Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος ἀσκητικὸς καὶ παραίνεσις περὶ ἀποταγῆς κόσμου

Μέγας Βασίλειος

Κανόνας προσευχής, διακονία και καθημερινή ευταξία

Οδηγίες για τη φύλαξη των αισθήσεων, την τήρηση των ωρών της προσευχής και των αγρυπνιών, την ταπεινή προσφορά της εργασίας και την καρτερία στο κελί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 4

Εἰ γάρ σε ἐν μικρῷ τρέψαι ἰσχύσει, ἔβαλέ σε τῇ πάλῃ, καὶ συνέχει σε τοῖς δεσμοῖς. Μὴ ὕπεχε τὰ ὦτά σου παντὶ λαλοῦντι, καὶ μὴ ἀποκρίνου παντὶ ἀδολεσχοῦντι, ἐν ὁμιλίαις τῷ σκοπῷ τῆς ἀσκήσεως μὴ συμβαινούσαις.

Ἀγαθῶν διδαγμάτων γίνου ἀκροατὴς, καὶ τῇ τούτων μελέτῃ συντήρει σὴν καρδίαν. Φύλαττέ σου τὰ ὦτα ἀπὸ κοσμικῶν διηγημάτων, μήπως ῥαντίσματι βορβόρου τὴν ψυχήν σου σπιλώσῃς. Μὴ κάμνε ἐνακροᾶσθαι τὰ παρ᾽ ἑτέρων λαλούμενα, μηδὲ βάλλε κεφαλήν σου ἐν μέσῳ τῶν ὁμιλούντων· ἵνα μὴ καὶ σὺ μυκτηρισθῇς, καὶ αὐτοὺς καταλάλους ποιήσῃς. Μὴ ἔσο περίεργος, μηδὲ πάντα βλέπειν θέλε, ἵνα μὴ ἰχῶρας παθῶν τῇ διανοίᾳ σου κατάσχῃς. Χρειωδῶς ὅρα, χρειωδῶς ἄκουε, χρειωδῶς λάλει, χρειωδῶς ἀποκρίνου.

Ἐπὶ μείζονί σου μὴ προπετεύσῃ καθίσαι. Εἰ δὲ καὶ προτραπῇς, μὴ γίνου συγκάθεδρος, ἀλλὰ περιβλεψάμενος ὧδε κἀκεῖσε, σπεῦσον εὑρέσθαι ὑποβαίνουσαν καθέδραν, ἵνα σε δοξάσῃ ὁ Θεὸς τῇ ταπεινώσει. Ἐρωτώμενος, ἀποκρίνου πρεπούσῃ φωνῇ καὶ ταπεινῇ· μὴ ἐρωτώμενος, ἡσυχίαν ἄγε. Ἑτέρου ἐρωτωμένου, σφίγγε τὸ στόμα σου, μὴ, ἐκ προπετοῦς καρδίας συνωθουμένη ἡ γλῶσσά σου διαδρᾶσα, πλήξῃ τινὰ τῶν ἀκριβούντων τὴν ἄσκησιν, καὶ ὑπὸ τὰ δεσμὰ τῶν ἐγκλημάτων σε καταστήσῃ. Καθεζόμενος δὲ, οὐκ ἐπιτρέψεις τῷ ἑτέρῳ ποδὶ τὸ σκέλος σου· ἀπροσεξίας γὰρ τοῦτο, καὶ μετεωριζομένης ψυχῆς. Διαλεγόμενος τῷ ἐλαχιστοτέρῳ σου, ἢ καὶ ἐρωτώμενός τι παρ᾽ αὐτοῦ, οὐ ποιήσεις ῥᾳθύμως τὰς ἀποκρίσεις, ὑπερφρονῶν τοῦ ἀδελφοῦ ἐπὶ ὕβρει Θεοῦ. Ὁ γὰρ ἀτιμάζων πένητα παροξύνει τὸν ποιήσαντα αὐτὸν, φησὶν ἡ Παροιμία. Προπηδάτω ὁ τῆς παρακλήσεως λόγος τῶν λοιπῶν σου ῥημάτων, κυρῶν σου τὴν τοῦ πλησίον ἀγάπην. Τιθέσθω καὶ μέσος, καὶ πληρέστατος τῆς διαλέξεως, ἐν φαιδρῷ τῷ προσώπῳ, ἵνα δῷς εὐφροσύνην τῷ σοι διαλεγομένῳ. Ἐν παντὶ κατορθώματι τοῦ πλησίον σου εὐφραίνου, καὶ δόξαζε τὸν Θεόν· σὰ γάρ εἰσι τὰ ἐκείνου κατορθώματα, ὡς καὶ τὰ σὰ ἐκείνου. Τὰς πρωτοκλισίας καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συνελεύσεσι παραιτοῦ· τὸν δὲ ἔσχατον τόπον μεταδίωκε, ἵνα ἀκούσῃς μᾶλλον· Φίλε, προσανάβηθι.

Ἐπὶ τραπέζης μὴ ἀτακτείτω ἡ χείρ σου ἡ ἀριστερὰ, μηδὲ καταυθεντείτω τῆς δεξιᾶς.

Ἀργείτω δὲ μᾶλλον· εἰ δὲ μὴ, κἂν ὑπουργείτω τῇ δεξιᾷ. Ἐν πάσῃ προσευχῆς σου προσκλήσει ὑπηχείτω τὸ στόμα σου, καὶ μέχρις ἐσχάτης προσευχῆς παράμενε τῷ κανόνι, μεγάλην ζημίαν ἡγούμενος τὴν ἀπόλειψιν. Εἰ γὰρ σιτούμενος διὰ τὴν τῆς σαρκός σου σύστασιν δυσαποσπάστως ἔχεις πρὸς τὴν τράπεζαν πρὸ τῆς κατὰ χρείαν συμπληρώσεως, καὶ οὐκ ἂν ῥᾳδίως τοῦτο ποιήσεις ἄνευ πολλῆς ἀνάγκης· πόσῳ δεῖ μᾶλλον τῇ πνευματικῇ σε τροφῇ παραμένειν, καὶ τῇ προσευχῇ ἐνισχύειν τὴν σεαυτοῦ ψυχήν; Ὅσον γὰρ διαφέρει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, καὶ τὰ ἐν οὐρανῷ τῶν ἐν γῇ, τοσοῦτον διαφέρει ψυχὴ σώματος.

Ψυχὴ οὐρανοῦ μίμημα· ἐν αὐτῇ γὰρ κατοικεῖ ὁ Κύριος· σὰρξ δὲ ἐκ γῆς ὑπάρχει, ἐν ᾗ κατοικοῦσι θνητοὶ ἄνθρωποι καὶ ἄλογα ζῶα. Τοίνυν συμμέτρει πρὸς τὰς ὥρας τῶν προσευχῶν τὰς χρείας τοῦ σώματος, καὶ ἕτοιμος γίνου μὴ ὑπακούειν λογισμῷ ἀποσπῶντί σε τοῦ κανόνος. Ἔθος γὰρ τοῖς δαίμοσι κατὰ τὰς ὥρας τῶν προσευχῶν, προφάσει δῆθεν εὐλόγου αἰτίας, ἐπείγειν ἡμᾶς πρὸς ὑποχώρησιν, ἵνα ἀπαγάγωσιν ἡμᾶς εὐλογοφανῶς τῆς σωτηριώδους εὐχῆς.

Μὴ εἴπῃς προφασιζόμενος, Οἴμοι τὴν κεφαλὴν, οἴμοι τὴν κοιλίαν, ὀδύνης ἀνυπάρκτου ἀδήλους μάρτυρας προϊσχόμενος, καὶ ἀναπαύσεως χάριν ἐνδιδοὺς τῇ εὐτονίᾳ τῆς ἀγρυπνίας. Ἀλλὰ μᾶλλον ἔχε κρυπτὰς προσευχὰς, ἃς βλέπει ὁ Θεὸς ἐν τῷ κρυπτῷ, καὶ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Ἔχε παρεμπόρευμα πολιτείας ἀρίστης, ἵνα εὕρῃς πλοῦτον ἀπόκρυφον ἐν ἡμέρᾳ ἀνάγκης. Ἐν ταῖς ἐφημερίαις τῆς διακονίας σου σὺν τῷ κόπῳ τοῦ σώματος ἔχε καὶ παρακλητικὸν λόγον πρὸς ἀγάπησιν τῶν διακονουμένων, ἵνα γένηται εὐπρόσδεκτος ἡ διακονία σου ἅλατι ἠρτυμένη.

Μὴ ἐάσῃς τὰ ἐπιβάλλοντά σοι ἔργα ἕτερον ποιῆσαι, ἵνα μὴ καὶ ὁ μισθὸς, ἀρθεὶς ἀπὸ σοῦ, ἑτέρῳ δοθῇ, καὶ ἐν τῷ σῷ πλούτῳ ἄλλος δοξασθῇ, σοῦ ταπεινουμένου. Ποίει τὰ ἔργα τῆς διακονίας σου εὔσχημα καὶ ἐπιμελῆ, ὡς τῷ Χριστῷ διακονῶν. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Φοβοῦ τὴν ἐκ περιττοῦ καὶ περιφρονήσεως παράχρησιν, κἂν εὐτελῆ δοκῇ εἶναι τὰ ἐν χερσί σου διακονήματα, ὡς Θεοῦ ἐποπτεύοντος. Μέγα τὸ τῆς διακονίας ἔργον, καὶ βασιλείας οὐρανῶν πρόξενον.

Σαγήνη γάρ ἐστι τῶν ἀρετῶν, πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ ἐν ἑαυτῇ φέρουσα· καὶ πρῶτον μὲν πάντων τὴν πανάρετον ταπείνωσιν, ἐπιφερομένην τὸν ἐσμὸν τῶν ἀγαθῶν· ἔπειτα τὸ, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος, καὶ ἀσθενὴς, καὶ ἐν φυλακῇ, καὶ διηκονήσατέ μοι. Καὶ μάλιστα ὅταν τὸ χρεωστούμενον ἐκτελῆται ἐν ταπεινῷ τῷ φρονήματι, ἐπάρσεως χωρὶς, ὀργῆς τε καὶ γογγυσμοῦ. Γίνου ζηλωτὴς τῶν ὀρθῶς βιούντων, καὶ τούτων τὰς πράξεις ἔγγραφε τῇ σῇ καρδίᾳ. Εὔχου γενέσθαι τῶν ὀλίγων. Σπάνιον γὰρ τὸ ἀγαθόν· διὸ καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Μὴ πάντας λογίζου σώζεσθαι τοὺς ἐν τῇ κέλλῃ, φαύλους τε καὶ χρηστούς.

Οὐ γὰρ οὕτως ἔχει. Πολλοὶ γὰρ προσέρχονται τῷ ἐναρέτῳ βίῳ, ὀλίγοι δὲ τὸν ζυγὸν αὐτοῦ καταδέχονται. Βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Εὐαγγελικὸς ὁ λόγος. Βίαν ἐκάλεσε τὴν τοῦ σώματος καταπόνησιν, ἣν ὑπομένουσιν ἑκουσίως οἱ τοῦ Χριστοῦ μαθηταὶ ἐν τῇ ἀρνήσει τῶν οἰκείων θελημάτων καὶ τῆς ἀναπαύσεως τῆς τοῦ σώματος, φυλακῇ δὲ πασῶν τῶν ἐντολῶν τοῦ Χριστοῦ. Εἰ τοίνυν βούλει ἁρπάσαι τὴν βασιλείαν τοῦ Θεοῦ, γενοῦ βιαστής· ὑπόζευξόν σου τὸν αὐχένα τῷ ζυγῷ τῆς δουλείας τοῦ Χριστοῦ.

Σφίγξον τὴν ζεύγλην περὶ τὸν τράχηλόν σου· θλιβέτω αὐτὸς τὸν σὸν αὐχένα· λέπτυνον αὐτὸν τῷ πόνῳ τῶν ἀρετῶν, ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν ὑποταγῇ, ἐν ἡσυχίᾳ, ἐν ψαλμῳδίαις, ἐν προσευχαῖς, ἐν δάκρυσιν, ἐν χειρεργίῳ, ἐν ὑπομονῇ πάσης θλίψεως ἐπερχομένης σοι ἔκ τε δαιμόνων καὶ ἀνθρώπων Μή σε πεισάτω τῷ χρόνῳ ἐνδοῦναι τοῖς πόνοις λογισμὸς ὑψηλόφρων, ἵνα μή που, πρὸς ταῖς θύραις τῆς ἐξόδου γυμνὸς ἀρετῶν καταληφθεὶς, ἔξω τῶν πυλῶν τῆς βασιλείας εὑρεθῇς. Μή σε βαθμὸς κλήρου ἐπαιρέτω, ἀλλὰ μᾶλλον ταπεινούτω. Προκοπὴ γὰρ ψυχῆς, προκοπὴ ταπεινώσεως· ὑστέρησις δὲ καὶ ἀτιμία, ἐξ ὑψηλοφροσύνης τίκτεται. Ὅσον ἐγγίζειν σε τῶν ἱερατικῶν βαθμῶν τοῖς μείζοσι συμβαίη, τοσοῦτον ταπείνου σεαυτὸν, δεδοικὼς τὸ ὑπόδειγμα τῶν υἱῶν Ἀαρών. Ἐπίγνωσις θεοσεβείας, ἐπίγνωσις ταπεινώσεως καὶ πραότητος. Ταπείνωσις, Χριστοῦ μίμησις· ἔπαρσις δὲ καὶ παῤῥησία καὶ ἀναίδεια, τοῦ διαβόλου μίμημα. Γίνου μιμητὴς Χριστοῦ, καὶ μὴ ἀντιχρίστου· Θεοῦ, καὶ μὴ ἀντιθέου· Δεσπότου, καὶ μὴ δραπέτου· ἐλεήμονος, καὶ μὴ ἀνηλεοῦς· φιλανθρώπου, καὶ μὴ μισανθρώπου· τῶν τοῦ νυμφῶνος, καὶ μὴ τῶν τοῦ σκότους. Μὴ σπεύσῃς κελεῦσαι ἀδελφότητι, ἵνα μὴ ἐπιθήσεις ἀλλοτρίους φόρτους ἁμαρτημάτων ἐπὶ σῷ τραχήλῳ. Ἑκάστης ἡμέρας ἐργασίαν ἐπισκεπτόμενος, σύμβαλε τῇ πρὸ αὐτῆς, καὶ σπεῦδε πρὸς τὴν βελτίωσιν.

Πρόκοπτε ταῖς ἀρεταῖς, ἵνα ἐγγὺς γένῃ τῶν ἀγγέλων. Ἐγχρόνιζε τῇ κέλλῃ οὐχ ἡμέρας οὐδὲ μῆνας, ἀλλὰ πολλῶν ἐτῶν περιόδους ἀνυμνῶν σου τὸν Δεσπότην ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, μιμούμενος τὰ χερουβίμ. Ἂν οὕτως ἄρξῃ, οὕτω δὲ καὶ τελέσῃς, τὴν τεθλιμμένην ὁδεύσας ὁδὸν ἐν τῷ βραχεῖ σου χρόνῳ τῆς ἀσκήσεως, Θεοῦ χάριτι εἰσελεύσῃ εἰς τὸν παράδεισον ἐν φαιδρότητι λαμπάδος τῆς ψυχῆς, Χριστῷ συναγαλλόμενος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.