Ἡνίκα δὲ συνεργίᾳ Θεοῦ τὴν πρώτην ταύτην πυγμὴν νικήσῃς τὸν σὸν ἐχθρὸν, μὴ ῥίψῃς σεαυτὸν ὥσπερ τι τῶν ἀτίμων σκευῶν. Ἤδη γὰρ τῇ ἀποταγῇ τῶν γηίνων πραγμάτων τετίμηκας σεαυτὸν παρὰ Χριστῷ· ἀλλ᾽ ἐν πολλῇ φροντίδι καὶ περινοίᾳ ποίησαι εὑρεῖν ἄνδρα πρόοδον τῆς σῆς πολιτείας ἀπλανῆ, καλῶς ἐπιστάμενον ὁδηγεῖν τοὺς πρὸς Θεὸν πορευομένους, κομῶντα ταῖς ἀρεταῖς, ἐκ τῶν οἰκείων ἔργων τὴν μαρτυρίαν ἔχοντα τῆς πρὸς Θεὸν ἀγάπης, γνῶσιν ἔχοντα τῶν θείων Γραφῶν· ἀπερίσπαστον, ἀφιλάργυρον, ἀπράγμονα, ἡσύχιον, θεοφιλῆ, φιλόπτωχον, ἀόργητον, ἀμνησίκακον, πολὺν εἰς οἰκοδομὴν τῶν ἐγγιζόντων αὐτῷ, ἀκενόδοξον, ἀνυπερήφανον, ἀκολάκευτον, ἀπερίτρεπτον, μηδὲν προτιμῶντα τοῦ Θεοῦ. Καὶ εἰ εὕροις τοιοῦτον, ἔκδος σεαυτὸν αὐτῷ, ἅπαν θέλημα σὸν ἀποπτύσας καὶ ἔξω ῥίψας, ἵνα εὑρεθῇς ὡς καθαρὸν ἀγγεῖον, τὰ ἐν σοὶ βαλλόμενα ἀγαθὰ διατηρῶν πρὸς ἔπαινόν σου καὶ δόξαν. Εἰ γάρ τι ἐγκαταλίπῃς ἑαυτῷ τῶν προϋπαρξάντων ἐν σοὶ παθῶν, εἰς ὀξίνην μεταποιήσας τὰ ἐμβεβλημένα ἐν σοὶ ἀγαθὰ, ἔξω βληθήσῃ, ὥσπερ τι τῶν ἀχρήστων σκευῶν.