ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΕΛΕΟΥΣ ΚΑΙ ΚΡΙΣΕΩΣ. Πάτερ, εὐλόγησον. Ὁ μὲν ἐπιλανθανόμενος τοῦ Θεοῦ κόσμος, ἀδελφοὶ, ἀδικίᾳ τῇ πρὸς τὸν πλησίον, καὶ ἀπανθρωπίᾳ τῇ πρὸς τοὺς ἀδυνάτους κρατεῖται, καθάπερ ὁ θεῖος Ἀπόστολος λέγει, ὅτι Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀστόργους, ἀνελεήμονας· οὓς δὲ εἰς θεοσέβειαν ἐπανάγει Θεὸς, διδάσκει καὶ τὴν τῶν κακῶν ἀποχὴν καὶ τὴν τοῦ ἐλέους πρὸς τὸν πλησίον ἐπιμέλειαν· ὥσπερ ὁ προφήτης ἐδίδαξεν Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ λέγων· Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν. Καὶ εἶχεν ὁ νόμος πολλὰ μὲν προστάγματα περὶ τοῦ μὴ βλάπτειν τὸν πλησίον, ἐντολὰς δὲ καὶ περὶ τοῦ φιλανθρωπεύεσθαι καὶ ἐλεεῖν. Εἰ γάρ τις τὸ ἕτερον τούτων καταλίποι, θάτερον οὐχ ἱκανὸν εἰς διόρθωσιν ἀνθρώπου. Οὔτε γὰρ ἐξ ἀδίκων κερδῶν εὐεργεσία πρὸς τὸν δεόμενον δεκτὴ παρὰ τῷ Θεῷ, οὔτε ὁ τῶν ἀδικιῶν ἀπεχόμενος ἐπαινετὸς, εἰ μηδενὶ μεταδοίη τῶν ἑαυτοῦ.