Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὁμιλία περὶ μετανοίας

Μέγας Βασίλειος

Αποστολική παιδαγωγία και θεολογική θεμελίωση της μετανοίας

Εξέταση της ποιμαντικής στάσης του Αποστόλου Παύλου, η δυνατότητα επανορθώσεως όσων υπέκυψαν κατά το μαρτύριο και η γραφική κατοχύρωση της μετανοίας μετά το βάπτισμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Ἆρα πότερον ὡς βουλόμεθα λέγουσιν αἱ Γραφαὶ, ἢ ὡς γέγραπται ὀφείλομεν ἀκολουθῆσαι; Καὶ ταῦτα καθ᾽ ἡμῶν. Οὐ καλὴ ἡ φιλονεικία, ἐλπίδα ἀποκόπτουσα. Ἀλλ᾽ ἐπειδὴ ἐπαγγελλόμεθα μετὰ τὸ βάπτισμα συγχώρησιν (τοῦτο γὰρ τὸ συνεκτικώτατον πρὸς τὴν κακουργίαν), γράφει ὁ Ἀπόστολος ἐν τῇ προτέρᾳ Ἐπιστολῇ πρὸς Κορινθίους, ὅτι «Πορνεία ὅλως ἐν ὑμῖν ὀνομάζεται, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται.» Ἠκούσατε τὸ μέγεθος τοῦ κακοῦ, ἀκούσατε καὶ τὸ μέγεθος τῆς ἀποφάσεως. «Συναχθέντων, φησὶν, ὑμῶν, καὶ τοῦ ἐμοῦ πνεύματος ἐν τῇ δυνάμει τοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ.» Παιδεύει, οὐ γὰρ ὡς ἐχθρὸς ἀποῤῥίπτει. Ἐν μὲν τῇ προτέρᾳ τῷ Σατανᾷ παραδέδωκεν· ἐν δὲ τῇ δευτέρᾳ γράφει οὐδὲν τῇ προτέρᾳ ἐναντίον. «Κυρῶσαι εἰς αὐτὸν ἀγάπην, μὴ τῇ ὑπερβολῇ τῆς λύπης ἀπόληται ὁ τοιοῦτος.» Ἔλυσε καὶ τὰ ἄλυτα ὁ Ἀπόστολος. Τότε λέγει παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ· μετὰ ταῦτα περὶ τοῦ αὐτοῦ γράφων καὶ συγχωρῶν, φησίν· «Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ Σατανᾷ.» Ἐὰν γὰρ λάβῃ τινὰ ἡμῶν, καὶ ἐπλεονέκτησεν ἡμῶν. Ἐξέρχεται πρόβατον ἀπὸ ποίμνης, λύκων γίνεται βορά. Εἰσάγαγε, ἵνα φύγῃ τὴν ἐπιβουλήν· ὥσπερ οἱ ἀγαθοὶ ποιμένες, κἂν ἀρθῇ τὸ πρόβατον, δέρμα γοῦν σπεύδουσι λαβεῖν. Εἰ δέρμα νεκροῦ καλὸν ἀποσπάσαι, ψυχὴν ἀπὸ στόματος λύκου οὐκ ἄξιον λαμβάνειν;

Καὶ ἐν πολέμῳ τιτρώσκεται ἀριστεὺς, καὶ οὐχ ὅτι ἐτρώθη, διὰ τοῦτο οὐ στέφεται· ἀλλ᾽ ἔλαβε τραύματα πολλὰ ἐργασάμενος.

Τὸ μὲν ἓν λογίζεται κακὸν, τὰ δὲ πολλὰ ἀγαθὰ οὐ λογίζεται Θεός· Πόσοι μάρτυρες, πρῶτον ἀρνησάμενοι, τὸ δεύτερον ἀνεκαλέσαντο τὴν ἧτταν; Ἀλλ᾽ ἀρνησάμενοι οὐχὶ τῇ διανοίᾳ, ἀλλὰ τῇ γλώττῃ. Ἡ σὰρξ γὰρ ἀσθενής. Ἀπαρνούμενος ἐκπίπτει, πάλιν ὁμολογῶν ἀνακαλεῖται. Οὐ γὰρ τὰ κακὰ φυλάττει ὁ Θεὸς, τὰ δὲ καλὰ ἀθετεῖ. Καὶ βασανιζόμενός τις, πολλάκις ἐνέδωκε, μὴ ἐνεγκὼν, οὐ τὴν προθυμίαν, ἀλλὰ τὸν πόνον. Ἀλλὰ κατενεχθεὶς, καὶ ἄνεσιν λαβὼν, ἀνακαλεῖται.

Τὸ μικρὸν ῥῆμα φυλαχθήσεται αὐτῷ, αἱ δὲ βάσανοι οὐκ ἀριθμηθήσονται; Ἀλλὰ Θεὸς κριτὴς, οὐκ ἀνθρώπων ἡ τόλμα. Τολμᾷς νομοθετεῖν Θεῷ, ὃς οἶδε τὴν ἀσθένειαν, καὶ χορηγεῖ τὴν βοήθειαν, καὶ δώσει τὴν νίκην; Πόσοι οὐκ ἀπὸ καλοῦ βίου ἐμαρτύρησαν;

Ἆρα ἐπειδὴ ἐπέστρεψεν ἐπιθυμία, ἀποστερηθήσονται τῶν καμάτων; Οὐκ ἄγγελοί ἐσμεν, ἀλλ᾽ ἄνθρωποι· καὶ πίπτομεν καὶ ἐγειρόμεθα, καὶ πολλάκις τῆς αὐτῆς ὥρας. «Καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ.» Διὰ τί; Εἰ γὰρ μέτρον τί ἐστι τῆς δικαιοσύνης, πάντες ὀφείλουσι τὸ ἴσον ἔχειν· εἰ δὲ οἱ μὲν λάμπουσιν ὡς ὁ ἥλιος, οἱ δὲ αὐγάζουσιν ὡς σελήνη, οἱ δὲ κατὰ τὴν διαφορὰν τῶν ἄστρων λάμπουσι, δῆλον, ὅτι ἄλλος ὑπερέχει· ὁ δὲ ἐλαττούμενος δῆλον ὅτι ἔχει μικρὰ ἁμαρτήματα. Εἰ δὲ οὐδενὸς ἁμαρτήσαντος ἡ ἄφεσις, ἡ διαφορὰ ἦν ἐν τῇ ποικιλίᾳ.

Ἀλλ᾽ ἐπειδὴ ἀναγκαῖόν ἐστι δεῖξαι μετὰ τὸ βάπτισμα σωζομένους τοὺς παραπεσόντας, φοβούμενος λέγω, μὴ παρὰ τὸ ἐμὸν βούλημα ἀποστῆτε· πάνυ γὰρ θέλω τοὺς λαμβάνοντας τὸ βάπτισμα μὴ ἁμαρτάνειν. Εἰ δὲ παραπίπτοιέν ποτέ τινες μὴ βουλόμενοι, οὐ βούλομαι ὃ βούλονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, μὴ βουλόμενοι συναποθανεῖν ἡμᾶς τῷ σταυρῷ· ἀλλ᾽ ὃ Ἀπόστολος, καὶ συνταφῆναι αὐτῷ, καὶ μηκέτι ζῇν ἁμαρτίᾳ, τοῦτο μὲν βούλομαι. «Οὐκ ἀθετῶ δὲ τὴν χάριν τοῦ Θεοῦ,» Γαλάταις γράφων ὁ Ἀπόστολός φησιν, ὅτι ἔλαβον Πνεῦμα. Μὴ τούτου ἐναργέστερον ζητεῖς;

Ἀλλ᾽ ἐπιφέρει· «Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι Πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε.» Οὐκοῦν εἰλήφασι Πνεῦμα. Καὶ πάλιν· «Τοῦτο μόνον θέλω μαθεῖν παρ᾽ ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἣ ἐξ ἀκοῆς πίστεως; Ἐτρέχετε καλῶς.» Βλέπετε πόσα πλεονεκτήματα.

Ἄκουε τὰ ἁμαρτήματα. «Νῦν σαρκὶ ἐπιτελεῖσθε, ἐξεπέσατε ἀπὸ Χριστοῦ.» Εἶδες αὐτοὺς ἔχοντας τὸ Πνεῦμα· ἤκουσας, ὅτι «Κατηργήθητε ἀπὸ Χριστοῦ·» ὁμοίως καὶ, «Τῆς χάριτος ἐξεπέσατε.» Τί μετὰ ταῦτα ἐπιφέρει, διδοὺς τόπον ἐγκαινισμοῦ; «Τεκνία μου, οὓς πάλιν ὠδίνω.» Ἅπαξ ἦν γεννήσας· ἀλλ᾽ οὐχ ὁ ἅπαξ γεννήσας παραιτεῖται καὶ ἐκ δευτέρου γεννῆσαι εἰς σωτηρίαν. Εἰ τὰ ἄλλα πάντα τις κακουργήσει, τοῦτο αὐτὸ ἄθεον. Ἄνθρωποι δὲ, λαβόντες τὸ Πνεῦμα, καλῶς τρέχοντες, τοσαῦτα ὑπομείναντες, κινδυνεύσαντες, εἰκῆ ὑπομεμενηκότες, ἐκπεσόντες καὶ καταργηθέντες, πάλιν ἀναγεννῶνται, ἵνα πάλιν μορφὴν Θεοῦ ἀναδέξωνται. Μὴ πάλιν ὑπολείπεταί σοι ἀντιλογία περὶ μετανοίας; Τίς ἡμᾶς ἔπλασε; Θεός. Ἐποίησεν ἡμῖν σῶμα, ἐποίησεν ἡμῖν ψυχήν. Περιορᾷ; Τίς δέδωκεν ἡμῖν φάρμακον ζωῆς;