Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος ΚΑ': Η ευτυχία, η δυστυχία και η αληθινή φρόνηση

Σκέψεις επί της αστάθειας των βιοτικών συνθηκών, της κριτικής λειτουργίας του λογικού και της αναγκαιότητας αναζήτησης πνευματικής καθοδήγησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 21 από 24

ΠΕΡΙ ΕΥΤΥΧΙΑΣ ΚΑΙ ΔΥΣΤΥΧΙΑΣ ΚΑΙ ΦΡΟΝΗΣΕΩΣ. ΛΟΓΟΣ ΚΑʹ. Οὔτε τὰ δεξιὰ καὶ περισπούδαστα τοῖς πολλοῖς τὸ ἑστὼς καὶ μόνιμον ἔχει, οὔτε τὰ περιστατικὰ τῶν πραγμάτων καὶ κατηφῆ παγίως ἥδρασται, ἀλλὰ πάντα σάλῳ τινὶ καὶ κλόνῳ καὶ μεταβολαῖς ἀδοκήτοις ὑπόκειται. Οὔτε γὰρ ὑγεία σώματος, οὔτε νεότητος ἄνθος, οὔτε εὐθηνία οἴκου, οὐχ ἡ λοιπὴ συμμετρία τοῦ βίου ἐπὶ πολὺ διαμένει· ἀλλ᾽ ἐν τῇ εὐοδίᾳ ὢν τοῦ βίου, ἐκδέχου ποτὲ καὶ χειμῶνα πραγμάτων.

Ἥξει γὰρ νόσος, ἥξει πενία, οὐκ ἀεὶ κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος. Ἀλλὰ καὶ τὸν περίβλεπτον ἐν πᾶσι καὶ ζηλωτὸν ἀδόκητοι πολλάκις ἀδοξίαι καταλαμβάνουσι· καὶ πᾶσαν εὐημερίαν τοῦ βίου, οἷον σπιλάδες τινὲς, περιστάσεις ἀβούλητοι συνετάραξαν. Καὶ ἡ συνέχεια τῶν κακῶν ὥσπερ κύματά σοί ἐστιν, ἄλλα ἐπ᾽ ἄλλοις ἐπεγειρόμενα. Ὄψει δέ ποτε καὶ ταῦτα παραδραμόντα, καὶ πρὸς ἱλαρότητα καὶ λευκὴν ὄντως γαλήνην τὸν βίον μεταβαλλόμενον.

Ὥσπερ γὰρ θάλασσαν ἀμήχανον τὴν αὐτὴν ἐπὶ πολὺ διαρκέσαι (τὴν γὰρ νῦν λείαν καὶ σταθηρὰν, μικρὸν ὕστερον ὄψει βίαις ἀνέμων τραχυνομένην· καὶ μέντοι καὶ τὴν ἀγριαίνουσαν καὶ βρασσομένην τῷ κλύδωνι, βαθεῖα γαλήνη ταχὺ κατεστόρεσεν), οὕτω καὶ τὰ τοῦ βίου πράγματα ῥᾳδίως λαμβάνει τὰς περιστροφὰς ἐφ᾽ ἑκάτερα. Διὰ τοῦτο κυβερνήτου χρεία, ἵνα καὶ ἐν γαλήνῃ τοῦ βίου, πάντων αὐτῷ κατὰ νοῦν προϊόντων, τὰς μεταβολὰς ἐκδέχηται, καὶ μὴ ὡς ἀθανάτοις τοῖς παροῦσιν ἐπαναπαύηται· καὶ ἐν τῇ σκυθρωποτέρᾳ καταστάσει μὴ ἀπελπίζῃ τῶν ἀγαθῶν, ὡς ἂν μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθεὶς ὑποβρύχιος φέρηται. Οὗτος γάρ ἐστιν ὁ νοήμων κυβερνήτης, ὁ ἐστοχασμένως τῆς ὑποκειμένης φύσεως μεταχειριζόμενος τὰ συμπίπτοντα, καὶ ὅμοιος ἀεὶ αὐτὸς ἑαυτῷ διαμένων, μήτε ἐπαιρόμενος ἐν ταῖς εὐθυμίαις, μήτε καταπίπτων ἐν ταῖς συμφοραῖς. Καίτοι κυβερνήτῃ μὲν οὐκ ἐφεῖται γαλήνην ποιεῖν ὅτε βούλεται, ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾷν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους θορύβους κατασιγάσωμεν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. Ἐπεὶ οἵγε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι, εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων.

Πολλοὶ δὲ πολλάκις πολλὰ συναθροίσαντες ἐκ νεότητος, περὶ τὰ μέσα τοῦ βίου γενόμενοι, ἐπαναστάντων αὐτοῖς πειρασμῶν ἐκ τῶν πνευμάτων τῆς πονηρίας, οὐκ ἤνεγκαν τοῦ χειμῶνος τὸ βάρος, διὰ τὸ τὴν κυβέρνησιν αὐτοῖς μὴ παρεῖναι, ἀλλὰ πάντων ἐκείνων τὴν ζημίαν ὑπέμειναν. Καὶ οἱ μὲν, Περὶ τὴν πίστιν ἐναυάγησαν· ἄλλοι δὲ, σωφροσύνην ἣν συνήγαγον ἐκ νεότητος, ὥσπερ καταιγίδος τινὸς τῆς πονηρᾶς ἡδονῆς ἐπιδραμούσης, ἀπώλεσαν. Ἐλεεινότατον θέαμα, μετὰ νηστείαν, μετὰ σκληραγωγίαν, μετὰ προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν εἴκοσί που ἐτῶν ἢ τριάκοντα, δι᾽ ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν, γυμνὸν ἁπάντων ἀποδειχθῆναι· καὶ παραπλήσιον γενέσθαι τὸν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνούμενον, ἐμπόρῳ τινὶ μεγαλοπλούτῳ, ὃς τῷ πλήθει τῶν ἀγωγίμων ἐπαγαλλόμενος, ἐξουρίας αὐτῷ τῆς νηὸς φερομένης, τὰ φοβερὰ πελάγη διαδραμὼν, πρὸς αὐτοῖς τοῖς λιμέσι διαῤῥαγέντος τοῦ πλοίου, πάντων ἀθρόον ἔρημος ἀπεδείχθη.

Τοὺς τοιούτους ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Ἔλεος γάρ ἐστι πάθος ἐπὶ τοὺς παρ᾽ ἀξίαν τεταπεινωμένους, παρὰ τῶν συμπαθῶς διατιθεμένων γινόμενον. Ἐλεοῦμεν τὸν ἐκ μεγάλου πλούτου πρὸς τὴν ἐσχάτην πενίαν καταπεσόντα, τὸν ἐκ τῆς ἄκρας εὐεξίας τοῦ σώματος εἰς τὴν ἐσχάτην ἀσθένειαν καταβληθέντα, τὸν ἐπὶ κάλλει καὶ ὥρᾳ σώματος ἀγαλλόμενον καὶ ὑπὸ τῶν αἰσχίστων παθῶν διαφθαρέντα. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἦμέν ποτε ἔνδοξοι ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς, ἐγενόμεθα δὲ ἄδοξοι καὶ ταπεινοὶ διὰ τὴν ἔκπτωσιν, ὁ Θεὸς ἡμῶν ἐλεεῖ, ὁρῶν ἡμᾶς οἷοι ἀνθ᾽ οἵων γεγόναμεν.

Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ ἀνεκαλεῖτο τῇ τοῦ ἐλέου φωνῇ, λέγων· Ἀδὰμ, ποῦ εἶ; Οὐ γὰρ διδαχθῆναι ἐζήτει ὁ πάντα εἰδὼς, ἀλλὰ νοῆσαι αὐτὸν ἐβούλετο οἷος ἀνθ᾽ οἵου γέγονε. Ποῦ εἶ; ἀντὶ τοῦ, Εἰς ποῖον πτῶμα κατελήλυθας ἀπὸ τηλικούτου ὕψους;

Χρὴ οὖν ὥσπερ δικαστὴν τὸν λόγον τὴν ἀνωτάτω χώραν παρ᾽ ἡμῖν λαχόντα, ἕκαστα κρίνειν καὶ ἐξετάζειν, τά τε δεκτέα καὶ μὴ, καὶ ταῖς συγκαταθέσεσι τῶν πραγμάτων, καὶ ταῖς ὁρμαῖς τῆς ψυχῆς, μετὰ ἀκριβοῦς ἐπικρίσεως ἐπιτρέπειν. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Παῦλος· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Μὴ τοίνυν πολυπραγμόνει τὸ μέλλον, ἀλλὰ τὰ παρόντα πρὸς τὸ χρήσιμον διατίθεσο. Τί γὰρ ὄφελος ἐκ τοῦ προλαβεῖν τὴν γνῶσιν; Εἰ μὲν ἀγαθὸν ἔσται τὸ ἐσόμενον, ἥξει, κἂν μὴ προγνῷς· εἰ δὲ λυπηρὸν, τί σοι τὸ κέρδος προδαπανᾶσθαι τῇ λύπῃ; Διπλοῦν ἐστι τὸ τῆς φρονήσεως ὄνομα. Ἡ μὲν γάρ ἐστι φυλακὴ τοῦ οἰκείου συμφέροντος μετὰ τῆς πλησίον ἐπιβουλῆς, οἵα ἡ τοῦ ὄφεως τὴν κεφαλὴν συντηροῦντος· ἥδε τις ἔοικεν εἶναι κακεντρέχεια τρόπων, ὀξέως τὸ ἴδιον λυσιτελὲς ἐξευρίσκουσα, καὶ συναρπάζουσα τοὺς ἀκεραιοτέρους, ὁποία ἡ τοῦ οἰκονόμου τῆς ἀδικίας. Ἡ δὲ ἀληθὴς φρόνησις, διάγνωσίς ἐστι τῶν ποιητέων καὶ οὐ ποιητέων· ᾗ ὁ κατακολουθῶν οὐδέποτε μὲν τῶν τῆς ἀρετῆς ἐκστήσεται ἔργων, οὐδέποτε δὲ τῷ ὀλέθρῳ τῆς κακίας περιπαρήσεται.

Ἐπειδὴ δὲ οὐκ αὐτάρκης ἕκαστος ἀφ᾽ ἑαυτοῦ εὑρίσκειν τὸ δέον· διὰ τοῦτο, εὐεργετῶν ἡμᾶς ὁ Θεὸς, συμβούλους, ἀλλ᾽ οὐχὶ ἐξουσιαστὰς δίδωσι. Βασιλέως μὲν γὰρ ἴδιον, ἐπιτάσσειν τοῖς ἀρχομένοις· συμβούλου δὲ, πείθειν ὑπὲρ τῶν συμφερόντων τοὺς βουλομένους.

Ὥστε καὶ ἡμῶν ἕκαστος, μὴ ὡς ἄρχοντα ἑαυτὸν, ἀλλ᾽ ὡς σύμβουλον παρὰ Κυρίου δεδομένον τῷ λαῷ, λογιζέσθω Οὕτως ἦν καὶ ὁ Παῦλος σύμβουλος τῆς Καινῆς Διαθήκης, λέγων· Γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος παρὰ Κυρίου. Μεγάλη δὲ εὐεργεσία, συμβούλου φρονίμου καὶ εὐνοϊκῶς ἔχοντος παρουσία, ἀναπληροῦντος τὸ τῆς συνέσεως ἐλλεῖπον τῶν βουλευομένων. Ὅσον δὲ τὸ ἀπὸ συμβουλῆς ὄφελος, δείκνυσι μάλιστα Μωϋσῆς, ὁ πάσῃ Αἰγυπτίων σοφίᾳ παιδευθεὶς, ὁ τῷ Θεῷ διαλεγόμενος, ὡς ἂν εἴ τις λαλήσει φίλος φίλῳ. Οὗτος ἔλαβε γνώμην παρὰ τοῦ πενθεροῦ αὐτοῦ Ἰωθὼρ, ὥστε καταστῆσαι χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ δεκάρχους, ἐπὶ τὸ κρίνειν τὸν λαόν. Καὶ Δαβὶδ δὲ συμβούλῳ ἐχρήσατο τῷ Χουσὶ, δι᾽ οὗ διεσκέδασε στρατηγικὴν γνώμην τοῦ Ἀχιτόφελ. Καὶ ὅλως, ἱερόν τι πρᾶγμα ἡ συμβουλὴ, γνώμης ἕνωσις, ἀγάπης καρπὸς, ταπεινοφροσύνης ἀπόδειξις. Ἀλαζονεία γὰρ δεινὴ, τὸ μηδενὸς οἴεσθαι χρῄζειν, ἀλλ᾽ ἑαυτῷ προσέχειν ὡς μόνῳ τὰ κράτιστα συμβουλεύσασθαι δυναμένῳ. Ἡμεῖς δὲ ὀκνοῦμεν ἑαυτοὺς ἐπιδοῦναι τοῖς τὰ δέοντα εἰσηγουμένοις, καὶ αἰσχυνόμεθα τοὺς συνετωτέρους ἡμῶν κατὰ τὸν βίον ὁμολογεῖν. Ὁ δὲ τὸν σύμβουλον ἀναμένων, καὶ τοῖς ἰδίοις λογισμοῖς καιρὸν δίδωσιν, ἐν χρόνῳ πλείονι μετὰ βασάνου καὶ προσοχῆς ἀνιχνεῦσαι τὸ δέον.

Πολὺ τοιγαροῦν τὸ ἀναγκαῖον καὶ χρήσιμον ἐκ τῆς συμβουλῆς τῷ βίῳ τῶν ἀνθρώπων, διὰ τὸ ἕνα μηδένα ἑαυτῷ ἐξαρκεῖν πρὸς ταῦτα, ἀλλὰ δεῖσθαι κοινωνῶν πλέον κατὰ τῶν συμφερόντων ἐκλογὴν, ἢ κατὰ τὰς ἐνεργείας τὰς σωματικάς. Ὥστε ἀσυμβούλευτος ἄνθρωπος, πλοϊόν ἐστιν ἀκυβέρνητον, ὡς ἔτυχε ταῖς φοραῖς τῶν πνευμάτων ἐνδεδομένον. Εἰ τοίνυν ἐν ταῖς περὶ τῶν τυχόντων σκέψεσι συμβούλους παραλαμβάνομεν, ὅταν ὑπὲρ ψυχῆς καὶ τῶν διαφερόντων αὐτῇ βουλευώμεθα, πῶς οὐχὶ καὶ τοὺς θαυμαστοὺς ἐπιζητητέον ἡμῖν; Ὁ δὲ, παρούσης συμβουλῆς ἀγαθῆς, τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορευόμενος τῆς ματαίας, ὅμοιός ἐστι τῷ Ῥοβοὰμ, ὃς ἀτιμάσας τὴν σώζουσαν γνώμην τῶν πρεσβυτέρων, ἠκολούθει τοῖς νεωτέροις τοῖς συνεκτραφεῖσιν αὐτῷ, δι᾽ οὓς καὶ τῶν δέκα φυλῶν τῆς βασιλείας ἐξέπεσεν.

Οὕτως αἱ κατὰ τῶν δικαίων βουλαὶ ἐπιστρέφουσιν ἐπὶ τὰς κεφαλὰς τῶν βουλευομένων, ὥσπερ ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων σωμάτων τὰ προσπεσόντα βέλη πρὸς τοὺς ἀφιέντας ἐπάνεισι. Φυλάσσει γὰρ Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.