Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Κατὰ Σαβελλιανῶν καὶ Ἀρείου καὶ Ἀνομοίων

Μέγας Βασίλειος

Η υπόσταση του Αγίου Πνεύματος και η αδιάσπαστη Τριάδα

Μετάβαση στη διδασκαλία για το Άγιο Πνεύμα, ανάπτυξη της αχώριστης συνύπαρξής του με τον Πατέρα και τον Υιό, και ανάλυση των δογματικών συνεπειών από τη συγκατάλεξή του στα κτίσματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Οὕτως ἑνοῦται τὰ δύο, τῷ μὴ διαλλάττειν, μηδὲ καθ᾽ ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν Υἱόν. Πάλιν οὖν λέγω· Εἷς καὶ εἷς, ἀλλ᾽ ἡ φύσις ἀμέριστος, καὶ ἡ τελειότης ἀνελλιπής. Εἷς οὖν Θεὸς, ἐπειδὴ δι᾽ ἀμφοτέρων ἓν εἶδος θεωρεῖται ὁλοκλήρως ἐν ἀμφοτέροις δεικνύμενον. Ἀλλὰ γὰρ πάλαι ὁρῶ δυσανασχετοῦντας ὑμᾶς πρὸς τὸν λόγον, καὶ μονονουχὶ ἀκούειν δοκῶ, ὅτι τοῖς ὁμολογουμένοις ἐνδιατρίβων, τῶν πολυθρυλλήτων ζητημάτων οὐχ ἅπτομαι. Πᾶσα γὰρ ἀκοὴ νῦν πρὸς τὴν ἀκρόασιν τῶν λόγων τῶν περὶ τοῦ ἁγίου Πνεύματος ἀνηρέθισται. Ἐγὼ δὲ μάλιστα ἠβουλόμην, ὡς παρέλαβον ἁπλοϊκῶς, ὡς συνεθέμην ἀνεπιτηδεύτως, οὕτω παραδιδόναι τοῖς ἀκούουσι· μὴ ἀεὶ περὶ τῶν αὐτῶν ἀπαιτούμενος τὰς εὐθύνας, ἀλλ᾽ ἐκ μιᾶς ὁμολογίας πεπεισμένους ἔχων τοὺς διδαχθέντας.

Ἐπειδὴ δὲ περιεστήκατε ἡμᾶς, δικασταὶ μᾶλλον ἢ μαθηταὶ, ἡμᾶς δοκιμάσαι βουλόμενοι, οὐκ αὐτοί τι λαβεῖν ἐπιζητοῦντες· ἀνάγκη ἡμᾶς ὥσπερ ἐν δικαστηρίῳ τὴν ἀντιλογίαν προτείνεσθαι, καὶ ἀεὶ μὲν ἀνακρίνεσθαι, ἀεὶ δὲ λέγειν ἃ παρειλήφαμεν.

Ὑμᾶς δὲ παρακαλοῦμεν μὴ ἐκ παντὸς τρόπου ζητεῖν τὸ ὑμῖν ἀρέσκον παρ᾽ ἡμῶν ἀκοῦσαι, ἀλλ᾽ ὃ τῷ Κυρίῳ εὐάρεστόν ἐστι, καὶ σύμφωνον ταῖς Γραφαῖς, καὶ μὴ μαχόμενον τοῖς Πατράσιν. Ἃ τοίνυν ἐλέγομεν περὶ τοῦ Υἱοῦ, ὅτι δεῖ ὁμολογεῖν ἴδιον αὐτοῦ πρόσωπον, ταῦτ᾽ ἔχομεν λέγειν καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Οὐ γὰρ ταυτόν ἐστι τῷ Πατρὶ τὸ Πνεῦμα, διὰ τὸ γεγράφθαι, ὅτι Πνεῦμα ὁ Θεός.

Οὐδὲ πάλιν Υἱοῦ καὶ Πνεύματος ἓν πρόσωπόν ἐστιν, ἐπειδὴ εἴρηται· Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· ὁ δὲ Χριστὸς ἐν ὑμῖν. Ἐντεῦθεν γὰρ ἠπατήθησάν τινες Πνεῦμα καὶ Χριστὸν τὸν αὐτὸν εἶναι. Ἀλλὰ τί φαμεν; Ὅτι τὸ τῆς φύσεως οἰκεῖον ἐντεῦθεν ἐμφαίνεται, οὐχὶ προσώπων σύγχυσις. Ἔστι μὲν γὰρ ὁ Πατὴρ, τέλειον ἔχων τὸ εἶναι καὶ ἀνενδεὲς, ῥίζα καὶ πηγὴ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἔστι δὲ ὁ Υἱὸς ἐν πλήρει θεότητι ζῶν Λόγος, καὶ γέννημα τοῦ Πατρὸς ἀνενδεές· πλῆρες δὲ καὶ τὸ Πνεῦμα, οὐ μέρος ἑτέρου, ἀλλὰ τέλειον καὶ ὁλόκληρον ἐφ᾽ ἑαυτοῦ θεωρούμενον. Καὶ συνῆπται μὲν ὁ Υἱὸς τῷ Πατρὶ ἀδιαστάτως· συνῆπται δὲ τῷ Υἱῷ τὸ Πνεῦμα.

Τὸ γὰρ διορίζον οὐκ ἔστιν, οὐδὲ τὸ διατέμνον τὴν ἐξ ἀϊδίου συνάφειαν. Αἰὼν γὰρ οὐδεὶς μεταξὺ παρεμπίπτει· οὐδὲ μὴν δέχεται ἡ ψυχὴ ἡμῶν ἐπίνοιαν χωρισμοῦ, ὡς ἢ τοῦ Μονογενοῦς μὴ συνόντος ἀεὶ τῷ Πατρὶ, ἢ τοῦ ἁγίου Πνεύματος μὴ συνυπάρχοντος τῷ Υἱῷ.

Ὅταν οὖν ποτε συνάψωμεν τὴν Τριάδα, μὴ ὡς ἑνὸς πράγματος ἀδιαιρέτου μέρη φαντάζου τὰ τρία (δυσσεβὴς γὰρ ὁ λογισμός), ἀλλὰ τριῶν ἀσωμάτων τελείων ἀχώριστον δέχου τὴν συνουσίαν. Ὅπου γὰρ ἁγίου Πνεύματος παρουσία, ἐκεῖ καὶ Χριστοῦ ἐπιδημία· ὅπου δὲ Χριστὸς, ἐκεῖ καὶ ὁ Πατὴρ πάρεστι δηλονότι. Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστι; Καὶ, Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ἁγιαζόμενοι οὖν διὰ τοῦ Πνεύματος, δεχόμεθα τὸν Χριστὸν κατοικοῦντα ἡμῶν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ μετὰ τοῦ Χριστοῦ τὸν Πατέρα, κοινὴν ποιούμενον τὴν μονὴν παρὰ τοῖς ἀξίοις. Ταύτην δὲ τὴν συνάφειαν δηλοῖ καὶ ἡ παράδοσις τοῦ βαπτίσματος, καὶ ἡ ὁμολογία τῆς πίστεως. Εἰ γὰρ ἀλλότριον ἦν τῇ φύσει, πῶς συνηριθμεῖτο τὸ Πνεῦμα;

Καὶ εἰ χρόνοις ὕστερον προσγενόμενον Πατρὶ καὶ Υἱῷ, πῶς τῇ ἀϊδίῳ συνετάσσετο φύσει; Οἱ δὲ χωρίζοντες Πατρὸς καὶ Υἱοῦ καὶ τῇ κτίσει συναριθμοῦντες τὸ Πνεῦμα ἀτελὲς μὲν ποιοῦσι τὸ βάπτισμα, ἐλλιπῆ δὲ τὴν ὁμολογίαν τῆς πίστεως. Οὔτε γὰρ ἡ Τριὰς μένει Τριὰς, ὑφαιρουμένου τοῦ Πνεύματος.

Καὶ εἰ ἕν τι πάλιν ἀπὸ τῆς κτίσεως προσαφθείη, πᾶσα ἡ κτίσις συνεισελεύσεται εἰς τὴν τοῦ Πατρὸς καὶ Υἱοῦ συναρίθμησιν. Τί γὰρ κωλύει λέγειν· Πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ εἰς πᾶσαν τὴν κτίσιν; Εἰ γὰρ εὐσεβὲς τὸ πιστεύειν εἰς μέρος τῆς κτίσεως, πολλῷ δήπου σεμνότερον τὸ πᾶσαν τὴν κτίσιν εἰς τὴν ὁμολογίαν παραλαμβάνειν. Πιστεύων δὲ εἰς πᾶσαν τὴν κτίσιν, οὐκ εἰς ἀγγέλους πιστεύεις μόνον καὶ τὰ λειτουργικὰ πνεύματα, ἀλλὰ καὶ εἴ τινες ἀντικείμεναι δυνάμεις εἰσὶν, ἐπειδὴ καὶ αὐταὶ μέρος εἰσὶ τῆς κτίσεως, καὶ ταύταις συνθήσῃ κατὰ τὴν πίστιν. Οὕτως ἡ κατὰ τοῦ Πνεύματος βλασφημία εἰς δυσσεβεῖς καὶ ἀθεμίτους περιάγει σε λόγους.

Ὁμοῦ τε γὰρ εἶπας ἃ μὴ δεῖ περὶ τοῦ Πνεύματος, καὶ ἐπεσήμηνέ σοι ἡ τοῦ Πνεύματος ἐγκατάλειψις. Ὡς γὰρ ὁ ἐπιμύσας τοὺς ὀφθαλμοὺς οἰκεῖον ἔχει τὸ σκότος, οὕτως ὁ ἀναχωρήσας τοῦ Πνεύματος, ἔξω γενόμενος τοῦ φωτίζοντος, ὑπὸ τῆς κατὰ ψυχὴν ἀορασίας συγκέχυται.