Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος Ι': Η νηστεία και η εγκράτεια

Ανάδειξη της σημασίας της νηστείας μέσω βιβλικών παραδειγμάτων, προτροπή σε πνευματική εγκράτεια και αποφυγή της τρυφής και των κραιπαλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 10 από 24

ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ. ΛΟΓΟΣ Ιʹ. Στρατηγοὶ μὲν εἰς παράταξιν τὸν στρατὸν καθιστῶντες, τοῖς παρακλητικοῖς λόγοις πρὸ τῶν ἀγώνων κέχρηνται, καὶ τοσαύτην ἔχει δύναμιν ἡ παραίνεσις, ὥστε καὶ τοῦ θανάτου πολλάκις καταφρόνησιν ἐμποιεῖν.

Γυμνασταὶ δὲ καὶ παιδοτρίβαι, πρὸς τοὺς ἐν τοῖς σταδίοις ἀγῶνας τοὺς ἀθλητὰς προσάγοντες, πολλὰ περὶ τοῦ χρῆναι πονεῖν ὑπὲρ τῶν στεφάνων διακελεύονται· ὥστε καὶ συνεπείσθησαν πολλοὶ τῇ περὶ τὴν νίκην φιλοτιμίᾳ τῶν σωμάτων ὑπεριδεῖν.

Τοίνυν καὶ ἐμοὶ τοὺς Χριστοῦ στρατιώτας πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον διατάσσοντι, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπὶ τοὺς τῆς δικαιοσύνης στεφάνους διὰ τῆς ἐγκρατείας παρασκευάζοντι, ἀναγκαῖος ὁ λόγος τῆς παρακλήσεως. Ἄγγελοί εἰσιν οἱ καθ᾽ ἑκάστην ἐκκλησίαν ἀπογραφόμενοι τοὺς νηστεύοντας.

Ὅρα, μὴ διὰ μικρὰν ἡδονὴν βρωμάτων ζημιωθῇς μὲν τὴν ἀπογραφὴν τοῦ ἀγγέλου, ὑπόδικον δὲ σεαυτὸν λειποταξίου γραφῆς τῷ στρατολογήσαντι καταστήσῃς. Ἐλάττων ὁ κίνδυνος, ῥίψασπιν ἐπὶ παρατάξεως ἐλεγχθῆναί τινα, ἢ τὸ μέγα ὅπλον τὴν νηστείαν ἀποβαλόντα φανῆναι. Πλούσιος εἶ; Μὴ καθυβρίσῃς τὴν νηστείαν, ἀπαξιώσας λαβεῖν αὐτὴν ὁμοτράπεζον, μηδὲ τῆς οἰκίας αὑτοῦ ἄτιμον ἀποπέμψῃ παρευημερηθεῖσαν ὑπὸ τῆς ἡδονῆς· μή ποτέ σου καταγγείλῃ ἐπὶ τοῦ νομοθέτου τῶν νηστειῶν, καὶ πολλαπλασίονά σοι ἀπὸ καταδίκης ἐπαγάγῃ τὴν ἔνδειαν, ἢ ἐξ ἀῤῥωστίας σώματος, ἢ ἐξ ἄλλης τινὸς σκυθρωπῆς περιστάσεως. Ὁ πένης μὴ εἰρωνευέσθω πρὸς τὴν νηστείαν, πάλαι σύνοικον αὐτὴν καὶ ὁμοδίαιτον ἔχων. Γυναιξὶ δὲ ὥσπερ τὸ ἀναπνεῖν, οὕτως τὸ νηστεύειν οἰκεῖόν ἐστι καὶ κατὰ φύσιν. Οἱ παῖδες, ὥσπερ τῶν φυτῶν τὰ εὐθαλῆ, τῷ τῆς νηστείας ὕδατι καταρδευέσθωσαν. Τοῖς πρεσβύταις κοῦφον ποιεῖ τὸν πόνον ἡ ἐκ παλαιοῦ πρὸς αὐτὴν οἰκείωσις· πόνοι γὰρ ἐκ μακρᾶς συνηθείας μελετηθέντες, ἀλυπότερον προσπίπτουσι τοῖς γεγυμνασμένοις. Τοῖς ὁδοιπόροις εὐσταλής ἐστι συνέμπορος ἡ νηστεία. Ὥσπερ γὰρ ἡ τρυφὴ ἀχθοφορεῖν αὐτοὺς ἀναγκάζει, τὰς ἀπολαύσεις περικομίζοντας· οὕτω κούφους αὐτοὺς καὶ εὐζώνους ἡ νηστεία παρασκευάζει.

Καὶ τοῖς μὲν τοῦ κόσμου στρατιώταις, κατὰ τὴν τῶν καμάτων ἀναλογίαν, τὸ σιτηρέσιον αὔξεται· τοῖς δὲ πνευματικοῖς ὁπλίταις, ὁ ἔλαττον ἔχων τῆς τροφῆς, τὸ μεῖζον ἔχει τοῦ ἀξιώματος. Ἄτοπον οὖν ἐστι μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς, ἀλλὰ λυπεῖσθαι ἐπὶ βρωμάτων ἀπαλλαγῇ, καὶ πλείονα χάριν φαίνεσθαι διδόντας ἡδονῇ γαστρὸς, ἢ ἐπιμελείᾳ ψυχῆς. Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ἵστησι, νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ κέρδος. Μὴ μιμήσῃ τῆς Εὔας τὴν παρακοήν· μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενον. Μὴ προφασίζου ἀῤῥωστίαν σώματος καὶ ἀδυναμίαν· οὐ γὰρ ἐμοὶ τὰς προφάσεις, ἀλλὰ τῷ εἰδότι λέγεις.

Νηστεύειν οὐ δύνασαι, εἰπέ μοι; κορέννυσθαι δὲ διὰ βίου, καὶ συντρίβειν τὸ σῶμα τῷ βάρει τῶν ἐσθιομένων δύνασαι; Καὶ μὴν τοῖς ἀσθενοῦσιν οὐχὶ βρωμάτων ποικιλίαν, ἀλλ᾽ ἀσιτίαν καὶ ἔνδειαν οἶδα τοὺς ἰατροὺς ἐπιτάσσοντας. Πῶς οὖν ὁ ταῦτα δυνάμενος, ἐκεῖνα προφασίζῃ μὴ δύνασθαι; Τί εὐκολώτερον τῇ γαστρὶ, λιτότητι διαίτης παρενεγκεῖν τὴν νύκτα, ἢ δαψιλείᾳ βρωμάτων βεβαρημένην κεῖσθαι; εἰ μὴ καὶ τοὺς κυβερνήτας φήσεις, βαρυνομένην τοῖς ἀγωγίμοις ὁλκάδα εὐκολώτερον σώζειν τῆς εὐσταλεστέρας καὶ κούφης. Τὴν μὲν γὰρ παραπεπιεσμένην τῷ πλήθει, βραχεῖα κύματος ἐπανάστασις κατεβάπτισεν· ἡ δὲ συμμέτρως τῶν ἀγωγίμων ἔχουσα, ῥᾳδίως ὑπεραίρει τοῦ κλύδωνος.

Πλὴν οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγοῦμαι τὴν περὶ νηστείας παράκλησιν, ὅσον τοῦ μή τινα τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν. Τὴν μὲν γὰρ νηστείαν, καὶ διὰ τὴν συνήθειαν, καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδῶ, οἱ πολλοὶ καταδέχονται. Φοβοῦμαι δὲ τὴν μέθην, ἣν, ὥσπερ τινὰ κλῆρον πατρῷον, οἱ φίλοινοι διασώζουσιν.

Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται. Τί ποιεῖς, ἄνθρωπε; Οὐδεὶς γυναῖκα σεμνὴν νόμοις γαμικοῖς ἐπάγεσθαι μέλλων, παλλακίδας καὶ ἑταίρας προλαβὼν εἰσοικίζει· οὐ γὰρ ἀνέχεται ἡ νομίμη τὴν μετὰ τῶν διεφθαρμένων συνοίκησιν. Μὴ τοίνυν καὶ σὺ, προσδοκωμένης νηστείας, προεισαγάγῃς τὴν μέθην, τὴν πάνδημον πόρνην, τὴν τῆς ἀναισχυντίας μητέρα, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἰδέαν ἀσχημοσύνης εὔκολον. Τὸν νηστεύοντα, εἴσω τῶν ἱερῶν περιβόλων παραδέχεται ὁ Κύριος· τὸν κραιπαλῶντα, ὡς βέβηλον καὶ ἀνίερον, οὐ προσίεται. Ἐὰν γὰρ ἔλθῃς αὔριον οἴνου ἀπόζων, καὶ τούτου σεσηπότος, πῶς τὴν κραιπάλην εἰς νηστείαν σοι λογίσομαι; Μὴ γὰρ ὅτι πρόσφατον οὐκ ἐνεχέω τὸν ἄκρατον, ἄλλ᾽ ὅτι οὐ καθαρεύεις οἴνου, τοῦτο λογίζου. Ποῦ σε τάξω; ἐν τοῖς μεθύσοις, ἢ ἐν τοῖς νηστευταῖς; Ἡ παρελθοῦσα οἰνοφλυγία πρὸς ἑαυτὴν ἐπισπᾶται· ἡ παροῦσα ἔνδεια νηστείαν προσμαρτυρεῖ. Ἀμφισβητήσιμος εἶ τῇ μέθῃ ὥσπερ ἀνδράποδον, καὶ οὐκ ἀφέξεταί σου δικαίως· ἐναργεῖς τὰς ἀποδείξεις τῆς δουλείας παρεχομένη, τὴν ὀσμὴν τοῦ οἴνου ὥσπερ ἀγγείῳ ἐναπομείνασαν.

Τίνος διδασκάλον παρουσία παίδων θόρυβον οὕτως ἀθρόως καθίστησιν, ὡς ἡ νηστεία παραφανεῖσα ταραχὴν πόλεως καταστέλλει; ποῖος κωμαστὴς ἐν νηστείᾳ προῆλθε; ποῖος χορὸς ἀσελγὴς ἀπὸ νηστείας συνέστη; ᾌσματα πορνικὰ καὶ ὀρχήσεις ἐκμανεῖς ἐξαπίνης τῆς πόλεως ὑπεξέρχονται, ὥσπερ ὑπὸ δικαστοῦ τινος αὐστηροῦ τῆς νηστείας φυγαδευθεῖσαι.

Εἰ δὲ πάντες αὐτὴν εἰς τὴν ὑπὲρ τῶν πρακτέων σύμβουλον παρελάμβανον, οὐδὲν ἐκώλυε βαθεῖαν εἰρήνην εἶναι κατὰ πᾶσαν τὴν οἰκουμένην· μήτε ἐθνῶν ἐπανισταμένων ἀλλήλοις, μήτε στρατοπέδων συῤῥηγνυμένων. Οὐδ᾽ ἂν ὅλως εἶχον αἱ ἐρημίαι τοὺς κακούργους, ἢ αἱ πόλεις τοὺς συκοφάντας, ἢ τοὺς καταποντιστὰς ἡ θάλασσα. Οὐδ᾽ ἂν οὕτως ἦν ὁ βίος ἡμῶν πολυστένακτος καὶ κατηφείας πλήρης, εἰ νηστεία τὸν βίον ἡμῶν ἐπρυτάνευε. Δηλονότι ἐδίδαξεν ἂν πάντας οὐχὶ βρωμάτων μόνον ἐγκράτειαν, ἀλλὰ καὶ φιλαργυρίας, καὶ πλεονεξίας, καὶ πάσης κακίας παντελῆ φυγήν τε καὶ ἀλλοτρίωσιν. Αὕτη τὸν μέγαν Σαμψὼν ἐτιθηνήσατο, καὶ ἕως ὅτε συμπαρῆν τῷ ἀνδρὶ, κατὰ χιλίους ἔπιπτον οἱ πολέμιοι, καὶ πύλαι πόλεων ἀνεσπῶντο, καὶ λέοντες τὴν ἰσχὺν τῶν χειρῶν οὐχ ὑφίσταντο. Ὅτε δὲ μέθη αὐτὸν καὶ πορνεία παρέλαβον, ἁλώσιμος ἦν τοῖς ἐχθροῖς, καὶ τῶν ὀφθαλμῶν στερηθεὶς, παίγνιον προέκειτο τοῖς παιδαρίοις τῶν ἀλλοφύλων. Νηστεύσας Ἡλίας, ἀπέκλεισε τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ. Ἐπειδὴ γὰρ εἶδε πολλὴν ἐκ τοῦ κόρου τικτομένην τὴν ὕβριν, ἀναγκαίως αὐτοῖς τὴν ἀκούσιον ἐκ τοῦ λιμοῦ νηστείαν ἐπήγαγε, δι᾽ ἧς πρὸς τὸ ἄμετρον ἤδη χεομένην αὐτῶν τὴν ἁμαρτίαν ἔστησεν, οἷον καυτῆρί τινι ἢ τομῇ τῇ νηστείᾳ τὴν εἰς τὸ πλέον πρόοδον τοῦ κακοῦ διακόψας.

Ἵνα γὰρ μαλάξῃ τὴν ἀμάλακτον καρδίαν τῶν σκληροτραχήλων, εἵλετο καὶ ἑαυτὸν τῇ κακοπαθείᾳ συγκαταδικάσαι ὁ δίκαιος. Διὰ τοῦτο, Ζῇ Κύριος, εἰ ἔσται ὕδωρ ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου, φησίν. Οὕτως ἀπέδωκε καὶ τῇ χήρᾳ τὸν παῖδα, ἰσχυρὸς φανεὶς κατὰ θανάτου διὰ νηστείας. Οὔτε δὲ εὐποιίας σαλπιζομένης ὄφελος, καὶ νηστείας δημοσιευομένης κέρδος οὐδέν. Τὰ γὰρ ἐπιδεικτικῶς γενόμενα οὐ πρὸς τὸν αἰῶνα τὸν μέλλοντα τὸν καρπὸν ἐπεκτείνει, ἀλλ᾽ εἰς τὸν τῶν ἀνθρώπων ἔπαινον καταστρέφει.

Ἑλισσαίῳ δὲ ποταπὸς ὁ βίος; πῶς μὲν παρὰ τῆς Σουναμίτιδος τῆς ξενίας ἀπέλαυε; πῶς δὲ αὐτὸς τοὺς προφήτας ἐδεξιοῦτο; Οὐχὶ λάχανα ἄγρια καὶ ἄλευρον βραχὺ τὴν φιλοξενίαν ἐπλήρου; ὅτε καὶ τῆς τολύπης παραληφθείσης, κινδυνεύειν ἔμελλον οἱ ἁψάμενοι, εἰ μὴ τῇ εὐχῇ τοῦ νηστευτοῦ ἠμαυρώθη τὸ δηλητήριον. Καὶ ἁπαξαπλῶς, εὕροις ἂν τὴν νηστείαν πάντας τοὺς ἁγίους εἰς τὴν κατὰ Θεὸν πολιτείαν χειραγωγήσασαν.

Ἔστι τις φύσις σώματος ἣν καλοῦσιν ἀμίαντον, ἀνάλωτος πυρί· ἥτις ἐν μὲν τῇ φλογὶ κειμένη, ἀπηνθρακῶσθαι δοκεῖ· ἐξαιρεθεῖσα δὲ τοῦ πυρὸς, ὡς ὕδατι λαμπρυνθεῖσα, καθαρωτέρα γίνεται. Τοιαῦτα ἦν τὰ τῶν τριῶν παίδων ἐκείνων σώματα, ἐκ τῆς νηστείας ἔχοντα τὸ ἀμίαντον. Ἐν γὰρ τῇ μεγάλῃ φλογὶ τῆς καμίνου οἱονεὶ χρυσοῖ τὴν φύσιν ὄντες, οὕτω κρείττους τῆς ἀπὸ τοῦ πυρὸς διεδείκνυντο βλάβης.

Ἤπου καὶ χρυσοῦ δυνατώτεροι διεδείκνυντο. Οὐ γὰρ ἐχώνευεν αὐτοὺς τὸ πῦρ, ἀλλ᾽ ἐφύλαττεν αὐτοὺς ἀκεραίους. Καίτοι οὐδὲν ἂν ἐκείνην τότε τὴν φλόγα ὑπέστη, ἣν νάφθα καὶ πίσσα καὶ κληματίδες ἔτρεφον, ὡς ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις αὐτὴν διαχεῖσθαι, καὶ τὰ κύκλῳ αὐτῆς ἐπινεμομένην, πολλοὺς τῶν Χαλδαίων ἐξαναλῶσαι Ἐκείνην τοίνυν τὴν πυρκαϊὰν μετὰ νηστείας εἰσελθόντες, κατεπάτουν οἱ παῖδες, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν οὕτω λάβρῳ τῷ πυρὶ ἀναπνέοντες. Οὐδὲ γὰρ τῶν τριχῶν τὸ πῦρ κατετόλμησε, διὰ τὸ ὑπὸ νηστείας αὐτὰς ἐκτραφῆναι. Δανιὴλ δὲ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν, ὁ τρεῖς ἑβδομάδας ἄρτον μὴ φαγὼν, καὶ ὕδωρ μὴ πιὼν, καὶ τοὺς λέοντας νηστεύειν ἐδίδαξεν, εἰσελθὼν εἰς τὸν λάκκον. Ὥσπερ γὰρ ἐκ λίθου, ἢ χαλκοῦ, ἢ ἄλλης τινὸς στεῤῥοτέρας ὕλης ἐμπεπηγότι, ἐμβαλεῖν οὐκ εἶχον τοὺς ὀδόντας οἱ λέοντες. Οὕτως οἱονεὶ βαφὴ σιδήρου τὸ σῶμα τοῦ ἀνδρὸς ἡ νηστεία στομώσασα, ἀδάμαστον ἐποίει τοῖς λέουσιν. Οὐκ ἂν κατετόλμησε Μωϋσῆς καπνιζομένης τῆς κορυφῆς προσβαλεῖν τῷ ὄρει, οὐδ᾽ ἂν ἐθάῤῥησεν εἰσελθεῖν εἰς τὸν γνόφον, εἰ μὴ νηστείᾳ καθώπλιστο.

Διὰ τῆς νηστείας τὴν ἐντολὴν ὑπεδέξατο, δακτύλῳ Θεοῦ γραφεῖσαν ἐν ταῖς πλαξί· καὶ ἄνω μὲν ἡ νηστεία νομοθεσίας πρόξενος γίνεται, κάτω δὲ ἡ γαστριμαργία εἰς εἰδωλολατρίαν ἐξέμηνε. Τεσσαράκοντα γὰρ ἡμερῶν προσεδρείαν νηστεύοντος καὶ δεομένου τοῦ θεράποντος ἄχρηστον ἀπέδειξεν οἰνοφλυγία μία. Ἃς γὰρ ἡ νηστεία ἔλαβε πλάκας δακτύλῳ Θεοῦ γραφείσας, ταύτας ἡ μέθη συνέτριψεν· οὐκ ἄξιον κρίναντος τοῦ προφήτου μεθύοντα λαὸν νομοθετεῖσθαι παρὰ τοῦ Θεοῦ. Τί τὸν Ἡσαῦ ἐβεβήλωσε, καὶ ἐποίησε δοῦλον τοῦ ἀδελφοῦ; οὐ βρῶσις μία, δι᾽ ἣν ἀπέδοτο τὰ πρωτοτόκια;

Τεσσαράκοντα Ἡλίας ἡμέραις νηστείᾳ τὴν ψυχὴν ἀποκαθάρας, οὕτως ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρὴβ ἰδεῖν κατηξιώθη, ὡς δυνατόν ἐστιν ἰδεῖν ἀνθρώπῳ, τὸν Κύριον. Τίνων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ; οὐ τῶν κρεωφαγίας ἐπιζητούντων; Ἐκεῖνοι ἕως μὲν ἠρκοῦντο τῷ μάννα, καὶ τῷ ἐκ τῆς πέτρας ὕδατι, Αἰγυπτίους ἐνίκων, διὰ θαλάσσης ὥδευον, Οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Ἐπειδὴ δὲ ἐνεθυμήθησαν τῶν κρεῶν τῶν λεβήτων, καὶ ἐστράφησαν ταῖς ἐπιθυμίαις εἰς Αἴγυπτον, οὐκ εἶδον τὴν γῆν τῆς ἐπαγγελίας.

Ἀλλ᾽ οὐδ᾽ ἂν ὁ σοφὸς Δανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ νηστείᾳ διαυγεστέραν ἐποίησε τὴν ψυχήν. Ἐκ γὰρ τῆς παχείας τροφῆς οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐπιγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσιν. Καὶ ὕπνοι κοῦφοι, καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦσι τῷ λεπτῷ τῆς διαίτης· κατ᾽ ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι. Τὸ γὰρ βαρεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν μελῶν, ὥστε σχολὴν ἀλόγοις φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας.

Μωϋσῆς, δευτέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας προσεδεήθη. Καὶ Νινευΐταις εἰ μὴ καὶ τὰ ἄλογα συνενήστευσεν, οὐκ ἂν διέφυγον τὴν ἀπειλὴν τῆς καταστροφῆς. Μέγα ἀγαθὸν ἀνθρώποις ἡ νηστεία, ἥτις ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Ἐκηρύχθη ἐν Νινευῒ τριήμερος καταστροφή· καὶ ἐνίκησεν ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ τὴν καταστροφήν· ἡ γὰρ ἀπειλὴ τῆς καταστροφῆς, διὰ τὴν ἐπιστροφὴν ἀνείθη.

Εὐγνώμονες ἁμαρτωλοὶ οἱ Νινευῗται, ἀκούσαντες τοῦ Ἰωνᾶ κηρύσσοντος τὴν καταστροφὴν, τῷ τρόπῳ τῆς νηστείας ἔστησαν τὴν ἀπειλὴν, καὶ τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως καὶ προσευχῆς ἐπεσπάσαντο τὴν σωτηρίαν. Τίς τὸν ἑαυτοῦ οἶκον ἠλάττωσεν ἐν νηστείᾳ; Ἀρίθμησον σήμερον τὰ ἔνδον, καὶ ἀρίθμησον τὰ μετὰ ταῦτα, οὐδὲν διὰ τὴν νηστείαν λείψει τῶν ἐν τῷ οἴκῳ. Οὐδὲ ἓν ζῶον ὀδύρεται θάνατον, οὐδαμοῦ αἷμα, οὐδαμοῦ ἀπόφασις, παρὰ τῆς ἀπαραιτήτου γαστρὸς ἐκφερομένη κατὰ τῶν ζώων. Πέπαυται μαγείρων μάχαιρα· ἡ τράπεζα ἀρκεῖται τοῖς αὐτομάτοις. Τοῖς δὲ κομψοῖς Ἐγκρατιταῖς πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα· Διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντες ἐσθίομεν; ἐκεῖνο λεγέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα.

Κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα· κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. Ἐπείτοι λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ᾽ ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο, εἰ μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὡς ὅγε φαγὼν οὐκ ἠνόμησεν.

Ἀνάπαυσόν σου τὸν μάγειρον, δὸς ἀργίαν τῷ τραπεζοποιῷ· στῆσον τὴν χεῖρα τῷ οἰνοχόῳ· παυσάσθω ποτὲ καὶ ὁ τὰς ποικιλίας τῶν βρωμάτων ἐπιτηδεύων· ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ καὶ τῆς κνίσσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων.

Δότω τινὰ ἐκεχειρίαν καὶ ἡ γαστὴρ τῷ στόματι· σπεισάσθω ἡμῖν πενθημέρους σπονδὰς, ἡ ἀεὶ ἀπαιτοῦσα καὶ οὐδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμερον, καὶ αὔριον ἐπιλανθανομένη. Ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· ὅταν διαπνευσθῇ, ἐπιλανθάνεται τῶν δογμάτων.

Ἀλλὰ καιρὸς ἤδη λοιπὸν, καὶ πρὸς τὸν ἐπιτάττοντα ἡμῖν τὰ ἀνίατα βασιλέα μικρὸν ἀπολογησαμένους, καταλῦσαι τὸν λόγον. Φείσασθαι ἡμῶν θέλησον, γαληνότατε, τοσαῦτα ἡμῶν κεκτημένων, ὅσα, ἂν σήμερον θελήσωμεν φαγεῖν, οὐκ ἐξαρκέσει ἡμῖν.

Ἀργεῖ γὰρ, ὡς εἰκὸς, παρ᾽ ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. Τὰ βέλτιστα τῶν παρ᾽ ἡμῖν βρωμάτων, ἐν οἷς ἡ δαψίλεια, χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳ καὶ τῷ ἐξεστηκότι οἴνῳ, ὥστε μὴ ἐκθαμβεῖσθαι ἡμῶν τὰ αἰσθητήρια ὑπὸ τῆς γαστριμαργίας, καὶ ἐπ᾽ ἀφροσύνῃ μὴ πολιτεύεσθαι. Ὡς γὰρ ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τῇ τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν, καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι, καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. Ἐσθίειν δὲ, μὴ λυσσώδη γαστριμαργίαν ἐπιφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα. Ἀλλὰ τί πάθω; Ὅταν μὲν ἀπίδω πρὸς τὸ πλῆθος τῶν εἰρημένων, ἔξω ἐμαυτὸν ὁρῶ τοῦ μέτρου φερόμενον· ὅταν δὲ πάλιν πρὸς τὸ ποικίλον τῆς ἐν πᾶσι τοῦ Θεοῦ σοφίας ἀποβλέψω, οὐδὲ ἦρχθαι νομίζω τῆς διηγήσεως· ἅμα δὲ καὶ τὸ παρακατέχειν ὑμᾶς ἐπὶ πλεῖον, οὐκ ἄχρηστον. Τί γὰρ ἄν τις ποιοῖ τὸν μέχρι τῆς ἑσπέρας χρόνον; οὐκ ἐπείγουσιν ὑμᾶς οἱ ἑστιάτορες, οὐκ ἀναμένει ὑμᾶς τὰ συμπόσια. Ὅθεν, εἰ δοκεῖ, τῇ σωματικῇ νηστείᾳ εἰς τὴν τῶν ψυχῶν εὐφροσύνην ἀποχρησόμεθα.

Πολλάκις ὑπηρέτησας τῇ σαρκὶ πρὸς ἀπόλαυσιν, σήμερον τῇ διακονίᾳ παράμεινον τῆς ψυχῆς. Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου. Τί γὰρ ὄφελος νηστεύειν τῷ σώματι, τὴν δὲ ψυχὴν μυρίων κακῶν ἐμπεπλῆσθαι; Ὁ μὴ κακὸν μὲν ἐργαζόμενος, σχολὴν δὲ ἄγων, τί οὐ φθέγγεται τῶν ματαίων; τί οὐκ ἀκούει τῶν ἀτόπων;

Σχολὴ γὰρ ἄνευ φόβου Θεοῦ, πονηρίας διδάσκαλος τοῖς ἀκαιρουμένοις ἐστί. Τάχα μὲν οὖν τι καὶ ὄφελος ἐν τοῖς λεγομένοις εὑρήσετε· εἰ δὲ μὴ ἀλλὰ τό γε μὴ ἁμαρτάνειν ἐκ τῆς ἐνταῦθα ὑμῖν ἀσχολίας περίεστιν.

Ὥστε τὸ ἐπὶ πλέον κατέχειν, ἐπὶ πλέον ἐστὶν ὑμᾶς τῶν κακῶν ὑπεξάγειν, καὶ πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν χειραγωγεῖν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι αὐτῷ πρέπει ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.