους θλίψωμεν καὶ χαρὰν τοῖς μισοῦσιν ἡμᾶς ἐμποιήσωμεν.
Ταῦτα μόνος ἐπέστειλα νῦν, γνώμῃ δὲ τῶν ἐν Καππαδοκίᾳ πάντων ἀδελφῶν ἔγραψα, οἳ καὶ παρεκάλεσάν με μὴ τῷ τυχόντι χρήσασθαι διακόνῳ τοῦ γράμματος, ἀλλ᾽ ἀνδρὶ ὃς δυνήσεται διὰ τῆς ἐπιστολῆς ὅσα παρήκαμεν, φοβούμενοι μὴ εἰς πολλὴν ἀμετρίαν τὸν λόγον ἐκβάλωμεν, ταῦτα διὰ τῆς ἑαυτοῦ συνέσεως ἣν ἔχει ἐκ τῆς χάριτος τοῦ Θεοῦ ἀναπληρῶσαι. Λέγομεν δὲ τὸν ποθεινότατον ἡμῖν καὶ εὐλαβέστατον ἀδελφὸν Πέτρον τὸν συμπρεσβύτερον, ὃν καὶ δέξασθε ἐν ἀγάπῃ καὶ προπέμψατε πρὸς ἡμᾶς εἰρηνικῶς, ἵνα γένηται ἡμῖν ἀγαθῶν ἄγγελος.
ΤΟΙΣ ΝΕΟΚΑΙΣΑΡΕΥΣΙΝ Πολὺν χρόνον ἀπεσιωπήσαμεν πρὸς ἀλλήλους, ἀδελφοὶ τιμιώτατοι ἡμῖν καὶ περιπόθητοι, ὥσπερ οἱ πρὸς ὀργὴν διαναστάντες. Καίτοι τίς οὕτω βαρύμηνις καὶ δυσδιάλλακτος τῷ λελυπηκότι ὥστε ὅλῃ σχεδὸν ἀνθρώπου γενεᾷ τὴν ἐκ τοῦ μίσους ὀργὴν συμπαρεκτεῖναι; Ὃ περὶ ἡμᾶς ἐστιν ἰδεῖν γινόμενον οὐδεμιᾶς τοῦ διεζεῦχθαι δικαίας ἀφορμῆς ὑπαρχούσης, οὐκοῦν ὅσα γε ἴσμεν αὐτοί, ἀλλὰ τὸ ἐναντίον πολλῶν καὶ μεγάλων πρὸς τὴν ἄκραν ἡμῖν φιλίαν καὶ ἕνωσιν ἐνυπαρχόντων τὸ ἐξ ἀρχῆς· ἑνὸς μὲν τοῦ μεγίστου καὶ πρώτου, τῆς ἐντολῆς τοῦ Κυρίου διαρρήδην εἰπόντος ὅτι «Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους», καὶ πάλιν τοῦ Ἀποστόλου σαφῶς τὸ τῆς ἀγάπης καλὸν παριστῶντος ἡμῖν τοῦτο μὲν ἐν οἷς ἀποφαίνεται πλήρωμα νόμου εἶναι τὴν ἀγάπην, τοῦτο δὲ ὅταν προτίθησι πάντων ὁμοῦ τῶν μεγάλων τὸ τῆς ἀγάπης καλόν, ἐν οἷς φησίν· «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν καὶ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾶν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου κἂν παραδῷ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι», οὐχ ὡς δυναμένου ποτὲ τῶν ἀπηριθμημένων ἑκάστου δίχα τῆς ἀγάπης ἐνεργηθῆναι, ἀλλὰ βουλομένου τοῦ ἁγίου, ὡς αὐτὸς εἶπε, τῷ καθ᾽ ὑπερβολὴν τρόπῳ τὴν κατὰ πάντων ὑπεροχὴν προσμαρτυρῆσαι τῇ ἐντολῇ.
Δεύτερον δὲ ὅτι, εἴ τι μέγα συμβάλλεται πρὸς συνάφειαν καὶ τὸ τῶν αὐτῶν μετασχεῖν διδασκάλων, οἱ αὐτοὶ ὑμῖν τε εἰσὶ καὶ ἡμῖν διδάσκαλοί τε τῶν μυστηρίων τοῦ Θεοῦ καὶ πατέρες πνευματικοί, οἱ ἐξ ἀρχῆς τὴν Ἐκκλησίαν τὴν ὑμετέραν θεμελιώσαντες. Γρηγόριον λέγω τὸν πάνυ καὶ ὅσοι ἐφεξῆς ἐκείνῳ τῆς παρ᾽ ὑμῖν ἐπισκοπῆς τὸν θρόνον διαδεξάμενοι, ἄλλος ἐπ᾽ ἄλλῳ, ὥσπερ τινὲς ἀστέρες ἐπανατέλλοντες κατὰ τῶν αὐτῶν ἰχνῶν ἐπέβησαν, ὥστε διάγνωστα καταλιπεῖν τῆς κατ᾽ οὐρανὸν πολιτείας τὰ σημεῖα τοῖς βουλομένοις. Εἰ δὲ καὶ αἱ σωματικαὶ οἰκειότητες οὐκ ἀπόβλητοι, ἀλλὰ καὶ μέγα συμβαλλόμεναι πρὸς ἀρραγῆ συνάφειαν καὶ κοινωνίαν βίου, καὶ ταῦτα ἡμῖν ὑπῆρξε πρὸς ὑμᾶς τὰ δίκαια. Τίνος οὖν ἕνεκεν, ὦ σεμνοτάτη πόλεων (δι᾽ ὑμῶν γὰρ τῇ πόλει πάσῃ διαλέγομαι), οὐ γράμμα ἥμερον αὐτόθεν, οὐ φωνὴ δεξιά, ἀλλ᾽ ἤνοικται μὲν ὑμῶν τὰ ὦτα τοῖς διαβάλλειν ἐπιχειροῦσιν; Ὥστε τοσοῦτον πλέον στενάζειν ὀφείλω, ὅσῳ περ ἂν μᾶλλον ἴδω τὸ σπουδαζόμενον αὐτοῖς κατορθούμενον, ἐπειδὴ τὸ τῆς διαβολῆς ἔργον φανερὸν ἔχει τὸν καθηγούμενον· ὃς ἀπὸ πολλῶν ὑπάρχων ἀδικημάτων γνώριμος ἀπὸ ταύτης μάλιστα τῆς πονηρίας χαρακτηρίζεται, ὥστε καὶ ὄνομα αὐτῷ γενέσθαι τὴν ἁμαρτίαν.
Πλὴν ἀλλ᾽ ὑμεῖς ἀνάσχεσθέ μου τῆς παρρησίας· ἀμφοτέρας τὰς ἀκοὰς τοῖς διαβάλλουσιν ἡμᾶς ἀναπετάσαντες πάντα ἀνεξετάστως ταῖς ψυχαῖς παραδέχεσθε, καὶ οὐδεὶς ὁ τοῦ ἀληθοῦς τὸ ψεῦδος φυλοκρινῶν.
Τίς ἠπόρησέ ποτε πονηρῶν ἐγκλημάτων μόνος ἀγωνιζόμενος; Τίς ἠλέγχθη ψευδόμενος μὴ παρόντος τοῦ συκοφαντουμένου; Ποῖον ῥῆμα οὐκ ἔστι πιθανὸν τοῖς ἀκούουσιν, ἐὰν ὁ μὲν λοίδορος διατείνηται ἦ μὴν οὕτως ἔχειν, ὁ δὲ λοιδορούμενος μήτε παρῇ μήτε ἐπακούῃ τῶν βλασφημιῶν;
Οὐδὲ αὐτὴ ἡ τοῦ βίου συνήθεια παιδεύει ὑμᾶς πρὸς ταῦτα ὅτι δεῖ τὸν μέλλοντα ἴσον καὶ κοινὸν ἀκροατὴν γενήσεσθαι μὴ ὅλον ἀπάγεσθαι παρὰ τοῦ προλαβόντος, ἀλλ᾽ ἀναμένειν καὶ τὴν ἀπολογίαν τοῦ ἐναγομένου, ἵν᾽ οὕτως ἐκ τῆς παραθέσεως ἑκατέρων τῶν λόγων διαδειχθῇ ἡ ἀλήθεια; «Κρίμα δίκαιον κρίνατε» πρόσταγμά ἐστιν ἓν τῶν ἀναγκαιοτάτων εἰς σωτηρίαν.
Καὶ ταῦτα λέγω οὐκ ἐπιλελησμένος τῶν ἀποστολικῶν ῥημάτων, ὅτι φεύγων ἐκεῖνος τὰ ἀνθρώπινα κριτήρια ὅλον ἑαυτοῦ τὸν βίον ταῖς εὐθύναις τοῦ ἀνεξαπατήτου δικαστηρίου ἐταμιεύετο, ἐν οἷς φησίν· «Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας».
Ἀλλ᾽ ὅμως, ἐπειδὴ προλαβοῦσαι διαβολαὶ ψευδεῖς κατέσχον ὑμῶν τὰς ἀκοὰς καὶ διαβέβληται μὲν ἡμῶν ὁ βίος, διαβέβληται δὲ ἡ περὶ τὸν Θεὸν ἡμῶν πίστις, εἰδὼς ὅτι τρισὶν ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται ὁ διαβάλλων· τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ καὶ αὐτὸς ἑαυτόν· τῆς μὲν ἐμαυτοῦ βλάβης κἂν ἀπεσιώπησα, εὖ ἴστε, οὐ καταφρονῶν τῆς παρ᾽ ὑμῖν ὑπολήψεως (πῶς γὰρ ὅς γε, ἵνα μὴ ταύτην ζημιωθῶ, ταῦτα ἐπιστέλλω καὶ ἀγωνίζομαι νῦν;), ἀλλ᾽ ὁρῶν ὅτι ἐν τρισὶ τοῖς βλαπτομένοις ὁ τὰ ἐλάττονα ζημιούμενος εἰμὶ ἐγώ.
Ἐγὼ μὲν γὰρ ὑμᾶς ἀποστεροῦμαι, ὑμεῖς δὲ τὴν ἀλήθειαν ἀφαιρεῖσθε, καὶ ὁ τούτων αἴτιος ἐμὲ μὲν ὑμῶν διίστησιν, ἑαυτὸν δὲ ἀλλοτριοῖ τοῦ Κυρίου, διότι οὐκ ἔστι Θεῷ ἐκ τῶν ἀπηγορευμένων οἰκειωθῆναι. Ὑμῶν οὖν μᾶλλον ἕνεκεν ἢ ἐμαυτοῦ ποιοῦμαι τοὺς λόγους καὶ τοῦ ὑμᾶς ἐξελέσθαι βλάβης οὐκ ἀνεκτῆς. Τί γὰρ ἂν καὶ μεῖζον πάθοι κακόν τις τὸ τιμιώτατον τῶν ὄντων ζημιωθεὶς τὴν ἀλήθειαν;
Τί οὖν φημί, ἀδελφοί; Οὐχ ὅτι ἀναμάρτητός τις ἐγὼ οὔθ᾽ ὅτι ὁ βίος ὁ ἐμὸς οὐχὶ πλήρης ἐστὶ μυρίων ἐλαττωμάτων. Οἶδα γὰρ ἐμαυτὸν καὶ οὐ διαλείπω γε στάζων τὸ δάκρυον ὑπὲρ τῶν ἁμαρτημάτων, εἴ πως δυνηθείην ἐξιλάσασθαί μου τὸν Θεὸν καὶ διαφυγεῖν τὴν ἀπειληθεῖσαν κόλασιν. Ἀλλ᾽ ὅτι ὁ τὰ ἡμέτερα κρίνων, εἰ μὲν καθαρὸν ἔχειν διαβεβαιοῦται τὸν ὀφθαλμόν, καρφολογείτω ἡμῶν τὸ ὄμμα. Ὁμολογοῦμεν γὰρ δεῖσθαι πολλῆς τῆς ἐκ τῶν ὑγιαινόντων ἐπιμελείας. Εἰ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποι, καὶ τοσούτῳ γε πλέον οὐκ ἐρεῖ ὅσῳ περ ἂν μᾶλλον ᾖ καθαρός (διότι ἴδιον τῶν τελείων τὸ μὴ ἑαυτοὺς ὑπεραίρειν, ἐπεὶ πάντως ὑπόδικοι τῇ ἀλαζονείᾳ τοῦ Φαρισαίου γενήσονται, ὃς ἑαυτὸν δικαιῶν κατέκρινε τὸν τελώνην), μετ᾽ ἐμοῦ ζητείτω τὸν ἰατρὸν καὶ μὴ πρὸ καιροῦ κρινέτω, ἕως ἂν ἔλθῃ ὁ Κύριος ὃς ἀποκαλύψει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Μεμνήσθω δὲ καὶ τοῦ εἰπόντος· «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε» καὶ «Μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε». Ὅλως δέ, ἀδελφοί, εἰ μὲν ἰάσιμα ἡμῶν ἐστὶ τὰ πλημμελήματα, τί οὐχὶ πείθεται τῷ διδασκάλῳ τῶν Ἐκκλησιῶν λέγοντι· «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον»; Εἰ δὲ ἀνίατος ἡμῶν ἡ ἀνομία, τί οὐχὶ εἰς πρόσωπον ἡμῖν ἀντικαθίσταται καὶ δημοσιεύσας ἡμῶν τὰ ἀνομήματα ἐλευθεροῖ τῆς παρ᾽ ἡμῶν βλάβης τὰς Ἐκκλησίας;
Μὴ τοίνυν ἀνάσχησθε τῆς ὑπ᾽ ὀδόντα λαλουμένης καθ᾽ ἡμῶν λοιδορίας. Τοῦτο γὰρ κἂν παιδίσκη μία τῶν ἐκ μύλωνος ποιήσειε κἂν τῶν ἀγοραίων τις μεθ᾽ ὑπερβολῆς ἐπιδείξαιτο, οἷς ἡ γλῶσσα πρὸς πᾶσαν ἠκόνηται λοιδορίαν. Ἀλλ᾽ εἰσὶν ἐπίσκοποι· κληθῶσιν εἰς ἀκρόασιν. Ἔστι κλῆρος κατὰ πᾶσαν τοῦ Θεοῦ παροικίαν· συναχθήτωσαν οἱ δοκιμώτατοι. Λεγέτω μετὰ παρρησίας ὁ βουλόμενος, ἵνα ἔλεγχος ᾖ τὸ γινόμενον καὶ μὴ λοιδορία.
Ὑπ᾽ ὄψιν ἀγέτω τὰ λανθάνοντά μου τῆς πονηρίας· μισείτω δὲ μηδὲ τότε, ἀλλὰ νουθετείτω ὡς ἀδελφόν. Ἐλεεῖσθαί που δικαιότεροί ἐσμεν παρὰ τῶν μακαρίων ἀνδρῶν καὶ ἀναμαρτήτων οἱ ἁμαρτωλοὶ ἡμεῖς μᾶλλον ἢ χαλεπαίνεσθαι.
Εἰ δὲ περὶ πίστιν τὸ σφάλμα, δειχθήτω ἡμῖν ἡ συγγραφή, πάλιν ἴσον καὶ κοινὸν κριτήριον καθισάτω. Ἀναγνωσθήτω τὸ ἔγκλημα. Δοκιμασθήτω εἰ μὴ ἀγνοίᾳ τοῦ ἐγκαλοῦντος ἔγκλημα εἶναι δοκεῖ μᾶλλον ἢ τῇ ἑαυτοῦ φύσει κατεγνωσμένον ἐστὶ τὸ γράμμα. Πολλὰ γὰρ τῶν καλῶν οὐ δοκεῖ εἶναι τοιαῦτα τοῖς τὸ κριτήριον τῆς διανοίας οὐκ ἀκριβὲς κεκτημένοις, ἐπεὶ καὶ τὰ ἰσοβαρῆ τῶν ὄγκων οὐκ ἴσα εἶναι δοκεῖ, ὅταν μὴ ἰσορρόπως ἔχωσι πρὸς ἀλλήλας αἱ πλάστιγγες. Καὶ τὸ μέλι ἤδη πικρόν τισι κατεφάνη τὴν γευστικὴν αἴσθησιν ὑπὸ τοῦ πάθους διεφθαρμένοις.
Ἀλλὰ καὶ ὀφθαλμὸς οὐχ ὑγιῶς ἔχων πολλὰ μὲν τῶν ὄντων οὐκ εἶδε, πολλὰ δὲ τῶν οὐκ ὄντων ὑπέθετο. Καὶ τοίνυν καὶ ἐπὶ τῆς τῶν λόγων δυνάμεως τὸ ἴσον ὁρῶ πολλάκις γινόμενον, ὅταν τῆς τῶν συγγραψαμένων ἕξεως ὁ κριτὴς ἀπολιμπάνηται. Δεῖ γὰρ σχεδὸν ἐκ τῆς αὐτῆς παρασκευῆς ὡρμῆσθαι τόν τε κρίνοντα τοὺς λόγους καὶ τὸν συγγράφοντα. Ἢ τὰ μὲν γεωργίας ἔργα ἀδύνατός ἐστι κρίνειν ὅ γε μὴ γεωργικός, καὶ τὸ ἐκμελές τε καὶ ἐμμελὲς τῶν κατὰ μουσικὴν ῥυθμῶν οὐ διαγνώσεται ὁ μὴ τὴν ἐπιστήμην ἔχων τῆς μουσικῆς, λόγων δὲ κριτὴς εὐθὺς ὁ βουλόμενος ἔσται, ὁ μήτε διδάσκαλον ἔχων ἑαυτοῦ δεικνύναι οὔτε χρόνον ἐν ᾧ μεμάθηκεν οὔτε ὅλως ἐπαΐων τι μικρὸν ἢ μεῖζον τῶν περὶ λόγους. Ἐγὼ δὲ ὁρῶ ὅτι καὶ ἐν τοῖς λογίοις τοῦ Πνεύματος οὐ παντὶ ἐξῆν ἐπιβάλλειν τῇ ἐξετάσει τῶν εἰρημένων, ἀλλὰ τῷ ἔχοντι τὸ Πνεῦμα τῆς διακρίσεως, καθὼς ἐδίδαξεν ἡμᾶς ὁ Ἀπόστολος ἐν ταῖς διαιρέσεσι τῶν χαρισμάτων εἰπών· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διάκρισις πνευμάτων».
Ὥστε, εἰ μὲν πνευματικὰ τὰ ἡμέτερα, δεικνύτω ἑαυτὸν ἔχοντα τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευματικῶν ὁ τὰ ἡμέτερα κρίνειν βουλόμενος. Εἰ δέ, ὡς αὐτὸς λοιδορεῖ, ἀπὸ τῆς σοφίας ἐστὶ τοῦ κόσμου τούτου, δειξάτω ἑαυτὸν ἔμπειρον τῆς σοφίας τοῦ κόσμου, καὶ τότε αὐτῷ τὰς ψήφους τῆς κρίσεως ἐπιτρέψομεν. Καὶ μηδεὶς οἰέσθω ταῦτα πρὸς ἀποφυγὴν τῶν ἐλέγχων ἐπινοεῖσθαι παρ᾽ ἡμῶν. Ὑμῖν γὰρ ἐπιτρέπω, ποθεινότατοι ἀδελφοί, ἐφ᾽ ἑαυτῶν ποιήσασθαι τῶν ἐγκαλουμένων ἡμῖν τὴν ἐξέτασιν.
Οὕτως ἐστὲ βραδεῖς τὴν διάνοιαν ὥστε πάντων δεῖσθε τῶν συνηγόρων πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν; Ἀλλ᾽ ἐὰν μὲν ἀναντίρρητα ὑμῖν φανῇ ἐφ᾽ ἑαυτῶν, πείσατε τοὺς ἐρεσχελοῦντας ἀφέσθαι πάσης φιλονεικίας. Ἐὰν δέ τι δοκῇ καὶ ἀμφίβολον ἔχειν, ἐρωτήσατε ἡμᾶς διά τινων μεσιτῶν δυναμένων πιστῶς διακονήσασθαι τὰ ἡμέτερα, ἢ καὶ ἐγγράφους, εἰ δοκεῖ, ἀπαιτήσατε ἡμᾶς τὰς ἀποδείξεις.
Πάντως δὲ παντὶ τρόπῳ σπουδάσατε μὴ ἀνεξέταστα ταῦτα καταλιπεῖν. Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναργεστέρα ἀπόδειξις ἢ ὅτι τραφέντες ἡμεῖς ὑπὸ τήθῃ μακαρίᾳ γυναικὶ παρ᾽ ὑμῶν ὡρμημένῃ; Μακρίναν λέγω τὴν περιβόητον, παρ᾽ ἧς ἐδιδάχθημεν τὰ τοῦ μακαριωτάτου Γρηγορίου ῥήματα ὅσα πρὸς αὐτὴν ἀκολουθίᾳ μνήμης διασωθέντα αὐτή τε ἐφύλασσε καὶ ἡμᾶς ἔτι νηπίους ὄντας ἔπλαττε καὶ ἐμόρφου τοῖς τῆς εὐσεβείας δόγμασιν.
Ἐπεὶ δὲ καὶ αὐτοὶ τὴν τοῦ φρονεῖν δύναμιν ἀπελάβομεν τοῦ λόγου ἡμῖν διὰ τῆς ἡλικίας συμπληρωθέντος, πολλὴν ἐπελθόντες γῆν τε καὶ θάλασσαν, εἴ τινας εὕρομεν τῷ παραδοθέντι κανόνι τῆς εὐσεβείας στοιχοῦντας, τούτους καὶ πατέρας ἐπεγραψάμεθα καὶ ὁδηγοὺς τῶν ψυχῶν ἡμῶν εἰς τὴν πρὸς Θεὸν πορείαν ἐποιησάμεθα. Καὶ μέχρι γε τῆς ὥρας ταύτης, χάριτι τοῦ καλέσαντος ἡμᾶς κλήσει ἁγίᾳ εἰς τὴν ἑαυτοῦ ἐπίγνωσιν, οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παραδεξάμενοι οὐδὲ μολυνθέντες ποτὲ τὰς ψυχὰς τῇ δυσωνύμῳ τῶν Ἀρειανῶν βλασφημίᾳ. Ἀλλ᾽ εἴ τινάς ποτε ὡρμημένους ἐξ ἐκείνου τοῦ διδασκάλου εἰς κοινωνίαν προσελαβόμεθα, ἐπικρυπτομένους τὴν ἐν τῷ βάθει νόσον καὶ ῥήματα λαλοῦντας εὐσεβῆ ἢ τοῖς γε παρ᾽ ἡμῶν λεγομένοις μὴ ἀντιτείνοντας, οὕτω προσηκάμεθα οὔτε πᾶσαν ἑαυτοῖς τὴν κατ᾽ αὐτοὺς κρίσιν ἐπιτρέψαντες, ἀλλὰ ταῖς προεξενεχθείσαις περὶ αὐτῶν ψήφοις παρὰ τῶν Πατέρων ἡμῶν ἀκολουθήσαντες.
Ἐγὼ γὰρ δεξάμενος γράμματα τοῦ μακαριωτάτου Πατρὸς Ἀθανασίου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, ἃ καὶ ἔχω ἐν ταῖς χερσὶ καὶ προβάλλομαι τοῖς ἐπιζητοῦσιν, ἐν οἷς φανερῶς διηγόρευσεν, εἴ τις ἐκ τῆς τῶν Ἀρειανῶν αἱρέσεως βούλοιτο μετατίθεσθαι ὁμολογῶν τὴν ἐν Νικαίᾳ πίστιν, τοῦτον προσίεσθαι μηδὲν διακρινομένους ἐπ᾽ αὐτῷ, καὶ τούτου τοῦ δόγματος κοινωνούς μοι παρεχομένου τούς τε τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐπισκόπους ἅπαντας, νομίζων ἀναγκαῖον εἶναι ἀκολουθεῖν ἀνδρὶ τοσούτῳ διὰ τὸ ἀξιόπιστον τῶν νομοθετησάντων, ὁμοῦ δὲ καὶ ἐπιθυμῶν τὸν τῆς εἰρηνοποιίας μισθὸν ὑποδέξασθαι, τοὺς ταύτην ὁμολογοῦντας τὴν πίστιν ἐγκατέτασσον τῇ μερίδι τῶν κοινωνικῶν.
Δικαιότερον δὲ τὰ καθ᾽ ἡμᾶς κρίνεσθαι μὴ ἐξ ἑνὸς ἢ δευτέρου τῶν μὴ ὀρθοποδούντων πρὸς τὴν ἀλήθειαν, ἀλλ᾽ ἐκ τοῦ πλήθους τῶν κατὰ τὴν οἰκουμένην ἐπισκόπων συνημμένων ἡμῖν χάριτι τοῦ Κυρίου. Ἐξετασθῶσι δὲ Πισίδαι, Λυκάονες, Ἰσαῦροι, Φρύγες ἑκάτεροι, Ἀρμενίων ὅσον ὑμῖν ἐστὶ πρόσοικον, Μακεδόνες, Ἀχαιοί, Ἰλλύριοι, Γάλλοι, Σπάνοι, Ἰταλία σύμπασα, Σικελιῶται, Ἄφροι, Αἰγύπτου τὸ ὑγιαῖνον, τῆς Συρίας ὁπόσον λείψανον· οἵτινες πέμπουσί τε πρὸς ἡμᾶς γράμματα καὶ πάλιν δέχονται παρ᾽ ἡμῶν. Ὧν ἐστὶν ὑμῖν ἔκ τε τῶν ἐκεῖθεν φερομένων γραμμάτων μαθεῖν καὶ ἐκ τῶν ἐντεῦθεν πάλιν ἀντιπεμπομένων αὐτοῖς διδαχθῆναι ὅτι σύμψυχοι πάντες ἐσμέν, τὸ ἓν φρονοῦντες. Ὥστε ὁ τὴν πρὸς ἡμᾶς κοινωνίαν ἀποδιδράσκων μὴ λανθανέτω ὑμῶν τὴν ἀκρίβειαν πάσης ἑαυτὸν τῆς Ἐκκλησίας ἀπορρηγνύς. Περιβλέψασθε, ἀδελφοί, πρὸς τίνας ἐστὶν ὑμῖν ἡ κοινωνία· ἐπειδὰν παρ᾽ ἡμῶν μὴ δεχθῆτε, τίς ὑμᾶς λοιπὸν ἐπιγνώσεται; Μὴ ἀγάγητε ἡμᾶς εἰς ἀνάγκην σκυθρωπόν τι βουλεύσασθαι περὶ τῆς φιλτάτης ἡμῖν Ἐκκλησίας. Μὴ ποιήσητέ με, ἃ νῦν ἐν τῇ καρδίᾳ κρύπτω τῇ ἐμαυτοῦ κατ᾽ ἐμαυτὸν στενάζων καὶ ὀδυρόμενος τοῦ καιροῦ τὴν κακότητα, ὅτι αἰτίας οὐκ οὔσης αἱ μέγισται τῶν Ἐκκλησιῶν καὶ ἐκ παλαιοῦ πρὸς ἀλλήλας ἀδελφῶν τάξιν ἐπέχουσαι αὗται νῦν διεστήκασι· μή με ποιήσητε ταῦτα πρὸς πάντας ὁμοῦ τοὺς κοινωνικοὺς ἀποδύρασθαι.
Μὴ ἐκβιάσησθέ με ἀφεῖναι ῥήματα ἃ μέχρι τοῦ νῦν τῷ ἐκ τοῦ λογισμοῦ χαλινῷ κεκρυμμένα ἔχω παρ᾽ ἐμαυτῷ. Βέλτιόν ἐστιν ἡμᾶς ἐκ ποδῶν γενέσθαι, τὰς δὲ Ἐκκλησίας ὁμονοεῖν πρὸς ἀλλήλας, ἢ διὰ τὰς μειρακιώδεις ἡμῶν μικροψυχίας κακὸν τοσοῦτον ἐπάγεσθαι τοῖς λαοῖς τοῦ Θεοῦ. Ἐρωτήσατε τοὺς πατέρας ὑμῶν καὶ ἀναγγελοῦσιν ὑμῖν ὅτι, εἰ καὶ τῇ θέσει τοῦ τόπου διῃρῆσθαι ἐδόκουν αἱ παροικίαι, ἀλλὰ τῷ γε φρονήματι ἓν ἦσαν καὶ μιᾷ γνώμῃ ἐκυβερνῶντο. Συνεχεῖς μὲν τοῦ λαοῦ αἱ ἐπιμιξίαι, συνεχεῖς δὲ τοῦ κλήρου ἐπιδημίαι, αὐτοῖς δὲ τοῖς ποιμέσι τοσοῦτον περιῆν τῆς πρὸς ἀλλήλους ἀγάπης ὥστε ἑκάτερον αὐτῶν διδασκάλῳ τῷ ἑτέρῳ καὶ ἡγεμόνι χρῆσθαι εἰς τὰ πρὸς Κύριον.
ΕΛΠΙΔΙῼ ΕΠΙΣΚΟΠῼ Πάλιν ἡμεῖς τὸν ἀγαπητὸν καὶ συμπρεσβύτερον Μελέτιον ἐκινήσαμεν ἐπὶ τὴν σὴν ἀγάπην προσηγορίας ἡμῶν διακομίζοντα. Οὗ εἰ καὶ πάνυ ἐγνώκειμεν φείδεσθαι διὰ τὴν ἀσθένειαν ἣν ἑκουσίως ἑαυτῷ ἐπηγάγετο δουλαγωγῶν τὴν σάρκα διὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ὅμως καὶ ἡμῖν αὐτοῖς πρέπον εἶναι κρίνοντες διὰ τοιούτων προσφθέγγεσθαί σε, τῶν δυναμένων ὅσα διαφεύγει τὸ γράμμα παρ᾽ ἑαυτῶν ῥᾳδίως ἀναπληρῶσαι καὶ οἱονεὶ ἀντ᾽ ἐπιστολῆς ἐμψύχου γενέσθαι τῷ τε γράφοντι καὶ τῷ δεχομένῳ, καὶ τὸν αὐτοῦ δὲ πόθον ἀναπληροῦντες ὃν ἔχει ἀεὶ περὶ τὴν σὴν τελειότητα ἀφ᾽ οὗ εἰς πεῖραν ἀφίκετο τῶν ἐν σοὶ καλῶν, καὶ νῦν αὐτὸν ἐλθεῖν ὡς σὲ ἐδυσωπήσαμεν, δι᾽ οὗ καὶ τὸ τῆς ἐπισκέψεως ἀποπληροῦμεν χρέος καὶ παρακαλοῦμεν προσεύχεσθαί σε ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, ἵνα δῷ ἡμῖν ὁ Κύριος ἤρεμον καὶ ἡσύχιον βίον διάγειν, τῆς ἐκ τῶν ἐχθρῶν τοῦ Εὐαγγελίου ἐπηρείας ἀπαλλαγεῖσιν.
Εἰ δὲ καὶ τῇ σῇ συνέσει ἀκόλουθον καὶ ἀναγκαῖον καταφαίνεται εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις ἐλθεῖν καὶ συντυχεῖν καὶ τοῖς λοιποῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς τὴν παραλίαν κατοικοῦσιν ἐπισκόποις, αὐτὸς καὶ ἡμῖν ἀπόδειξον τόπον καὶ καιρὸν καθ᾽ ὃν ἔσται τοῦτο καὶ τοῖς ἀδελφοῖς ἐπίστειλον, ἵνα ἐπὶ ὡρισμένοις καταλιπόντες ἕκαστος τὴν ἐν χερσὶν ἀσχολίαν δυνηθῶμέν τι τῶν εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ ποιῆσαι, καὶ ἀνελεῖν μὲν τὰς ἐξ ὑπονοιῶν νῦν ἡμῖν πρὸς ἀλλήλους ἐγγινομένας λύπας, κυρῶσαι δὲ τὴν ἀγάπην ἧς ἄνευ ἀτελῆ εἶναι πάσης ἐντολῆς ἐργασίαν αὐτὸς ἡμῖν ὁ Κύριος διωρίσατο.
ΕΛΠΙΔΙῼ ΕΠΙΣΚΟΠῼ ΠΑΡΑΜΥΘΗΤΙΚΗ Νῦν μάλιστα τῆς τοῦ σώματος ἀσθενείας αἰσθάνομαι, ὅτε ὁρῶ μοι τοσοῦτον ἐμποδίζουσαν τῇ τῆς ψυχῆς ὠφελείᾳ. Εἰ γάρ μοι κατὰ νοῦν ἐχώρει τὰ πράγματα, οὐκ ἂν δι᾽ ἐπιστολῶν οὐδὲ διὰ μέσων ἀνθρώπων προσεφθεγγόμην ὑμᾶς, ἀλλ᾽ αὐτὸς ἂν δι᾽ ἐμαυτοῦ καὶ τὸ τῆς ἀγάπης ἀπεπλήρουν χρέος καὶ ἐγγύθεν ἀπέλαυον τοῦ πνευματικοῦ κέρδους. Νῦν δὲ οὕτω διάκειμαι ὡς ἀγαπητῶς καὶ τὰς τῆς πατρίδος κινήσεις ὑφίστασθαι ἃς ἀναγκαίως ποιούμεθα ἐπισκεπτόμενοι τὰς κατὰ τὴν χώραν ἡμῶν παροικίας.
Ἀλλὰ παράσχοι ὁ Κύριος καὶ ὑμῖν ἰσχὺν καὶ προθυμίαν καὶ ἐμοὶ πρὸς τῇ σπουδῇ ἣν ἔχω νῦν καὶ δύναμιν, ὥστε, καθὼς παρεκάλεσα ὑμᾶς, πραγματεύσασθαι ἡμῖν τὴν ἀπόλαυσιν γενομένοις ἐπὶ τῆς Κομανικῆς ἐνορίας.
Φοβοῦμαι δὲ περὶ τῆς σῆς κοσμιότητος μήπου σοὶ ἐμπόδιον γένηται ἡ περὶ τῶν οἰκείων λύπη. Καὶ γὰρ ἔμαθον ὅτι σε ἔθλιψε παιδίου τελευτή· οὗ τὴν στέρησιν ὡς μὲν πάππῳ λυπηρὰν εἰκὸς εἶναι, ὡς δὲ ἀνδρὶ πρὸς τοσοῦτον ἤδη διαβεβηκότι τῆς ἀρετῆς καὶ ἐπισταμένῳ τῶν ἀνθρωπίνων τὴν φύσιν ἔκ τε τῆς κατὰ τὸν χρόνον ἐμπειρίας καὶ ἐκ τῆς πνευματικῆς διδασκαλίας ἀκόλουθον μὴ πάντη δύσφορον εἶναι τῶν οἰκειοτάτων τὸν χωρισμόν. Καὶ γὰρ οὐ τὰ αὐτὰ ἀπαιτεῖ ἡμᾶς τε καὶ τοὺς τυχόντας τῶν ἀνθρώπων ὁ Κύριος. Οἱ μὲν γὰρ συνηθείᾳ ζῶσιν, ἡμεῖς δὲ κανόνι τῆς πολιτείας τῇ ἐντολῇ τοῦ Κυρίου κεχρήμεθα καὶ τοῖς προλαβοῦσι τῶν μακαρίων ἀνδρῶν ὑποδείγμασιν, ὧν τὸ μεγαλοφυὲς τῆς διανοίας ἐπὶ τῶν περιστατικῶν καιρῶν μάλιστα διεδείκνυτο. Ἵνα οὖν καὶ αὐτὸς ὑπόδειγμα ἀνδρείας καὶ τῆς ἐπὶ τοῖς ἐλπιζομένοις ἀληθινῆς διαθέσεως καταλείπῃς τῷ βίῳ, δεῖξον σαυτὸν μὴ καμπτόμενον τῷ πάθει, ἀλλ᾽ ὑψηλότερον ὄντα τῶν λυπηρῶν, τῇ μὲν θλίψει ὑπομένων, τῇ δὲ ἐλπίδι χαίρων. Μηδὲν οὖν τούτων γένηται κώλυμα πρὸς τὴν ἐλπιζομένην ἡμῖν συντυχίαν. Τοῖς μὲν γὰρ νηπίοις αὐτάρκης ἡ ἡλικία πρὸς τὸ ἀνέγκλητον, ἡμεῖς δὲ ὑπεύθυνοί ἐσμεν τὰ διατεταγμένα ἡμῖν ὑπηρετεῖν τῷ Δεσπότῃ καὶ εἰς πάντα εὔθετοι εἶναι τῇ οἰκονομίᾳ τῶν Ἐκκλησιῶν, ἧς μεγάλους τοὺς μισθοὺς τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις ὁ Κύριος ἡμῶν ἐταμιεύσατο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.