Ἔργον
Μέγας Βασίλειος – Λόγοι ἠθικοί
Λόγος Η': Η μετάνοια, η θεία μακροθυμία και η επιστροφή
Προτροπή σε ειλικρινή και άμεση μετάνοια μετά από πτώση, στηλιτεύοντας την αναβολή του βαπτίσματος και υπενθυμίζοντας το άδηλο του θανάτου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Η': Η μετάνοια, η θεία μακροθυμία και η επιστροφή
Προτροπή σε ειλικρινή και άμεση μετάνοια μετά από πτώση, στηλιτεύοντας την αναβολή του βαπτίσματος και υπενθυμίζοντας το άδηλο του θανάτου.
ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ ΛΟΓΟΣ Ηʹ. Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. Ἢ γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρωπίας ἔγκλημά με περιῤῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα, καὶ πρὸς τὰ πάθη μαλακίζεσθαι, κακῶς διατίθησι. Διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, τοσαύτης μοι ἐπικειμένης αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χειλέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. Οἴμοι! τί εἴπω, ἢ τί λογίσωμαι, ἐν τριόδῳ ἀπειλημμένος;
Ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς, ὅτε σοι περιέῤῥει πλοῦτος, καὶ τὸ χαμαιρεπὲς δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολάκων πλῆθος, καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων· καὶ πῆ μὲν ἀρχοντικοὶ φόβοι διεῤῥίπιζόν σου τὴν τῆς σωτηρίας ὑπόνοιαν, πῆ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε, καὶ σκέποντα, παίζοντα κατ᾽ αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περιουσίαν, οἴκου τε θεραπείαν, καὶ συνοίκου ὁμιλίαν ἀπαρνησάμενος. Ὅλος μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ πόλεις ἐξαμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑποφεύγων, καὶ ἡσυχίαν ἑαυτῷ ἐφαρμόσας, τοὺς πολιτικοὺς θορύβους ἐξέκλινας. Σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων, καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφὺν περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες.
Λαγόνας δὲ ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνωσας· καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω· ἔνδοθεν δὲ τὰς λαπάρας σικύας δίκην ὑφελκύσας, τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι ἐβιάζου. Ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχὴν, τοῖς τοῦ ὀμφαλοῦ μέρεσιν ἐπεσκίαζες.
Καὶ συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς γενειάδα ἔμβροχον καθωμάλιζες. Καὶ τί με δεῖ καταλέγειν ἕκαστα; Μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω· ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον· ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι.
Καὶ τούτων τέλος τί; Μοιχικῆς φήμης διαβολὴ, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοὰς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. Τίς ἡ τοῦ γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέλισμα; ποῖα πολύπλοκα τοῦ διαβόλου δίκτυα περισφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων οἴχεται; Ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; Καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξόμεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας, ὁπότε παρατετηρημένως τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περισσὸν τῷ διαβόλῳ προσνενέμηται.
Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα, μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. Κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα, ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. Διέτεμες φρόνημα μοναχῶν, τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν· τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας.
Ἔλυσας, ὅσον ἐπὶ σοὶ, τὸ τοῦ Χριστοῦ καύχημα, Θαρσεῖτε, λέγοντος, ἐγὼ νενίκησα τὸν κόσμον, καὶ τὸν τούτου ἄρχοντα. Ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας. Ὄντως εἰς ἔργον ἤγαγες τὰς Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ. Ἀλλὰ τί νῦν; Οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφὲ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα, οὐκ ἀπεκλείσθη τοῦ φευκτηρίου ἡ πόλις.
Μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς· μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. Οἶδεν ἀνορθοῦν κατεῤῥαγμένους ὁ Κύριος. Φεῦγε μὴ μακρὰν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. Ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν. Ἀνάνευσον πρὸς τὴν τοῦ τέλους ἡμέραν οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν, καὶ γνῶθι, πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν, καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃ τὸν τοῦ κόσμου Σωτῆρα· μή σε ἡ φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι Οὐκ οἶδα ὑμᾶς, τίνες ἐστέ.
Ἑνὸς ἀνδρὸς ἦν Ἰωάννου τὸ κήρυγμα, καὶ πάντας εἷλκε πρὸς τὴν μετάνοιαν· σὺ δὲ, διὰ προφητῶν διδασκόμενος· Λούσασθε, καθαροὶ γένεσθε· διὰ Ψαλμῶν νουθετούμενος· Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε· δι᾽ ἀποστόλων εὐαγγελιζόμενος· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ Πνεύματος· ὑπ᾽ αὐτοῦ τοῦ Κυρίου προσλαμβανόμενος, λέγοντος· Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ὀκνεῖς, καὶ βουλεύῃ, καὶ διαμέλλεις. Ἐκ νηπίου τὸν λόγον κατηχούμενος, οὔπω συνέθου τῇ ἀληθείᾳ; πάντοτε μανθάνων, οὐδέπω ἦλθες πρὸς τὴν ἐπίγνωσιν; Πειραστὴς διὰ βίου, κατάσκοπος μέχρι γήρως, πότε γενήσῃ Χριστιανός; πότε σε γνωρίσομεν ὡς ἡμέτερον; Πέρυσι τὸν παρόντα καιρὸν ἐξεδέχου, νῦν πάλιν ἀναμένεις τὸν ἐπιόντα.
Ὅρα, μὴ εὑρεθῇς μακροτέρας τῆς ζωῆς τὰς ὑποσχέσεις ποιούμενος. Οὐκ οἶδας τί τέξεται ἡ ἐπιοῦσα· μὴ ἐπαγγέλλου τὰ μὴ σά. Ἐπὶ ζωήν σε καλοῦμεν, ἄνθρωπε· τί ἀποφεύγεις τὴν κλῆσιν; ἐπ᾽ ἀγαθῶν μετουσίαν· τί ὑπερβαίνεις τὴν δωρεάν; Βασιλεία οὐρανῶν ἤνοικται· ὁ καλῶν ἀψευδής· ἡ ὁδὸς ῥᾳδία, οὐ χρόνου, οὐ δαπάνης, οὐ πραγματείας χρεία· τί μέλλεις; τί ἀναδύῃ, τί φοβῇ τὸν ζυγὸν, ὥσπερ δάμαλίς τις ἀπειρόζυγος; Οὐ τρίβει τὸν αὐχένα, ἀλλὰ δοξάζει. Οὐ γὰρ δεσμεῖται ἡ ζεύγλη περὶ τὸν τράχηλον, αὐτεξούσιον ἐπιζητεῖ τὸν ὑφέλκοντα. Ὁρᾷς, ὅτι κατηγορεῖται Ἐφραῒμ, ὡς παροιστρῶσα δάμαλις, ὅτι ἄτακτα περιπλανᾶται, τὸν τοῦ νόμου ζυγὸν ἀτιμάζων;
Ὑπόθες σου τὸν ἀδάμαστον αὐχένα· γενοῦ ὑποζύγιον τοῦ Χριστοῦ, ἵνα μὴ ἀφειμένος τῆς ζεύγλης, μηδὲ ἐλευθεριάζων τῷ βίῳ, εὐεπιχείρητος ᾖς τοῖς θηρίοις. Εἰ χρυσὸν τῇ Ἐκκλησίᾳ διένεμον, οὐκ ἄν μοι εἶπες· Αὔριον ἥξω, καὶ αὔριον δώσεις· ἀλλ᾽ ἀπῄτεις ἂν ἤδη τὴν διανομὴν κατεπείγων, καὶ ἐδυσφόρεις πρὸς τὴν ὑπέρθεσιν. Ἐπεὶ δὲ οὐχ ὕλης εὔχροιαν, ἀλλὰ ψυχῆς καθαρότητα προτείνεταί σοι ὁ μεγαλόδωρος, προφάσεις πλάττῃ, καὶ αἰτίας ἀπαριθμῇ. Εἰ δοῦλος ἀνθρώπων ἦσθα, προεγράφη δὲ δούλοις ἐλευθερία, οὐκ ἂν ἐπὶ τὴν κυρίαν ἀπήντησας, συνηγόρους μισθούμενος, καὶ δικαστὰς παρακαλῶν, ὥστε πάσῃ μηχανῇ πρὸς ἐλευθερίαν ἐξαιρεθῆναι;
Ἤ που καὶ ῥάπισμα, τὴν τελευταίαν τῶν δούλων πληγὴν, ὑπὲρ τῆς μετὰ ταῦτα τῶν αἰκισμῶν ἀπαλλαγῆς καταδέχου. Ἐπειδὴ δὲ δοῦλον ὄντα σε οὐκ ἀνθρώπων, ἀλλὰ τῆς ἁμαρτίας, καλεῖ πρὸς ἐλευθερίαν ὁ κῆρυξ, ἵνα λύσῃ μέν σε τῆς αἰχμαλωσίας, ἰσοπολίτην δὲ τοῖς ἀγγέλοις ποιήσῃ, καὶ υἱὸν μὲν ἀποδείξῃ τοῦ Θεοῦ, εἰσποιηθέντα διὰ τῆς χάριτος, κληρονόμον δὲ τῶν ἀγαθῶν τοῦ Χριστοῦ· οὔπω λέγεις εἶναί σοι καιρὸν δέξασθαι τὰ διδόμενα.
Ὢ τῶν πονηρῶν ἐμποδίων! ὢ τῆς αἰσχρᾶς καὶ ἀτελέστου ἀσχολίας! Ἕως πότε ἡδοναί; ἕως πότε ἡδυπάθειαι; Πολὺν ἐζήσαμεν χρόνον τῷ κόσμῳ, ζήσωμεν λοιπὸν καὶ ἑαυτοῖς. Τί ψυχῆς ἀντάξιον; τί ἰσοστάσιον τῆς βασιλείας τῶν οὐρανῶν; Τίς ἀξιοπιστότερός σοι σύμβουλος τοῦ Θεοῦ; τίς φρονιμώτερος τοῦ σοφοῦ, ἢ τίς ὠφελιμώτερος τοῦ ἀγαθοῦ; τίς τοῦ κτίσαντος οἰκειότερος; Οὐδὲ τῇ Εὔᾳ συνήνεγκε τῇ τοῦ ὄφεως συμβουλῇ πεισθῆναι μᾶλλον ἢ τῇ τοῦ Δεσπότου. Ὢ τῆς ἀτοπίας τῶν λόγων! οὐκ ἄγω σχολὴν ὑγιᾶναι· μήπω μοι δείξῃς τὸ φῶς· μήπω συνάψῃς τῷ βασιλεῖ. Οὐ ταῦτα λέγεις ἄντικρυς; Μᾶλλον δὲ τὰ τούτων ἀλογιστότερα.
Σὺ δὲ, εἰ μὲν ἦς ἐγγεγραμμένος τοῖς δημοσίοις ὀφλήμασι, χρεῶν δὲ ἀποκοπαὶ τοῖς ὑπευθύνοις περιηγγέλθησαν, εἶτά τις ἦν ὁ πρὸς ἐπήρειαν ἄμοιρόν σε ποιῆσαι τῆς συγχωρήσεως ταύτης ἐπιχειρῶν· ἠγανάκτεις ἂν καὶ ἐβόας, ὡς τὸ ἐπιβάλλον σοι μέρος τῆς κοινῆς χάριτος ἀφαιρούμενος. Ἐπειδὴ δὲ οὐ μόνον ἄφεσις τῶν παρελθόντων, ἀλλὰ καὶ δωρεαὶ τῶν μελλόντων προεκηρύχθησαν, αὐτὸς ἑαυτὸν ἀδικῶν, ἃ μηδ᾽ ἂν τῶν ἐχθρῶν σοί τις ἐπηράσατο, οἴει προσηκόντως βεβουλεῦσθαι, καὶ λυσιτελῶς ἐντεθυμῆσθαι περὶ σεαυτοῦ, ὅς γε οὐ δέχῃ τὴν ἄφεσιν, ἀλλ᾽ ἐναποθνήσκεις τοῖς ὀφλήμασιν; Εἰ μὲν πολλά σού ἐστι τὰ ἁμαρτήματα, μὴ ἀθυμήσῃς τῷ πλήθει. Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ἐὰν δέχῃ τὴν χάριν. Εἰ δὲ μικρὰ καὶ εὐτελῆ, καὶ οὐ πρὸς θάνατόν σου τὰ ἁμαρτήματα, τί ἀγωνιᾷς τὸ μέλλον, ὅς γε οὐκ ἀγεννῶς τὰ παρελθόντα διήνεγκας;
Νῦν ὥσπερ ἐπὶ τρυτάνης ἱστάναι νόμιζέ σου τὴν ψυχὴν, ἄνθρωπε, ἔνθεν ὑπ᾽ ἀγγέλων, κἀκεῖθεν ὑπὸ δαιμόνων διελκομένην. Τίσιν ἄρα δώσεις τὴν ῥοπὴν τῆς καρδίας σου τότε; τί παρὰ σοὶ νικήσει; ἡδονὴ σαρκὸς, ἢ ἁγιασμὸς ψυχῆς; ἀπόλαυσις τῶν παρόντων, ἢ τῶν μελλόντων ἐπιθυμία; ἄγγελοί σε παραλήψονται, ἢ καθέξουσιν οἱ κατέχοντες; Ἐπὶ παρατάξεως οἱ στρατηγοὶ τὸ σύνθημα τοῖς ὑπ᾽ αὐτοὺς διανέμουσιν, ἵνα καὶ οἱ φίλοι ῥαδίως ἀλλήλους ἀνακαλῶνται, καὶ πρὸς τοὺς ἐναντίους ἐὰν ταῖς συμπλοκαῖς ἀναμιχθῶσιν, εὐκρινὴς δύνηται ὑπάρχειν ὁ χωρισμός. Οὐδεὶς ἐπιγνώσεταί σε, εἰ ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων, ἐὰν μὴ τοῖς μυστικοῖς συμβόλοις παράσχῃ τὴν οἰκειότητα, ἐὰν μὴ σημειωθῇ ἐπὶ σὲ τὸ φῶς τοῦ προσώπου Κυρίου. Πῶς ἀντιποιηθῇ σου ὁ ἄγγελος; πῶς δὲ ἀφέληται τὸν ἐχθρὸν, ἐὰν μὴ ἐπιγνῷ τὴν σφραγῖδα; Πῶς δὲ σὺ ἐρεῖς, Τοῦ Θεοῦ εἰμὶ, μὴ ἐπιφερόμενος τὰ γνωρίσματα;
Ἀσφράγιστος θησαυρὸς εὐεπιχείρητος κλέπταις· πρόβατον ἀσημείωτον ἀκινδύνως ἐπιβουλεύεται. Εἴ τις ἰατρῶν ἐπηγγέλλετό σοι, μηχαναῖς τισι καὶ ἐπινοίαις νέον ποιήσειν ἐκ γέροντος, οὐκ ἂν ἐπεθύμησας ἐλθεῖν εἰς ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σεαυτὸν ὁρᾷν ἔμελλες πρὸς ἀκμὴν ὑποστρέφοντα; Ἐπειδὴ δὲ τὴν ψυχήν σου ἀναθηλήσειν ἐπαγγέλλεταί σοι ἡ μετάνοια, ἣν σὺ ἐπαλαίωσας, καὶ ῥυσὴν αὐτὴν ἐκ τῶν ἀνομιῶν καὶ ἐσπιλωμένην ἀπέδειξας, καταφρονεῖς τοῦ εὐεργέτου, καὶ οὐ προστρέχεις τῷ ἐπαγγέλματι.
Οὐκ ἐπιθυμεῖς ἰδεῖν, τί τὸ μέγα θαῦμα τῆς ὑποσχέσεως; πῶς ἄνευ μητρὸς ἀναγεννᾶται ἄνθρωπος; πῶς ὁ παλαιούμενος καὶ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, σφριγᾷ πάλιν καὶ ἀνηβᾷ, καὶ εἰς τὸ ἀληθινὸν ἄνθος τῆς νεότητος ἐπανέρχεται;
Τοσούτων ἀγαθῶν καὶ τηλικούτων, ἄθλιε, προτιμοτέραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρθεσιν, κἂν περιστέλλῃ τοῖς ῥήμασιν· αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς· Ἔασον ἀποχρήσωμαι τῇ σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶ τῷ βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφέλωμαι τὰ ἀλλότρια, δολίως πορευθῶ, ἐπιορκήσω, ψεύσωμαι· καὶ τότε ἡ μετάνοια, ὅταν λῆξίν ποτε τῶν κακῶν ὑποδέξωμαι. Εἰ μὲν οὖν καλὸν ἡ ἁμαρτία, φύλασσε ταύτην εἰς τέλος· εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις; Οὐ βλέπει Θεὸς τὰ γινόμενα; ἢ οὐ νοεῖ σου τὰ ἐνθυμήματα; ἢ συνεργάζεταί σου ταῖς ἀνομίαις; Ὑπέλαβες γὰρ ἀνομίαν, φησὶν, ὅτι ἔσομαί σοι ὅμοιος. Σὺ δὲ ἀνδρὸς μὲν θνητοῦ φιλίαν πραγματευόμενος, δι᾽ εὐεργεσίας αὐτὸν προσάγῃ, ἐκεῖνα λέγων καὶ πράττων, οἷσπερ ἂν αὐτὸν αἴσθῃ χαίροντα· Θεῷ δὲ προσοικειούμενος, καὶ εἰς τὴν τοῦ υἱοῦ τάξιν ἐλπίζων παραδεχθήσεσθαι, τὰ ἐχθρὰ τῷ Θεῷ πράττων, καὶ διὰ τῆς τοῦ νόμου παραβάσεως ἀτιμάζων αὐτόν· ἐξ ὧν μάλιστα προσκρούεις, ἐκ τούτων ἐλπίζεις τὴν οἰκειότητα; Ὅρα, μὴ ἐπ᾽ ἐλπίδι τῆς ἀπολυτρώσεως, πλῆθος κακῶν σεαυτῷ συλλεξάμενος, τὴν μὲν ἁμαρτίαν ἀθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Θεὸς οὐ μυκτηρίζεται. Μὴ ἐμπορεύου τὴν χάριν. Μὴ εἴπῃς· Καλὸς μὲν ὁ νόμος, ἀλλ᾽ ἡδίων ἡ ἁμαρτία.
Ἡδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου, πρὸς ἀπώλειαν ἕλκον. Ἡδονὴ, μήτηρ τῆς ἁμαρτίας· ἡ δὲ ἁμαρτία τὸ κέντρον ἐστὶ τοῦ θανάτου. Ἡδονὴ, τροφὸς τοῦ αἰωνίου σκώληκος· ἣ πρὸς καιρὸν μὲν καταλεαίνει τὸν ἀπολαύοντα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις. Τί ποιεῖς, ἄνθρωπε; Ὅτε δυνατὸς εἶ ἐν ἔργοις, τὴν νεότητά σου ταῖς ἁμαρτίαις προσαναλίσκεις.
Ὅταν ἀποκάμῃ τὰ ὄργανα, τότε προσάγεις αὐτὰ τῷ Θεῷ, ὅτε εἰς οὐδὲν αὐτοῖς ἔστι χρήσασθαι, ἀλλ᾽ ἀνάγκη κεῖσθαι, διὰ τὸν ἐκ τοῦ χρόνου μαρασμὸν, παραλυθέντος τοῦ τόνου. Ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλ᾽ ἀκολασίας ἀδυναμία.
Νεκρὸς οὐ στεφανοῦται· οὐδεὶς δίκαιος, δι᾽ ἀδυναμίαν κακοῦ. Ἕως ἔστι σοι δύναμις, λόγῳ κράτει τῆς ἁμαρτίας· τοῦτο γάρ ἐστιν ἀρετὴ, ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίησις ἀγαθοῦ. Ἡ δὲ ἀργία τῆς πονηρίας οὔτε ἐπαίνων αὐτὴ καθ᾽ ἑαυτὴν, οὔτε κολάσεων ἀξιοῦται. Ἐὰν δι᾽ ἡλικίαν παύσῃ τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις. Ἐπαινοῦμεν δὲ τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς, οὐ τοὺς ὑπό τινος ἀνάγκης ἐξειργομένους.
Τίς δέ σοι τὸν ὅρον τῆς ζωῆς ἔπηξε; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισε; τίς οὕτως ἀξιόπιστος παρὰ σοὶ τῶν μελλόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἀναρπαζόμενα, τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; Οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὴν μετάνοιαν, ὅτε οὐδὲ φθέγξασθαι δυνήσῃ τὰ τῆς ἐξομολογήσεως σωτήρια ῥήματα· τάχα δὲ οὐδὲ ἀκοῦσαι καθαρῶς ἐπιτραπήσῃ, αὐτῇ τῇ κεφαλῇ ἐνοικούσης τῆς νόσου, οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ πιστεῦσαι Θεῷ, οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ, οὐδὲ συνετῶς ἐπακοῦσαι μυσταγωγούμενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, ἆρα ᾔσθετο τῆς χάριτος, ἢ ἀναισθήτως ἔχει τῶν γινομένων; Ὅταν δὲ καὶ ἐπιστημόνως τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις, τὴν δὲ ἐργασίαν οὐκ ἐπιφέρῃ.
Σοφός ἐστι τοῦ κακοποιῆσαι ὁ πονηρὸς, ἀδελφοί· συνορᾷ, ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, καὶ πᾶσα πρᾶξις κατὰ τὸ ἐνεστὼς ἐνεργεῖται. Τὴν οὖν σήμερον κλέπτων ἡμῶν διὰ τῆς μεθοδείας, τῆς αὔριον ἡμῖν τὰς ἐλπίδας περιαφίησιν. Ἢ γὰρ οὐχὶ τὴν μὲν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον πείθει ἡμᾶς ταμιεύσεσθαι;
Εἶτα ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται ὁ κακὸς συμμεριστὴς ἡμῶν, ἀξιῶν τὴν σήμερον ἑαυτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως ἀεὶ, τὸ μὲν παρὸν δι᾽ ἡδονῆς ὑφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῖν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς. Τοιαύτην εἶδον ἐγώ ποτε πανουργίαν ὄρνιθος εὐμηχάνου. Εὐαλώτων γὰρ αὐτῆς τῶν νεοττῶν ὑπαρχόντων δι᾽ ἁπαλότητα, ἑαυτὴν προβαλλομένη ὡς ἕτοιμον θήραμα, καὶ ταῖς χερσὶ τῶν ἀγρευόντων ἐνστρεφομένη, οὔτε ἁλώσιμος ἦν ἐκ τοῦ προχείρου τοῖς θηρευταῖς, οὔτε ἀπόγνωσιν αὐτοῖς ἐνεποίει τῆς ἄγρας· ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ποικίλως παρακατέχουσα, τῇ περὶ αὐτὴν ἀσχολίᾳ, τοῖς νεοσσοῖς τὴν ἄδειαν τῆς φυγῆς προεξένησεν, εἶτα τὸ τελευταῖον καὶ αὐτὴ συναπέπτη. Φοβήθητι, μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, ἐν ταῖς τῶν ἀδήλων ἐλπίσι τὰ φανερὰ προϊέμενος.
Ὅρα, μήποτε ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, καὶ μῆνα ἐκ μηνὸς, καὶ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος τὴν μετάνοιαν, ἐμπέσῃς ποτὲ εἰς ἣν οὐ προσδοκᾷς ἡμέραν, ἡνίκα ἂν ἐπιλείπωσί σε λοιπὸν αἱ τοῦ ζῇν ἀφορμαί· ἀπορία δὲ ᾖ πάντοθεν, καὶ θλίψις ἀπαραμύθητος· ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων· ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ λάβρου διακαίοντος τὰ ἔνδον καὶ ὑποσμύχοντος, στενάζῃς μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσεις· καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔσται· πᾶν δὲ τὸ λαλούμενον παρὰ σοῦ ὡς παραφροσύνη καταφρονεῖται. Τίς ὑπομνήσει σε περὶ μετανοίας τότε κεκαρωμένον τῷ πάθει; Οἱ προσήκοντες ἀθυμοῦσιν, οἱ ἔξω τοῦ πάθους καταφρονοῦσιν, ὁ φίλος ὀκνεῖ τὴν ὑπόμνησιν, ὡς ταραχὴν ἐμποιοῦσαν, ἤ που καὶ ἰατρὸς ἐξαπατᾷ, καὶ σεαυτὸν οὐκ ἀπογινώσκεις διὰ τὸ φύσει φιλόζωον. Ὁ θάνατος παρέστηκεν, οἱ ἀπάγοντες κατεπείγουσι. Τίς ὁ ἐξαιρούμενος;
Θεὸς, ὁ καταφρονηθείς; Ἀλλ᾽ εἰσακούσεται τότε· σὺ γὰρ αὐτοῦ νῦν εἰσακούεις. Προθεσμίαν δώσει· καλῶς ἐχρήσω τῇ δεδομένῃ. Μηδείς σε ἐξαπατάτω κενοῖς λόγοις. Ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται.
Ἥξει ἄγγελος κατηφὴς, ἀπάγων βιαίως καὶ σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις, πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀποκλεισθέντος. Ὢ πόσα σπαράξεις σεαυτόν! πόσα στενάξεις! ἄπρακτα μετανοῶν ἐπὶ τοῖς βουλευθεῖσιν, ὅταν ἴδῃς τὴν φαιδρότητα τῶν δικαίων ἐν τῇ λαμπρᾷ διανομῇ τῶν δώρων, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε; Αἴ με! μὴ ἀποῤῥῖψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας, οὕτω ῥᾳδίας οὔσης τῆς ἀποθέσεως, ἀλλὰ τὸν σωρὸν τῶν κακῶν τούτων ἐφέλκεσθαι. Αἴ με! τὰς κηλῖδας μὴ ἀποπλύνασθαι, ἀλλ᾽ ἐστιγμένον εἶναι ταῖς ἁμαρτίαις.
Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων· νῦν ἂν τοῖς οὐρανίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευμάτων! διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, ἀθάνατα βασανίζομαι· δι᾽ ἡδονὴν σαρκὸς, τῷ πυρὶ παραδίδομαι. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ἐκαλούμην, καὶ οὐχ ὑπήκουον· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς ἀποκλαιόμενος σεαυτὸν, ἐὰν προαναρπασθῇς τῆς μετανοίας. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Ἐμοὶ δακρύειν ἐπέρχεται, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ· καὶ διὰ τὸ τῆς ἀκολασίας ἡδὺ, δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας, τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν σεαυτὸν ἀποκλείεις, ὡς μὴ ἰδεῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἐπουρανίου.
Βούλεταί σε ἐλεῆσαι, καὶ τῶν αὐτοῦ οἰκτιρμῶν μεταδοῦναι ὁ κριτὴς, κατὰ τὸν εἰπόντα· Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος. Ἀλλ᾽ ἐὰν μὲν εὕρῃ σε μετὰ τὴν ἁμαρτίαν ταπεινὸν, συντετριμμένον, πολλὰ μετακλαύσαντα ἐπὶ τοῖς πονηροῖς ἔργοις, τὰ γενόμενα κρυφῆ ἀνεπαισχύντως δημοσιεύσαντα, δεηθέντα ἀδελφῶν συγκαμεῖν σοι πρὸς τὴν ἴασιν, ὅλως ἐλεεινόν σε γενόμενον ἐὰν ἴδῃ, ἄφθονόν σοι τὴν αὐτοῦ ἐλεημοσύνην ἐπιχορηγεῖ· ἐὰν δὲ καρδίαν ἀμετανόητον, φρόνημα ὑπερήφανον, ἀπιστίαν τοῦ αἰῶνος τοῦ μέλλοντος, ἀφοβίαν τῆς κρίσεως, τότε ἀγαπᾷ ἐπὶ σοὶ τὴν κρίσιν. Ὡς γὰρ ἰατρὸς ἐμμελὴς καὶ φιλάνθρωπος, καταντλήμασι πρότερον καὶ περιπλάσμασιν ἁπαλοῖς πειρᾶται καταστεῖλαι τὸ οἴδημα· ἐπειδὰν δὲ ἴδῃ ἀνενδότως καὶ σκληρῶς ἀντιτυποῦντα τὸν ὄγκον, ῥίψας τὸ ἔλαιον καὶ τὴν μαλακὴν ἀγωγὴν, αἱρεῖται λοιπὸν τὴν τοῦ σιδήρου χρῆσιν. Τοὺς γὰρ ἀπὸ πολλῶν πτωμάτων πολλάκις διαναστάντας ἐκ τῆς κατὰ φιλανθρωπίαν χειραγωγίας, εἶτα ὕστερον ὑπὸ τῶν ἀσθενειῶν κρατηθέντας, ἀπειλεῖ παντελῶς ὁ Θεὸς μὴ ἀφήσειν. Οὐκέτι γὰρ, φησὶν, ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· ἔμφασιν ἡμῖν παρέχων τοῦ πολλάκις ἤδη πρότερον ἐπὶ τοῖς ὁμοίοις συγκεχωρηκέναι.
Χωρὶς γὰρ τῆς παρὰ τοῦ Θεοῦ ἀφέσεως, ἐπιδιδόναι τινὰ ἑαυτὸν τῷ κατ᾽ ἀρετὴν βίῳ, ἀμήχανον. Τὸν γὰρ ἔν τισιν ἁμαρτίαις ἐξετασθέντα, εἶτα ἀνατρέχειν ἐπὶ τὸν ὑγιῆ βίον ἐπαγγελλόμενον, βούλεται πέρατι μὲν ὁρίζειν τὰ παρελθόντα, ἀρχὴν δέ τινα ποιεῖσθαι μετὰ τὰ ἡμαρτημένα, οἱονεὶ διὰ τῆς μετανοίας ἀναβιώσκοντα. Συνεχῶς δὲ ταῦτα ἐπαγγελλόμενον, καὶ συνεχῶς αὐτῶν ἀποπίπτοντα, ὡς παντελῶς αὐτὸν ἀπεγνωσμένον, τῆς φιλανθρωπίας ἐκκλείει.
Οὐ γὰρ ὁ εἰπὼν, Ἥμαρτον, εἶτα ἐπιμένων τῇ ἁμαρτίᾳ, οὗτος ἐξομολογεῖται· ἀλλ᾽ ὁ κατὰ τὸν Ψαλμῳδὸν εὑρὼν τὴν ἁμαρτίαν αὐτοῦ, καὶ μισήσας. Τί γὰρ ὄφελος τῷ ἀῤῥωστοῦντι ἡ παρὰ τοῦ ἰατροῦ ἐπιμέλεια, ὅταν τὰ φθαρτικὰ τῆς ζωῆς ὁ κάμνων ἐπιτηδεύῃ; Οὕτως οὐδὲν ὄφελος ἀδικημάτων συγχωρουμένων τῷ ἔτι ἀῤῥωστοῦντι, καὶ ἀκολαστημάτων ἀφιεμένων τῷ ἔτι ἀκολασταίνοντι.
Παῦσαι τοιγαροῦν τὰ τοῦ πλησίον κακὰ περιεργαζόμενος· μὴ δίδου σχολὴν τοῖς λογισμοῖς ἀλλότριον ἐξετάζειν ἀῤῥώστημα· ἀλλ᾽ ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε σου τὸ ὄμμα. Πολλοὶ γὰρ τὸ μὲν κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κατανοοῦσι, τὴν δὲ ἐν τῷ οἰκείῳ ὀφθαλμῷ δοκὸν οὐκ ἐμβλέπουσι.
Μὴ τὰ ἔξω περισκόπει, εἴπου τινὸς μῶμον ἐξευρεῖν δυνηθείης, κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, ὃς εἱστήκει ἑαυτὸν δικαιῶν, καὶ τὸν τελώνην ἐξευτελίζων. Ἀλλὰ σεαυτὸν ἀνακρίνων μὴ διαλείπῃς, μή τι κατὰ τὰς ἐνθυμήσεις ἥμαρτες, μή τι ἡ γλῶσσα παρώλισθε τῆς διανοίας προεκδραμοῦσα, μὴ ἐν τοῖς ἔργοις τῶν χειρῶν πέπρακταί τι τῶν ἀβουλήτων. Ὥσπερ γὰρ ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα, ἢ ἐν θερμότητι γενέσθαι τὸν μὴ καθαρῶς πεπαυμένον τῆς καταψύξεως (ἀνεπίδεκτα γὰρ ταῦτα ἀλλήλοις)· οὕτω καὶ τὸν μέλλοντα ἐν ἀγαθῷ βίῳ γενέσθαι, πάσης προσήκει τῆς ἐπὶ τὸ κακὸν συναφείας ἀπαλλαγῆναι· οὐ γὰρ χρόνου ποσότητι, διαθέσει δὲ ψυχῆς ἡ μετάνοια κρίνεται. Οἱ δὲ χωρισθέντες τοῦ κενοῦ βίου, καὶ πρὸς τὴν θειοτέραν ζωὴν ἑαυτοὺς ἀσκοῦντες, μὴ ἐφ᾽ ἑαυτοὺς, μηδὲ καταμόνας ἀσκείσθωσαν· ἐμμάρτυρον γὰρ εἶναι προσήκει τὸν τοιοῦτον βίον, ὡς ἂν ἐκτὸς εἶναι πονηρᾶς ὑποψίας.
Καὶ εἴ τις πάλαι δελεασθεὶς, ἢ πλούτου κόνιν ἐξ ἀδικίας ἐφ᾽ ἑαυτὸν συνεφόρησε, καὶ τὸν νοῦν ταῖς τούτου μερίμναις κατέδησεν· ἢ μύσος ἀσελγείας προσῆψε τῇ φύσει δυσέκνιπτον· ἢ τῶν ἄλλων ἐγκλημάτων ἐπλήρωσεν ἑαυτόν· οὗτος, ὡς ἔτι καιρὸς, πρὶν ἐλθεῖν εἰς τελείαν ἀπώλειαν, ἀποθέσθω τῶν φορτίων τὰ πλείονα, καὶ πρὶν ὑποβρύχιον γενέσθαι τὸ σκάφος, ἐκβολὴν ποιησάσθω τῶν ἀγωγίμων, ἃ μὴ δεόντως συνέλεξε. Τὰ χρήματα ἐκβληθέντα καλῶς, οὔτε ἀπόλλυται τοῖς ἐκβαλοῦσι καὶ ῥίψασιν· ἀλλ᾽ ὥσπερ εἰς ὁλκάδας ἄλλας ἀσφαλεστέρας τινὰς τὰς τῶν πενήτων μεταθέντα γαστέρας, διασώζεται, καὶ φθάνει πρὸς λιμένας ἐλθόντα, καὶ φυλάττεται τοῖς ἐκβαλοῦσι κόσμος.
Τὰ γὰρ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν· ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας διαγωγῆς, εἰ μέλλοι τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι, ὥστε πρόῤῥιζα ἐξελεῖν τὰ χρόνῳ μακρῷ ταῖς ψυχαῖς ἐῤῥιζωθέντα. Τοιαύτη ἡ ἐμμελὴς τῶν Νηνευϊτῶν μετάνοια, καὶ ἡ σοφὴ καὶ πεπυκνωμένη θλίψις ἐκείνη, ἥτις οὐδὲ τὰ ἄλογα ἀσυνετελῆ τῆς τιμωρίας ἀφῆκεν· ἀλλὰ καὶ αὐτὰ βοᾶν ἐξ ἀνάγκης ἐμηχανήσατο. Ἐχωρίσθη γὰρ τῆς βοὸς ὁ μόσχος, ἀπηλάθη τῆς μητρῷας θηλῆς ὁ ἀρνειός· παιδίον ἐπιμάζιον οὐκ ἦν ἐν ταῖς τῆς τεκούσης ἀγκάλαις ἐπιδεικνύναι· φωναὶ δὲ παρὰ πάντων οἰκτραὶ ἀλλήλαις ἀντιβοῶσαι καὶ ἀντηχοῦσαι. Τὰ τέκνα λιμώττοντα τὰς πηγὰς ἐζήτει τοῦ γάλακτος· αἱ μητέρες τῷ φυσικῷ πάθει διακοπτόμεναι, συμπαθέσι φωναῖς ἀνεκαλοῦντο τὰ ἔγγονα· τὰ βρέφη κατὰ τὸν ὅμοιον τρόπον λιμώττοντα, σφοδροτάτῳ κλαυθμῷ ἀνεῤῥήγνυντο καὶ ἀπέσπαιρον· αἱ τεκοῦσαι ταῖς φυσικαῖς ἀλγηδόσι κατεκεντοῦντο τὰ σπλάγχνα. Ὁ πρεσβύτης ἐπ᾽ ἐκείνων ἐθρήνει, καὶ τὴν πολιὰν ἔτιλλε καὶ ἐσπάραττεν. Ὁ νεανίσκος καὶ ἀκμάζων, σφοδρότερον ἀπωδύρετο· ὁ πένης ἐστέναξεν· ὁ πλούσιος ἐπιλαθόμενος τῆς τρυφῆς, ἤσκει τὴν κακοπάθειαν ὡς σώφρονα. Ὁ βασιλεὺς αὐτῶν, τὴν λαμπρότητα καὶ τὴν δόξαν εἰς αἰσχύνην μετέβαλεν. Ἀπέθετο τὸν στέφανον, καὶ κόνιν τῆς κεφαλῆς κατεχέετο· τὴν ἁλουργίδα ῥίψας.
σάκκον μετημφιάσατο· τὸν θρόνον τὸν ὑψηλὸν ἀφεὶς καὶ μετέωρον, ἐλεεινῶς τῇ γῇ προσεσύρετο· τὴν ἰδιάζουσαν καὶ βασιλικὴν καταλιπὼν εὐστάθειαν, συνεθρήνει τῷ δήμῳ· εἷς ἐγένετο τῶν πολλῶν, ὅτε τὸν κοινὸν πάντων Δεσπότην ἔβλεπεν ὀργιζόμενον.
Τοῦτο δούλων εὐαισθήτων φρόνημα. Τοιαύτη τῶν ἁμαρτίαις ἐνεχομένων ἡ μετάνοια· ἵνα διὰ πάσης ἡλικίας ἡ σκυθρωπότης κρατήσῃ, αἰσθομένης τε καὶ ἀναισθήτου, τῆς μὲν κατὰ προαίρεσιν, τῆς δὲ κατ᾽ ἀνάγκην. Διὰ τοῦτο ἰδὼν αὐτοὺς ὁ Θεὸς οὕτω ταπεινωθέντας, ὡς ἐπὶ ὑπερβαίνουσαν ἑαυτῶν ταλαιπωρίαν παγγενῆ κατακρίναντας καὶ τὸ πάθος ἠλέησε, καὶ τῆς τιμωρίας ἀνῆκε, καὶ τὸ χαίρειν ἐδωρήσατο τοῖς εὐαισθήτως πενθήσασιν. Ἴδιον γὰρ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ σιωπῇ τὰς κολάσεις ἐπάγειν, ἀλλὰ προκηρύσσειν, διὰ τῶν ἀπειλῶν προκαλούμενος εἰς μετάνοιαν τοὺς ἡμαρτηκότας· οὕτω γὰρ καὶ τούτοις πεποίηκε διὰ τοῦ Ἰωνᾶ. Καὶ τῷ Ἰσραὴλ ἡμαρτηκότι οὐ σιωπῇ ἐπήγαγε τὸν ἀφανισμόν· ἀλλὰ κινῶν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ τὸν ἑαυτοῦ θεράποντα, προεκήρυσσε λέγων· Ἄφες με, καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον. Παραπλησίως δέ τι καὶ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς κατὰ τὴν συκῆν παραβολῆς μεμαθήκαμεν, τοῦ δεσπότου αὐτῆς λέγοντος τῷ γεωργῷ· Ἰδοὺ τρία ἔτη ἔρχομαι ἐπὶ τὴν συκῆν, ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ μὴ εὑρίσκων· ἔκκοψον αὐτήν.
Ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Τοιγαροῦν πρὸς τίνα καιρὸν ὑπερτιθέμεθα τὴν μετάνοιαν; οὐκ ἐκνήψομεν; οὐκ ἀνακαλεσόμεθα ἑαυτοὺς ἀπὸ τοῦ κατὰ συνήθειαν βίου πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου; οὐκ ἐν ὀφθαλμοῖς ληψόμεθα τὴν ἡμέραν Κυρίου τὴν φοβερὰν ἐκείνην καὶ ἐπιφανῆ, ἐν ᾗ τοὺς μὲν τῇ δεξιᾷ τοῦ Κυρίου διὰ τῶν πράξεων προσεγγίζοντας βασιλεία οὐρανῶν ὑποδέξεται· τοὺς δὲ πρὸς τὴν ἀριστερὰν διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἀπεωσμένους, γέεννα πυρὸς καὶ σκότος αἰώνιον κατακρύψει;
Ἐκεῖ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ἀλλ᾽ ἡμεῖς τὴν μὲν ἁμαρτίαν ἐπιτελοῦμεν συντόμως, ὀλιγώρως δὲ καὶ ῥᾳθύμως ἀναλαμβάνομεν τὴν μετάνοιαν. Καὶ βασιλείας μὲν οὐρανῶν ἐπιθυμεῖν λέγομεν, ἐξ ὧν δὲ ἔστιν αὐτῆς ἐπιτυχεῖν οὐ φροντίζομεν· ἀλλὰ μηδένα πόνον ὑπὲρ ἐντολῆς τοῦ Θεοῦ καταδεχόμενοι, τῶν ἴσων τιμῶν τεύξεσθαι τοῖς μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστᾶσιν ἐν τῇ ματαιότητι τοῦ νοὸς ἡμῶν ὑποτιθέμεθα.
Ἁψώμεθα τοίνυν, ἁψώμεθά ποτε τῆς φροντίδος τῶν ψυχῶν ἡμῶν, ἀδελφοί· λυπηθῶμεν ἐπὶ τῇ ματαιώσει τοῦ προλαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόντων· μὴ τῇ ῥᾳθυμίᾳ καὶ τῇ ἐκλύσει ταύτῃ ἐναπομείνωμεν, καὶ τὸ μὲν παρὸν ἀεὶ διὰ ῥᾳθυμίας προϊέμενοι, πρὸς δὲ τὸ αὔριον καὶ τὸ ἐφεξῆς τὴν ἀρχὴν τῶν ἔργων ὑπερτιθέμενοι, εἶτα καταληφθέντες ὑπὸ τοῦ ἀπαιτοῦντος τὰς ψυχὰς ἡμῶν, ἀπαρασκεύαστοι τῶν ἀγαθῶν ἔργων, τῆς μὲν χαρᾶς τοῦ νυμφῶνος ἀποβληθῶμεν, ἀργὰ δὲ καὶ ἀνόνητα κλαίωμεν, τὸν κακῶς παρεθέντα τοῦ βίου χρόνον ὀδυρόμενοι τότε, ὅτε πλέον οὐδὲν ἐξέσται τοῖς μεταμελουμένοις.
Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος τῆς ἀνταποδόσεως· οὗτος τῆς ἐργασίας, ἐκεῖνος τῆς μισθαποδοσίας· οὗτος τῆς ὑπομονῆς, κἀκεῖνος τῆς παρακλήσεως. Νῦν βοηθὸς τῶν ἐπιστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς, τότε φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πραγμάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἐξεταστής. Νῦν τῆς μακροθυμίας ἀπολαύομεν, τότε τὴν δικαιοκρισίαν γνωρίσομεν, ὅταν ἀναστῶμεν, οἱ μὲν εἰς κόλασιν αἰώνιον. οἱ δὲ εἰς ζωὴν αἰώνιον, καὶ ἀπολάβῃ ἕκαστος κατὰ τὴν πρᾶξιν αὐτοῦ.
Ὑμῖν δὲ, ὅσοι ἐπεστυγνάσατε τῇ ἀσχημοσύνῃ τῶν καταγνωσθέντων, ἐκεῖνο ἐντελλόμεθα· Ἐὰν μὲν ἴδητε μετανοοῦντας ἐπὶ τῇ ἀτοπίᾳ τῶν πεπραγμένων, συμπαθήσατε ὡς οἰκείοις μέλεσι νενοσηκόσιν· ἐὰν δὲ ἀπαυθαδιαζομένους καὶ καταφρονοῦντας τῆς ὑμετέρας ἐπ᾽ αὐτοῖς λύπης αἴσθησθε, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτησθε· ἵν᾽ οὕτως οἱ μὲν ἐντραπέντες, εἰς ἐπίγνωσιν ἔλθωσι τῆς οἰκείας κακίας ὑμεῖς δὲ τοῦ ζήλου τοῦ Φινεὲς τὸν μισθὸν ὑποδέξησθε παρὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.