Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος ἀσκητικὸς καὶ παραίνεσις περὶ ἀποταγῆς κόσμου

Μέγας Βασίλειος

Κλήση στον μοναχικό βίο και αποταγή του κόσμου

Η προτροπή για την ένταξη στη μοναχική πολιτεία, η καθολικότητα των ευαγγελικών εντολών ανεξαρτήτως βίου και η αναγκαιότητα της εγκατάλειψης των κοσμικών δεσμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ, καὶ παραίνεσις περὶ ἀποταγῆς βίου, καὶ τελειώσεως πνευματικῆς. Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, φησὶν ἡ θεία φωνὴ, εἴτε τὴν ἐκεῖ ἀνάπαυσιν, εἴτε τὴν ἐντεῦθεν αἰνιττομένη. Πλήν γε προσκαλεῖται ἡμᾶς, τοῦτο μὲν τὸν φόρτον τῆς πολυκτησίας διὰ τῆς εἰς τοὺς δεομένους ἀποθέσεως προτρέπουσα ἀποβάλλεσθαι· τοῦτο δὲ, τὸν ἐκ τούτου προσγινόμενον ἡμῖν ἐσμὸν τῶν ἁμαρτημάτων διὰ τῆς εὐποιίας καὶ ἐξαγορεύσεως ἀποῤῥίψαντας, προσδραμεῖν τῷ σταυροφόρῳ βίῳ τῶν μοναχῶν. Ὁ τοίνυν ὑπακοῦσαι Χριστῷ προῃρημένος, καὶ πρὸς τὸν πτωχὸν καὶ ἀπερίσπαστον βίον ἐπειγόμενος, θαυμαστὸς ὡς ἀληθῶς καὶ μακαριστός.

Ἀλλὰ, παρακαλῶ, μὴ ἀδοκιμάστως τοῦτο ποιείτω, μηδὲ ὑπογραφέτω ἑαυτῷ ἀνεκτότητα βίου, καὶ σωτηρίαν ἄμαχον· ἀλλὰ μᾶλλον προγυμναζέτω ἑαυτὸν πρὸς εὐδοκίμησιν ὑπομονῆς θλίψεων σωματικῶν τε καὶ πνευματικῶν, ἵνα μὴ, ἀπροσδοκήτοις ἑαυτὸν ἐμβαλὼν παλαίσμασιν, εἶτα ἀδυνατῶν πρὸς τὴν ἀντίστασιν τῶν ἐπερχομένων αὐτῷ δοκιμιῶν, εὑρεθῇ παλινδρομῶν πρὸς τὰ ἀφ᾽ ὧν ἐξελήλυθε, σὺν αἰσχύνῃ καὶ γέλωτι, μετὰ κατακρίσεως ψυχῆς ἐπανερχόμενος τῷ βίῳ, καὶ πολλοῖς σκάνδαλον γινόμενος, ἀδυναμίας ὑπολήψεις πᾶσιν ἐμποιῶν τῆς ἐν Χριστῷ πολιτείας, οὗ τὸν κίνδυνον ἴστε πάντες οἱ τὰ Εὐαγγέλια ἀναγινώσκοντες, ἐν οἷς λέγει ἡ θεία φωνή· Συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Οὐ γὰρ μόνον ὑπεύθυνος ἔσται τῇ καταδίκῃ τοῦ λειποταξίου, ἀλλὰ καὶ τῆς τῶν ἀνατρεπομένων ὑπ᾽ αὐτοῦ ἀπωλείας, κἂν δόξῃ φρενοβλαβέσι λογισμοῖς πείθειν ἑαυτὸν ἐν τῷ βίῳ διάγοντα ἀγαθοεργίαις ἐξευμενίζειν τὸ θεῖον· ὅπερ ἐστὶν αὐτῷ ἀδύνατον. Ὁ γὰρ μὴ ἰσχύσας ἐν τῷ δυσαμαρτήτῳ βίῳ διὰ τὸ ἀπερίσπαστον ἐνεγκεῖν τὰ παλαίσματα τοῦ ἐχθροῦ, πῶς ἐν τῷ πολυαμαρτήτῳ καὶ ὑπ᾽ αὐτοῦ ἀρχομένῳ βίῳ δυνήσεται κατορθῶσαί τι τῶν ἐναρέτων;

Ἵνα δὲ καὶ δοίη τις διορθοῦν ἑαυτοῦ τὸν οἰκεῖον βίον, τὸ ἔγκλημα τῆς τοῦ Χριστοῦ ἐγκαταλείψεως οὐκ ἐκφεύξεται, καθὰ καὶ οἱ ἐν τῷ Εὐαγγελίῳ δηλούμενοι μαθηταὶ, περὶ ὧν φησιν ὁ θεῖος εὐαγγελιστής· Πολλοὶ δὲ τῶν μαθητῶν ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι περιεπάτουν μετὰ Ἰησοῦ, λέγοντες· Σκληρός ἐστιν ὁ λόγος αὐτοῦ, τίς δύναται αὐτοῦ ἀκούειν; Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς, κηδόμενος τῆς ἡμῶν σωτηρίας, εἰς δύο διεῖλε βίους τὴν τῶν ἀνθρώπων διαγωγὴν, συζυγίαν λέγω καὶ παρθενίαν, ἵνα ὁ μὴ δυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας ἆθλον ἔλθοι ἐπὶ συνοίκησιν γυναικὸς, ἐκεῖνο εἰδὼς, ὡς ἀπαιτηθήσεται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ, καὶ τῆς πρὸς τοὺς ἐν συζυγίαις καὶ τεκνοτροφίαις ἁγίους ὁμοιώσεως.

Οἷος ἦν ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ Ἀβραὰμ, ὃς, τῇ τοῦ Θεοῦ προτιμήσει τὸν μονογενῆ θυσιάζων ἀσυμπαθῶς, ἐμεγαλαύχει, καὶ τὰς τῆς σκηνῆς αὐτοῦ θύρας διαπεπετασμένας εἶχε, πρὸς ὑποδοχὴν τῶν ἐπιξενοῦσθαι μελλόντων ἑτοιμαζόμενος. Οὐ γὰρ ἤκουσε· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς.

Καὶ τὰ μείζονα τούτων ἐπεδείξατο Ἰὼβ, καὶ ἕτεροι πλεῖστοι, Δαβίδ τε καὶ Σαμουήλ. Ἐν δὲ τῇ Νέᾳ Διαθήκῃ, οἷος Πέτρος ἦν, καὶ οἱ λοιποὶ τῶν ἀποστόλων. Ἀπαιτηθήσεται γὰρ πᾶς ἄνθρωπος τοὺς καρποὺς τῆς πρὸς Θεὸν ἀγάπης καὶ τὸν πλησίον, καὶ τῆς παρατροπῆς τῶν ἐντολῶν τούτων καὶ πασῶν τίσει δίκας. Καθὼς καὶ ὁ Κύριος ἐντοῖς Εὐαγγελίοις δηλοῖ λέγων· Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ, Ὃς οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα αὐτοῦ, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής.

Ἆρά σοι δοκεῖ καὶ τοῖς ὑπογυναίοις τεθεῖσθαι τὰ Εὐαγγέλια; Ἰδοὺ, σεσαφήνισταί σοι, ὡς πάντες ἄνθρωποι ἀπαιτηθησόμεθα τὴν πρὸς τὸ Εὐαγγέλιον ὑπακοὴν, μοναχοί τε καὶ οἱ ἐν συζυγίαις. Ἀρκέσει γὰρ τῷ ἐπὶ γάμον ἐλθόντι ἡ συγγνώμη τῆς ἀκρασίας καὶ τῆς πρὸς τὸ θῆλυ ἐπιθυμίας τε καὶ συνουσίας· τὰ δὲ λοιπὰ τῶν ἐντολῶν πᾶσιν ὁμοίως νενομοθετημένα οὐκ ἀκίνδυνα τοῖς παραβαίνουσι.

Καὶ γὰρ εὐαγγελιζόμενος ὁ Χριστὸς τὰ τοῦ Πατρὸς ἐντάλματα, τοῖς ἐν τῷ κόσμῳ διελέγετο· εἰ δέ που συνέβη καὶ κατ᾽ ἰδίαν ἐπερωτηθέντα αὐτὸν ἀποκρίνασθαι τοῖς αὑτοῦ μαθηταῖς, διεμαρτύρατο λέγων· Ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω. Μὴ τοίνυν ἀναπέσῃς, ὦ οὗτος, ὁ πρὸς κοινωνίαν γυναικὸς προῃρημένος, ὡς ἐπ᾽ ἐξουσίας ἔχων τὸν κόσμον περιβαλέσθαι.

Πλειόνων γάρ σοι πόνων καὶ φυλακῆς χρεία πρὸς τὴν τῆς σωτηρίας ἐπιτυχίαν· ἅτε δὴ καὶ ἐν μέσῳ τῶν παγίδων καὶ τοῦ κράτους τῶν ἀποστατικῶν δυνάμεων οἰκεῖν ἐκλεξαμένῳ, καὶ τοὺς ἐρεθισμοὺς τῶν ἁμαρτιῶν ἐν ὄψεσιν ἔχοντι, καὶ πρὸς τὴν αὐτῶν ἐπιθυμίαν νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν ἐκμοχλευομένῳ πάσας σου τὰς αἰσθήσεις. Γίνωσκε τοίνυν, ὡς οὐ διαδράσεις τὴν πρὸς τὸν ἀποστάτην παλαίστραν, οὐδὲ τῆς τούτου νίκης καθάψῃ ἄνευ πόνων πολλῶν τῶν ἐπὶ φυλακῇ τῶν εὐαγγελικῶν δογμάτων. Πῶς γὰρ δυνήσῃ ἀρνήσασθαι τὴν πρὸς τὸν ἐχθρὸν μάχην, ἐν τῷ σκάμματι τῆς μάχης διάγων;

Ὅπερ ἐστὶ πᾶσα ἡ ὑπ᾽ οὐρανὸν γῆ, ἐν ᾗ ἐμπεριάγειν τοῦτον καὶ ἐμπεριπατεῖν, ὡς κύνα λυττῶντα, ζητοῦντα τίνα καταπίῃ, ὑπὸ τῆς τοῦ Ἰὼβ γραφῆς διδασκόμεθα. Εἰ τοίνυν ἀρνῇ τὴν πρὸς τὸν ἀνταγωνιστὴν μάχην, μέτελθε εἰς ἕτερον κόσμον, ἐν ᾧ αὐτὸς οὐκ ἔστι· καὶ ὑπάρξει σοι ἡ τῆς πρὸς αὐτὸν πάλης ἄρνησις, καὶ τῶν εὐαγγελικῶν δογμάτων ἀκίνδυνος ἀργία. Εἰ δὲ τοῦτο ἀδύνατον, σπεῦδε πρὸς τὴν μάθησιν τῆς κατ᾽ αὐτοῦ ἀθλήσεως, διδασκόμενος ὑπὸ τῶν Γραφῶν παλαισμάτων τέχνην· ἵνα μὴ, ἐξ ἀγνοίας ἡττηθεὶς ὑπ᾽ αὐτοῦ, τῷ αἰωνίῳ πυρὶ παραδοθῇς. Καὶ ταῦτα μὲν ὅμως ἐν παραδρομῇ πρὸς τοὺς ἐν συζυγίαις ἀκινδύνως τῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ φυλακῆς καταμελοῦντας εἰρήσθω.

Σὺ δὲ, ὁ τῶν οὐρανίων πολιτευμάτων ἐραστὴς, καὶ τῆς ἀγγελικῆς διαγωγῆς πραγματευτὴς, καὶ τῶν ἁγίων μαθητῶν τοῦ Χριστοῦ συστρατιώτης γενέσθαι ἐπιθυμῶν, τόνωσον σεαυτὸν πρὸς τὴν ὑπομονὴν τῶν θλίψεων, καὶ ἀνδρείως πρόσελθε τῇ συγκλήτῳ τῶν μοναχῶν· καὶ ἐν μὲν τῇ ἀρχῇ τῆς ἀποταγῆς σου ἀνδρίζου, μὴ καθελκυσθῆναι ὑπὸ τῆς προσπαθείας τῶν κατὰ σάρκα συγγενῶν, τῇ ἀνταλλαγῇ τῶν θνητῶν πρὸς τὰ ἀθάνατα ἐνισχυόμενος· ἡνίκα δὲ τῶν προσόντων σοι πραγμάτων ποιῇ τὴν ἀπόθεσιν, ἔσο ἀκαμπὴς, προπέμπειν αὐτὰ εἰς οὐρανοὺς πληροφορούμενος, τοῖς μὲν κόλποις τῶν πτωχῶν ἐναποκρύπτων αὐτὰ, παρὰ δὲ Θεῷ εὑρίσκων σὺν πολλῇ τῇ προσθήκῃ. Φίλων δὲ καὶ συνήθων διασπώμενος, μὴ γενοῦ περιθλιβὴς, Χριστῷ συναπτόμενος τῷ ὑπὲρ σοῦ σταυρωθέντι· οὗ τί ἂν λογιστέον ἡμῖν φιλικώτερον;