Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος ΙΗ': Ο φθόνος, η βασκανία και η συκοφαντία

Ανάλυση του καταστροφικού πάθους του φθόνου και προτροπές για τη δίκαιη εξέταση των διαβολών και την αποφυγή της πρόωρης κατάκρισης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 18 από 24

ΠΕΡΙ ΦΘΟΝΟΥ ΚΑΙ ΒΑΣΚΑΝΙΑΣ. ΛΟΓΟΣ ΙΗʹ Πολλὴν ἡμῖν ἐμποιεῖ τὴν ἀνίαν τοῦ κατασχόντος καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν Ἐκκλησίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. Ἤνοιξαν γὰρ πάντες ἀφειδῶς τὰ στόματα κατὰ τῶν ὁμοδούλων. Λαλεῖται τὸ ψεῦδος ἀφόβως, ἡ ἀλήθεια συγκεκάλυπται· καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως, οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως. Καὶ πολὺς ἤδη ὁ χρόνος παρῴχηκεν, ἐν ᾧ τυπτόμενοι ὑπὸ τῶν διαβολῶν, φέρομεν τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενοι ὅτι ἔχομεν Κύριον τὸν τῶν κρυπτῶν γνώστην μάρτυρα τῆς συκοφαντίας. Ἐπειδὴ δὲ πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν· τούτου ἕνεκεν παρακαλῶ τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν, ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντως παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, Οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ, καὶ γνῷ τί ποιεῖ. Πρὸς δὲ τὰ προβαλλόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. Καὶ εἰ μὲν εὕρητε παρ᾽ ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσι. Τὰ γὰρ στόματα αὐτῶν ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων λόγων ἀμήχανον.

Μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν, καὶ μείζονα καὶ χαλεπώτερα καθ᾽ ἡμῶν κατασκευάζειν, καὶ στηλιτεύειν, καὶ κατηγορεῖν. Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν, καὶ, κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. Αἰτοῦμαι δὲ πρὸ πάντων ὑμᾶς, τούς τε νῦν ἀκουσομένους, καὶ τοὺς εἰς ὕστερον ἐντευξομένους, μὴ τῷ πλήθει διακρίνειν ἐθέλειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνάψαντας· μήτε μὴν ἀξιώμασι προσέχοντας, ἀμαυροῦσθαι τὴν διάνοιαν, ἢ τῇ τάξει τῶν προλαβόντων τὸ πλέον νέμοντας, ἀποφράττειν τὰς ἀκοὰς τοῖς ὑστέροις. Δεῖ γὰρ τὸν ἀκροατὴν τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάσσειν τῷ μὴ παρόντι, τὸ τοῦ Ἀλεξάνδρου ποιοῦντα. Καὶ γὰρ ἐκεῖνόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρὶ, ἐνδεικνύμενον, ὅτι δέοι τὸν ὀρθῶς κρίνειν μέλλοντα, μὴ ὅλον εὐθὺς τοῖς προλαβοῦσιν ἀπάγεσθαι, ἀλλὰ τὸ ἥμισυ τῆς ἀκροάσεως ἀκέραιον διασώζειν πρὸς ἀπολογίαν τῷ μὴ παρόντι Καὶ γὰρ πεφύκασί πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὗται παραφύεσθαι θεραπεῖαι· οἳ, διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ δι᾽ οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι.

Καὶ ὥσπερ οἱ γῦπες πρὸς τὰ δυσώδη φέρονται, πολλοὺς μὲν λειμῶνας, πολλοὺς δὲ ἡδεῖς καὶ εὐώδεις τόπους ὑπεριπτάμενοι· καὶ αἱ μυῖαι τὸ μὲν ὑγιαῖνον παρατρέχουσι, πρὸς δὲ τὸ ἕλκος ἐπείγονται· οὕτω καὶ οἱ βάσκανοι, τὰς μὲν τοῦ βίου λαμπρότητας καὶ τὰ μεγέθη τῶν κατορθουμένων οὐδὲ προσβλέπουσι, τοῖς δὲ σαθροῖς ἐπιτίθενται. Τοὺς οὖν ὀρθὰ φρονοῦντας τὸ τοῦ Ἀλεξάνδρου ποιεῖν προσήκει· ὃς ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὡς ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγίνωσκε, καὶ τὸ φάρμακον ἔπινεν. Οἱ τοίνυν τῷ πλησίον καταχέοντες λοιδορίας, τὸν δὲ τῶν λεγομένων ἔλεγχον μὴ ἐπάγοντες, φανήσονται πάντως πονηρὰν ἑαυτοῖς προσηγορίαν ἐπενεγκόντες ἐκ τῆς ἀτόπου τῶν λόγων χρήσεως. Τὸν γὰρ διαβάλλοντα πῶς ἄλλως προσῆκεν ὀνομάζειν, ἢ οὐχὶ ἣν ἐξ αὐτοῦ τοῦ πράγματος ἐπιτηδεύει προσηγορίαν ἑαυτῷ τιθεμένους;

Μήτε οὖν ὁ λοιδορῶν διάβολος ἔστω, ἀλλ᾽ ἀδελφὸς, ἐν ἀγάπῃ νουθετῶν, καὶ ἐπὶ διορθώσει ἐπάγων τὸν ἔλεγχον· μήτε ὑμεῖς λοιδοριῶν γένησθε ἀκροαταὶ, ἀλλ᾽ ἐλέγχων δοκιμασταί· μήτε οἱ λοιδορούμενοι ἀνιάτρευτοι καταλειφθῶσι, μὴ φανερουμένης τῆς ἁμαρτίας αὐτῶν. Ἐλεγχθέντες μὲν γὰρ, καὶ αὐτοὶ τὴν ἁμαρτίαν αὐτῶν ἐπιγνώσονται· καὶ ὑμεῖς μετὰ τοὺς ἐλέγχους συγγνώμην ἕξετε παρὰ τῷ Κυρίῳ, ἐκ τῆς τῶν ἁμαρτωλῶν κοινωνίας ἑαυτοὺς ὑποστέλλοντες· καὶ οἱ ἐλέγξαντες μισθὸν ἕξουσιν, ὡς τὴν κεκρυμμένην κακίαν δημοσιεύσαντες.

Ἐὰν δὲ πρὸ τῶν ἐλέγχων καταδικάζητε, αὐτοὶ μὲν οὐδὲν ἔσονται ἠδικημένοι, ἐκτὸς τοῦ ζημιωθῆναι τὸ πάντων ἡμῖν τιμιώτατον κτῆμα, τὴν πρὸς ὑμᾶς ἀγάπην· ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθαι, αὐτοὺς οὐκ ἔχοντες, καὶ τῷ Εὐαγγελίῳ δόξετε μάχεσθαι τῷ εἰπόντι· Μὴ ὁ νόμος ὑμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρῶτον καὶ γνῷ τί ποιεῖ; Μὴ ταῦτα, ἀδελφοὶ τιμιώτατοι, μὴ ἀνάσχησθε τούτων, μηδὲ παραλογίσασθε ἡμῶν τὴν παράκλησιν ταύτην, ἵνα μὴ φθάσῃ εἰς ἡμᾶς ἡ φοβερὰ τοῦ Κυρίου ἡμῶν προφητεία, εἰπόντος· Ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.

Ὥσπερ γὰρ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα· οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα, Καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ τὸ μὴ φθονεῖν, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Καὶ ὥσπερ ἰὸς τὸν σίδηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξαναλίσκει. Μᾶλλον δὲ, ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεννᾶσθαι· οὕτω καὶ ὁ φθόνος τὴν ὠδίνουσαν ψυχὴν πέφυκε διασπᾷν. Ὁ βασκαίνων μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστώνην, εἴ πού τινα ἴδοι καταπεσόντα τῶν φθονουμένων. Οὗτος ὅρος τοῦ μίσους, ἄθλιον ἰδεῖν ἐκ μακαρίου τὸν βασκαινόμενον, ἐλεεινὸν γενέσθαι τὸν ζηλωτόν. Τότε σπένδεται καὶ φίλος ἐστὶν, ὅταν δακρύοντα ἴδῃ, ὅταν πενθοῦντα θεάσηται· καὶ εὐθυμοῦντι μὲν οὐ συνευφραίνεται, ὀδυρομένῳ δὲ συνδακρύει.

Καὶ τὴν μεταβολὴν τοῦ βίου, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε, κατοικτίζεται, οὐχ ὑπὸ φιλανθρωπίας καὶ τοῦ συμπαθὴς εἶναι, ἐξαίρων τῷ λόγῳ τὰ πρότερα, ἀλλ᾽ ἵνα βαρυτέραν αὐτῷ κατασκευάσῃ τὴν συμφοράν. Τοιοῦτος ἦν ὁ Σαοὺλ, ὃς τῶν εὐεργεσιῶν τὰς ὑπερβολὰς ἀφορμὴν τοῦ πολέμου πρὸς τὸν Δαβὶδ ἐποιήσατο, καὶ ἐπειρᾶτο δόρατι διαπεῖραι τὸν εὐεργέτην. Σὺν αὐτῷ γὰρ τῷ στρατῷ ἐκ τῶν πολεμίων περισωθεὶς, καὶ τῆς ἐπὶ τῷ Γολιὰθ αἰσχύνης ἀπαλλαγεὶς, αὐτόχειρ γενέσθαι, καὶ ἐξ ἐνέδρας ἀνελεῖν ἐπεχείρησεν· εἶτα φυγάδα καταστήσας, οὐδὲ οὕτω τὴν ἔχθραν ἔστησεν, ἀλλὰ τὸ τελευταῖον ἐκστρατεύσας ἐπ᾽ αὐτὸν τρισχιλίοις λογάσι, τὰς ἐρημίας διηρευνᾶτο. Ὥς γε παρ᾽ αὐτὸν τὸν καιρὸν τῆς διώξεως καταληφθεὶς, ἕτοιμος εἰς σφαγὴν προκείμενος τῷ ἐχθρῷ, πάλιν περισωθεὶς ὑπὸ τοῦ δικαίου, ἐπαγαγεῖν αὐτῷ τὰς χεῖρας διαφυλαξαμένου, οὐδ᾽ ὑπὸ ταύτης τῆς εὐεργεσίας ἐκάμφθη· ἀλλὰ καὶ πάλιν ἐστρατολόγει, καὶ πάλιν ἐδίωκεν, ἕως καὶ δεύτερον ἁλοὺς ὑπὸ τοῦ αὐτοῦ ἐν τῷ σπηλαίῳ, τοῦ μὲν τὴν ἀρετὴν λαμπροτέραν ἀπέδειξεν, ἑαυτοῦ δὲ τὴν πονηρίαν καταφανεστέραν ἐποίησεν. Οὕτω καὶ περὶ τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ διατίθενται, οὐκ εἰδότες ὅ τι πράττουσιν.

Εἰ μὲν γὰρ ἀληθῆ τὰ ἐνύπνια τοῦ Ἰωσὴφ, τίς μηχανὴ μὴ οὐχὶ πάντως ἐκβῆναι τὰ προῤῥηθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνειράτων ὄψεις, ἀντὶ τίνος βασκαίνουσι τῷ σφαλλομένῳ; Ἀλλ᾽ ὄντως ἴδιόν τι πάθος ἐστὶ τοῦ διαβόλου ὁ φθόνος, ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν οὐκ ἐπιδεχόμενος. Ὁ κεφαλαλγῶν λέγει τῷ ἰατρῷ τὴν κεφαλαλγίαν· ὁ φθόνον νοσῶν τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγαθά; Ἡ μὲν ἀλήθεια αὕτη, τὰ δὲ ῥήματα ἕκαστος ἐπαισχύνεται.

Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Ὄντως ἴδιόν ἐστι κακὸν τοῦ διαβόλου ὁ φθόνος. Καθάπερ γὰρ τῶν βελῶν τὰ βιαίως φερόμενα, ἐπειδὰν καρτερῷ τινι καὶ ἀντιτύπῳ προσπέσῃ, ἐπὶ τὸν προέμενον ἐπανέρχεται· οὕτω τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινόμενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου. Πολλὰ μὲν γὰρ ἔνεστι τῇ βασκανίᾳ κακὰ, ἓν δὲ χρήσιμον, ὅτι κακόν ἐστιν αὐτῷ τῷ κεκτημένῳ, καὶ μᾶλλον δαπανῶν τὴν καρδίαν, ἢ ὁ ἰὸς τὸν σίδηρον. Ὁ γὰρ βασκαίνων, αὐτὸν μὲν τὸν βασκαινόμενον ὀλίγα βλάπτει, ἑαυτὸν δὲ δαπανᾷ τῇ λύπῃ καὶ τῷ στεναγμῷ ἐπὶ τῇ εὐημερίᾳ τοῦ πλησίον, καὶ τὸν μὲν πλοῦτον τοῦ γείτονος οὐκ ἠλάττωσεν, ἑαυτὸν δὲ τῇ βασκανίᾳ κατεδαπάνησεν. Ὥσπερ οὖν τὴν εὐκατάπρηστον ὕλην ἐπιμελὲς ἡμῖν ὅτι ποῤῥωτάτω τοῦ πυρὸς ἀποτίθεσθαι, οὕτω χρὴ, καθ᾽ ὅσον οἷόν τε, τῆς τῶν βασκάνων ὁμιλίας τὰς φιλίας ἀπάγειν, ἔξω τῶν τοῦ φθόνου βελῶν ἑαυτοὺς ποιοῦντας.

Τοὺς μὲν γὰρ κύνας τρέφοντες ἡμεροῦμεν· τὸν δὲ βάσκανον εὐεργετοῦντες χαλεπώτερον ἀπεργαζόμεθα. Οὐ γὰρ χαίρει ἐφ᾽ οἷς ἂν πάθῃ χρηστοῖς, ἀλλὰ λυπεῖται τῇ ἑτέρων εὐπορίᾳ, ὅτι ἔχουσιν ὕλην ὅθεν αὐτῷ τὴν χρείαν πληρώσουσιν. Αἱ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργὴν, καὶ πεφύκασι μάλιστα τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι.

Οἱ οὖν καταπαίζοντες τῆς μανίας τοῦ θηρίου, ἐν χάρτῃ εἰκόνα προδεικνύουσιν ὡς ἄνθρωπον. Ἡ δὲ ὑπὸ τῆς ἄγαν ὀργῆς μὴ λογιζομένη, ὡς ἄνθρωπον σπαράσσει τὸν χάρτην, κἀκεῖ δείκνυσι τὸ μισάνθρωπον. Οὕτω καὶ ὁ διάβολος ἐν τῇ εἰκόνι τὸ μισόθεον ἔδειξεν, ἐπειδὴ Θεοῦ προσάψασθαι οὐκ ἐδύνατο.

Τοιγαροῦν βούλομαί σε φυγεῖν τῶν κακούργων τὴν μίμησιν, ἄνθρωπε, καὶ ἐν ἀσθενεῖ ζώῳ πολὺ τὸ πανοῦργον καὶ ἐπίβουλον καταμαθόντα· οἷόν τι λέγω· Ὁ καρκίνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου· ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου· ἀῤῥαγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο. Διὸ καὶ ὀστρακόδερμον προσηγόρευται. Καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν ποιεῖ; Ὅταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ᾽ ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου τὰς πτύχας ἑαυτοῦ διαπλῶσαν, τότε δὴ λάθρα ψηφῖδα παρεμβαλὼν, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περισχόμενος. Αὕτη ἡ κακία τῶν μήτε λόγου μήτε φωνῆς μετεχόντων. Τοιοῦτός ἐστιν ὁ πρὸς τὸν ἀδελφὸν πορευόμενος δόλῳ, καὶ ταῖς τοῦ πλησίον ἀκαιρίαις ἐπιτιθέμενος, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφῶν. Ἀλλ᾽ οὐκ ἂν παρέλθοιμι τὸ τοῦ πολύποδος δολερὸν καὶ ἐπίκλοπον, ὃς ὁποίᾳ ποτ᾽ ἂν ἑκάστοτε πέτρᾳ περιπλακῇ, τὴν ἐκείνης ὑπέρχεται χρόαν. Ὥστε τοὺς πολλοὺς τῶν ἰχθύων ἀπροόπτως νηχομένους τῷ πολύποδι περιπίπτειν, τῇ πέτρᾳ δῆθεν, καὶ ἕτοιμον γίνεσθαι θήραμα τῷ πανούργῳ.

Τοιοῦτοί εἰσι τὸ ἦθος οἱ τὰς ἀεὶ κρατούσας δυναστείας ὑπερχόμενοι, καὶ πρὸς τὰς ἑκάστοτε χρείας μεταρμοζόμενοι, μὴ ἐπὶ τῆς αὐτῆς προαιρέσεως βεβηκότες, ἀλλ᾽ ἄλλοι καὶ ἄλλοι ῥᾳδίως γινόμενοι, καὶ πρὸς τὴν ἑκάστου ἀρέσκειαν τὰς γνώμας μετατιθέμενοι. Οὓς οὐδὲ ῥᾴδιον ἐκκλῖναι, οὐδὲ τὴν ἀπ᾽ αὐτῶν φυλάξασθαι βλάβην, διὰ τὸ ἐν τῷ προσχήματι τῆς φιλίας βαθέως κατεσκευασμένην τὴν πονηρίαν κατακεκρύφθαι. Τὸ γὰρ μῖσος ἐν τῷ βάθει κατέχοντες, ἀγάπῃ δεικνύουσι κατακεχρωσμένην τὴν ἐπιφάνειαν, κατὰ τὰς ὑφάλους πέτρας, αἳ βραχεῖ ὕδατι καλυπτόμεναι, κακὸν ἀπροόρατον τοῖς ἀφυλάκτοις γίνονται. Χρὴ τοίνυν πρὸς τὰς διαβολὰς μὴ ἀποσιωπᾷν, οὐχ ἵνα διὰ τῆς ἀντιλογίας ἑαυτοὺς ἐκδικῶμεν, ἀλλ᾽ ἵνα μὴ συγχωρῶμεν εὐοδωθῆναι τῷ ψεύδει, καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ. Τρισὶ γὰρ ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται ὁ διαβάλλων τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ, καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ, καὶ αὐτὸς ἑαυτόν. Τὸ μὲν οὖν συκοφαντεῖν καὶ διαβάλλειν τινὰς ἐξ ἀκολάστου γλώσσης καὶ γνώμης ἀγνώμονος, πονηρῶν καὶ φιλαπεχθημόνων ἀνθρώπων ἔργον εἰδότες· τὸ δὲ, τοὺς ἐκ διαβολῆς δόξαντας εἶναι πονηροὺς, πάσῃ προθυμίᾳ πειρᾶσθαι τὸ ψεῦδος τοῖς ἐλέγχοις ἀποτρέπειν, ἀνδρῶν σωφρόνων, καὶ μετὰ τῆς ἰδίας εὐβουλίας τὴν τῶν πολλῶν ἀσφάλειαν περὶ πολλοῦ ποιουμένων.

Τὴν μὲν τῶν προτέρων κακίαν ἐκφύγωμεν, τῶν δὲ μὴ τοιούτων τὴν πολιτείαν ἐκζηλώσωμεν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.