Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος εἰς τὴν διδασκαλίαν τῶν ἱερέων

Μέγας Βασίλειος

Οδηγίες για την τέλεση της ιερουργίας και τη μετάδοση των μυστηρίων

Προτροπές προς τον ιερέα για την ευλαβική παράσταση στο θυσιαστήριο και την απαγόρευση μετάδοσης της θείας κοινωνίας στους αναξίους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 3

Ἡμέρᾳ συνάξεως μὴ δικάζου, μηδὲ φιλονείκει τὸ καθόλου· ἀλλὰ κρυπτόμενος εὔχου, ἀναγινώσκων μέχρι ταύτης τῆς ὥρας· καὶ οὕτω παράστα ἐν κατανύξει τῷ ἁγίῳ θυσιαστηρίῳ· μηδὲ περιβλεπόμενος ὧδε κἀκεῖσε· μὴ ἐν σπουδῇ τὰς εὐχὰς συντέμνοις· ἀλλὰ παρακαλῶν, μὴ λάμβανε πρόσωπόν τινος, ἀλλ᾽ ὅρα τὸν προκείμενον βασιλέα, καὶ τὰς παρεστώσας δυνάμεις κύκλωθεν· καὶ μὴ ὑποκρίνου, μηδὲ μεταδίδῳς τὸ θεῖον σῶμα ὅπου οὐ χρή. Σεαυτὸν ἄξιον ποίησον τῶν ἱερῶν κανόνων, καὶ συλλειτούργει ὡς οἱ κανόνες ἀπόθενται. Ὅρα οὖν πῶς παρίστασαι τῇ ἁγίᾳ τραπέζῃ, καὶ πῶς ἱερουργεῖς, καὶ τίνος μεταδίδως, καὶ πῶς καταστέλλεις· ὅρα οὖν, μὴ ἐπιλάθῃ τὰς δεσποτικὰς ἐντολὰς καὶ τῶν ἁγίων αὐτοῦ μαθητῶν τὰς παραδόσεις· φησὶ γάρ· «Μὴ δότε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίπτετε τοὺς μαργαρίτας μου ἔμπροσθεν τῶν χοίρων.» Ὅρα οὖν καὶ σὺ, μὴ φόβῳ ὑπαχθῇς ἀνθρωπίνῳ, καὶ παραδώσῃς τὸν Υἱὸν τοῦ Θεοῦ εἰς χεῖρας ἀναξίων· ἀλλὰ μὴ ἐντραπῇς τινα τῶν ἐνδόξων τῆς γῆς, ἀλλὰ μηδὲ αὐτῶν τῶν τὸ διάδημα φορούντων πτοηθῇς ἐν τῇ ὥρᾳ ἐκείνῃ ὅτε ἱερουργήσαις.