Οὐκ ἔστι σοι δῶρα προσενεγκεῖν Θεῷ, ἐὰν λυπήσῃς τὸν ἀδελφόν. Ἐὰν προσφέρῃς, φησὶ, τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σῷ, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Μέμνησο τοῦ τελώνου Ζακχαίου, ὃς, προθέμενος ἀποδοῦναι τετραπλάσιον, εἴ τι ἐσυκοφάντησεν, οὕτω τῶν ὑπολειπομένων χρημάτων τὰ ἡμίση πτωχοῖς ἀπεμέρισεν. ᾜδει γὰρ, ὅτι Χριστὸν ὑποδέξασθαι βούλεται, καὶ οὐκ ἄλλως ἀποδέξεται Χριστὸς τὰς εἰς τοὺς πτωχοὺς φιλοτιμήσεις, εἰ μὴ λυθεῖεν αἱ κατὰ τῶν ἀδικηθέντων πλεονεξίαι. Καὶ οὕτως ὁ Κύριος ἀπεδέξατο τοῦ Ζακχαίου τὴν ὀρθότητα, καὶ ἔφη· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο. Καὶ ταῦτα μὲν πρὸς τοὺς ἐλεημοσύνας ποιοῦντας, ἰσότητος δὲ μὴ προνοουμένους. Πρὸς δὲ τὸν ἀδικεῖν μὲν φυλαττόμενον, ἐλεεῖν δὲ ἀμελοῦντα, λέγομεν, ὅτι Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται, καὶ οὐδέποτε τὸ τοιοῦτο δένδρον ἀρέσει τῷ ἐπουρανίῳ γεωργῷ τῷ λέγοντι, ὅτι Ἦλθε ζητῶν καρπὸν ἐν τῇ συκῇ, καὶ οὐχ εὗρε, καὶ κελεύοντι αὐτὴν ἐκκόπτεσθαι, ἵνα μὴ καὶ τὸν τόπον κατασχολῇ.