Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος περὶ ἐλεημοσύνης καὶ κρίσεως

Μέγας Βασίλειος

Η αληθινή ελεημοσύνη, η δικαιοσύνη και η καταδίκη της πλεονεξίας

Η αναγκαιότητα άσκησης ελέους σε συνδυασμό με τη δικαιοσύνη, η κριτική απέναντι στην πλεονεξία και η απόρριψη των προσφορών που προέρχονται από αρπαγή ή κενοδοξία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΕΛΕΟΥΣ ΚΑΙ ΚΡΙΣΕΩΣ. Πάτερ, εὐλόγησον. Ὁ μὲν ἐπιλανθανόμενος τοῦ Θεοῦ κόσμος, ἀδελφοὶ, ἀδικίᾳ τῇ πρὸς τὸν πλησίον, καὶ ἀπανθρωπίᾳ τῇ πρὸς τοὺς ἀδυνάτους κρατεῖται, καθάπερ ὁ θεῖος Ἀπόστολος λέγει, ὅτι Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀστόργους, ἀνελεήμονας· οὓς δὲ εἰς θεοσέβειαν ἐπανάγει Θεὸς, διδάσκει καὶ τὴν τῶν κακῶν ἀποχὴν καὶ τὴν τοῦ ἐλέους πρὸς τὸν πλησίον ἐπιμέλειαν· ὥσπερ ὁ προφήτης ἐδίδαξεν Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ λέγων· Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν. Καὶ εἶχεν ὁ νόμος πολλὰ μὲν προστάγματα περὶ τοῦ μὴ βλάπτειν τὸν πλησίον, ἐντολὰς δὲ καὶ περὶ τοῦ φιλανθρωπεύεσθαι καὶ ἐλεεῖν. Εἰ γάρ τις τὸ ἕτερον τούτων καταλίποι, θάτερον οὐχ ἱκανὸν εἰς διόρθωσιν ἀνθρώπου. Οὔτε γὰρ ἐξ ἀδίκων κερδῶν εὐεργεσία πρὸς τὸν δεόμενον δεκτὴ παρὰ τῷ Θεῷ, οὔτε ὁ τῶν ἀδικιῶν ἀπεχόμενος ἐπαινετὸς, εἰ μηδενὶ μεταδοίη τῶν ἑαυτοῦ.

Περὶ μὲν γὰρ τῶν ἀδικούντων καὶ δῶρα Θεῷ προσφέρειν ἐπιχειρούντων γέγραπται· Θυσία ἀσεβῶν βδέλυγμα Κυρίῳ· περὶ δὲ τῶν μὴ ἐλεούντων· Ὁ φράσσων τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι πένητος, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ἐπακούων. Διὰ τοῦτο ἡ Παροιμία συμβουλεύει· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.

Εἰ γὰρ ἐξ ἀδικίας καὶ ἁρπαγῆς μέλλεις προσφέρειν τῷ Θεῷ, κάλλιον μήτε κτήσασθαι τὴν τοιαύτην κτῆσιν, μήτε προσφέρειν ἐξ αὐτῆς. Καθαρὸν γὰρ δῶρον ἀνοίσει τὴν εὐχὴν, ὡς γέγραπται· Εὐχαὶ κατευθυνόντων δεκταὶ παρ᾽ αὐτῷ. Καὶ πάλιν, εἰ κτώμενος ἐκ δικαίων πόνων μὴ προσφέρεις Θεῷ προσφορὰς, ἀφ᾽ ὧν τρέφονται πένητες, ἁρπαγὴ λογισθήσεταί σοι καθά φησι διὰ τοῦ προφήτου Μαλαχίου, ὅτι Αἱ ἀπαρχαὶ καὶ τὰ ἐπιδέκατα μεθ᾽ ὑμῶν εἰσι, καὶ ἔσται ἡ διαρπαγὴ ἐν τοῖς οἴκοις ὑμῶν. Δεῖ τοίνυν, ἔλεον καὶ κρίσιν συγκεράσαντας ὑμᾶς, κτᾶσθαι μὲν μετὰ κρίσεως, ἀναλίσκειν δὲ εἰς ἔλεον, κατὰ τὸ γεγραμμένον· Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς Θεόν σου διαπαντός.

Ἐλεημοσύνην γὰρ καὶ κρίσιν ἀγαπᾷ ὁ Θεός. Διόπερ ἐγγίζει πρὸς Θεὸν ὁ τοῦ ἐλέους καὶ τῆς κρίσεως προνοούμενος. Λοιπὸν ἐνταῦθα ἐξεταζέτω τις ἑαυτὸν, καὶ σκοπείτω τοὺς ἰδίους πόρους ὁ πλούσιος, ἐξ ὧν ἀναφέρειν δῶρα μέλλει Θεῷ· μὴ τὸν πένητα κατεδυνάστευσε, μὴ τὸν ἀσθενέστερον ἐβιάσατο, μὴ τὸν ὑποκείμενον αὐτῷ πεπλεονέκτηκεν, ἐξουσίᾳ χρώμενος ἀντὶ δικαιοσύνης. Τὸ δίκαιον γὰρ καὶ τὴν ἰσότητα κελευόμεθα φυλάττειν καὶ πρὸς τοὺς δούλους. Μὴ γὰρ, ὅτι κρατεῖς, βιάζου, μηδὲ, ὅτι δύνασαι, πλεονέκτει· ἀλλ᾽ ὅτι πάρεστί σοι τὰ τῆς ἐξουσίας, δεῖξον τὰ τῆς δικαιοσύνης.

Οὐ γὰρ ἐν ᾧ μὴ δύνασαι, παρέξεις τὴν ἀπόδειξιν τῆς πρὸς τὸν Θεὸν ὑπακοῆς καὶ τοῦ φόβου, ἀλλ᾽ ἐν ᾧ παραβῆναι δυνάμενος, οὐ παραβαίνεις. Εἰ δὲ, ἀφελόμενος τὰ τῶν πενήτων, πένησι δίδως, κάλλιον ἦσθα μήτε ἁρπάζων, μήτε διδούς. Τί μολύνεις τὸν σαυτοῦ πλοῦτον, ἐπεισάγων αὐτῷ τὰ μὴ δίκαια κέρδη; Τί βδελυκτὴν ποιεῖς τὴν σαυτοῦ προσφορὰν ἐξ ἀδικίας, προσφέρειν ἐπιχειρῶν, ἐν ᾧ μέλλεις ἕτερον πτωχὸν ἐλεεῖν; Ἐκεῖνον ἐλέησον, ὃν ἀδικεῖς. Εἰς τοῦτον κατάχρησαι τῇ φιλανθρωπίᾳ· τούτῳ χάρισαι, καὶ πληρώσεις ἔλεον μετὰ κρίσεως.

Οὐ γὰρ κοινωνήσει πλεονεξίᾳ Θεὸς, οὐδὲ λῃστῶν καὶ ἁρπάγων κοινωνὸς ὁ Κύριος· οὐδὲ ὡς ἀδύνατος τρέφειν τοὺς πένητας, ἡμῖν κατέλιπεν αὐτούς· ἀλλὰ τὴν δικαίαν καὶ φιλάνθρωπον καρποφορίαν παρ᾽ ἡμῶν ζητῶν, εἰς ἡμετέραν εὐεργεσίαν. Ἐλεημοσύνη ἐξ ἀδικίας οὐ γίνεται, οὐδὲ ἐκ κατάρας εὐλογία, οὐδὲ ἐκ δακρύων εὐεργεσίαι. Λέγει ὁ Θεὸς τοῖς τὰ δάκρυα κινοῦσι τῶν ἀδικουμένων, ὅτι Ἃ ἐμίσουν, ἐποιεῖτε, ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριόν μου, καὶ κλαυθμῷ καὶ στεναγμῷ. Ἐκ πόνων ἐλέησον, καὶ μὴ θέλε ἀδικεῖν, προφασιζόμενος ἐξ ἀδικίας τῷ Θεῷ προσάγειν τὸν ἔλεον.

Κενοδοξία τὰ τοιαῦτα, καὶ πρὸς τοὺς ἐξ ἀνθρώπων ἐπαίνους, οὐ πρὸς τὸν ἔπαινον τὸν ἐκ Θεοῦ ἐνορῶντα. Διὰ τοῦτο καλῶς ὁ Κύριος μὴ πρὸς τὸ θεαθῆναι, φησὶν, ὑπὸ ἀνθρώπων. Ἐὰν γὰρ ὡς Θεοῦ τὴν ἐλεημοσύνην ὁρῶντος ποιῇς αὐτὴν, φυλάξῃ μὴ ποιεῖν αὐτὴν ἐκ πλεονεξίας, εἰδὼς, ὅτι τὸν ἐπόπτην Θεὸν οὐκ εὐφραίνεις. Οὕτως ἐλεημοσύνην ποιῶμεν, ἵνα ἀπολάβωμεν παρὰ Θεοῦ. Ἀποδίδωσι δὲ ὁ Θεὸς ἐκείνοις, οὓς ἐπαινεῖ· ἐπαινεῖ δὲ πλεονέκτην οὐδένα.