Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Κατὰ Σαβελλιανῶν καὶ Ἀρείου καὶ Ἀνομοίων

Μέγας Βασίλειος

Αντίκρουση της πνευματομαχικής επιχειρηματολογίας

Υπεράσπιση της εκκλησιαστικής παραδόσεως έναντι των ορθολογικών σοφισμάτων μέσω παραδειγμάτων από τον φυσικό κόσμο και έλεγχος της βλασφημίας κατά του Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Ἀλλὰ μὴ χωρίσῃς Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, δυσωπείτω σε ἡ παράδοσις. Ὁ Κύριος οὕτως ἐδίδαξεν, ἀπόστολοι ἐκήρυξαν, Πατέρες διετήρησαν, μάρτυρες ἐβεβαίωσαν. Ἀρκέσθητι λέγειν ὡς ἐδιδάχθης, καὶ μή μοι τὰ σοφὰ ταῦτα· Ἀγέννητόν ἐστιν, ἢ γεννητόν. Εἰ μὲν γὰρ ἀγέννητον, Πατήρ· εἰ δὲ γεννητὸν, Υἱός· εἰ δὲ μηδ᾽ ἕτερον τούτων, κτίσμα. Ἐγὼ δὲ μετὰ Πατρὸς μὲν οἶδα, οὐχὶ δὲ Πατέρα τὸ Πνεῦμα· καὶ μετὰ Υἱοῦ παρέλαβον, οὐχὶ δὲ Υἱὸν ὠνομασμένον. Ἀλλὰ τὴν μὲν πρὸς Πατέρα οἰκειότητα νοῶ, ἐπειδὴ ἐκ Πατρὸς ἐκπορεύεται· τὴν πρὸς Υἱὸν δὲ, ἐπειδὴ ἀκούω· Εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.

Εἰ γὰρ μὴ οἰκεῖον Χριστοῦ, πῶς οἰκειοῖ τῷ Χριστῷ; Ἀλλὰ καὶ Πνεῦμα ἀκούω τῆς ἀληθείας. Ἀλήθεια δὲ ὁ Κύριος. Ὅταν δὲ ἀκούω Πνεῦμα υἱοθεσίας, εἰς ἔννοιαν ἔρχομαι τῆς πρὸς Υἱὸν καὶ Πατέρα κατὰ τὴν φύσιν ἑνότητος. Πῶς γὰρ υἱοθετεῖ τὸ ξένον, πῶς δὲ οἰκειοῖ τὸ ἀλλότριον; Οὕτω μὲν οὖν οὔτε καινοτομῶ ῥήματα, οὔτε ἀθετῶ τὴν ἀξίαν· τοὺς δὲ τολμῶντας κτίσμα προσαγορεύειν στενάζω καὶ ὀδύρομαι, ὅτι διὰ μικροῦ σοφίσματος καὶ κιβδήλου παραλογισμοῦ ἑαυτοὺς ὠθοῦσιν ἐπὶ τὸ βάραθρον.

Ἐπειδὴ γὰρ, φησὶ, τρία ταῦτα ὁ νοῦς ἡμῶν κατείληφε, καὶ οὐδέν ἐστιν ἐν τοῖς οὖσιν ὃ μὴ ὑπὸ τὴν διαίρεσιν ταύτην ἔρχεται τῶν ὄντων. Ἢ γὰρ ἀγέννητον, φησὶν, ἐστὶν, ἢ γεννητὸν, ἢ κτιστόν· ἀλλὰ μὴν οὔτε τὸ πρῶτον, οὔτε τὸ δεύτερον, τὸ τρίτον ἄρα. Τοῦτο ὑμῶν τὸ ἄρα τῇ αἰωνίῳ ἀρᾷ ὑποδίκους ὑμᾶς καταστήσει. Πάντα ἐξηρεύνησας; πάντα τοῖς σεαυτοῦ λογισμοῖς ὑπὸ διαίρεσιν ἤγαγες; οὐδὲν ἀνεξέταστον κατέλιπες; πάντα τῷ νῷ περιέλαβες; πάντα τῇ σεαυτοῦ καταλήψει συνέκλεισας; οἶδας τὰ ὑπὸ γῆν; οἶδας τὰ ἐν τῷ βυθῷ; Δαιμόνων ἀλαζονεῖαι· Οἶδα ἐγὼ ψάμμου τ᾽ ἀριθμὸν καὶ μέτρα θα[λάσσης.

Εἰ δὲ πολλὰ ἀγνοεῖς, καὶ μυριοπλάσια τῶν ἐγνωσμένων ἐστὶ τὰ ἀγνοούμενα, τί οὐχὶ μετὰ πάντων καὶ περὶ τοῦ τρόπου τῆς ὑπάρξεως τοῦ ἁγίου Πνεύματος τὴν ἀκίνδυνον ἄγνοιαν ἀνεπαισχύντως ὁμολογεῖς; Ἐγὼ δὲ σχολὴν μὲν οὐκ ἄγω ἐλέγχειν τῶν λογισμῶν σου τὴν ματαιότητα, οὐδὲ δεικνύναι πόσα ἐν τοῖς οὖσι τὴν κατάληψίν σου τῶν λογισμῶν διαπέφευγεν· ἐκεῖνο δ᾽ ἂν ἡδέως τοὺς ἐφ᾽ ὑμῶν ἐρωτήσαιμι, καὶ διορίζομαι πεποιθότως, ὅτι μεταμελήσει σοί ποτε τῆς ἀθέου ταύτης σοφίας, κτίσμα λέγοντι τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ φοβῇ τὴν ἀσυγχώρητον ἁμαρτίαν; Ἢ τί ποτε οἴει δυσσεβέστερον τούτου δύνασθαι βλασφημεῖν; Ἐκ γὰρ μιᾶς ταύτης φωνῆς πάντα ἐνέστη τὰ δεινότατα· ἀλλοτρίωσις ἀπὸ Θεοῦ κατ᾽ αὐτὴν τὴν φύσιν, δουλείας ταπείνωσις, διακονίαι λειτουργικαὶ, ἁγιασμοῦ στέρησις, τοῦ κατὰ φύσιν οὐ προσόντος, καὶ περιστήσεται τῷ Πνεύματι, οὕτω μετέχειν ἁγιασμοῦ ἐκ τῆς κατὰ χάριν διανομῆς, ὡς καὶ τὰ λοιπὰ ἔχει ὅσα ἡγίασται. Καὶ ὥσπερ δίδοται ἡμῖν ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον, καὶ ὡς ἐπιμετρεῖται ἑκάστῳ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὕτως ἔσται καὶ τὸ Πνεῦμα τοῦ ἁγιασμοῦ μετέχον, εἴπερ ὄντως κτιστὸν κατὰ τὴν Πνευματομάχων ὑπόληψιν.

Ἀλλὰ γὰρ μὴ συγχωρήσωμεν τὴν ἄνοιαν αὐτῶν ἀνέλεγκτον, τῶν οἰομένων πάντα τῇ ἑαυτῶν διανοίᾳ κατειληφέναι. Ἀποκρινάσθωσαν τοίνυν ἡμῖν. Τί ποτε ἄρα ἡ τοῦ αἰσθητοῦ ἡλίου οὐσία; Πότερον ἕν τι τῶν τεσσάρων ἐστὶν, ἢ σύνθετός ἐστιν ἐκ τῶν τεσσάρων; Ἀλλὰ μὴν οὔτε γῆ ἐστιν, οὔτε ἀὴρ, οὔτε ὕδωρ ἐστὶν, οὔτε πῦρ. Ταῦτα γὰρ ἐπ᾽ εὐθείας κινεῖται· τὰ μὲν ἄνω φερόμενα, τὰ δὲ κάτω. Γῆ μὲν γὰρ καὶ ὕδωρ κατωφερῆ ἐστι διὰ τὸ βάρος· ἀὴρ δὲ καὶ πῦρ τὴν ἄνω φορὰν κινεῖται διὰ κουφότητα· τοῦ δὲ ἡλίου κυκλοφορική ἐστιν ἡ κίνησις. Οὐ τοίνυν ἐστὶν ἓν τῶν τεσσάρων. Ἀλλὰ μὴν οὐδὲ σύνθετός ἐστιν ἐκ τούτων· διότι τὰ σύνθετα καμάτῳ συνέχεται, ἐκ μὲν τῶν ἐναντίων τὴν σύστασιν ἔχοντα, ἀντισπώντων δὲ ἀλλήλοις τῶν ἐναντίων κατὰ τὴν κίνησιν.

Ἀκάματος δὲ τοῦ ἡλίου ἡ κίνησις, διὰ τοῦτο καὶ ἄπαυστος. Ὥστε οὐ σύνθετος. Ἀλλὰ μὴν ἐν τοῖς σώμασιν ἢ ἁπλοῦν τί ἐστιν, ἢ σύνθετον. Οὔτε δὲ ἁπλοῦν σῶμα ὁ ἥλιος· οὐ γὰρ ἐπ᾽ εὐθείας κινεῖται· οὔτε σύνθετον· οὐ γὰρ κάμνει κινούμενος. Οὐκ ἄρα ἐστὶν ὁ ἥλιος. Τοιαῦται ὑμῶν αἱ σοφαὶ διαιρέσεις, ὑπὸ τῶν ὀφθαλμοὺς ἐχόντων καταγελώμεναι. Πάλιν πῶς ὁρῶμεν οἱ ἄνθρωποι; Πότερον εἰσδεχόμενοι τοὺς τύπους τῶν ὁρατῶν, ἢ ἀφιέντες δύναμιν ἐξ αὐτῶν;