Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος ΙΣΤ': Η γαστριμαργία, η μέθη και οι συνέπειές τους

Καταδίκη της πολυφαγίας και των συμποσίων, παρουσιάζοντας την έκπτωση της λογικής και την ηθική και σωματική φθορά που προκαλεί η οινοφλυγία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 16 από 24

ΠΕΡΙ ΓΑΣΤΡΙΜΑΡΓΙΑΣ ΚΑΙ ΜΕΘΗΣ. ΛΟΓΟΣ Ιϛ. Μονότροπος ὁ τοῦ χριστιανισμοῦ βίος, ἀγαπητοὶ, ἕνα σκοπὸν ἔχων, τὴν δόξαν Θεοῦ. Εἴτε γὰρ ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, φησὶν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος. Πολύτροπος δὲ καὶ ποικίλος ὁ τῶν ἔξωθεν βίος, ἄλλοτε ἄλλως πρὸς τὴν ἀρέσκειαν τῶν ἐντυγχανόντων μεταπλασσόμενος. Εἰ οὖν μέλλοιμεν καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐνέξεσθαι, καὶ κατὰ τὴν ὑπάρχουσαν δύναμιν τὰ πρὸς ἡδονὴν ἐπιζητεῖν, καὶ πρὸς ἐπίδειξιν παρασκευάζεσθαι, φοβοῦμαι, μὴ ἃ καταλύομεν, ταῦτα φανῶμεν οἰκοδομοῦντες, καὶ δι᾽ ὧν ἑτέρους κρίνομεν, ἑαυτοὺς κατακρίνωμεν, ἐσχηματισμένως τῷ βίῳ κεχρημένοι, καὶ ἄλλοτε ἄλλως μεταμορφούμενοι, εἰ μὴ ἄρα καὶ τὰς ἐσθῆτας ἡμῶν διαμείψωμεν, ὅταν τοῖς ὑπερηφάνοις περιτυγχάνωμεν. Εἰ δὲ αἰσχρὸν τοῦτο, πολλῷ αἴσχιον διὰ τοὺς τρυφῶντας τὴν τράπεζαν ἡμῶν μετασκευάζεσθαι. Πλήθει γὰρ βρωμάτων καὶ περιεργείᾳ πρὸς ἡδονὴν μετασκευάζων τοῦ ἀδελφοῦ σου τὴν τράπεζαν, κατηγορεῖς αὐτοῦ φιληδονίαν, καὶ καταχέεις αὐτοῦ γαστριμαργίας ὀνείδη δι᾽ ὧν παρασκευάζῃ, ἐλέγχων αὐτοῦ τὴν περὶ ταῦτα ἡδυπάθειαν. Τί οὖν ἡμῖν καὶ ταῖς πολυτελείαις;

Ἐπεδήμησέ τις τῶν ξένων; εἰ μὲν ἀδελφὸς, καὶ τὸν αὐτὸν ἔχων σκοπὸν τοῦ βίου, τὴν οἰκείαν τράπεζαν ἐπιγνώσεται· ἃ γὰρ κατέλιπεν οἴκοι, ταῦτα παρ᾽ ἡμῖν εὑρήσει. Ἀλλὰ κέκμηκεν ἐκ τῆς ὁδοιπορίας; τοσοῦτον αὐτῷ προστίθεμεν, ὅσον τὸν κόπον παραμυθήσασθαι. Ἄλλος ἐλήλυθεν ἐκ τοῦ ἔξωθεν βίου; μαθέτω διὰ τῶν ἔργων, ὅσον ὁ λόγος αὐτὸν οὐκ ἔπεισε, καὶ λαβέτω τύπον καὶ ὑπογραμμὸν τῆς ἐν ταῖς τροφαῖς αὐταρκείας. Ἐναπομεινάτω αὐτῷ ὑπομνήματα Χριστιανῶν τραπέζης, καὶ ἀνεπαισχύντου διὰ Χριστὸν πτωχείας. Εἰ δὲ οὐ προσέξει, ἀλλὰ καταγελάσει, δεύτερον ἡμῖν οὐκ ὀχλήσει. Τὸ γὰρ περιτρέχειν ἡμᾶς διερευνωμένους τὰ μὴ πρὸς τὸ ἀναγκαῖον ταῖς χρείαις ἐπιζητούμενα, ἀλλὰ πρὸς τὴν ὀλεθρίαν ἡδονὴν καὶ βλαβερὰν κενοδοξίαν περινενοημένα, οὐ μόνον αἰσχρὸν ἡμῖν καὶ ἀσύμφωνον, ἀλλὰ καὶ βλάβην ἔχον οὐ τὴν τυχοῦσαν, ὅταν οἱ τρυφῶντες καὶ ταῖς ἡδοναῖς τῆς γαστρὸς τὴν μακαριότητα ὁριζόμενοι, περὶ τὰς αὐτὰς φροντίδας καὶ ἡμᾶς ὁρῶσι στρεφομένους, περὶ ἃς ἐκεῖνοι ἐπτόηνται. Ἐσθίοντες δὲ, μὴ ἀργὸν τὸν νοῦν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχωμεν, ἀλλὰ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν, καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν, ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα, παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται.

Τροφῆς δὲ ὥρα μία ἀποτεταγμένη ἤτω· ἡ αὐτὴ κατὰ περίοδον ἀπαντῶσα, ὡς ἐκ τῶν εἰκοσιτεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι μόλις ταύτην τὴν προσαναλισκομένην τῷ σώματι, τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐνεργείᾳ ἀπασχολεῖν.

Ὁ μὲν γὰρ ἄριστα βουλευόμενος, τῆς ψυχῆς ὅτι μάλιστα φροντίσει, καὶ τοῦτο διὰ πάντων πειράσεται σώζειν εἰλικρινές τε καὶ γνήσιον· τῆς σαρκὸς δὲ ἢ λιμῷ τηκομένης, ἢ κρυμῷ καὶ θάλπει προσπαλαιούσης, ἢ νόσοις ἀλγυνομένης, ἢ πασχούσης τι παρά τινων βίαιον, ὀλίγον ποιήσεται τὸν λόγον, καὶ οὐδὲ τοὺς ὑπὲρ τοῦ ζῇν κινδύνους προϊόντας ὁρῶν, φανήσεται δεδιώς. Εἰ δέ τις ἐθέλοι φείδεσθαι καὶ τοῦ σώματος, ὡς μόνου κτήματος αὐτῷ ἀναγκαίου ψυχῇ, καὶ συνεργοῦντος αὐτῇ πρὸς τὸ ζῇν ἐπὶ γῆς, μικρὰ πρὸς τὰς τούτου χρείας ἐπιστραφήσεται, καὶ ὥστε συνέχειν μόνον αὐτὸ, καὶ τῇ τῆς ψυχῆς ὑπηρεσίᾳ διὰ μετρίας ἐπιμελείας ἐῤῥωμένον τηρεῖν, μὴ μέντοιγε ἐπιτρέπειν ὑπὸ κόρου σκιρτᾷν. Τούτοις μὲν γὰρ εὐήνιόν τε αὐτὸ καὶ κοῦφον ἀεὶ πρὸς τὴν οὐράνιον ὁδοιπορίαν ἐργάσεται, καὶ μᾶλλον εἰς τὰ προκείμενα κτήσεται συνεργόν.

Εἰ δὲ ὑβρίζειν αὐτὸ συγχωρήσοι, καὶ πάντων ἐφ᾽ ἡμέραν ἐμπίπλασθαι, καθάπερ τι θηρίον ἀνήμερον· ὕστερον ταῖς βιαίοις αὐτοῦ πρὸς γῆν ἀνθολκαῖς συνεπισπασθεὶς, κείσεται στένων ἀνόνητα. Καὶ πρὸς τὸν Δεσπότην ἀχθεὶς, καὶ τῆς ἐπὶ γῆς πορείας τῆς ἐνδοθείσης αὐτῷ τὸν καρπὸν ἀπαιτούμενος, εἶτα οὐκ ἔχων δοῦναι, θρηνήσει μακρὰ, καὶ σκότος οἰκήσει διηνεκὲς, πολλὰ τῇ τρυφῇ καὶ τῇ ταύτης πλάνῃ μεμφόμενος, ὑφ᾽ ἧς τὸν τῆς σωτηρίας ἐσυλήθη καιρόν· οὐδὲν δὲ ἐκ τῶν δακρύων ἔσται κερδαίνων· Ἐν γὰρ τῷ ἅδῃ τίς ἐξομολογήσεταί σοι; φησὶν ὁ Δαβίδ. Γαστὴρ συναλλάκτης ἐστὶν ἀπιστότατος, ταμεῖον ἀφύλακτον, πολλῶν ἐναποτιθεμένων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ διασώζουσα. Τὰ τοίνυν εἰς βρῶσιν ἡμῖν ἐπινενοημένα καὶ πόσιν, καὶ πάντα, ὅσα πέρα τῆς χρείας ὁ πλοῦτος ὑβρίζων ἐμηχανήσατο πρὸς θεραπείαν τῆς ἀχαρίστου καὶ μηδὲν στεγούσης γαστρὸς, πότ᾽ ἂν ἡμετέρα γένοιτο, κἂν ἐπαντλῆται διηνεκῶς; ἅ γε μικράν τινα γεύσει μόνον ἐναποθέμενα κατὰ τὴν πάροδον ἡδονὴν, εὐθὺς ὡς ὀχληρὰ καὶ περιττὰ δυσχεραίνομεν, ὡς εἰ τοῖς σπλάγχνοις ἐγχρονίσοι, τὰ μέγιστα περὶ τὸ ζῇν κινδυνεύσοντες Πολλοῖς γοῦν ὁ κόρος ἤγαγε θάνατον, καὶ τοῦ μηδενὸς ἀπολαύειν ἔτι γεγένηται πρόξενος.

Ἡ γὰρ οἰκονομοῦσα τὸ ζῶον δύναμις αὐτάρκειαν μὲν καὶ λειότητα ῥᾳδίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων παραλαβοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας μὴ ἐξαρκέσασα, τὰ ποικίλα γένη τῶν νοσημάτων ἐποίησεν. Ὁ κόρος ὕβρεώς ἐστιν ἀρχή. Εὐθὺς γὰρ συνεισπίπτει τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους· ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι, διὰ τὸν ἐκ τῆς τρυφῆς οἶστρον ἐπιγινόμενον τῇ ψυχῇ. Παρὰ τῶν μεθυόντων αἱ τῆς φύσεως ἐναλλαγαὶ, ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητούντων. Ἐκ γὰρ τῆς παχείας τροφῆς, οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσι. Μὴ τοίνυν κολάκευέ σου τὴν σάρκα ὕπνοις καὶ λουτροῖς, καὶ μαλακοῖς στρώμασιν, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο· Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;

Τί περιέπεις τὸ μικρὸν ὕστερον φθαρησόμενον; τί καταπιαίνεις σεαυτὸν καὶ περισαρκοῖς; Ἢ ἀγνοεῖς, ὅτι ὅσῳ παχυτέραν τὴν σάρκα ἑαυτῷ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις τὸ δεσμωτήριον; τὸ γὰρ πλῆθος τῆς σωματικῆς δυνάμεως, ἐμπόδιόν ἐστι πρὸς τὴν σωτηρίαν τοῦ πνεύματος. Δεῖ τῇ γαστρὶ τὰ ἀναγκαῖα ὑπηρετεῖν, οὐχὶ τὰ ἥδιστα, ὡς οἵγε τραπεζοποιούς τινας καὶ μαγείρους περινοοῦντες, καὶ πᾶσαν διερευνώμενοι γῆν τε καὶ θάλατταν, οἷόν τινι χαλεπῷ δεσπότῃ φόρους ἀπάγοντες· ἐλεεινοὶ τῆς ἀσχολίας, τῶν ἐν ᾅδου κολαζομένων οὐδὲν πάσχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες, καὶ κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετρημένον ἀντλοῦντες πίθον, οὐδὲν δὲ πέρας τῶν πόνων ἔχοντες.

Ὥσπερ οὖν ἡ δίψα ἡδὺ τὸ ποτὸν εὐτρεπίζει, καὶ λιμὸς ἡγησάμενος ἡδεῖαν παρασκευάζει τὴν τράπεζαν· οὕτω καὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν ἡ ἐγκράτεια φαιδρύνει. Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα, καὶ τὸ συνεχὲς τῆς τρυφῆς διακόψασα, ποθεινήν σοι τὴν μετάληψιν φανῆναι ποιήσει, ὥσπερ ἀπόδημον. Ὥστε εἰ βούλει σαυτῷ ἐπιθυμητὴν κατασκευάσαι τὴν τράπεζαν, δέξαι τὴν ἐκ τῆς ἐγκρατείας μεταβολήν. Σὺ δὲ ὑπὸ τοῦ σφόδρα τῆς τρυφῆς περιέχεσθαι, λέληθας σεαυτῷ ἀμαυρῶν τὴν τρυφὴν, καὶ ὑπὸ φιληδονίας τὴν ἡδονὴν ἀφανίζων. Οὐδὲν γὰρ οὕτως ἐπιθυμητὸν, ὃ μὴ τῇ συνεχείᾳ τῆς ἀπολαύσεως εὐκαταφρόνητον γίνεσθαι πέφυκεν· ὧν δὲ σπανία ἡ κτῆσις, τούτων περισπούδαστος ἡ ἀπόλαυσις.

Οἱ γοῦν ἀρχομένης ἡμέρας περισκοποῦντες, ποῦ πότοι γίνονται, καὶ οἰνοπώλια καὶ καπηλεῖα περιαθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὸ πίνειν παραλαμβάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν ἐπὶ τὴν τῶν τοιούτων φροντίδα καταναλίσκοντες, οὗτοι ὑπὸ τοῦ προφήτου καταθρηνοῦνται. Οὐ γὰρ ἄγουσι σχολὴν οἱ ὀφθαλμοὶ αὐτῶν ἀνανεῦσαι πρὸς τὸν οὐρανὸν, καὶ τὰ ἐν αὐτῷ κάλλη καταμαθεῖν· ἀλλ᾽ εὐθὺς ἀρχομένης ἡμέρας, κοσμοῦσιν ἑαυτῶν τὰ συμπόσια, σπουδήν τε καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας καὶ κρατῆρας καὶ φιάλας ὥσπερ ἐν πομπῇ τινι καὶ πανηγύρει διατιθέντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν κόρον αὐτοῖς ὑποκλέπτῃ, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλλαγὴ καὶ μετάβασις ἱκανὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ· τάξις ἐν ἀταξίᾳ, καὶ διάθεσις ἐν ἀκόσμῳ ἐπινενοημένη. Πρὸς τούτοις ἅμιλλαι περὶ τοῦ πλείονος, φιλονεικίαι καὶ ἀγωνίσματα, ἀλλήλους ὑπερβάλλεσθαι φιλοτιμουμένων κατὰ τὴν μέθην.

Καὶ ὁ ἀγωνοθετῶν αὐτοῖς, διάβολος, καὶ ἆθλον τῆς νίκης, ἡ ἁμαρτία. Ὁ γὰρ πλείονα τὸν ἄκρατον ἐγχεάμενος, οὗτος φέρεται κατὰ τῶν ἄλλων τὰ νικητήρια· φιλονεικοῦσι μὲν γὰρ ἀλλήλους, ἀμύνονται δὲ ἑαυτούς. Πάντα ἀλογίας γέμει, πάντα συγχύσεως· οἱ ἡττηθέντες μεθύουσιν, οἱ νικήσαντες μεθύουσιν, οἱ ὑπηρέται καταγελῶσιν. Ἡ χεὶρ ἀπείρηκε, τὸ στόμα οὐχ ὑποδέχεται, ἡ γαστὴρ διαῤῥήγνυται, καὶ τὸ κακὸν οὐχ ὑφίσταται. Τὸ ἄθλιον σῶμα τοῦ φυσικοῦ τόνου παραλυθὲν, ἀπόῤῥυτόν ἐστι πανταχόθεν, τὴν ἐκ τῆς ἀμετρίας βίαν μὴ ὑπομένον.

Ἐλεεινὸν θέαμα! Ἀνὴρ ἀκμάζων καθ᾽ ἡλικίαν, στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, φοράδην οἴκαδε κομιζόμενος, μὴ δυνάμενος ὀρθοῦσθαι, μηδὲ τοῖς ἰδίοις ποσὶν ἐπιβῆναι. Ἀνὴρ φοβερὸς εἶναι ὀφείλων τοῖς πολεμίοις, γέλωτός ἐστιν ἀφορμὴ τοῖς κατ᾽ ἀγορὰν παιδίοις· ἄνευ σιδήρου καταβέβληται, ἄνευ πολεμίων πεφόνευται. Ἀνὴρ ὁπλίτης, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ ἄνθος, οἴνου γέγονε παρανάλωμα, ἕτοιμος παθεῖν τοῖς ἐχθροῖς ὅσα καὶ βούλοιντο. Τίς ὁ τῶν κακῶν τούτων αἴτιος; τίς ὁ ταῦτα ἐπιβουλεύσας;

Παράταξιν ἐποίησας τὸ συμπόσιον, ἐνέκρωσας τὴν ἀκμὴν τῆς νεότητος ἀπὸ οἴνου· καὶ καλεῖς μὲν ὡς φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις δὲ νεκρὸν, οἴνῳ τὴν ζωὴν αὐτοῦ κατασβέσας. Τίνι διενήνοχας τῶν ἀλόγων, ὦ ἄνθρωπε; οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε, ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτίσεως; Ὁ τοίνυν ἀφελόμενος ἑαυτοῦ τὴν φρόνησιν διὰ τῆς μέθης, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.

Μᾶλλον δὲ καὶ τῶν βοσκημάτων φαίην ἂν ἔγωγε ἀλογωτέρους εἶναι τοὺς ἐν τῇ μέθῃ· διότι τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς πρὸς τὴν μίξιν ὁρμάς· οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυχὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερμότητος ἀναπληρώσαντες, πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλοκὰς συνελαύνονται. Ὥσπερ γὰρ ὕδωρ πολέμιόν ἐστι πυρὶ, οὕτως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσι σώφρονα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει καὶ παρακούει ὡς ὁ μεθύων; Οὐχὶ ἀγνοεῖ μὲν τοὺς οἰκειοτάτους, προστρέχει δὲ τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν; οὐ τὰς σκιὰς διαπηδῶσιν οἱ τοιοῦτοι πολλάκις, ὡς ὀχετοὺς ἢ φάραγγας; Ἤχων δὲ αὐτοῖς καὶ ψόφων τὰ ὦτα πεπλήρωται οἱονεὶ θαλάσσης κυμαινούσης· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ, καὶ τὰ ὄρη περιτρέχειν κύκλῳ. Τούτοις ὕπνοι μὲν βαρεῖς, καὶ δυσανάφοροι, καὶ πνιγώδεις, καὶ τῷ ὄντι θανάτου γείτονες· αἱ δὲ γρηγορήσεις, τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον γὰρ αὐτοῖς ἐστιν ὁ βίος, οἵ γε ἱμάτιον οὐκ ἔχοντες, οὐδ᾽ ὅ τι φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι καὶ στρατοπέδων ἄρχουσιν ἐν τῇ μέθῃ, καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρήματα διανέμουσι. Τί ποιεῖς, ἄνθρωπε; Οἰκέτης δραπετεύει δεσπότην τύπτοντα· σὺ δὲ καὶ παραμένεις τῷ οἴνῳ, καθ᾽ ἑκάστην ἡμέραν τὴν κεφαλήν σου τύπτοντι;

Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως, ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, αὔριον ἥξεις καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν, σεσηπότος οἴνου ἀπόζων· πάντα σοι περιφέρεσθαι, πάντα δονεῖσθαι δόξει. Ὅταν γὰρ πλήρεις αἱ μήνιγγες γένωνται τῆς αἰθάλης, ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύναις ἀφορήτοις ἡ κεφαλή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν ὤμων μὴ δυναμένη, ἄλλοτε ἐπ᾽ ἄλλα καταπίπτει, τοῖς σπονδύλοις ἐνολισθαίνουσα.

Ἡ δὲ πρὸς τὰς ἡδονὰς ἀκρασία, ἄντικρυς, ὥσπερ ἐκ πηγῆς τοῦ οἴνου φέρεται, καὶ συνεισπίπτει τῷ ἀκράτῳ τῆς ἀσελγείας ἡ νόσος, πᾶσαν βοσκημάτων μανίαν ἐπὶ τὸ θῆλυ δευτέραν τῆς τῶν μεθυόντων ὕβρεως ἀποφαίνουσα. Διότι τὰ μὲν ἄλογα γνωρίζει τοὺς ὅρους τῆς φύσεως· οἱ δὲ μεθύοντες ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητοῦσιν. Οὕτω γὰρ τὴν ψυχὴν ἀπολωλότες, ὡς ὑπὸ πάσης κηλῖδος κατεστιγμένοι, ἔτι καὶ αὐτὴν τοῦ σώματος τὴν ἕξιν προσδιαφθείρονται· οὐ μόνον τῇ ὑπερβολῇ τῶν ἡδονῶν ἐξοιστρουσῶν ἐπὶ λαγνείας ἐκτετηκότες καὶ διαῤῥέοντες, ἀλλὰ καὶ αὐτῷ τῷ ὄγκῳ πεπλαδηκὸς καὶ βρυῶδες καὶ τοῦ ζωτικοῦ τόνου λελυμένον τὸ σῶμα φέροντες. Τούτων πελιδνοὶ μὲν οἱ ὀφθαλμοὶ, ὕπωχρος δὲ ἡ ἐπιφάνεια, πνεῦμα προστετηκὸς, γλῶσσα παρειμένη, καὶ κραυγὴ ἄσημος, ἀκροσφαλεῖς οἱ πόδες καθάπερ οἱ τῶν παίδων, ἐκκρίσεις δὲ τῶν περιττωμάτων αὐτόματοι ὥσπερ ἀπὸ ἀψύχων ῥέουσαι. Ἐλεεινοὶ τῆς τρυφῆς, ἐλεεινότεροι τῶν ἐν πελάγει χειμαζομένων, οὓς ἄλλα ἐξ ἄλλων διαδεχόμενα καὶ ἐπιβαπτίζοντα κύματα ἀναφέρειν οὐκ ἐπιτρέπει τοῦ κλύδωνος. Ὥσπερ γὰρ τὰ χειμαζόμενα πλοῖα ἐπειδὰν ὑπέραντλα γένηται, ἀναγκαίως τῇ ἐκβολῇ τοῦ φόρτου κουφίζεται· οὕτω καὶ τούτοις ἀναγκαῖαι τῶν βαρυνόντων αἱ ἀποθέσεις.

Ἐμοῦντες γὰρ καὶ ἀποβλύζοντες, μόλις ἐλευθεροῦνται τοῦ βάρους, τοσούτῳ τῶν δυσπλοούντων ἐλεεινότεροι, ὅσον οἱ μὲν ἀνέμους καὶ θάλασσαν καὶ τὰς ἔξωθεν ἀνάγκας ἐπαιτιῶνται· οἱ δὲ αὐθαίρετον ἐπισπῶνται τὸν ἐκ τῆς μέθης χειμῶνα. Καὶ οἱ μὲν δαιμονῶντες, ἐλεεινοί· οἱ δὲ μεθύοντες τὰ αὐτὰ πάσχοντες, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιοι, αὐθαιρέτῳ δαίμονι προσπαλαίοντες. Οἳ καὶ μέθης συντιθέασι φάρμακα, οὐχὶ τοῦ μὴ παθεῖν τι δεινὸν ἀπὸ τοῦ οἴνου, ἀλλὰ τοῦ μὴ διαλιπεῖν μεθύοντες μηχανώμενοι. Καὶ τέλος οὐκ ἔστι τοῦ κακοῦ· αὐτὸς γὰρ ἑαυτὸν ὁ οἶνος ἐπὶ τὸ πλεῖον προάγει. Οὐ γὰρ τὴν χρείαν παραμυθεῖται, ἀλλ᾽ ἑτέρου ποτοῦ χρείαν ἀπαραίτητον ἐμποιεῖ, ἐκκαίων τοὺς μεθύοντας, καὶ ἀεὶ πρὸς τὴν τοῦ πλείονος ἔφεσιν προσκαλούμενος. Καὶ ὥσπερ αἱ χαράδραι, ἕως μὲν ἂν αὐταῖς ἐπιῤῥέωσιν οἱ χείμαῤῥοι, πλήρεις εἶναι δοκοῦσι, παρελθούσης δὲ τῆς πλημμύρας, ξηραὶ καταλείπονται· οὕτω καὶ τοῖς οἰνόφλυξι τὸ στόμα, ἐλλιμνάζοντος μὲν τοῦ οἴνου, πλῆρές ἐστί πως καὶ δίυγρον, μικρὸν δὲ παραδραμόντος, ξηρὸν καὶ ἄνικμον ἀπελέγχεται.

Πάντη οὖν ἀπέχεσθαι δεῖ τῶν ἐμποιούντων θόλωσιν τῷ ἡγεμονικῷ. Ἐπειδὰν γὰρ πολὺς εἰσπέσῃ ὁ ἄκρατος, οἷόν τις τύραννος ἐπὶ τὴν ἀκρόπολιν ἀναδραμὼν, ἀπὸ τῆς ἄκρας κορυφῆς ἀσιγήτους θορύβους ἐμποιεῖ τῇ ψυχῇ, οὐδενὸς παρανόμου φειδόμενος ἐπιτάγματος. Ἀλλ᾽ αὐτὸν δουλωσάμενος πρῶτον τὸν λογισμὸν, πᾶσαν τήν τε ἐκ παιδεύσεως ἐνυπάρχουσαν διακόσμησιν συγχεῖ καὶ ταράσσει, γέλωτας κινῶν ἀπρεπεῖς, φωνὴν θορυβώδη, ὀργὰς προπετεῖς, ἐπιθυμίας ἀχαλινώτους, οἶστρον καὶ μανίαν ἐπὶ πᾶσαν παράνομον ἡδονήν. Διὰ τοῦτο μὴ πινέτωσαν, φησὶν, οἱ δυνάσται οἶνον, εἴτε οἱ ἀρχήν τινα πεπιστευμένοι, καὶ δημοσίων πραγμάτων οἰκονομίαν· εἴτε οἱ διὰ τὴν ἀκμὴν τῆς ἡλικίας ἐν δυνάμει ὄντες σωματικῇ. Οἱ γὰρ τοιοῦτοι φύσει τυγχάνοντες πρὸς τὰς ὁρμὰς εὐερέθιστοι, ἐπειδὰν καὶ τὸ τοῦ οἴνου προσλάβωσιν ἔξαλμα, οἷόν τινα φλόγα ἀφθόνῳ χορηγίᾳ τῆς καιομένης ὕλης, ἐπὶ τὸ μέγα ἐξαίρουσιν. Ὥσπερ γὰρ τὰ πλοῖα καταβαρυνόμενα τῷ φόρτῳ δυσάγωγά ἐστι καὶ εὔκολα πρὸς ναυάγιον· οὕτω καὶ τὰ σώματα, ὅσα πολλῇ καὶ δαψιλεῖ τῇ τρυφῇ εἰς πολυσαρκίαν καταπεφόρτισται διὰ φιληδονίαν, τῷ βυθῷ τῆς ἀπωλείας ἐπινηχόμενα φέρεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐφ᾽ ἑαυτὸν ἐπισπᾶσαι, μεθύων, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; οὐ γὰρ ἔχον τὸ σῶμα τὸν ἐκ τῆς φύσεως στηριγμὸν, ἀναγκαίως περιδονεῖται καὶ κατασείεται.

Μέχρι τίνος ἡ μέθη; Κινδυνεύεις λοιπὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου· οὕτως ὅλως ἀνεμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ, ἐκ τῆς καθημερινῆς κραιπάλης οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου, ὥσπερ τῶν ἀγγείων τὰ ἀχρηστότατα.

Εἰ μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι, σὺ δὲ μεθύων ἔρχῃ ἐπὶ τὴν νηστείαν, τί σοι τὸ ὄφελος; εἰ γὰρ ἀποκλείει σε τῆς βασιλείας ἡ μέθη, ποῦ σοι λοιπὸν χρήσιμον τὸ νηστεύειν; Οὐχ ὁρᾷς καὶ τῶν ἵππων τοὺς ἀγωνιστὰς, πῶς οἱ ἐμπειρότατοι πωλοδάμναι, τῆς ἀγωνίας προσδοκωμένης, διὰ τῆς ἐνδείας προευτρεπίζουσι; σὺ δὲ ἐξεπίτηδες σεαυτὸν καταπιέζεις τῷ κόρῳ. Βαρουμένη γὰρ ἡ γαστὴρ, οὐχ ὅπως πρὸς δρόμον, ἀλλ᾽ οὐδὲ πρὸς ὕπνον ἐπιτηδεία· διότι καταθλιβομένη τῷ ἄχθει, οὐδὲ ἠρεμεῖν συγχωρεῖται, ἀλλὰ ἀναγκάζεται πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ᾽ ἑκάτερα. Μὴ τοίνυν μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν, οὐδὲ διὰ πλεονεξίας εἰς δικαιοσύνην, οὐδὲ δι᾽ ἀκολασίας εἰς σωφροσύνην, οὐδὲ, συλλήβδην εἰπεῖν, διὰ τῆς κακίας εἰς ἀρετήν. Μέθη εἰς ἀκολασίαν ἄγει, ἐπὶ νηστείαν ἡ αὐτάρκεια. Ὁ ἀθλῶν προγυμνάζεται, ὁ νηστεύων προεγκρατεύεται. Μὴ ὡς ἀμυνόμενος τὰς ἡμέρας, μὴ ὡς κατασοφιζόμενος τὸν νομοθέτην, τῶν πέντε ἡμερῶν τὴν κραιπάλην προαποτίθεσο. Καὶ γὰρ ἀνόνητα πονεῖς, τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμενος δὲ τὴν ἔνδειαν.

Μέθη Κύριον οὐχ ὑποδέχεται, Πνεῦμα ἅγιον ἀποδιώκει. Καπνὸς μὲν γὰρ φυγαδεύει μελίσσας, χαρίσματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. Ἵνα δὲ μὴ τοῦτο πάθοιμεν, φύγωμεν τὸ τὴν ἀχάριστον θεραπεύειν γαστέρα, ὅπως τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.