Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Κατὰ Σαβελλιανῶν καὶ Ἀρείου καὶ Ἀνομοίων

Μέγας Βασίλειος

Η ενότητα της θείας ουσίας και η έννοια της εικόνος

Ερμηνεία του ομοουσίου χωρίς μερισμό της θεότητος, απόδειξη ότι ο Υιός αποτελεί απαράλλακτη εικόνα του Πατρός και αναίρεση των κατηγοριών περί πολυθεΐας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Μὴ μέντοι μηδὲ σὺ ἅρπαγμα πρὸς τὴν ἀσέβειαν λάβῃς τὴν τῶν προσώπων διαίρεσιν. Εἰ γὰρ καὶ δύο τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει οὐ διέζευκται· οὐδὲ ὁ τὰ δύο λέγων ἀλλοτρίωσιν ἐπεισάγει. Εἷς Θεὸς, ὅτι καὶ Πατήρ· εἷς Θεὸς δὲ καὶ ὁ Υἱὸς, καὶ οὐ δύο θεοὶ, ἐπειδὴ ταυτότητα ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα. Οὐ γὰρ ἄλλην ἐν Πατρὶ καθορῶ θεότητα, καὶ ἄλλην ἐν Υἱῷ· οὐδ᾽ ἑτέραν φύσιν ἐκείνην, καὶ ἑτέραν ταύτην.

Ἵνα μὲν οὖν τρανωθῇ σοι τῶν προσώπων ἡ ἰδιότης, ἀρίθμει ἰδίᾳ Πατέρα, καὶ ἰδίᾳ Υἱόν· ἵνα δὲ μὴ εἰς πολυθεΐαν ἀποσχισθῇς, μίαν ὁμολόγει ἐπ᾽ ἀμφοῖν τὴν οὐσίαν. Οὕτω καὶ Σαβέλλιος πίπτει, καὶ ὁ Ἀνόμοιος συντριβήσεται.

Ὅταν δὲ εἴπω μίαν οὐσίαν, μὴ δύο ἐξ ἑνὸς μερισθέντα νόει, ἀλλ᾽ ἐκ τῆς ἀρχῆς τοῦ Πατρὸς τὸν Υἱὸν ὑποστάντα, οὐ Πατέρα καὶ Υἱὸν ἐκ μιᾶς οὐσίας ὑπερκειμένης. Οὐ γὰρ ἀδελφὰ λέγομεν, ἀλλὰ Πατέρα καὶ Υἱὸν ὁμολογοῦμεν. Τὸ δὲ τῆς οὐσίας ταυτὸν, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐ προστάγματι ποιηθεὶς, ἀλλ᾽ ἐκ τῆς φύσεως γεννηθείς· οὐκ ἀπομερισθεὶς τοῦ Πατρὸς, ἀλλὰ μένοντος τελείου τέλειος ἀπολάμψας. Καὶ μή μοι περιδραμόντες, ὅσοι ἢ μὴ τελείως τοῖς λεγομένοις ἠκολουθήσατε, ἢ πρὸς ἐπήρειαν ἡμᾶς περιεστήκατε, οὐ λαβεῖν τι παρ᾽ ἡμῶν ὠφέλιμον ἐπιζητοῦντες, ἀλλὰ λαβέσθαι τινὸς τῶν λεγομένων ἐπιτηροῦντες, εἴπητε· Δύο θεοὺς κηρύσσει, πολυθεΐαν καταγγέλλει. Οὐ δύο θεοί· οὐδὲ γὰρ δύο πατέρες. Ὁ μὲν ἀρχὰς εἰσάγων δύο, δύο κηρύττει θεούς. Τοιοῦτος δέ ἐστι Μαρκίων, καὶ εἴ τις ἐκείνῳ τὴν ἀσέβειαν παραπλήσιος.

Καὶ πάλιν ὁ ἑτερούσιον λέγων τὸν γεγεννημένον πρὸς τὸν γεννήσαντα, δύο καὶ οὗτος λέγει θεοὺς, διὰ τὴν τῆς οὐσίας ἀνομοιότητα τὸ πολύθεον παρεισάγων. Εἰ γὰρ μία μὲν θεότης ἀγέννητος, μία δὲ γεννητὴ, σὺ εἶ ὁ τὴν πολυθεΐαν κηρύσσων, ἐναντίον μὲν λέγων εἶναι τὸ ἀγέννητον τῷ γεννητῷ, ἐναντίας δὲ δηλονότι καὶ τὰς οὐσίας τιθέμενος· εἴπερ οὐσία μὲν τοῦ Πατρὸς ἡ ἀγεννησία· οὐσία δὲ τοῦ Υἱοῦ ἡ γέννησις. Ὥστε οὐ δύο μόνον θεοὺς, ἀλλὰ καὶ μαχομένους ἀλλήλοις λέγεις· καὶ τὸ δεινότατον, οὐ προαιρέσει διδοὺς τὴν μάχην, ἀλλὰ φυσικῇ διαστάσει, μηδέποτε ἐλθεῖν εἰς εἰρηνικὴν σύμβασιν δυναμένῃ. Ἀλλ᾽ ὁ τῆς ἀληθείας λόγος ἑκατέρωθεν τὰ ἐναντιώματα διαπέφευγεν. Ὅπου γὰρ μία μὲν ἡ ἀρχὴ, ἓν δὲ τὸ ἐξ αὐτῆς, καὶ ἓν μὲν τὸ ἀρχέτυπον, μία δὲ ἡ εἰκὼν, ὁ τῆς ἑνότητος λόγος οὐ διαφθείρεται.

Διότι γεννητῶς ὑπάρχων ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ φυσικῶς ἐκτυπῶν ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς μὲν εἰκὼν, τὸ ἀπαράλλακτον ἔχει, ὡς δὲ γέννημα, τὸ ὁμοούσιον διασώζει. Οὐδὲ γὰρ ὁ κατὰ τὴν ἀγορὰν τῇ βασιλικῇ εἰκόνι ἐνατενίζων, καὶ βασιλέα λέγων τὸν ἐν τῷ πίνακι, δύο βασιλέας ὁμολογεῖ, τήν τε εἰκόνα, καὶ τὸν οὗ ἐστιν ἡ εἰκών· οὔτε, ἐὰν, δείξας τὸν ἐν τῷ πίνακι γεγραμμένον, εἴπῃ· Οὗτός ἐστιν ὁ βασιλεὺς, ἀπεστέρησε τὸ πρωτότυπον τῆς τοῦ βασιλέως προσηγορίας. Μᾶλλον μὲν οὖν ἐκείνῳ τὴν τιμὴν ἐβεβαίωσε διὰ τῆς τούτου ὁμολογίας. Εἰ γὰρ ἡ εἰκὼν βασιλεὺς, πολλῷ δήπου εἰκὸς βασιλέα εἶναι τὸν τῇ εἰκόνι παρασχόμενον τὴν αἰτίαν. Ἀλλ᾽ ἐνταῦθα μὲν ξύλα, καὶ κηρὸς, καὶ ζωγράφου τέχνη τὴν εἰκόνα ποιεῖ φθαρτὴν, φθαρτοῦ μίμημα, καὶ τεχνητὴν τοῦ ποιηθέντος· ἐκεῖ δὲ, ὅταν ἀκούσῃς εἰκόνα, ἀπαύγασμα νόει τῆς δόξης. Τί δὲ τὸ ἀπαύγασμα, καὶ τίς ἡ δόξα;

Αὐτὸς εὐθὺς ἡρμήνευσεν ὁ Ἀπόστολος ἐπάγων· Καὶ χαρακτὴρ τῆς ὑποστάσεως. Ταυτὸν οὖν ἐστι τῇ δόξῃ μὲν ἡ ὑπόστασις, τῷ ἀπαυγάσματι δὲ ὁ χαρακτήρ. Ὥστε, τελείας μενούσης καὶ μηδὲν μειουμένης τῆς δόξης, τέλειον πρόεισι τὸ ἀπαύγασμα. Καὶ οὕτως ὁ τῆς εἰκόνος λόγος, θεοπρεπῶς παραδεχθεὶς, τὴν ἑνότητα ἡμῖν παρίστησι τῆς θεότητος. Οὗτος γὰρ ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ. Ὅτι καὶ οὗτος τοιοῦτός ἐστιν, οἷος ἐκεῖνος· κἀκεῖνος, οἷος οὗτος.