Ἔργον
Μέγας Βασίλειος – Λόγος περὶ ἐλεημοσύνης καὶ κρίσεως
Η ευαγγελική τελειότητα και η εσχατολογική κρίση
Η υπέρβαση του παλαιού νόμου μέσω των εντολών του Χριστού και η ταύτιση του Κυρίου με τους πένητες εν όψει της τελικής κρίσης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ευαγγελική τελειότητα και η εσχατολογική κρίση
Η υπέρβαση του παλαιού νόμου μέσω των εντολών του Χριστού και η ταύτιση του Κυρίου με τους πένητες εν όψει της τελικής κρίσης.
Εἰ δὲ ταῦτα τοῖς ἐν νόμῳ προσετέτακτο, τί ἐροῦμεν περὶ τῶν ἐν Χριστῷ; πρὸς οὓς λέγει Κύριος· Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν Γραμματέων καὶ τῶν Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὰ τοῦτο οὐ μόνον ἐξ ἀγρῶν καὶ προσόδων, ἀλλὰ καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας μεταδιδόναι τοῖς μὴ ἔχουσιν ὁ Ἀπόστολος παραινεῖ· Ἐργαζόμενοι φησὶ, τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχητε μεταδιδόναι τῷ χρείαν ἔχοντι. Τῷ δὲ ἀκολουθεῖν βουλομένῳ, καὶ πᾶσαν πιπράσκειν τὴν οὐσίαν εἰς εὐεργεσίαν πενήτων ὁ Κύριος εἰσηγήσατο, καὶ οὕτως ἀκολουθεῖν αὐτῷ· τοῖς μὲν ἀκολουθηταῖς καὶ τελείοις τὴν ἀθρόον καὶ τελείαν τῶν ἐλεημοσυνῶν πλήρωσιν ἐπιτάττων, ἵνα, πληρώσαντες τὴν διὰ χρημάτων λειτουργίαν, ἐπὶ τὴν διὰ λόγου καὶ πνεύματος μεταβῶσι· τοῖς δὲ λοιποῖς τὰς, ἐξ ὧν ἔχουσι, μεταδόσεις καὶ κοινωνίας διηνεκεῖς παραγγέλλων, ἵνα διὰ τούτων εὑρεθῶσι Θεοῦ φιλανθρωπίας μιμηταὶ, ἐλεοῦντές τε καὶ μεταδιδόντες καὶ χαριζόμενοι. Δίδοτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν. Διὰ τούτων δὲ καὶ τὴν πρὸς ἑαυτὸν κοινωνίαν ἑαυτοῖς ἐπηγγείλατο. Οὗτοι γάρ εἰσιν οἱ ἐκ δεξιῶν ἱστάμενοι τοῦ Κυρίου, πρὸς οὓς ἐρεῖ παραγενόμενος ὁ βασιλεύς· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· ξένος, καὶ συνηγάγετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἤλθετε πρὸς μέ. Θαυμασάντων δὲ τῶν δικαίων καὶ εἰπόντων· Πότε ταῦτα ἐποιήσαμεν εἰς σὲ, Κύριε; ἐρεῖ πρὸς αὐτούς· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ἡ γὰρ εἰς τοὺς ἁγίους προθυμία εἰς Χριστόν ἐστιν εὐσέβεια, καὶ ὁ πρὸς τὸν πτωχὸν πρόθυμος ὑπηρέτης εὑρίσκεται Χριστοῦ κοινωνός· οὐ μόνον, εἰ μεταδοίη τι μέγα ἔχων, ἀλλ᾽ εἰ καὶ μικρὸν κεκτημένος, τοῦτο προσάγοι, καὶ εἰ ποτήριον ψυχρὸν μόνον ποτίσειε τὸν μαθητὴν εἰς ὄνομα μαθητοῦ. Ἡ γὰρ τῶν μαθητῶν ἔνδεια κατὰ τὸν κόσμον ἀληθινοῦ σοι πλούτου πρόφασις, ὦ πλούσιε. Διὰ γὰρ τούτων εὑρίσκῃ Χριστοῦ συνεργός· στρατιώτας τρέφεις Χριστοῦ, καὶ τρέφεις ἑκὼν, οὐκ ἀναγκαζόμενος. Ὁ γὰρ οὐράνιος βασιλεὺς οὐκ ἐπαναγκάζει, οὐδὲ ἀπαιτεῖ τελέσματα, ἀλλὰ δέχεται τοὺς προθυμουμένους, ἵνα διδόντες λάβωσι, καὶ τιμήσαντες τιμηθῶσι, καὶ κοινωνήσαντες τῶν προσκαίρων, εἰς κοινωνίαν τῶν αἰωνίων κληθῶσι. Ταῦτα ἡμῖν ἐν παντὶ καιρῷ διὰ μνήμης ἔστω, καὶ πρὸ ὀφθαλμῶν τῆς ψυχῆς, ἵνα μὴ παραλίπωμεν τὸν ἐμπεσόντα καιρὸν, μηδὲ ὑπερθέμενοι τὸν παρόντα, ἕτερον ἀναμείνωμεν, μήποτε ἐν τῷ μένειν καὶ ἀναβάλλεσθαι τῷ τέλει καταληφθῶμεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.