Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος ἀσκητικὸς καὶ παραίνεσις περὶ ἀποταγῆς κόσμου

Μέγας Βασίλειος

Ασκητικοί κίνδυνοι και ο αγώνας κατά των σωματικών παθών

Προειδοποιήσεις για την άσκοπη έξοδο στον κόσμο και τις ακατάλληλες συναναστροφές, καθώς και η αντιμετώπιση του πάθους της γαστριμαργίας μέσω της αυστηρής εγκράτειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Μετάνοια σωτηρία· ἄνοια δὲ, μετανοίας θάνατος. Κρύπτε σεαυτὸν ἀπὸ τῶν εἰκαιοτέρων ἀνθρώπων· φανεροῦ δὲ σεαυτὸν, ὡς τὰ πολλὰ, τῷ Θεῷ. Πᾶσαν προέλευσιν παραιτοῦ, ὅσον ἐστὶν ἐν σοὶ, φεύγων τὰς τῆς καρδίας σου διαχύσεις. Ἐξῆλθες γάρ σου τῆς κέλλης; Ἀπέλιπες τὴν ἐγκράτειαν· ἐνέκυψας τῷ κόσμῳ· συνέτυχες πόρνῃ γυναικὶ, ἥ σου καταγοητεύσασα, τοῖς μὲν ἐρεθιστικοῖς λόγοις τὰς ἀκοὰς, τῇ δὲ τοῦ προσώπου περικαλλείᾳ τὰς ὄψεις, λίχνοις δὲ τοῖς ἐδέσμασι τὰς γεύσεις, ὥσπερ ἀγκίστρῳ, ἄξει πρὸς ἑαυτήν· εἶτα περιπλακεῖσά σου τοῖς μέλεσι, καὶ ἐνστερνισαμένη ἑαυτῇ, καταμαλάσσει σου τὸ σταθερὸν τῆς πρὸς τὴν ἐγκράτειαν ἐπιθυμίας· οὕτω τε ἠρέμα ὑφελκύσασά σε τῆς κατ᾽ ἀρετὴν πολιτείας ἐν ἑαυτῇ διαφθείρει. Εἰ δέ που καὶ βοηθούμενος ὑπὸ τοῦ Θεοῦ διαδρᾶναι δυνηθῇς τὰ ταύτης δίκτυα, ἐπανῆκες μὲν τῇ κέλλῃ, ἀλλ᾽ οὐχ ὁ αὐτός· πάρετος δέ τις καὶ νενοσηκὼς, καὶ πρὸς ἅπαν ἔργον τῶν ἀρετῶν δυσάρεστος, πολλῷ δὲ χρόνῳ ἐπανελθεῖν εἰς τὴν οἰκείαν ἕξιν δυνάμενος.

Στενοχωρήσει γάρ σε τοῖς λογισμοῖς ἡ πρὸς ἑκάτερον βίον ἐπιθυμία· καὶ πολλῷ καμάτῳ δυνήσῃ δοῦναι τῇ ψυχῇ τὰ νικητήρια. Εἰ τοίνυν συμβῇ σε κατὰ περίστασίν τινα ἐκδημῆσαι τῆς κέλλης, περιτεθωρακισμένος τὸν φόβον τοῦ Θεοῦ, καὶ ἐνιδρυσάμενος τῇ χειρὶ τὴν ἀγάπην τοῦ Χριστοῦ, καταπαλαίσας πάσῃ ἐγκρατείᾳ τὰς τῶν ἡδονῶν προσβολὰς, αὐτίκα τῆς χρείας γενομένης, ἀποπήδησον, μὴ ἐγχρονίσας, ἀλλ᾽ ὀξεῖ τῷ πτερῷ χρησάμενος πρὸς τὴν ἐπάνοδον, ὥσπερ τις ἄκακος περιστερὰ, πρὸς τὴν ἐκπέμψασάν σε κιβωτὸν αὐτομολήσας, ἐν στόματι φέρων τὰ ἐλέη Χριστοῦ· οὕτω τε πείθων τοὺς λογισμοὺς τοὺς ἔνδον ἄβατον εἶναι τὴν ἐπὶ παντὸς ἑτέρου τόπου σωτηριώδη ἀνάπαυσιν. Νέος ὢν εἴτε τὴν σάρκα εἴτε τὸ φρόνημα, φεῦγε τὴν συνδιαγωγὴν τῶν ὁμηλίκων, καὶ ἀποδίδρασκε ἀπ᾽ αὐτῶν, ὡς ἀπὸ φλογός. Πολλοὺς γὰρ ἐμπρήσας δι᾽ αὐτῶν ὁ ἐχθρὸς τῷ αἰωνίῳ πυρὶ παρέδωκε, πνευματικῇ δῆθεν ἀγάπῃ εἰς τὸ τῶν πενταπολιτῶν μυσαρὸν βάραθρον ἐγκαταστρέψας αὐτούς. Καὶ τοὺς ἐν τῷ πελάγει καὶ παντὶ ἀνέμῳ καὶ κλύδωνι διασωθέντας, εἴσω τῶν λιμένων ἀμεριμνοῦντας, σὺν αὐτάνδρῳ τῷ σκάφει τῷ βυθῷ παρέδωκεν. Ἐν καθέδρᾳ πρὸ πολλοῦ καθέσθητι ἀπ᾽ αὐτοῦ. Ἐν ἀνακλίσει ὕπνου μὴ γειτνιαζέτω σου τὰ ἐνδύματα τοῖς ἐκείνου· μᾶλλον δὲ κέχρησο γέροντι μεσίτῃ.

Ἡνίκα δέ σοι διαλέγεται, ἢ ἀντιπρόσωπος ψάλλει, κάτω νεύων ἀντίφθεγξαι αὐτῷ, μήπως, τῇ εἰς τὰ πρόσωπα ἐνατενίσει σπέρμα ἐπιθυμίας ὑπὸ τοῦ ἐπισπορέως ἐχθροῦ δεξάμενος, δράγματα φθορᾶς καὶ ἀπωλείας καρποφορήσῃς.

Ἐν οἴκῳ ἢ ἐν τόπῳ, οὗ οὐκ ἔστιν ὁ βλέπων τὰ ἔργα ὑμῶν, μὴ εὑρεθῇς μετ᾽ αὐτοῦ, προφάσει μελέτης θείων λογίων, ἢ ἑτέρας ὁποιασοῦν καὶ ἀναγκαιοτάτης χρείας. Οὐδὲν γὰρ ἀναγκαιότερον ψυχῆς, ὑπὲρ ἧς Χριστὸς ἀπέθανεν. Μὴ πίστευε δολουργῷ λογισμῷ ὑποτιθεμένῳ σοι τὸ ἀσκανδάλιστον εἶναι· αὐτὸ τοῦτο σκάνδαλον εἶναι πληροφορούμενος πολλῇ τῇ πείρᾳ τῶν πεπτωκότων προφανῆ σοι ταῦτα παρασχόμενον.

Πίστευε τοῖς ἐμοῖς λόγοις ἐκ φιλαδέλφου καρδίας προφερομένοις. Πρόστρεχε γέρουσι δυσεντεύκτοις, οἵτινες λόγοις μὲν παροιμιῶν ἀλείφουσι τοὺς νέους πρὸς τὰς ἐναρέτους πράξεις, βλάπτουσι δὲ προσώπῳ οὐδαμῶς. Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. Ὥσπερ γὰρ χρυσὸς κατασκοπεῖται μὲν ἀδιαλείπτως ὑπὸ τῶν κλεπτῶν ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, ἁρπάζεται δὲ ἀπροσδοκήτως, καὶ οὐ γινώσκεις· ὅρα μή σε πλανήσῃ ὁ ἐχθρὸς τῇ τοῦ προπάτορος ἁμαρτίᾳ, καὶ τὸ τάχος σε ἐκβάλῃ τοῦ παραδείσου τῆς τρυφῆς. Ὁ γὰρ τὸν Ἀδὰμ τῇ τῆς βρώσεως κλοπῇ ὑφελκύσας τῆς ζωῆς, προσδοκήσας τε καὶ Ἰησοῦν ὑποσκελίζειν, οὐκ ἐντραπήσεται πολλῷ μᾶλλον καὶ σοὶ κεράσαι τὸ πρῶτον αἴτιον τῶν κακῶν, ἰσχυρὸν δηλητήριον τοῦτο γινώσκων. Τὸ γὰρ τῆς γαστριμαργίας πάθος οὐκ ἐν πλήθει βρωμάτων τὴν ἰδίαν ἰσχὺν ἐπιδείκνυσθαι πέφυκεν, ἀλλ᾽ ἐν ἐπιθυμίᾳ καὶ μικρᾷ γεύσει. Εἰ τοίνυν ἐπιθυμία βραχείας τινὸς γεύσεως ἰσχύσει σε ὑποβάλλειν τῷ τῆς γαστριμαργίας πάθει, ἀκαμάτως σε τῷ θανάτῳ παραδώσει. Ὥσπερ γὰρ φύσις τις ὕδατος πολλοῖς ὁλκοῖς προσδιαιρουμένη πάντα τὸν περὶ τοὺς ὁλκοὺς τόπον θάλλειν παρασκευάζει· οὕτω καὶ τὸ τῆς γαστριμαργίας πάθος, εἰ ἀναδοθῇ σου τῇ καρδίᾳ, πάσας σου τὰς αἰσθήσεις ποτίζον, ὕλην κακίας ἐν σοὶ καταφυτεῦσαν, θηρίων κατοικητήριον τὴν σὴν ψυχὴν καταστήσει.

Πολλοὺς γὰρ ἐγὼ πάθεσι κρατηθέντας εἶδον ἐν ὑγείᾳ γενομένους, ἕνα δὲ ἐκ πάντων λαθροφάγον, ἢ γαστρίμαργον οὐκ εἶδον, ἀλλ᾽ ἢ ἀποῤῥαγέντας τοῦ ἐγκρατοῦς βίου, καὶ τῷ κόσμῳ διαφθαρέντας, ἢ τοῖς ἐγκρατέσιν ἐναποκρύπτεσθαι πειρωμένους, καὶ τῷ διαβόλῳ τῇ ἡδυπαθείᾳ συνασπιζομένους.

Ψεῦσται γάρ εἰσιν οὗτοι, πολύορκοι, ἐπίορκοι, ἀντιστάται, ἀντιπλῆκται, ἀνακράκται, ἀρνησίφαγοι, ἀνελεύθεροι, ἁβροδίαιτοι, μεμψίμοιροι, ἐρευνηταὶ, σκοτεινοχαρεῖς, πάσης τῆς ἐναρέτου πολιτείας ἀντεργάται ἑκούσιοι. Ἵνα γὰρ τὸ τῆς γαστριμαργίας πάθος σκεπάσωσι, τῷ ἐσμῷ τῶν κακῶν περιπίπτουσιν· οἵτινες τῷ μὲν σχήματί εἰσιν ἐν τοῖς σωζομένοις, τοῖς δὲ πράγμασιν ἐν τοῖς κατακεκριμένοις.

Αὕτη τὸν Ἀδὰμ θανάτῳ παρέδωκε, καὶ τῷ κόσμῳ συντέλειαν ἐπήγαγε διὰ τὴν τῆς γαστρὸς ἡδονήν. Νῶε γελᾶται, Χὰμ κεκατήραται, Ἡσαῦ τῶν πρωτοτοκίων ἐκπίπτει, καὶ τοῖς Χαναναίοις ἐπιγαμβρεύεται, Λὼτ θυγατρόγαμος γίνεται, γαμβρὸς ἑαυτοῦ καὶ πενθερός· ὁ πατὴρ ἀνὴρ, καὶ ὁ πάππος πατὴρ, ἑκατέρωθεν τοὺς ὅρους τῆς φύσεως ἐνυβρίζων. Αὕτη καὶ τὸν Ἰσραὴλ εἰδώλου προσκυνητὴν ἐποίησε, καὶ τούτων τὰ κῶλα ἐν τῇ ἐρήμῳ πεσεῖν παρεσκεύασεν.

Αὕτη καί τινα τῶν προφητῶν, ἐπὶ ἐλέγχῳ ἀνοσιουργοῦ βασιλέως ἀπὸ Θεοῦ ἀποσταλέντα, ἀγρίου θηρὸς βορὰν πεποίηκε· καὶ ὃν οὐκ ἴσχυσεν Ἱεροβοὰμ ὁ βασιλεὺς σὺν πάσῃ τῇ βασιλικῇ δυνάμει ἀμύνασθαι, τῇ τῆς γαστρὸς ἀπάτῃ ληφθεὶς, ἐλεεινὸν θάνατον ἀποφέρεται.

Δανιὴλ δὲ ὁ ἐπιθυμιῶν ἀνὴρ, κρατήσας γαστρὸς, βασιλείας Χαλδαίων κατεκυρίευσεν, εἰδώλων καθαιρέτης γενόμενος, καὶ δράκοντος ἀναιρέτης, λεόντων παιδαγωγὸς, ἐνανθρωπήσεως Θεοῦ προαγορευτὴς, καὶ μυστηρίων ἀποκρύφων ἐξηγητής. Γαστρὸς ἡδονῆς ἀνώτεροι φανέντες οἱ τρεῖς ἅγιοι παῖδες, ὀργῆς βασιλικῆς ὑπερεφρόνησαν, καὶ τῆς φοβερᾶς ἐκείνης καμίνου τῆς καιομένης, ἣν ἴσχυσεν ἀνάψαι Ναβουχοδονόσορ ὁ βασιλεὺς, ἀπτοητὶ κατετόλμησαν. Εἰκόνα χρυσῆν θεοποιουμένην ἀργὴν ἀπέδειξαν· καὶ τὴν ἐν πολλῷ χρόνῳ κατασκευασθεῖσαν ὑπὸ τοῦ Σατανᾶ ἐφ᾽ ὕβρει τῆς τοῦ Θεοῦ δόξης, λάφυρα λαβόντες, τῷ ἰδίῳ Δεσπότῃ προσενηνόχασιν. Αὐτὸν τὸν ἔχθιστον βασιλέα, καὶ ἅπαν τὸ κατὰ τοῦ Θεοῦ στρατόπεδον σὺν πάσῃ τῇ κτίσει ὑμνῳδεῖν τὸν Θεὸν παρεσκεύασαν.

Καὶ, ἵνα πάντα συνελὼν εἴπω, εἰ κρατήσεις γαστρὸς, οἰκήσεις τὸν παράδεισον· εἰ δὲ οὐ κρατήσεις, γέγονας θανάτου παρανάλωμα. Γενοῦ πιστὸς θησαυρὸς τῶν ἀρετῶν, καὶ ἔχε κλεῖδα τὴν τοῦ πνευματικοῦ σου πατρὸς γλῶσσαν. Αὕτη σου ἀνοιγέτω τὸ στόμα πρὸς μετάληψιν ἄρτου, καὶ αὕτη ἀποκλειέτω. Μὴ παραδέξῃ σύμβουλον τὸν ὄφιν, ἀντὶ καλῆς συμβουλίας συλαγωγῆσαί σε θέλοντα. Μέχρι γεύσεως γλώσσης φυλάττου λαθροφαγίας ἁμαρτίαν.