Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Ζητήματα της Αντιοχείας και Θεολογικές Διαμάχες

Αναφορές στον κόμητα Τερέντιο, την ορθόδοξη Τριαδολογία, την αναίρεση των ψευδοπροφητών και τις ταραχές στην Αντιόχεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 27 από 40

Ἢ γὰρ προὔργου τι ἔσται εἰς τὴν σπουδὴν ἢ πάντως ἡ παροῦσα διαμαρτυρία ἀφίησιν ἡμᾶς τῆς αἰτίας ἐπὶ τοῦ Κριτηρίου. Ἤδη δὲ καὶ ἐν συντάγμασιν οἰκείοις κατεβάλοντο τοὺς λόγους τούτους· οὕσπερ καὶ ἀπέστειλαν πρῶτον τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Μελετίῳ τῷ ἐπισκόπῳ καὶ λαβόντες παρ᾽ αὐτοῦ τὰς προσηκούσας ἀποκρίσεις, ὡς αἱ τῶν τεράτων μητέρες ἐπαισχυνόμεναι τοῖς πηρώμασι τῆς φύσεως, οὕτω καὶ αὐτοὶ τὰς αἰσχρὰς ἑαυτῶν ὠδῖνας τῷ προσήκοντι σκότῳ κατακρύψαντες τιθηνοῦνται. Καθῆκαν δέ τινα πεῖραν δι᾽ ἐπιστολῆς καὶ πρὸς τὸν ὁμόψυχον ἡμῶν Ἄνθιμον τὸν Τυάνων ἐπίσκοπον, ὡς ἄρα Γρηγορίου εἰπόντος ἐν ἐκθέσει πίστεως Πατέρα καὶ Υἱὸν ἐπινοίᾳ μὲν εἶναι δύο, ὑποστάσει δὲ ἕν. Τοῦτο δὲ ὅτι οὐ δογματικῶς εἴρηται, ἀλλ᾽ ἀγωνιστικῶς ἐν τῇ πρὸς Γελιανὸν Διαλέξει, οὐκ ἠδυνήθησαν συνιδεῖν οἱ ἐπὶ λεπτότητι τῶν φρενῶν ἑαυτοὺς μακαρίζοντες. Ἐν ᾗ πολλὰ τῶν ἀπογραψαμένων ἐστὶ σφάλματα, ὡς ἐπ᾽ αὐτῶν τῶν λέξεων δείξομεν ἡμεῖς, ἐὰν ὁ Θεὸς θέλῃ. Ἔπειτα μέντοι τὸν Ἕλληνα πείθων οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὰ ῥήματα, ἀλλ᾽ ἔστιν ὅπη καὶ συνδιδόναι τῷ ἔθει τοῦ ἐναγομένου, ὡς ἂν μὴ ἀντιτείνοι πρὸς τὰ καίρια. Διὸ δὴ καὶ πολλὰς ἂν εὕροις ἐκεῖ φωνὰς τὰς νῦν τοῖς αἱρετικοῖς μεγίστην ἰσχὺν παρεχομένας, ὡς τὸ κτίσμα καὶ τὸ ποίημα καὶ εἴ τι τοιοῦτον.

Πολλὰ δὲ καὶ περὶ τῆς πρὸς τὸν ἄνθρωπον συναφείας εἰρημένα εἰς τὸν περὶ τῆς θεότητος ἀναφέρουσι λόγον οἱ ἀπαιδεύτως τῶν γεγραμμένων ἀκούοντες, ὁποῖόν ἐστι καὶ τοῦτο τὸ παρὰ τούτων περιφερόμενον. Εὖ γὰρ εἰδέναι χρὴ ὅτι ὥσπερ ὁ τὸ κοινὸν τῆς οὐσίας μὴ ὁμολογῶν εἰς πολυθεΐαν ἐκπίπτει, οὕτως ὁ τὸ ἰδιάζον τῶν ὑποστάσεων μὴ διδοὺς εἰς τὸν Ἰουδαϊσμὸν ὑποφέρεται. Δεῖ γὰρ τὴν διάνοιαν ἡμῶν οἱονεὶ ἐπερεισθεῖσαν ὑποκειμένῳ τινὶ καὶ ἐναργεῖς αὐτοῦ ἐντυπωσαμένην τοὺς χαρακτῆρας, οὕτως ἐν περινοίᾳ γενέσθαι τοῦ ποθουμένου. Μὴ γὰρ νοήσαντας τὴν πατρότητα μηδὲ περὶ ὃν ἀφώρισται τὸ ἰδίωμα τοῦτο ἐνθυμηθέντας, πῶς δυνατὸν Θεοῦ Πατρὸς ἔννοιαν παραδέξασθαι; Οὐ γὰρ ἐξαρκεῖ διαφορὰς προσώπων ἀπαριθμήσασθαι, ἀλλὰ χρὴ ἕκαστον πρόσωπον ἐν ὑποστάσει ἀληθινῇ ὑπάρχον ὁμολογεῖν. Ἐπεὶ τόν γε ἀνυπόστατον τῶν προσώπων ἀναπλασμὸν οὐδὲ Σαβέλλιος παρῃτήσατο, εἰπὼν τὸν αὐτὸν Θεόν, ἕνα τῷ ὑποκειμένῳ ὄντα πρὸς τὰς ἑκάστοτε παραπιπτούσας χρείας μεταμορφούμενον, νῦν μὲν ὡς Πατέρα, νῦν δὲ ὡς Υἱόν, νῦν δὲ ὡς Πνεῦμα Ἅγιον διαλέγεσθαι. Ταύτην πάλαι κατασβεσθεῖσαν τὴν πλάνην ἀνανεοῦνται νῦν οἱ τῆς ἀνωνύμου ταύτης αἱρέσεως ἐφευρεταί, οἱ τὰς ὑποστάσεις ἀθετοῦντες καὶ τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀπαρνούμενοι. Οὕς, ἐὰν μὴ παύσωνται λαλοῦντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὀδύρεσθαι χρὴ μετὰ τῶν ἀρνησιχρίστων.

Ταῦτα ἀναγκαίως ὑμῖν διεστειλάμεθα, ἵνα τὰς ἀπὸ τῶν πονηρῶν διδαγμάτων βλάβας φυλάξησθε. Τῷ ὄντι γάρ, εἰ χρὴ τὰς πονηρὰς διδασκαλίας τοῖς ὀλεθρίοις φαρμάκοις ἐξομοιοῦν, ὡς οἱ παρ᾽ ὑμῖν ὀνειροσκόποι φασί, ταῦτά ἐστι καὶ κώνειον καὶ ἀκόνιτον καὶ εἴ τι ἕτερον φάρμακον ἀνδροφόνον. Ταῦτα ψυχῶν δηλητήρια, οὐχ οἱ ἡμέτεροι λόγοι, ἅπερ αἱ οἰνόπληκτοι μήνιγγες ἐκβοῶσι πολυφάνταστοι οὖσαι διὰ τὸ πάθος· οὕς, εἴπερ ἐσωφρόνουν, ἐχρῆν εἰδέναι ὅτι ταῖς ἀχράντοις καὶ πάσης κηλῖδος κεκαθαρμέναις ψυχαῖς τὸ προφητικὸν ἐναυγάζει χάρισμα. Οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προειλημμένην μερίμναις καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσι δυνατὸν ὑποδέξασθαι τοῦ Ἁγίου Πνεύματος τὰς ἐλλάμψεις. Οὐ γὰρ πᾶν ἐνύπνιον εὐθὺς προφητεία, ὥς φησι Ζαχαρίας· «Κύριος ἐποίησε φαντασίαν καὶ ὑετὸν χειμερινόν, διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν». Οὗτοι δὲ κἀκεῖνο ἀγνοοῦσιν, οἱ κατὰ τὸν Ἡσαΐαν ἐνυπνιαζόμενοι κοίτην φιλοῦντες νυστάξαι, ὅτι πολλάκις ἐνέργεια πλάνης ἀποστέλλεται ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Καὶ ἔστι πνεῦμα ψευδὲς ὃ ἐν τοῖς ψευδοπροφήταις γενόμενον Ἀχαὰβ ἐξηπάτησε.

Ταῦτα εἰδότας ἔδει μὴ τοσοῦτον ὑπεραρθῆναι ὥστε ἑαυτοῖς προφητείαν προσμαρτυρεῖν, οἵ γε δείκνυνται καὶ τοῦ οἰωνοσκόπου Βαλαὰμ τῆς ἀκριβείας ἀπολειπόμενοι. Ὃς ὑπὸ τοῦ βασιλέως τῶν Μωαβιτῶν ἐπὶ μεγίσταις δωρεαῖς μετακληθεὶς οὐκ ἠνέσχετο ἀφεῖναι φωνὴν παρὰ τὸ βούλημα τοῦ Θεοῦ οὐδὲ ἀράσασθαι τὸν Ἰσραὴλ ὃν οὐκ ἀρᾶται Κύριος. Εἰ μὲν οὖν ταῖς ἐντολαῖς τοῦ Κυρίου αἱ κατὰ τὸν ὕπνον αὐτῶν φαντασίαι συντρέχουσιν, ἀρκείσθωσαν τοῖς Εὐαγγελίοις οὐδεμιᾶς βοηθείας ἐκ τῶν ὀνείρων εἰς τὴν ἀξιοπιστίαν προσδεομένοις. Εἰ δὲ ὁ μὲν Κύριος τὴν ἑαυτοῦ εἰρήνην ἀφῆκεν ἡμῖν καὶ ἐντολὴν καινὴν ἔδωκεν ἡμῖν ἵνα ἀγαπῶμεν ἀλλήλους, τὰ δὲ ὀνείρατα μάχην καὶ διάστασιν καὶ ἀγάπης ἀφανισμὸν ὑφηγεῖται, μὴ διδότωσαν καιρὸν τῷ διαβόλῳ διὰ τοῦ ὕπνου ταῖς ψυχαῖς αὐτῶν ἐπιβαίνειν, μηδὲ κυριώτερα ποιείτωσαν τὰ παρ᾽ αὐτοῦ φαντάσματα τῶν σωτηρίων διδαγμάτων.

ΟΛΥΜΠΙῼ Καὶ τοῖς γράμμασιν ἐντυχὼν τῆς τιμιότητός σου ἡδίων ἐμαυτοῦ καὶ εὐθυμότερος ἐγενόμην, καὶ τοῖς ποθεινοτάτοις υἱέσιν εἰς ὁμιλίαν ἐλθὼν αὐτόν σε ἔδοξα καθορᾶν. Οἳ πάνυ μου τὴν ψυχὴν κεκακωμένην παραλαβόντες οὕτω διέθηκαν ὥστε ἐπιλαθέσθαι με τοῦ παρ᾽ ὑμῖν κωνείου, ὃ οἱ ὀνειροπῶλαι καὶ ὀνειροκάπηλοι εἰς τὴν τῶν ἐκμισθωσαμένων αὐτοὺς χάριν καθ᾽ ἡμῶν περιφέρουσιν. Ἐπιστολὰς δὲ τὰς μὲν ἔγραψα, τὰς δὲ καὶ εἰς ὕστερον δώσομεν, ἐὰν ἐθέλῃς.

Μόνον εἴη τι ὄφελος παρ᾽ αὐτῶν τοῖς λαμβάνουσιν.

ΙΛΑΡΙῼ Ἐμὲ δὲ τί οἴει πεπονθέναι ἢ τίνα γνώμην ἔχειν, ἐπειδὴ ἐπεδήμησα μὲν τῷ Δαζιμῶνι, ἔμαθον δὲ ὀλίγαις ὕστερον ἡμέραις τῆς παρουσίας ἡμῶν ἐξεληλυθέναι σου τὴν λογιότητα; Οὐ γὰρ μόνον διὰ τὸ ἐκ παιδὸς θαῦμα ὃ ἔσχον περὶ σὲ εὐθὺς ἀπὸ διατριβῶν αὐτῶν ἀεὶ πολλοῦ ἀξίαν ἐθέμην τὴν ὁμιλίαν σου, ἀλλὰ καὶ διὰ τὸ μηδὲν οὕτω σπουδαῖον εἶναι νῦν ὡς φιλαλήθη ψυχὴν ὑγιὲς τῶν πραγμάτων τὸ κριτήριον κεκτημένην· ὅπερ ἡγούμεθα παρὰ σοὶ διασώζεσθαι. Καὶ γὰρ τῶν λοιπῶν τοὺς πλείστους ὁρῶμεν, ὥσπερ ἐν ταῖς ἱπποδρομίαις, τοὺς μὲν ὡς τούτους, τοὺς δὲ ὡς ἐκείνους διῃρημένους, καὶ συνεκβοῶντας τοῖς στασιάζουσι. Σὲ δὲ καὶ φόβου καὶ θεραπείας καὶ παντὸς ἀγεννοῦς πάθους ὑψηλότερον ὄντα εἰκὸς ὀφθαλμῷ ὑγιαίνοντι καθορᾶν τὴν ἀλήθειαν. Καὶ γὰρ αἰσθάνομαί σου μὴ παρέργως ἔχοντος πρὸς τὰ τῶν Ἐκκλησιῶν, ὅπου γε καὶ πρὸς ἡμᾶς ἔπεμψάς τινα περὶ τούτων ἐπιστολήν, ὡς ἐν τοῖς ἔναγχος τούτοις ἐδήλους γράμμασιν, ἣν τίς ὁ παραλαβὼν ὥστε διακομίσαι ἡδέως ἂν μάθοιμι, ὥστε εἰδέναι τὸν ἀδικήσαντα. Οὐ γὰρ ἐνέτυχόν πω γράμμασι σοῖς πρὸς ἡμᾶς περὶ τούτων.

Πόσου πότ᾽ ἂν οὖν οἴει πρίασθαί με τὴν ὁμιλίαν σου, ὑπὲρ τοῦ γνωρίσαι με σοὶ τὰ λυποῦντά με (φέρει γάρ, ὡς οἶδας, καὶ τὸ ἐξειπεῖν ῥᾳστώνην τινὰ τοῖς ὀδυνωμένοις), ἀποκρίνασθαί τε περὶ τῶν ἐπιζητουμένων, οὐ γράμμασιν ἀψύχοις καταπιστεύσαντα, ἀλλ᾽ αὐτὸν δι᾽ ἐμαυτοῦ ἐναργῶς λέγοντα ἕκαστα καὶ ἐπεξιόντα; Οἱ γὰρ ἔμψυχοι λόγοι δραστικωτέραν τε ἔχουσι τὴν πειθώ, πρός τε τὸ εὐεπιχείρητον καὶ πρὸς συκοφαντίαν εὐάλωτον οὐκέτι ὅμοιοι τοῖς γεγραμμένοις εἰσί. Καὶ γὰρ οὐδὲν ἀτόλμητον λοιπὸν οὐδενί, ὅπου γε καὶ οἱ τὰ μέγιστα παρ᾽ ἡμῶν πιστευθέντες, οὓς ᾐσθανόμεθα μετὰ τῶν ἀνθρώπων ὁρῶντες ὡς μεῖζόν τι ὄντας ἢ κατὰ ἄνθρωπον, οὗτοι κατεδέξαντο συγγράμματά τινος τὰ ὁποῖα δήποτε ὡς ἡμέτερα παραπέμπειν καὶ ἐπ᾽ αὐτοῖς διαβάλλειν ταῖς ἀδελφότησιν, ὡς μηδὲν λοιπὸν τοῦ ἡμετέρου ὀνόματος φευκτότερον εἶναι τοῖς εὐλαβέσι.

Τὸ γὰρ ἀγνοηθῆναι γενόμενος ἐξ ἀρχῆς ἐπιτηδεύσας, ὡς οὐκ οἶδα εἴ τις ἄλλος τῶν ἐπεσκεμμένων τὴν ἀνθρωπίνην ἀσθένειαν, νῦν, καθάπερ τὸ ἐναντίον προελόμενος πᾶσιν ἀνθρώποις γνώριμον ἐμαυτὸν καταστῆσαι, οὕτω πανταχοῦ γῆς, προσθήσω δὲ ὅτι καὶ θαλάσσης, διατεθρύλημαι. Οἵ τε γὰρ τὸν ἔσχατον ὅρον τῆς ἀσεβείας ἐπιτηδεύοντες καὶ τὸ ἄθεον τῆς ἀνομοιότητος δόγμα ταῖς Ἐκκλησίαις ἐπάγοντες πρὸς ἐμὲ τὸν πόλεμον ἔχουσιν. Οἵ τε τὴν μέσην ἐλαύνοντες, ὡς οἴονται, καὶ ἀπὸ μὲν τῶν αὐτῶν ἀρχῶν ἐκείνων ὡρμημένοι, τῇ δὲ τῶν λογισμῶν ἀκολουθίᾳ μὴ ἐφιέντες, διὰ τὸ ὑπεναντίον ταῖς ἀκοαῖς τῶν πολλῶν, ἡμᾶς δυσχεραίνουσι καὶ πλύνουσι μὲν ταῖς λοιδορίαις ἐφ᾽ ὅσον δύνανται, οὐδεμιᾶς δὲ ἀπέχονται τῆς ἐπιβουλῆς, εἰ καὶ ὅτι ὁ Κύριος ἀπράκτους αὐτῶν τὰς ἐγχειρήσεις ἐποίησε. Ταῦτα πῶς οὐ λυπηρά; Πῶς οὐχὶ ὀδυνηράν μοι τὴν ζωὴν κατασκευάζοντα; Ὅς γε μίαν τίθεμαι τῶν κακῶν παραμυθίαν τὴν ἀσθένειαν τῆς σαρκός, ὑφ᾽ ἧς πέπεισμαι μὴ πολὺν χρόνον παραμένειν τῇ δυστήνῳ ταύτῃ ζωῇ. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Σὲ δὲ ἐπὶ τοῖς πάθεσι τοῦ σώματος παρακαλῶ μεγαλοφυῶς καὶ ἀξίως τοῦ καλέσαντος ἡμᾶς Θεοῦ διακεῖσθαι· ὅς, ἐὰν ἴδῃ ἡμᾶς μετ᾽ εὐχαριστίας δεξαμένους τὰ παρόντα, ἢ ἐπανήσει τὰ λυποῦντα, ὡς ἐπὶ τοῦ Ἰώβ, ἢ τοῖς μεγάλοις στεφάνοις τῆς ὑπομονῆς ἀμείψεται ἐν τῇ μετὰ ταύτην τὴν ζωὴν ἡμῶν καταστάσει.

ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΝΔΡΙ ΕΥΣΕΒΕΙ Κύριος ὁ παρασχόμενός μοι ταχεῖαν ἐπὶ ταῖς θλίψεσι τὴν ἀντίληψιν αὐτός σοι τῆς ἀναπαύσεως ἣν ἀνέπαυσας ἡμᾶς ἐν τῇ παρούσῃ διὰ τοῦ γράμματος ἐπισκέψει παράσχοιτο τὴν ἀντίληψιν, τῇ ἀληθινῇ καὶ μεγάλῃ εὐφροσύνῃ τοῦ πνεύματος τὸν ἐπὶ τῇ παρακλήσει μισθὸν τῆς ταπεινώσεως ἡμῶν ἀποπληρῶν. Ἔτυχον γάρ πως τὴν ψυχὴν κεκακωμένος, ἐν πολυανθρώπῳ συλλήψει κτηνώδη τινὰ καὶ παντελῶς ἄλογον τοῦ λαοῦ καταμαθὼν ῥᾳθυμίαν καὶ τῶν ἀγόντων αὐτοὺς παλαιὰν καὶ δυσδιόρθωτον συνήθειαν τοῦ κακοῦ. Ἐπεὶ δὲ εἶδον τὰ γράμματα καὶ τὸν ἐν αὐτοῖς τῆς ἀγάπης θησαυρόν, ἐπέγνων ὅτι ἐπέλαμψεν ἡμῖν τοῖς ἐν πικρίᾳ ζῶσι γλυκεῖαν παραμυθίαν ὁ οἰκονομῶν τὰ ἡμέτερα.

Διὸ καὶ ἀντιφθέγγομαί σου τὴν ὁσιότητα παρακαλῶν τὴν συνήθη παράκλησιν, μὴ διαλιπεῖν σε εὐχόμενον ὑπὲρ τῆς ἐλεεινῆς μου ζωῆς, μήποτε τῇ φαντασίᾳ τοῦ βίου τούτου καταβαπτισθεὶς ἐπιλάθωμαι μὲν τοῦ Θεοῦ, τοῦ ἐγείροντος ἀπὸ γῆς πτωχόν, ἔπαρσιν δέ τινα παθὼν εἰς κρίμα ἐμπέσω τοῦ διαβόλου, ῥᾳθυμήσας δὲ τῆς οἰκονομίας καθεύδων ὑπὸ τοῦ Δεσπότου καταληφθῶ, ἢ καὶ διὰ τῶν βλαβερῶν ἔργων προστιθεὶς καὶ τύπτων τὴν συνείδησιν τῶν συνδούλων, ἢ καὶ μετὰ τῶν μεθυόντων γινόμενος, ἐν τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ πάθω τὰ τοῖς πονηροῖς τῶν οἰκονόμων ἠπειλημένα. Παρακαλῶ οὖν σε ἐπὶ πάσῃ προσευχῇ δέεσθαι τοῦ Θεοῦ νήφειν ἡμᾶς ἐν πᾶσιν, ἵνα μὴ αἰσχύνη γινώμεθα καὶ ὄνειδος τῷ ὀνόματι τοῦ Χριστοῦ ἐν τῇ ἀποκαλύψει τῶν κρυπτῶν τῆς καρδίας ἡμῶν κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Γίνωσκε δέ με ἐν προσδοκίᾳ εἶναι τοῦ κατ᾽ ἐπήρειαν τῶν αἱρετικῶν ἀνακληθήσεσθαι εἰς τὸ στρατόπεδον ἐπὶ προφάσει δὴ τῆς εἰρήνης· καὶ τοῦτο ἀκούσαντα καὶ τὸν ἐπίσκοπον τόνδε ἐπεσταλκέναι ἡμῖν σπουδάσαι περὶ τὴν Μεσοποταμίαν γενέσθαι, καὶ τῶν ἐκεῖ τοὺς ὁμοδόξους καὶ ἐπικρατύνοντας τὰ τῶν Ἐκκλησιῶν συναγαγόντα μετ᾽ αὐτῶν ὁρμῆσαι πρὸς τὸν Βασιλέα. Ἐμοὶ δὲ τάχα μὲν οὐδὲ τὸ σῶμα αὐτὸ πρὸς τὴν ἐν τῷ χειμῶνι ὁδοιπορίαν ἀρκέσει.

Τέως δὲ οὐδὲ ἀναγκαῖον τὸ πρᾶγμα ἐφάνη, πλὴν εἰ μή τι αὐτὸς συμβουλεύσεις. Ἀναμενῶ γὰρ καὶ τὴν παρὰ τῆς θεοσεβείας σου συμβουλήν, ὥστε κρατυνθῆναι τὴν γνώμην. Διὸ παρακαλῶ θᾶττον ἡμῖν διά τινος τῶν σπουδαίων ἀδελφῶν τὸ παραστὰν τῇ τελειότητί σου καὶ ἐνθέῳ συνέσει φανερωθῆναι.

ΠΡΟΣ ΤΕΡΕΝΤΙΟΝ ΚΟΜΗΤΑ Ὅτε ἠκούσαμεν τὴν σεμνότητά σου πάλιν ἐκβεβιάσθαι πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν, εὐθὺς μὲν διεταράχθημεν (εἰρήσεται γὰρ τἀληθές) λογιζόμενοι ὅπως σοι παρὰ γνώμην ἐστὶν ἅπαξ ἀφεθέντι τῶν δημοσίων φροντίδων καὶ σχολάσαντι τῇ ἐπιμελείᾳ τῆς ἑαυτοῦ ψυχῆς πάλιν ἀναγκάζεσθαι πρὸς τὰ αὐτὰ ἐπιστρέφειν. Ἔπειτα εἰς ἔννοιαν ἐλθόντες ὅτι τάχα ὁ Κύριος βουλόμενος τῶν μυρίων ὀδυνῶν, αἳ νῦν τὰς καθ᾽ ἡμᾶς Ἐκκλησίας συνέχουσι, μίαν ταύτην χαρίσασθαι παραμυθίαν, τὴν σὴν σεμνοπρέπειαν πάλιν ᾠκονόμησεν ἐπὶ τῶν πραγμάτων φανῆναι, καὶ δὴ καὶ εὐθυμότεροι ἦμεν ὡς μέλλοντες ἔτι γοῦν ἅπαξ, πρὶν ἀπιέναι τῆς ζωῆς ταύτης, συντεύξεσθαι τῇ τιμιότητί σου.

Ἀλλὰ πάλιν ἡμᾶς ἑτέρα φήμη κατέσχεν, ὡς ἐπὶ τῆς Ἀντιοχείας διάγοντος καὶ τὰ ἐν χερσὶ πράγματα ταῖς μεγάλαις ἀρχαῖς συνδιέποντος. Πρὸς δὲ τῇ φήμῃ ταύτῃ κατέλαβεν ἡμᾶς ἀκοὴ ὅτι καὶ οἱ τῆς κατὰ Παυλῖνον συντάξεως ἀδελφοὶ διαλέγονται τῇ ὀρθότητί σου περὶ τῆς πρὸς ἡμᾶς ἑνώσεως, ἡμᾶς δὲ λέγω τοὺς τῆς μερίδος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, Μελετίου τοῦ ἐπισκόπου. Οὓς καὶ γράμματα ἀκούω νῦν τῶν Δυτικῶν περιφέρειν αὐτοῖς τὴν ἐπισκοπὴν τῆς κατὰ Ἀντιόχειαν Ἐκκλησίας ἐπιτρέποντα, παραλογιζόμενα δὲ τὸν θαυμασιώτατον ἐπίσκοπον τῆς ἀληθινῆς τοῦ Θεοῦ Ἐκκλησίας Μελέτιον. Καὶ οὐ θαυμάζω τοῦτο. Οἱ μὲν γὰρ ἀγνοοῦσι παντελῶς τὰ ἐνταῦθα, οἱ δὲ καὶ δοκοῦντες εἰδέναι φιλονεικότερον μᾶλλον ἢ ἀληθέστερον αὐτοῖς ἐξηγοῦνται. Πλὴν ἀλλ᾽ ἐκείνους μὲν οὐδὲν ἀπεικὸς ἀγνοεῖν τὴν ἀλήθειαν ἢ καὶ ἀποκρύπτεσθαι τὴν αἰτίαν δι᾽ ἣν εἰς τὸ γράφειν Παυλίνῳ ἦλθεν ὁ μακαριώτατος ἐπίσκοπος Ἀθανάσιος. Τὴν δὲ σὴν τελειότητα αὐτοῦ ἔχουσαν τοὺς δυναμένους τὰ μεταξὺ τῶν ἐπισκόπων γενόμενα ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας ἀκριβῶς διηγήσασθαι παρακαλοῦμεν ὑπ᾽ αὐτῶν διδαχθῆναι. Πλὴν ἀλλ᾽ ἐπειδὴ οὐδενὸς κατηγοροῦμεν, πρὸς πάντας δὲ ἔχειν εὐχόμεθα τὴν ἀγάπην καὶ μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως, συγχαίρομεν τοῖς κομισαμένοις τὰ ἀπὸ Ῥώμης γράμματα.

Κἄν τινα σεμνὴν καὶ μεγάλην ἔχῃ αὐτοῖς μαρτυρίαν, εὐχόμεθα ἀληθεύειν αὐτὴν δι᾽ αὐτῶν τῶν ἔργων βεβαιουμένην. Οὐ μέντοι τούτου γε ἕνεκεν δυνάμεθα ἑαυτοὺς πεῖσαί ποτε ἢ Μελέτιον ἀγνοῆσαι ἢ τῆς ὑπ᾽ αὐτὸν Ἐκκλησίας ἐπιλαθέσθαι ἢ τὰ ζητήματα ὑπὲρ ὧν ἐξ ἀρχῆς ἡ διάστασις γέγονε, μικρὰ ἡγήσασθαι καὶ ὀλίγην ἔχειν νομίσαι διαφορὰν πρὸς τὸν τῆς εὐσεβείας σκοπόν. Ἐγὼ γάρ, οὐχ ὅπως εἰ ἐπιστολήν τις ἀνθρώπων δεξάμενος ἐπ᾽ αὐτῇ μέγα φρονεῖ, τούτου ἕνεκεν ὑποσταλῆναί ποτε καταδέξομαι, ἀλλ᾽ οὐδ᾽ ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν, μὴ στοιχῇ δὲ τῷ ὑγιαίνοντι λόγῳ τῆς πίστεως, δύναμαι αὐτὸν κοινωνὸν ἡγήσασθαι τῶν ἁγίων.

Ἐνθυμήθητι γάρ, ὦ θαυμάσιε, ὅτι οἱ παραχαράκται τῆς ἀληθείας, οἱ τὸ Ἀρειανὸν σχίσμα τῇ ὑγιεῖ τῶν Πατέρων ἐπεισάγοντες πίστει, οὐδεμίαν ἄλλην αἰτίαν προβάλλονται τοῦ μὴ παραδέχεσθαι τὸ εὐσεβὲς τῶν Πατέρων δόγμα ἢ τὴν τοῦ ὁμοουσίου διάνοιαν, ἣν αὐτοὶ πονηρῶς καὶ ἐπὶ διαβολῇ τῆς πίστεως ἐξηγοῦνται λέγοντες τὸν Υἱὸν κατὰ τὴν ὑπόστασιν ὁμοούσιον λέγεσθαι παρ᾽ ἡμῶν.

Οἷς ἐάν τινα δῶμεν ἀφορμὴν ἐκ τοῦ περιφέρεσθαι τοῖς δι᾽ ἁπλότητα μᾶλλον ἢ διὰ κακίαν ταῦτα ἢ τὰ τούτοις παραπλήσια λέγουσιν, οὐδὲν κωλύει καὶ ἡμᾶς ἀναντιρρήτους μὲν δοῦναι καθ᾽ ἑαυτῶν τὰς λαβάς, ἰσχυρὰν δὲ ἐκείνοις κατασκευάσαι τὴν αἵρεσιν, οἷς μία μελέτη ἐστὶν ἐν τοῖς ἐπὶ τῆς Ἐκκλησίας λόγοις οὐ τὰ ἑαυτῶν κατασκευάζειν, ἀλλὰ τὰ ἡμέτερα διαβάλλειν.

Τίς δ᾽ ἂν γένοιτο τῆς διαβολῆς ταύτης χαλεπωτέρα καὶ μᾶλλον δυναμένη τοὺς πολλοὺς διασαλεῦσαι, ἢ εἰ φανείησάν τινες ἐξ ἡμῶν Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος μίαν ὑπόστασιν λέγοντες, οἳ κἂν πάνυ τὸ τῶν προσώπων διάφορον ἐναργῶς δογματίζωσιν, ἀλλ᾽ οὖν τῷ παρὰ τοῦ Σαβελλίου προειλῆφθαι τὸ αὐτὸ τοῦτο λέγοντος· ἕνα μὲν εἶναι τῇ ὑποστάσει τὸν Θεόν, προσωποποιεῖσθαι δὲ ὑπὸ τῆς Γραφῆς διαφόρως κατὰ τὸ ἰδίωμα τῆς ὑποκειμένης ἑκάστοτε χρείας, καὶ νῦν μὲν τὰς πατρικὰς ἑαυτῷ περιτιθέναι φωνάς, ὅταν τούτου καιρὸς ᾖ τοῦ προσώπου, νῦν δὲ τὰς Υἱῷ πρεπούσας, ὅταν πρὸς τὴν ἡμετέραν ἐπιμέλειαν ἢ πρὸς ἄλλας τινὰς οἰκονομικὰς ἐνεργείας ὑποβαίνῃ, νῦν δὲ τὸ τοῦ Πνεύματος ὑποδύεσθαι πρόσωπον, ὅταν ὁ καιρὸς τὰς ἀπὸ τοῦ τοιούτου προσώπου φωνὰς ἀπαιτῇ· ἐὰν οὖν καὶ παρ᾽ ἡμῖν φανῶσί τινες ἓν τῷ ὑποκειμένῳ Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα λέγοντες, τρία δὲ πρόσωπα τέλεια ὁμολογοῦντες, πῶς οὐχὶ σαφῆ καὶ ἀναντίρρητον δόξουσι παρέχεσθαι τὴν ἀπόδειξιν τοῦ ἀληθῆ εἶναι τὰ λεγόμενα περὶ ἡμῶν;

Περὶ δὲ τοῦ ὅτι ὑπόστασις καὶ οὐσία οὐ ταὐτόν ἐστι, καὶ αὐτοί, ὡς νομίζω, ὑπεσημήναντο οἱ ἀπὸ τῆς Δύσεως ἀδελφοὶ ἐν οἷς τὸ στενὸν τῆς ἑαυτῶν γλώττης ὑφορώμενοι τὸ τῆς οὐσίας ὄνομα τῇ Ἑλλάδι φωνῇ παραδεδώκασιν, ἵνα, εἴ τις εἴη διαφορὰ τῆς ἐννοίας, σώζοιτο αὕτη ἐν τῇ εὐκρινεῖ καὶ ἀσυγχύτῳ διαστάσει τῶν ὀνομάτων. Εἰ δὲ δεῖ καὶ ἡμᾶς τὸ δοκοῦν ἡμῖν ἐν βραχεῖ εἰπεῖν, ἐκεῖνο ἐροῦμεν ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. Ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ δεῖνά ἐστι καὶ ὁ δεῖνα. Οὕτω κἀκεῖ ὁ μὲν τῆς οὐσίας λόγος κοινός, οἷον ἡ ἀγαθότης, ἡ θεότης, ἢ εἴ τι ἄλλο νοοῖτο· ἡ δὲ ὑπόστασις ἐν τῷ ἰδιώματι τῆς πατρότητος ἢ τῆς υἱότητος ἢ τῆς ἁγιαστικῆς δυνάμεως θεωρεῖται. Εἰ μὲν οὖν ἀνυπόστατα λέγουσι τὰ πρόσωπα, αὐτόθεν ἔχει ὁ λόγος τὴν ἀτοπίαν· εἰ δὲ ἐν ὑποστάσει αὐτὰ εἶναι ἀληθινῇ συγχωροῦσιν, ὃ ὁμολογοῦσι, καὶ ἀριθμείτωσαν, ἵνα καὶ ὁ τοῦ ὁμοουσίου λόγος διαφυλαχθῇ ἐν τῇ ἑνότητι τῆς θεότητος καὶ ἡ τῆς εὐσεβείας ἐπίγνωσις Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἐν τῇ ἀπηρτισμένῃ καὶ ὁλοτελεῖ ἑκάστου τῶν ὀνομαζομένων ὑποστάσει κηρύσσηται.

Ὅμως δὲ ἐκεῖνο βούλομαι πεπεῖσθαι τὴν σεμνότητά σου, ὅτι καὶ σὲ καὶ πάντα τὸν παραπλησίως σοι τῆς ἀληθείας φροντίζοντα καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους μὴ ἀτιμάζοντα ἀναμένειν δεῖ καθηγήσασθαι τῆς συναφείας ταύτης καὶ τῆς εἰρήνης τοὺς προστάτας τῶν Ἐκκλησιῶν, οὓς ἐγὼ στύλους καὶ ἑδραίωμα τῆς ἀληθείας τίθεμαι, καὶ τοσούτῳ πλέον αὐτοὺς αἰδοῦμαι ὅσῳ ἂν μακρότερον ἐξοικισθῶσιν ἀντὶ τιμωρίας αὐτοῖς ἐπαγομένου τοῦ χωρισμοῦ. Παρακαλῶ οὖν, φύλαξον ἡμῖν σεαυτὸν ἀπρόληπτον, ἵν᾽ ἔχωμέν σοι ἐπαναπαύεσθαι ὃν ἐν πᾶσιν ἡμῖν ὁ Θεὸς βακτηρίαν καὶ ἔρεισμα ἐχαρίσατο.

ΔΩΡΟΘΕῼ ΠΡΕΣΒΥΤΕΡῼ Εὐθὺς ἐπιτυχὼν ἀφορμῆς ἐπέστειλα τῷ θαυμασιωτάτῳ ἀνδρὶ Τερεντίῳ τῷ κόμητι, λογισάμενος ἀνυποπτότερον εἶναι τὸ διὰ ξένων αὐτῷ γράφειν περὶ τῶν προκειμένων καὶ ἅμα βουλόμενος μηδεμίαν ἐγγενέσθαι διατριβὴν τῷ πράγματι τὸν ποθεινότατον ἀδελφὸν Ἀκάκιον. Τῷ διαψηφιστῇ τῆς τάξεως τῶν ἐπάρχων ἔδωκα οὖν τὴν ἐπιστολὴν δημοσίῳ δρόμῳ ὁδεύοντι ᾧ καὶ ἐνετειλάμην πρώτοις ὑμῖν ἐμφανίσαι τὸ γράμμα. Τὴν δὲ ἐπὶ Ῥώμην ὁδὸν οὐκ οἶδα ὅπως οὐδεὶς ἀνήγγειλε τῇ συνέσει ὑμῶν ὅτι ἐν τῷ χειμῶνι παντελῶς ἐστιν ἄπορος, τῆς μεταξὺ χώρας ἀπὸ Κωνσταντινουπόλεως μέχρι τῶν καθ᾽ ἡμᾶς ὅρων πολεμίων πεπληρωμένης.

Εἰ δὲ δεῖ θαλάσσῃ χρήσασθαι, ἔσται καιρός· μόνον ἐὰν καταδέξηται καὶ τὸν πλοῦν καὶ τὴν ὑπὲρ τῶν τοιούτων πραγμάτων πρεσβείαν ὁ θεοφιλέστατος ἐπίσκοπος Γρηγόριος ὁ ἀδελφός. Ἐγὼ μὲν γὰρ οὔτε τοὺς συναπερχομένους αὐτῷ ὁρῶ καὶ αὐτὸν γινώσκω παντελῶς ἄπειρον ὄντα τῶν κατὰ τὰς Ἐκκλησίας, καὶ εὐγνώμονι μὲν ἀνδρὶ αἰδέσιμον αὐτοῦ καὶ πολλοῦ ἀξίαν τὴν συντυχίαν, ὑψηλῷ δὲ καὶ μετεώρῳ, ἄνω που καθημένῳ καὶ διὰ τοῦτο ἀκούειν τῶν χαμόθεν αὐτῷ τὴν ἀλήθειαν φθεγγομένων μὴ δυναμένῳ, τί ἂν γένοιτο ὄφελος τοῖς κοινοῖς παρὰ τῆς τοῦ τοιούτου ἀνδρὸς ὁμιλίας, ὃς ἀλλότριον ἔχει θωπείας ἀνελευθέρου τὸ ἦθος;

ΜΕΛΕΤΙῼ ΕΠΙΣΚΟΠῼ ΑΝΤΙΟΧΕΙΑΣ Πολλαὶ μὲν ἡμᾶς καὶ ἄλλαι ἀποδημίαι τῆς πατρίδος ἀπήγαγον. Καὶ γὰρ μέχρι τῆς Πισιδίας διέβημεν, ὥστε μετὰ τῶν ἐκεῖ ἐπισκόπων τὰ κατὰ τοὺς ἐν τῇ Ἰσαυρίᾳ ἀδελφοὺς τυπῶσαι. Κἀκεῖθεν ἡ ἐπὶ τὸν Πόντον ἡμᾶς διεδέξατο ἀποδημία, ἱκανῶς τὸν Δαζιμῶνα ταράξαντος τοῦ Εὐσταθίου καὶ πολλοὺς ἀναπείσαντος τῶν ἐκεῖ ἀποσχισθῆναι τῆς Ἐκκλησίας ἡμῶν. Ἐγενόμεθα δὲ καὶ μέχρι τοῦ οἰκιδίου τοῦ ἀδελφοῦ ἡμῶν, ὃ διὰ τὸ προσεγγίζειν τοῖς κατὰ Νεοκαισάρειαν τόποις πολλῆς μὲν τοῖς ἐκεῖ ταραχῆς παρέσχεν αἰτίαν, πολλῆς δὲ ὕβρεως ἡμῖν ὑπόθεσιν προεξένησεν. Οἱ μὲν γὰρ ἔφευγον οὐδενὸς διώκοντος, ἡμεῖς δὲ ἐνομιζόμεθα ἐπιθυμίᾳ τῶν παρ᾽ αὐτοῖς ἐπαίνων καὶ ἄκλητοι εἰσωθίζεσθαι. Ἐπεὶ δὲ ἐπανήλθομεν ἐκ τῶν ὄμβρων καὶ τῶν ἀθυμιῶν πολλὴν ἀρρωστίαν συναγαγόντες, εὐθὺς ἡμᾶς ἐκ τῆς Ἀνατολῆς κατέλαβε γράμματα σημαίνοντα τοῖς περὶ Παυλῖνον ἀπὸ τῆς Δύσεως ἐπιστολάς τινας ὥσπερ τινὸς ἀρχῆς συνθήματα κεκομίσθαι, καὶ μέγα φρονεῖν τοὺς στασιαστὰς τοῦ μέρους ἐκείνου καὶ ἐπαγάλλεσθαι τοῖς γράμμασιν, εἶτα καὶ πίστιν προτείνεσθαι καὶ ἐπὶ ταύτῃ ἑτοίμως ἔχειν συνάπτεσθαι τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ.

Πρὸς δὲ τούτοις κἀκεῖνο ἡμῖν ἀπηγγέλη ὅτι ὑπηγάγοντο πρὸς τὴν ὑπὲρ αὐτῶν σπουδὴν τὸν πάντα ἄριστον ἄνδρα Τερέντιον, ᾧ ταχέως ἐπέστειλα καθ᾽ ὅσον ἦν μοι δυνατόν, ἐπέχων αὐτὸν τῆς ὁρμῆς καὶ διδάσκων τὴν κατ᾽ αὐτοὺς ἀπάτην.