Ἔργον
Μέγας Βασίλειος – Λόγοι ἠθικοί
Λόγος ΚΓ': Η πνευματική φύση και η υπεροχή της ψυχής
Διδασκαλία γύρω από την αυτοεπίγνωση, την υπεροχή του πνεύματος επί της σαρκός και την απόκτηση της αληθινής ψυχικής υγείας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος ΚΓ': Η πνευματική φύση και η υπεροχή της ψυχής
Διδασκαλία γύρω από την αυτοεπίγνωση, την υπεροχή του πνεύματος επί της σαρκός και την απόκτηση της αληθινής ψυχικής υγείας.
ΠΕΡΙ ΨΥΧΗΣ. ΛΟΓΟΣ ΚΓʹ. Τὸ τὴν πᾶσαν σπουδὴν εἰσφέρεσθαί τινα, ὅπως ὡς κάλλιστα αὐτῷ σῶμα ἕξοι, οὐ διαγινώσκοντός ἐστιν ἑαυτὸν, οὐδὲ συνιέντος τοῦ σοφοῦ παραγγέλματος· ὅτι οὐ τὸ ὁρώμενόν ἐστιν ὁ ἄνθρωπος, ἀλλά τινος δεῖ περιττοτέρας σοφίας, δι᾽ ἧς ἕκαστος ἡμῶν ὅ τί ποτέ ἐστιν ἑαυτὸν ἐπιγνώσεται. Τοῦτο δὲ μὴ καθηραμένοις τὸν νοῦν ἀδυνατώτερον, ἢ λημῶντι πρὸς τὸν ἥλιον ἀναβλέψαι. Οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατὸν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ θεῖα διδάγματα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. Εἰ γὰρ ἐπιλείπει τῇ ψυχῇ λογισμὸς ἀγαθὸς, δηλονότι ἐπιλείπει αὐτῇ φωτισμός· οὐ παρὰ τὸ ἐπιλείπειν τὸ φωτίζον, ἀλλὰ παρὰ τὸ νυστάζειν τὸ φωτισθῆναι ὀφεῖλον. Οὔτε γὰρ σώματι ζῇν μὴ ἀναπνέοντι δυνατὸν, οὔτε ψυχῇ συνεστάναι μὴ γνωριζούσῃ τὸν κτίσαντα· Θεοῦ γὰρ ἄγνοια, θάνατός ἐστι ψυχῆς. Οὐ δὴ οὖν τῷ σώματι δουλευτέον, ὅτι μὴ πᾶσα ἀνάγκη· ἀλλὰ τῇ ψυχῇ τὰ βέλτιστα ποριστέον, ὥσπερ ἐκ δεσμωτηρίου, τῆς πρὸς τὸ σῶμα κοινωνίας αὐτὴν διὰ φιλοσοφίας λύοντας, ἅμα δὲ καὶ τὸ σῶμα τῶν παθῶν κρεῖττον ἀπεργαζομένους. Οἱ γὰρ τοῦ μὲν σώματος, ὡς ἂν κάλλιστα ἔχοι, φροντίζοντες, τὴν δὲ χρησομένην αὐτῷ ψυχὴν ὡς οὐδενὸς ἀξίαν περιορῶντες, οὐδὲν διαφέρουσι τῶν περὶ μὲν τὰ ὄργανα σπουδαζόντων, τῆς δὲ δι᾽ αὐτῶν ἐνεργούσης τέχνης καταμελούντων.
Μήτε οὖν τοῖς σοῖς, μήτε τοῖς περὶ σὲ, ἀλλὰ σεαυτῷ μόνῳ πρόσεχε. Ἄλλο γάρ ἐσμεν ἡμεῖς αὐτοὶ, καὶ ἄλλο τὰ ἡμέτερα, καὶ ἄλλο τὰ περὶ ἡμᾶς. Ἡμεῖς μὲν γάρ ἐσμεν ἡ ψυχὴ καὶ ὁ νοῦς, καθ᾽ ὃν κατ᾽ εἰκόνα τοῦ κτίσαντος γεγενήμεθα· ἡμέτερα δὲ, τὸ σῶμα, καὶ αἱ δι᾽ αὐτοῦ αἰσθήσεις· περὶ ἡμᾶς δὲ, χρήματα, τέχναι, καὶ ἡ λοιπὴ τοῦ βίου κατασκευή.
Μὴ οὖν τῇ σαρκὶ πρόσεχε, μηδὲ τὸ ταύτης ἀγαθὸν ἐκ παντὸς τρόπου δίωκε· ἀλλὰ τὴν ψυχὴν κατακόσμει, καὶ ταύτης ἐπιμελοῦ, ὥστε πάντα τὸν ἐκ τῆς πονηρίας ἐπιγινόμενον αὐτῇ ῥύπον διὰ τῆς προσευχῆς ἀποκαθαίρεσθαι.
Οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς περιειλημμένην μερίμναις, καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσι, δυνατὸν ὑποδέξασθαι τοῦ ἁγίου Πνεύματος τὰς ἐλλάμψεις.
Φύσει μὲν οὖν εἶναι καλὸν ἡγεῖσθαι χρὴ τὸ τῆς ψυχῆς ἀγαθόν. Ψυχῆς δὲ θησαύρισμα, σώματος ἔνδεια· τούτου γὰρ πλουτοῦντος, ἐκείνη πένεται. Καὶ ὥσπερ ἐν ταῖς ῥοπαῖς τῶν ζυγῶν ἐὰν μίαν καταβαρύνῃς πλάστιγγα, κουφοτέραν πάντως τὴν ἀντικειμένην ποιήσεις· οὕτω καὶ ἐπὶ σώματος καὶ ψυχῆς, ὁ τοῦ ἑτέρου πλεονασμὸς ἀναγκαίαν ποιεῖται τὴν ἐλάττωσιν τοῦ ἑτέρου. Σώματος μὲν γὰρ εὐπαθοῦντος, καὶ πολυσαρκίᾳ βαρυνομένου, ἀνάγκη ἀδρανῆ καὶ ἄτονον εἶναι πρὸς τὰς οἰκείας ἐνεργείας τὸν νοῦν· ψυχῆς δὲ εὐεκτούσης, καὶ διὰ τῆς τῶν ἀγαθῶν μελέτης πρὸς τὸ οἰκεῖον μέγεθος ὑψουμένης, ἑπόμενόν ἐστι τὴν τοῦ σώματος ἕξιν καταμαραίνεσθαι.
Καὶ ὥσπερ οὐδεὶς ἡμᾶς λόγος διδάσκει τὴν νόσον μισεῖν, ἀλλ᾽ αὐτόματον ἔχομεν τὴν πρὸς τὰ λυποῦντα διαβολήν· οὕτω καὶ ψυχῇ ἐστί τις ἀδίδακτος ἔκκλισις τοῦ κακοῦ. Κακὸν δὲ, πᾶν ἀῤῥώστημα ψυχῆς· ἡ δὲ ἀρετὴ λόγον ὑγιείας ἐπέχει. Καλῶς γὰρ ὡρίσαντό τινες, ὑγίειαν εἶναι τὴν εὐστάθειαν τῶν κατὰ φύσιν ἐνεργειῶν. Ὃ καὶ ἐπὶ τῆς κατὰ ψυχὴν εὐεξίας εἰπών τις οὐχ ἁμαρτήσει τοῦ πρέποντος.
Οὐδεὶς γὰρ περιορᾷ τὸ ἑαυτοῦ τέκνον μέλλον καταπίπτειν εἰς βόθυνον, ἢ ἐμπεσὸν ἐναφίησι τῷ πτώματι· πόσον δὲ δεινότερον, ψυχὴν εἰς βάθος κακῶν ἐμπεσοῦσαν ἐναφεῖναι τῇ ἀπωλείᾳ; Δεῖ τοιγαροῦν τὴν ψυχὴν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ τοῦ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ Δεσπότῃ δὲ τῶν ὅλων ὑποτετάχθαι.
Καθάπερ δὲ φυτοῦ οἰκεία μὲν ἀρετὴ τῷ καρπῷ βρύειν ὡραίῳ, φέρει δέ τινα κόσμον καὶ φύλλα τοῖς κλάδοις περισειόμενα· οὕτω δὴ καὶ ψυχῆς προηγούμενος μὲν καρπὸς ἡ ἀλήθεια, οὐκ ἄχαρί γε μὴν οὐδὲ τὴν θύραθεν σοφίαν περιβεβλῆσθαι, οἷόν τινα φύλλα σκέπην τέ τινα τῷ καρπῷ καὶ ὄψιν οὐκ ἄωρον παρεχόμενα. Καὶ γὰρ οὐδεὶς γραφεὺς χαρακτῆρα σώματος οὕτως ἀκριβῶς ἐκλαβεῖν δύναται, ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόῤῥητα. Αὐτῆς τοίνυν ἐπιμελώμεθα, ὅση δύναμις, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.