Ἔργον
Μέγας Βασίλειος – Λόγοι ἢ ἐξορκισμοί
Τρίτη ευχή
Επίκληση προς τον Θεό για την πλήρη απαλλαγή του πάσχοντος από δαιμονικές ενέργειες και πάθη, και αιτίαση για τη δωρεά των καρπών του Αγίου Πνεύματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τρίτη ευχή
Επίκληση προς τον Θεό για την πλήρη απαλλαγή του πάσχοντος από δαιμονικές ενέργειες και πάθη, και αιτίαση για τη δωρεά των καρπών του Αγίου Πνεύματος.
Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
Ὁ Θεὸς τῶν οὐρανῶν, ὁ Θεὸς τῶν φώτων, ὁ Θεὸς τῶν ἀγγέλων τῶν ὑπὸ τὴν σὴν ἰσχὺν, ὁ Θεὸς τῶν ἀρχαγγέλων τῶν ὑπὸ τὸ σὸν κράτος, ὁ Θεὸς τῶν ἐνδόξων κυριοτήτων, ὁ Θεὸς τῶν ἁγίων, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ τὰς δεσμευθείσας τῷ θανάτῳ ψυχὰς λύσας, ὁ τὸν προσηλωθέντα ἄνθρωπον τῷ σκότει διὰ τοῦ μονογενοῦς σου Υἱοῦ φωτίσας, ὁ λύσας τὰς ὀδύνας ἡμῶν, καὶ πᾶν βάρος ἀποσκεδάσας, ὁ πᾶσαν τὴν προσβολὴν τοῦ ἐχθροῦ ἀφ᾽ ἡμῶν χωρίσας, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ, ὁ ἀπαθανατίσας ἡμᾶς τῷ θανάτῳ σου, καὶ δοξάσας ἡμᾶς τῇ δόξῃ σου, ὁ ἐξ ἀνθρώπων χωρεῖν εἰς Θεὸν ἐγέρσει τῇ σῇ χαρισάμενος, ὁ πάντα δεσμὸν τῶν ἁμαρτιῶν ἡμῶν διὰ τοῦ σταυροῦ σου βαστάσας, ὁ τὸ σύντριμμα ἡμῶν ἀναλαβὼν, καὶ ἰασάμενος, Κύριε, ὁ ὁδοποιήσας ἡμῖν ὁδὸν εἰς οὐρανοὺς, καὶ φθορὰν εἰς ἀφθαρσίαν μετασκευάσας· εἰσάκουσόν μου πόθῳ καὶ φόβῳ κεκραγότος πρὸς σὲ οὗ τὰ ὄρη τῷ φόβῳ τήκονται σὺν τῷ στερεώματι τῆς ὑπ᾽ οὐρανὸν, οὗ τῇ δυνάμει ἄλαλοι στοιχείων ψυχαὶ φρίττουσι τηρῆσαι τοὺς ἑαυτῶν ὅρους, δι᾽ οὗ τὸ πῦρ τὸ τῆς ἐκδικήσεως οὐχ ὑπερβήσεται ὅρους τοὺς ταχθέντας αὐτῷ, ἀλλ᾽ ἀναμένει στένον τὴν σὴν βουλήν· δι᾽ ὃν πᾶσα ἡ κτίσις ὠδίνει στενάζουσα στεναγμοῖς ἀλαλήτοις εἰς καιροὺς μένειν ἐπιταχθεῖσα, ὃν πᾶσα φύσις ἐναντία πέφευγε, καὶ τοῦ ἐχθροῦ στρατιὰ δεδάμασται, καὶ διάβολος πέπτωκε, καὶ ὄφις πεπάτηται, καὶ δράκων ἀνήρηται· δι᾽ ὃν τὰ ἔθνη ὁμολογήσαντά σε ἐφωτίσθησαν, καὶ ἐκραταιώθησαν ἐν σοὶ, Κύριε· δι᾽ ὃν ζωὴ πεφανέρωται, ἐλπὶς ἵδρυται, ἡ πίστις κεκράτηται, τὸ Εὐαγγέλιον κεκήρυκται· δι᾽ ὃν ἄνθρωπος ἐκ γῆς ἀναπέπλασται πιστεύσας ἐν σοί.
Τίς γάρ ἐστιν ὡς σὺ Θεὸς παντοκράτωρ; Διὸ δεόμεθά σου, Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους προαιώνιε, καὶ ὑπερούσιε, τὸν πρὸς σὲ ἐληλυθότα ἐπὶ τῷ ἁγίῳ ὀνόματί σου, καὶ τοῦ ἠγαπημένου σου Παιδὸς Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ἁγίου καὶ παντοδυνάμου καὶ ζωοποιοῦ σου Πνεύματος πρόσδεξαι· ἀποσόβησον ἀπὸ τῆς ψυχῆς αὐτοῦ πᾶσαν μαλακίαν, πᾶσαν ἀπιστίαν, πᾶν πνεῦμα ἀκάθαρτον, σπαρακτικὸν, καταχθόνιον, πύρινον, δυσωδιακὸν, ἐπιθυμητικὸν, φιλόχρυσον, φιλάργυρον, τυφωνικὸν, πορνικὸν, πᾶν δαιμόνιον ἀκάθαρτον, σκοτεινὸν, ἄμορφον, ἀναιδές. Ναὶ, ὁ Θεὸς, ἀπέλασον ἀπὸ τοῦ δούλου σου, τοῦ δεῖνος, πᾶσαν ἐνέργειαν τοῦ διαβόλου, πᾶσαν μαγείαν, πᾶσαν φαρμακείαν, εἰδωλολατρείαν, ἀστρομαντείαν, ἀστρολογίαν, νεκρομαντείαν, ὀρνεοσκοπίαν, ἡδυπάθειαν, ἔρωτα, φιλαργυρίαν, μέθην, πορνείαν, μοιχείαν, ἀσέλγειαν, ἀναίδειαν, ὀργὴν, φιλονεικίαν, ἀκαταστασίαν, καὶ πᾶσαν ὑπόνοιαν πονηράν. Ναὶ, Κύριε ὁ Θεὸς ἡμῶν, ἐμφύσησον ἐν αὐτῷ τὸ Πνεῦμά σου τὸ εἰρηνικόν· ὅπως φρουρούμενος ὑπ᾽ αὐτοῦ ποιήσῃ καρπὸν πίστεως, ἀρετῆς, σοφίας, ἁγνείας, ἐγκρατείας, ἀγάπης, χρηστότητος, ἐλπίδος, πραότητος, μακροθυμίας, ὑπομονῆς, σωφροσύνης, συνέσεως· ὅτι σὸς ἐπικέκληται δοῦλος ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, πιστεύων εἰς τὴν ὁμοούσιον Τριάδα, συμμαρτυρούντων ἀγγέλων, ἀρχαγγέλων, ἐνδόξων κυριοτήτων, καὶ πάσης οὐρανίου στρατιᾶς.
Σὺν τούτῳ φύλαξον τὰς καρδίας ἡμῶν· ὅτι δυνατὸς εἶ, Κύριε, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.