Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος ἀσκητικός

Μέγας Βασίλειος

Οργάνωση της κοινοβιακής ζωής και εκλογή προεστώτος

Κατευθυντήριες αρχές για την αναγκαιότητα της κοινοβιακής συμβίωσης, τα πνευματικά προσόντα του καθηγουμένου και την κατανομή της χειρωνακτικής εργασίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Ἐπειδὴ δὲ χρὴ καὶ περὶ τῶν καθ᾽ ἕκαστον ἀκριβῶς διελέσθαι, ἀναγκαῖον ἂν εἴη δι᾽ ὀλίγων καταλιπεῖν καὶ περὶ τούτων ὑπόμνημα. Οἱ χωρισθέντες τοῦ κοινοῦ βίου, καὶ πρὸς τὴν θειοτέραν ζωὴν ἑαυτοὺς ἀσκοῦντες, μὴ ἐφ᾽ ἑαυτῶν, μηδὲ καταμόνας ἀσκείσθωσαν. Ἐμμάρτυρον γὰρ εἶναι προσήκει τὸν τοιοῦτον βίον, ὡς ἂν ἐκτὸς εἶναι πονηρᾶς ὑποψίας.

Καὶ ὥσπερ ὁ πνευματικὸς νόμος οὐκ ἐλάττονας εἶναι τῶν δέκα βούλεται τοὺς τὸ μυστικὸν πάσχα ἐσθίοντας· οὕτως χρὴ ἐνταῦθα πλεονάζειν μᾶλλον ἢ ἐλαττοῦσθαι τὴν δεκάδα τῶν τὴν πνευματικὴν πολιτείαν συνασκουμένων. Ἀρχηγὸς εἷς τῆς εὐσχημοσύνης τοῦ βίου προκαθεζέσθω, ἐν δοκιμασίᾳ βίου καὶ ἤθους καὶ πάσης κοσμίας ἀναστροφῆς τῶν λοιπῶν προκριθεὶς, συμπαραλαμβανομένης καὶ τῆς κατὰ τὸν χρόνον ἡλικίας πρὸς τὴν προτίμησιν. Αἰδεσιμώτερον γάρ πως ἐν τῇ φύσει τῶν ἀνθρώπων τὸ γεραρώτερον. Οὗτος δὲ τοσαύτην ἐξουσίαν ἐχέτω, ἑκουσίως τῆς ἀδελφότητος ἐν εὐπειθείᾳ μόνον καὶ ταπεινοφροσύνῃ ὑπακουούσης, ὥστε μὴ ἐξεῖναι μηδενὶ τῶν κατὰ τὴν συνοδίαν ἀντιβαίνειν τῷ βουλήματι αὐτοῦ, ἐν οἷς ὑφηγεῖταί τι τῶν εἰς εὐσχημοσύνην τε καὶ ἀκρίβειαν βίου συμβαλλομένων. Ἀλλ᾽ ὥσπερ φησὶν ὁ Ἀπόστολος, ταῖς ὑπὸ τοῦ Θεοῦ τεταγμέναις ἐξουσίαις μὴ ἀντιτάσσεσθαι (κρίνεσθαι γὰρ τοὺς ἀντιτασσομένους τῇ τοῦ Θεοῦ διαταγῇ)· οὕτω καὶ ἐνταῦθα πεπεῖσθαι προσήκει τὴν λοιπὴν ἀδελφότητα, μὴ κατὰ τὸ αὐτόματον, ἀλλὰ κατὰ τὴν θείαν βούλησιν, τὴν τοιαύτην ἐξουσίαν τῷ ἐπιστατοῦντι δεδόσθαι, ὥστε ἀνεμπόδιστον γίνεσθαι τὴν κατὰ Θεὸν προκοπὴν, τοῦ μὲν ὑποτιθεμένου πᾶν ὅσον ψυχωφελές τε καὶ χρήσιμον, τῶν δὲ ἐν εὐπειθείᾳ τὰς ἀγαθὰς συμβουλίας δεχομένων.

Ἐπεὶ οὖν προσήκει παντὶ τρόπῳ τῷ προεστῶτι εὐπειθῆ τε καὶ ὑποχείριον εἶναι τὴν συνοδίαν, πρὸ πάντων ἀναγκαῖόν ἐστι τοιοῦτον ἐκλέγεσθαι τὸν καθηγούμενον τῆς πολιτείας ταύτης, ὡς παντὸς ἀγαθοῦ ὑπόδειγμα τοῖς πρὸς αὐτὸν ἀποβλέπουσι τὸν ἐκείνου γίνεσθαι βίον· καὶ, ὥς φησιν ὁ Ἀπόστολος, νηφάλιον, σώφρονα, κόσμιον, διδακτικόν. Οὕτω μοι δοκεῖ δεῖν καὶ τὸν τούτου ἐξετάζειν βίον, μὴ μόνον εἰ τῷ χρόνῳ τὸ γηραιὸν ἔχοιεν (ἔστι γὰρ καὶ ἐν πολιᾷ καὶ ῥυτίδι νεωτερίζειν κατὰ τὸ ἦθος)· ἀλλὰ προηγουμένως, εἰ τὸ ἦθος καὶ ὁ τρόπος διὰ κοσμιότητος πεπολίωται, ὥστε πᾶν τὸ παρ᾽ αὐτοῦ λεγόμενόν τε καὶ γινόμενον ἀντὶ νόμου καὶ κανόνος τῇ συνοδίᾳ γίνεσθαι. Ἐπίνοια δὲ τροφῆς πρέπει τοῖς ἐν τῷ τοιούτῳ βίῳ διάγουσιν, ἣν ὁ Ἀπόστολος ὑποτίθεται, ἵνα ἐργαζόμενοι ταῖς χερσὶν εὐσχημόνως τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Διατίθεσθαι δὲ προσήκει τὴν ἐργασίαν ἐπί τινος πρεσβύτου, ἐπὶ σεμνότητι βίου μαρτυρουμένου, ὃς καταλέξει τὰ ἔργα τῶν χειρῶν αὐτῶν πρὸς τὰς ἐπιζητουμένας χρείας, ὥστε καὶ τὴν ἐντολὴν κατορθοῦσθαι τὴν κελεύουσαν ἐν ἱδρῶτι καὶ πόνῳ τὴν τροφὴν πορίζειν, καὶ εὐσχημοσύνην ἀνεπίληπτον καὶ ἄμωμον μένειν, ἐν τῷ μηδεμίαν αὐτοῖς ἀνάγκην ἐγγίνεσθαι, διὰ τὸ τὴν τοῦ βίου χρείαν δημοσιεύεσθαι.