Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος περὶ τῶν συνοικούντων παρθένων

Μέγας Βασίλειος

Γραφική αναίρεση της πρακτικής των συνεισάκτων

Ανασκευή των επιχειρημάτων περί αποστολικού παραδείγματος, παράθεση γραφικών μαρτυριών για τους κινδύνους της συναναστροφής και περιγραφή της επακόλουθης πνευματικής αιχμαλωσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία, φησὶν ὁ θεῖος Ἀπόστολος· ἀληθῶς ῥίζα πολλοὺς κλάδους πονηρίας ἐκφέρουσα, δι᾽ ἣν τὰ πάντα ἐν τῷ πονηρῷ βίῳ ἐπιτελεῖται. Ῥίζα δὲ πάντων τῶν κακῶν ἡ φιλογυνία, καὶ ἡγεμὼν τῆς ἀπωλείας, ἡ τῶν ἀγαπητρίδων λέγω δὴ μανία, ῥίζα ἀπώλειαν βλαστάνουσα, καὶ ἐξανθοῦσα μανίαν. Ἰουδαϊκὴ γὰρ τυγχάνει ἐκ Σοδόμων μετενεχθεῖσα, καθότι ὕπουλόν τινα καὶ πεποιημένην τῆς ἔξωθεν ἐπιπλάστου ἀγάπης τὴν φαντασίαν κέκτηται. Καί μοι λαβὼν κόμιζε λοιπὸν εἰς μέσον τὸ τοῦ Ἀποστόλου λόγιον ἐκεῖνο, τὸ φάσκον· Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ Κηφᾶς; ᾧ ἐπερείδονται οἱ τῷ τῆς ταλαιπωρίας πάθει δεδουλωμένοι, τὸ καλῶς πρὸς ὠφέλειαν γραφὲν, τῇ ἑαυτῶν ματαιοφρονίᾳ πρὸς ἀπώλειαν ψυχῶν ἐκλαμβάνοντες. Καὶ ἐξετάσωμεν παράλληλα τοῖς ἀποστόλοις, καὶ τοῖς νῦν πιστεύουσι τὰ πραττόμενα.

Τίς ἦν ὁ γράφων πρῶτον μάθωμεν, καὶ εἰ δι᾽ ἐπιστολῆς ὁ μακάριος Ἀπόστολος ἐπέτρεψε, καὶ οὐχὶ μᾶλλον ἐκώλυσεν αὐτοὺς, ἑαυτὸν τύπον παρεχόμενος πᾶσιν ἡμῖν· οἴδαμεν γὰρ αὐτὸν μετὰ ἀνδρῶν εὐλαβεστάτων πάντα τὸν χρόνον ἀναστραφέντα, καὶ οὐχὶ μετὰ γυναικῶν ἀπρεπεστάτων διάγοντα· οὔτε κἂν αἰδοῦνται τοῦτο λέγοντες. Αἰσχύνην καταχεέσθωσαν οἱ ἑαυτοὺς Πέτρῳ τῷ πρωτοστάτῃ τῶν ἀποστόλων, καὶ κλειδούχῳ τῆς βασιλείας τῶν οὐρανῶν συγκρίνοντες, καὶ φάσκοντες· Εἰ ἐκεῖνος εἶχεν ἀγαπητὴν, καὶ ἡμεῖς τοῖς ἐκείνου ἴχνεσιν ἐπακολουθοῦμεν. Καὶ τάχα καλῶς ἔχεις. Ἔγειρόν μοι γοῦν ὡς αὐτὸς τὴν Ταβιθὰν ἐκ νεκρῶν διὰ τῆς πίστεως τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἵνα πιστεύσω σοι, ὅτι καὶ σὺ πνευματοφόρος εἶ, ἐκπεπλησμένος θείας δυνάμεως. Ἐξέλασόν μοι τοὺς δαίμονας, οὓς ἐκεῖνος ἐξήλασε, τὰς νόσους, καὶ τὰς ἑτέρας ἔργασαι θεραπείας, ὅσας ἐπετέλεσεν ἐκεῖνος ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐῶ γὰρ τἄλλα. Ὅταν μοι δείξῃς, τότε σοι πιστεύσω, ὅτι οὐ πυροῦσαι πρὸς τὸ θηρίον. Ἢ οὐκ ἀκούεις τί λέγει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ; Ἢ μῦθός σοι καταφαίνεται τὰ τοῦ Εὐαγγελίου ῥήματα; Ὁρᾷς, ὅπως οὐ μόνον τὸ πράττειν ἐκώλυσεν, ἀλλὰ καὶ τὸν χαρακτῆρα τῆς ὄψεως ὁρᾷν ἀπέτρεψεν, εἰδὼς ὅτι σκάνδαλον τῇ τοῦ ἀνδρὸς ψυχῇ τὸ ἔνεδρον;

Ἀλλά σοι τῷ πάσχοντι παίγνιον καταφαίνεται τὸ πρᾶγμα· ἐπήρωσας γάρ σου τὸ φρόνημα τῇ ἀναισχυντίᾳ, προσωπείου δίκην τῷ προσώπῳ σου ἐμπεριθέμενος· ἀγνοεῖς γὰρ ἡλίκῳ ναυαγίῳ περιπέπτωκας. Ἐπανέλθωμεν ἐπὶ τοὺς τῶν ἁγίων προφητῶν χαρακτῆρας, ὅπως τὸν ἅπαντα χρόνον τῆς ζωῆς ἐν ὄρεσι καὶ σπηλαίοις διέτριβον, οὐ μόνον τοῦ ὁρᾷν γυναῖκα ἀπαλλαττόμενοι, ἀλλὰ γὰρ καὶ τοῦ ἐνθυμεῖσθαι. Ἢ καὶ τοῦτό σοι πάντως λῆρος καταφανήσεται; Βλέπω γάρ σε καὶ ἀντιθέσεσι πολλῶν λόγων κενῶν σαυτὸν παραμυθούμενον. Μνήσθητι τῆς ἐκ τοῦ παραδείσου ἐκβολῆς, καὶ τοῦ ὀλέθρου τοῦ κατακλυσμοῦ, καὶ τῆς τῶν Σοδομιτῶν καταστροφῆς, ὅτι διὰ γυναῖκα πάντα τὰ κακὰ ἐξ ἀρχῆς μέχρι τέλους γίνεται, τῆς τοῦ Σαμψὼν τοῦ δικαίου προδοσίας, καὶ τῆς τοῦ Ἰωσὴφ ἐκείνου τοῦ ἐναρέτου ἐπιβουλῆς. Μνημόνευσον τῆς τοῦ ἐκλεκτοῦ γένους τῶν Ἰουδαίων ἀπωλείας. Εἰ δὲ ταῦτά σε οὐ πείθει, Σολομὼν ὁ σοφός σε πεισάτω ὧδέ πη λέγων· Οἶνος καὶ γυνὴ ἀποστήσουσι καρδίας σοφῶν. Σοφῶν, εἶπεν, ἵνα μὴ καὶ τούτῳ παρενθῇς τι, καὶ εὐτελῶς φρονήσῃς περὶ τοῦ ῥητοῦ.

Ὁ γὰρ οἶνος εἰς τὸν ἄνθρωπον εἰσδύνων, καὶ κάρωσιν μέθης ἐν αὐτῷ ἐργαζόμενος, ὥσπερ ποταμὸς πλημμυρῶν, ὅλον τὸ φρόνημα τῷ ἑαυτοῦ ῥοιζήματι παρασύρει, καὶ εἰς μανίαν ἄγει τὸν ἄνθρωπον. Τὰ αὐτὰ καὶ ἡ γυνὴ τῷ οἴνῳ διαπράττεται κατὰ τοῦ ἀνθρώπου. Διὸ δὴ καὶ ὁ παροιμιαστὴς παρεπλησίασε τὸν οἶνον τῇ γυναικί· καὶ πάντες δὲ οἱ προφῆται διαφόροις κακοῖς καὶ θηρίοις ἰοβόλοις παρεπλησίασαν τὸ γένος τῶν γυναικῶν, τὸ ἀπόλλον τὰς ψυχὰς τῶν ἀνθρώπων.

Ἀλλ᾽ οὐδὲ ταῦτά σε πείθει· παίγνιον γὰρ ὡς ἔοικε πάντα σοι καταφαίνεται. Ἔβυσας γὰρ ὡσεὶ ἀσπίδος κωφῆς τὰ ὦτά σου, μὴ εἰσακούων τῶν θείων Γραφῶν. Καὶ λοιπὸν δὲ καὶ αὐτὸς εἰς θηριώδη τρόπον μετήλλαξάς σου τὴν φύσιν, τῇ τοῦ θηρίου συνοικίᾳ ὁμότροπος αὐτῇ γενόμενος· ἧς τὰ μὲν ῥήματα εὔλαλα, καὶ ἡ φωνὴ ἡδεῖα, ἡ δὲ ψυχὴ ἀγρία, καὶ τὸ φρόνημα δρακόντων, καὶ ἡ προαίρεσις ἑρπηστικῶν, καὶ τὸ βλέμμα πυρίπνουν, καὶ τὸ φίλημα ἰοβόλον· καὶ ἀγὼν αὐτῇ, ὅπως τῇ τῶν λόγων κολακείᾳ, καὶ τῇ τῆς προσόψεως ἀπάτῃ, καὶ τῇ τοῦ φιλήματος προσβολῇ ἐκπτύσῃ τὸ θηρίον τὸν ἰὸν εἰς τὸν τοῦ ἀθλίου λάρυγγα. Παρασύρει γοῦν λοιπὸν τὴν διάνοιαν, καὶ καροῖ τὸ φρόνημα, καὶ αὐτὸ τὸ ἡγεμονικὸν ἀκρωτηριάζει, καὶ ἐξίστησι τὸν νοῦν· καὶ ὥσπερ τὰ φάρμακα τὰ διδόμενα πρὸς ἀναίρεσιν τοῖς ἀνθρώποις, σκοτοῖ τὴν σύνεσιν, καὶ ὅλον τὸν ἄνθρωπον εἰς ἀναισθησίαν παρασύρει τῇ τοῦ δηλητηρίου ἀποτομίᾳ, τῷ αὐτῷ λόγῳ καὶ ἡ γυνὴ διὰ τοῦ φιλήματος καταβλάπτει τὸν λογικὸν ἄνθρωπον ἀλόγῳ ὁρμῇ ὑπαχθέντα, καὶ τὸ διὰ πολλῶν χορδῶν καὶ ἀρετῶν συγκείμενον κινητικὸν ὄργανον, τὸ αὐτεξούσιον, τὸ θεοειδὲς τῆς ψυχῆς, δι᾽ ἑνὸς δολεροῦ ῥήματος, ἢ χειλέων συρίσματος, ἢ ὀφθαλμῶν νεύματος, ὥσπερ τι ἄψυχον ὄργανον ὧδε κἀκεῖσε ὅπου βούλεται περιφέρει, καὶ ὥσπερ θάλασσα κυμαίνουσα, ὅλον τὸ σῶμα ταῖς αὑτῆς ὁρμαῖς παρασύρει.

Καὶ ἔστιν ἰδεῖν λοιπὸν τὸν ἄθλιον, τὸν ἐλεεινὸν, τὸν παντὸς οἴκτου ἄξιον, τὸν συνετὸν ἐν φρονήσει, τὸν εἰς ἄκρον γραμματικῆς ἐπιστήμης ἔμπειρον, καὶ σοφιστικῆς τεχνίτην διδασκαλίας, τὸν ἰατρικῆς μετέχοντα ἐπιστήμης, τὸν παντοίων ἔμπειρον γραμμάτων, ἢ καὶ τῶν θείων λόγων ἀναγνώσει ἑαυτὸν ἐπιδεδωκότα, καὶ τὸν μονήρη βίον πολλάκις ἐπανελόμενον, καὶ Ἐκκλησίας προὔχοντα, ὥσπερ τι ζῶον εὐτελὲς σχοινίῳ δεδεμένον, καὶ ὧδε κἀκεῖ ῥιπιζόμενον· ἔδησε γὰρ διὰ τῆς ἐπιπλάστου ἀγάπης, μᾶλλον δὲ, εἰ δεῖ τἀληθὲς λέγειν, τῆς αἰσχρᾶς. Καὶ γίνεται λοιπὸν ἐπιταφίου θρήνου ὁ τοιοῦτος ἄξιος, καὶ ζῶν κλαιόμενος, καὶ ἀποθανὼν πενθούμενος. Καὶ γὰρ ζῶν ἀπέθανεν, ὥσπερ ἐν τάφῳ τῷ ἰδίῳ σώματι κατοικῶν· καὶ ἀποθανὼν, δισσῶς ἀπέθανε, κρίσει γεέννης πυρὸς αἰωνίου κολαζόμενος.

Τί νῦν λέγεις, ὦ τῶν ἀθλίων ἀθλιώτερε, ὦ τῆς κακίας γεῖτον; Ποῦ σου τὰ σεμνὰ βαδίσματα; ποῦ σου εἰς ἄκρον παιδεία; ποῦ δὲ ὁ τῆς σοφίας κάματος; ποῦ σου τὸ σεμνὸν τῶν τρόπων; ποῦ τὸ εὔτακτον; ποῦ αἱ πλειστάκις ἐπιτελεσθεῖσαι ὑπὸ σοῦ χαμευνίαι τῆς φιλοσοφίας χάριν; ποῦ ἡ σύνεσις; ποῦ τὸ φιλόθεον; ποῦ τὸ φιλόχριστόν σου; Ἀλλὰ τούτων μακρὰν ἐγένου κακῷ θηρίῳ συνοικήσας, μᾶλλον δὲ ἑαυτὸν εἰς τὸν τῆς ἀπωλείας τάρταρον ἐνέῤῥιψας.